De trinitate
- Edition reference
- De trinitate (lib. 2.8–27) [Sp.], MPG 39: 600–769.
- CTS identifier
urn:cts:greekLit:tlg2102.tlg042.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
39
601
ὁ Υἱός· πληροῦν τὴν ἄφθονον τοῦ Πατρὸς, καὶ
τοῦ Υἱοῦ, καὶ ἑαυτοῦ μίαν βούλησιν· καὶ μηδὲν, μη-
δὲ αὐτῶν τῶν ἀμυδρὰν ἐχόντων ζωὴν, ἔρημον ἀπο-
λιμπάνον τῆς ἑαυτοῦ προνοίας. Προϊστάμενον γὰρ
τῆς ἑαυτοῦ ποιήσεως, ἅτε ὂν αὐτοάγαθον, καὶ ἅτε
συνεργὸν τοῦ ἀγαθοῦ Δημιουργοῦ, πάντα ἐφορᾷ, καὶ
οὐδὲν παραβλέπει, πανταρκὲς ὑπάρχον, καὶ θεϊκὰ
δωρήματα διανέμον. Τῷ γὰρ «ἑνὶ ἀγαθῷ,» οὐδεὶς
περὶ οὐδενὸς οὐδέποτε ἐγγίνεται φθόνος· ἀλλ' εὐεργε-
σίαις μᾶλλον δείκνυσι τὴν ἐξουσίαν. Καὶ διὰ τοῦτο ἓν
θέλημα, καὶ μίαν ἐξουσίαν καὶ δύναμιν τῆς Τριάδος
εἶναι λέγομεν. Ὧν δὲ θέλησις, καὶ ἐξουσία, καὶ ἐν-
έργεια μία. ἄρα μία καὶ ἡ θεότης. Τὸ γὰρ πάντα ἐν-
εργοῦν κατ' ἐξουσίαν ἰδίαν, καὶ παρὸν ἐν τοῖς καθ'
ἕκαστον, τῆς ἐπὶ πάντων ἐστὶ μιᾶς καὶ ἀκηράτου
φύσεως, οὐκ ἔχον ἔν τινι τὸ ἐλλεῖπον, οὐδὲ ποιοῦν ὃ
μὴ θέλει· ἀλλ' οὐδὲ ποιοῦν ὃ μὴ θυμῆρες τῷ Πατρὶ
καὶ τῷ Υἱῷ. Καὶ ὃν τρόπον ἀπαράλλακτον πρὸς τὸν
Πατέρα μετὰ τῶν ἄλλων ἀποδείξεων δείκνυσι τὸν
Υἱὸν, καὶ τὸ, «Ὅσα ἂν ποιῇ ὁ Πατὴρ, ταῦτα καὶ ὁ
Υἱὸς ὁμοίως ποιεῖ·» οὕτω καὶ τὸ ἅγιον Πνεῦμα,
σὺν τοῖς ἄλλοις καὶ τὸ πάντα ἐνεργεῖν καὶ δωρεῖσθαι
καθὼς βούλεται καὶ πνεῖν ἔνθα προῄρηται. Τοῦτο
γὰρ παριστῶν, καὶ τρανῶς θεολογῶν τὸ Πνεῦμα,
ἔγραφεν ὁ Ἀπόστολος· «Ἵνα ἴδωμεν τὸ ὑπὸ τοῦ
Θεοῦ χαρισθέντα ἡμῖν.» Γένοιτο δ' ἂν πάντων τού-
των καὶ αὖθις μάρτυς πιστὸς γράφων ὁ αὐτὸς Κοριν-
θίοις ἐν τῇ πρώτῃ Ἐπιστολῇ· «Διαιρέσεις δὲ χαρι-
σμάτων εἰσὶν, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις
διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς Κύριος· καὶ διαιρέσεις
ἐνεργημάτων εἰσὶ, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ
πάντα ἐν πᾶσιν. Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ
Πνεύματος πρὸς τὸ συμφέρον. Ὧ| μὲν γὰρ δί-
δοται διὰ τοῦ Πνεύματος λόγος σοφίας, ἄλλῳ δὲ λό-
γος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις
ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων
ἐν τῷ ἑνὶ Πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων,
ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ διάκρισις πνευμάτων,
ἑτέρῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν.
Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα,
διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.» Χρὴ δὲ μὴ
604
παραδραμεῖν, ἓν μὲν, ὅτι διὰ τὴν πρὸς τὸν Πατέρα
περὶ πάντα ἰσότητα τοῦ ἁγίου Πνεύματος, πρώτου
μέμνηται αὐτοῦ, εἶτα τοῦ Υἱοῦ, καὶ μετέπειτα τοῦ
Θεοῦ καὶ Πατρὸς ἐνεργοῦντος τὰ πάντα ἐν πᾶσιν·
δεύτερον δὲ, ὅτι ἀνωτέρω εἰπὼν τὸν Θεὸν ἐνεργεῖν τὰ
πάντα ἐν πᾶσιν, ἐπάγει μίαν ἁρμονίαν μαρτυρίας
ἐκτιθέμενος περὶ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος αὐ-
τοῦ· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ
Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·»
ἵν' ἐκ τούτου Θεὸν αὐτεξούσιον δηλώσῃ τὸ ἅγιον
Πνεῦμα· οὐκ ἀπροσήκῳ πράγματι ἐγχειρήσας, οὐδὲ
τὴν τάξιν καινοτομήσας, οὐδὲ διαμαρτὼν τοῦ καλῶς
ἔχοντος· ἀλλ' ἄτρωτον φυλάττων τὴν γνῶσιν τῆς πί-
στεως, καὶ τῆς θεολογίας τὴν καθαρότητα· καὶ οὐχ
ὑβρίζων τὴν ἀμέριστον φύσιν καὶ ἀξίαν, ὡς οἱ μὴ
συναριθμοῦντες, ἀλλ' ὑπαριθμοῦντες τῷ Πατρὶ τὸν
Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα. Οὐδὲ γὰρ ἁπλῶς καὶ ἀφ'
ἑαυτοῦ ἀνέστρεφε τῶν ὀνομάτων τὴν ἀκολουθίαν·
ἀλλ' ὁ λαλῶν ἐν αὐτῷ Χριστὸς, τῶν κακοήθων καὶ
ἀδιαστρόφων καρδιῶν ἀφανίζων τὴν ὑπόληψιν, δια-
φόρως τὴν ἀλήθειαν τῆς ἰσοδυνάμου, καὶ ὁμοτίμου,
καὶ ὁμοουσίου διδάσκει Τριάδος, ἄλλοτε μὲν παρὰ τῷ
αὐτῷ Παύλῳ εἰρηκώς· «Ὁ δὲ αὐτὸς Θεός
ἐστιν ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν·» ἄλλοτε δὲ παρὰ
τῷ Εὐαγγελιστῇ λέγων· «Βαπτίζοντες αὐτοὺς εἰς
τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου
Πνεύματος·» νῦν δὲ παρὰ Παύλῳ, ὡς προείρηται·
«Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα,
διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.» Συνηγορεῖ δὲ
καὶ ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ τῷ κεφαλαίῳ
τούτῳ, ἐχούσῃ ὧδε· «Συνεπιμαρτυροῦντος τοῦ Θεοῦ
σημείοις τε καὶ τέρασι, καὶ ποικίλαις δυνάμεσι, καὶ
Πνεύματος ἁγίου μερισμοῖς, κατὰ τὴν αὑτοῦ θέ-
λησιν.» Καὶ δεσποτικαὶ δὲ φάσεις παρ' Ἰωάννῃ
ἔχουσιν· «Τὸ Πνεῦμα ὅπου θέλει πνεῖ·» καὶ,
«Τὸ Πνεῦμά ἐστιν ἡ ἀλήθεια.» Καὶ ἐμπρεπὲς,
φησὶ, πρωτείοις θεότητος, ἀλλὰ μὴ ἐπὶ δευτερείοις
ὑμνεῖν αὐτό· ἵν' ἐπὶ τῇ ζωῇ τὴν ἀσφάλειαν ἔχητε.
Τὸ γὰρ εὐεργετοῦν, εὐχαριστεῖσθαι καὶ θεραπεύεσθαι
φιλεῖ· ὅπερ εὗρον εἰπεῖν ἀδόλως καὶ οἱ ἔξω· «Τὸν
εὐεργέταν ἀγαναῖς ἀμοιβαῖς ἀποτίννυσθε.» Εἰ γὰρ,
φησὶν, ἀμείνων ὁ αὐτεξούσιος ὑπεξουσίου, ἤδη καὶ ὁ
ἄνθρωπος αὐτεξούσιος ὢν, κρείττων παρ' ὑμῖν ἀπο-
φανθείη τοῦ ἁγίου Πνεύματος. Φεῦ τῶν δεινῶν! Τὰ
τῆς θεϊκῆς δυνάμεως καὶ φύσεως σύμβολα ὡς ἐπὶ
κτιστῆς ἐκδεχόμενοι Μακεδονιανοὶ, περινενοήκασιν
ἀπάτας, καὶ ἔγραψαν εἰσάγοντες πρόσωπα ὀρθοδό-
ξου καὶ Μακεδονιανοῦ· καὶ τοῦ μὲν ὀρθοδόξου νῦν
περικόπτοντες τῶν ἀποδείξεων, νῦν οὐδὲ προφέρον-
τες ὅσας ἐχρῆν· ἄλλοτε ἀποροῦντα ποιοῦντες αὐτὸν
περὶ τὴν ἀντιλογικὴν καὶ ἀποδεικτικὴν ἀπόκρισιν·
ἢ καὶ διαχέοντες καὶ ἀνιέντες δῆθεν πειθανοῖς ῥή-
605
μασι τὴν ἀλήθειαν καὶ τὸ ἐμμελές· καὶ ἁπλῶς ἐν
οὐδενὶ τὰ λόγια, ἃ μετ' ἀξιώματος τοῦ πρέποντος
ἐχρήσθη, τιθέμενοι· εἰς ὃ δὲ αὐτοῖς δοκεῖ περιάγοντες
τὸν λόγον, καὶ ἑαυτοὺς ἀνθοῦντας περὶ τὸν
οἰκεῖον σκοπὸν, καὶ ἀπνευστὶ τὸν λόγον εἴροντας, καὶ
νικητὰς πάντων μετὰ εὐλαβοφανοῦς εἰρωνείας εἰσφέ-
ροντες· διασύρουσιν, ὥς γε νομίζουσι, τὴν ὀρθοδο-
ξίαν. Ἔχει δὲ ἡ τοῦ Μακεδονιανοῦ φωνὴ δῆθεν γενο-
μένη πρὸς ὀρθόδοξον, τόνδε τὸν τρόπον· Ἔλεγες·
Ἐνεργεῖ Θεός· ἐνεργεῖ καὶ ἅγιον Πνεῦμα· καὶ ἐκ τοῦ
ἐνεργεῖν καὶ ἐνεργεῖν, ἐβούλου τὸ ἰσότιμόν τε καὶ ἰσο-
δύναμον ἁγίῳ Πνεύματι καὶ Θεῷ ὑπάρχειν. Ἐγὼ δὲ
ὅτι ἐπὶ ἑτεροειδῶν τε καὶ διαφερόντων τῇ φύσει καὶ
τοῖς ὁρισμοῖς, τὸ ἐνεργεῖν ἰατροί τε καὶ πάντες ἄν-
θρωποι λαμβάνουσιν, εἴτε ἐπὶ ὑδάτων θερμῶν, εἴτε
ἐπὶ τῶν ἐσθιομένων, εἴτε ἐπὶ βοτανῶν, ἐῶ· τοῦτο δὲ
μόνον δείκνυμι, ὅτι καὶ ἐπὶ τῆς ἐναντίας δυνάμεως ὁ
θεῖος εἴληφε λόγος, εἰρηκότος τοῦ Ἀποστόλου περὶ
τοῦ Ἀντιχρίστου· «Οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέρ-
γειαν τοῦ Σατανᾶ ἐν πᾶσι σημείοις καὶ τέρασι ψεύ-
δους.» Ὅρα οὖν, φησὶ, τοῦ ἐνεργεῖν ὀνόματος ὁμω-
νύμως ἢ συνωνύμως λαμβανομένου ἐπὶ πολλῶν, εἰς
τί κατήγαγες τὸ ἅγιον Πνεῦμα· καὶ οὐκ ἐλογίζου, ὅτι
Θεὸς μὲν κόσμον ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι πεποίηκέ
τε καὶ ἐνήργηκεν· ἅγιον δὲ Πνεῦμα, διαίρεσιν χαρι-
σμάτων ἐν τοῖς ὑπὸ Θεοῦ κτισθεῖσιν. Γέγραπται γάρ·
«Διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται· οὐ μὲν
δωρούμενον.» Καὶ πῶς, ὦ Μακεδονιανὲ, οὐχὶ ταῦτα
παρὰ τὰς ἐννοίας ἐστὶ τὰς θεολογικάς; πῶς δὲ αὐτό-
φωρος οὐκ ἔστιν αὐτόθεν ἡ ὑπόκρισις; Πρῶτον μὲν
γὰρ ἐπειδὴ πᾶσιν ὁμόλογον, ὅτι τὸ ἐνεργεῖ ῥῆμα ἐπὶ
διαφόρων οὐσιῶν τε καὶ πραγμάτων κατηγορεῖται,
τίνος εἵνεκα τοῦ κινουμένου περὶ θείας καὶ ἐμφανοῦς
ἐνεργείας τοῦ ἁγίου Πνεύματος ὄντος, σὺ εἰς μέσον
παρήγαγες ἃ παρήγαγες, καὶ ἐκ τούτου ὕβρισας
μᾶλλον ἢ ἐπῄνεσας τὸ Πνεῦμα τοῦ Θεοῦ;
Ἔπειτα οὐ τῷ ὁμωνύμως, ἢ συνωνύμως, ἐπί τε
τοῦ Θείου, ἐπί τε βοτανῶν, καὶ τοῦ Σατανᾶ λαμβά-
νεσθαι τὴν λέξιν τὴν ἐνεργεῖ· ἀλλὰ τοῖς προσώποις
καὶ τῇ τῆς ἐνεργείας διαφορᾷ προσέχειν χρή· καὶ
τὴν κρίσιν τῶν περὶ τοῦ θεϊκοῦ Πνεύματος λόγων τε
καὶ πραγμάτων πρὸς τὸν Θεὸν, τὸν τῇ λέξει τοῦ
ἐνεργεῖν ὑμνηθέντα, ὡς πρόκειται, ἀλλὰ μὴ πρὸς τὰ
γήϊνα καὶ πρὸς τὸν ῥιφέντα δαίμονα ποιεῖσθαι. Ἐπει-
δὴ τὸ μὲν Πνεῦμα τὸ ἅγιον μετὰ τοῦ Θεῷ πρέποντος
σεβάσματος μνημονεύεται ἐν ὅλῃ τῇ περὶ αὐτοῦ εὑ-
ρισκομένῃ ἐν ἑκάστῳ χωρίῳ συμφράσει· τὰ δὲ κτί-
σματα καὶ ὁ δαίμων, ἑαυτῶν ἀξίως. Ὅπερ μὴ φυ-
λάττων σὺ ὁ Μακεδονιανὸς, μηδὲ διαγινώσκων, τοῦ
μὲν δαίμονος τὸ δυσμενὲς, τοῦ δὲ ἁγίου Πνεύματος
608
τὸ φίλιον, εἰς ἅπερ ἐκ τοῦ περισσεύματός σου λέγεις
καταφέρεις, τό γε ἐπὶ σοὶ, τὴν ἀσύγκριτον δόξαν τοῦ
Θεοῦ Πατρὸς, τοῦ ὁμοιολεξίαις ἐπὶ θείων πραγμάτων
ἀνευφημηθέντος, καὶ τοῦ Πνεύματος αὐτοῦ· καὶ ἔλα-
θες εἰκότως τάξας ἑαυτὸν ἐν τοῖς ὑγιῶς φρονοῦσι.
Πρόσεχε δὲ μᾶλλον, ὅτι ἐν τοῖς προκειμένοις, πρὸ
τοῦ Θεοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, τὸ ἅγιον Πνεῦμα πρῶ-
τον θεοπρεπῶς ἐμνημονεύθη· καὶ λογίζου ἐκ τούτου,
ὅτι διαφορὰν ἡ ἐν μονάδι σεπτὴ Τριὰς οὐκ ἔχει, καὶ
ὅτι ἀῤῥήτως συνεργεῖ ἑαυτῇ. Εἶτα σὺ σκόπησον, ὅτι
ἑκάστῳ διὰ τοῦ ἁγίου Πνεύματος καὶ παρὰ τοῦ ἁγίου
Πνεύματος δίδοται τὰ μνημονευθέντα θεϊκὰ χαρίσμα-
τα ὧν οὐδεμία ἔξωθεν ὑπολείπεται δόσις θεϊκῆς δω-
ρεᾶς ἰδία, καὶ ὧν ὁ μὴ τυγχάνων, ὡς παρὰ τοῦ Θεοῦ
διδομένων, ἀθλίων ἐστὶν ἀθλιώτερος· καὶ ὁ μὴ οὕτω
γράφων τε καὶ λέγων, ἀνίατος μένει, μήτ' αὐτὸς
ὠφελούμενος, μήτ' ἄλλους ὠφελῶν, ἀλλὰ καὶ
βλάπτων· καὶ ὅτι ταῦτα πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ
αὐτὸ Πνεῦμα, τοῦτ' ἔστιν ποιεῖ τε καὶ παρέχει· ὁ δὲ
εἰς ταῦτα ἐνεργῶν, καὶ εἰς πάντα ἐνεργήσει, καὶ
ἀνενδεής ἐστιν· ὁ δὲ ἀνενδεὴς, ἀπαθής· ὁ δὲ ἀπαθὴς,
Θεός. Ἦ ἆρα ἐὰν λέγηται περὶ τοῦ Θεοῦ Πατρός·
«Κύριος δυνατὸς ἐν πολέμῳ·» καὶ, «Γνωστὸς ἐν τῇ
Ἰουδαίᾳ ὁ Θεὸς,» καὶ ὅσα τοιαῦτα· ἐν ἄλλοις οὐ νοη-
θήσεται δυνατὸς, καὶ ἐνεργητικὸς, καὶ ἐπιφανής;
Σκέψαι δὲ ὁμοίως, ὅτι πᾶσαν μὲν ἀπαμφιέννυσιν
αἱρετικὴν πειθανολογίαν, διεγγυῶνται δὲ διαφόρως
τὴν θεϊκὴν αὐτοῦ αὐτεξουσιότητα, τὴν ὁμόφρονα τοῦ
Πατρὸς, καὶ τοῦ Υἱοῦ, αἱ οὕτω διαλαλοῦσαι λέξεις·
«Κατὰ τὴν αὐτοῦ θέλησιν·» καὶ, «Διαιρεῖ ἰδίᾳ ἑκά-
στῳ καθὼς βούλεται·» καὶ ὅτι συνεπιμαρτυρεῖ τού-
τοις, ὅ τε Θεὸς Πατὴρ σημείοις καὶ τέρασιν, ὅ τε
Σωτὴρ λέγων· «Τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ
τοῦ Πατρὸς ἐκπορεύεται·» καὶ, «Τὸ Πνεῦμά ἐστιν
ἡ ἀλήθεια·» ὅ τε Πέτρος, Θεὸν τὸ ἅγιον Πνεῦμα
διαῤῥήδην τῷ Ἀνανίᾳ καταγγέλλων τοιῶσδε· «Τί
ὅτι συνεφωνήθη ὑμῖν ψεύσασθαι τὸ Πνεῦμα τὸ ἅγιον;
Οὐκ ἐψεύσω ἀνθρώπῳ, ἀλλὰ τῷ Θεῷ.» Κἀκεῖνο δὲ
εἰδὼς ἔσο, ὅτι οὐκ ἔλαθες πανούργως παραλείψας ἐν
τῷ ματαίῳ καὶ καταβλαβεῖ πονηματίῳ σου, μᾶλλον
δὲ βλασφημητηρίῳ σου, τὸ προηγούμενον τοῦ θείου
γραφίου. Περιέχει γὰρ ὧδε· «Τὸ ἓν καὶ τὸ αὐτὸ
Πνεῦμα·» καὶ οὕτως ἐπιφέρει, ὃ μόνον σὺ ἐνδια-
στρόφως ἐπήγαγες· «Διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς
βούλεται·» ἀντὶ τοῦ, δωρούμενον, καὶ διανέμον, καὶ
ἐκκαλύπτον αὐθεντικῶς τὰ οὐράνια ἀγαθά. Οὐκ ὀρ-
θῆς δὲ γνώμης καὶ πίστεως, μετὰ τοῦ παρερμηνεύειν
ἔτι καὶ ἀκρωτηριάζειν τὰ λόγια. Τὸ γὰρ πε-
ριέχειν, «Ἓν καὶ τὸ αὐτὸ Πνεῦμα,» ἀποκλείει σοι
τοῦ τε χωρίζειν αὐτὸ τῆς πρὸς τὸν ἕνα, καὶ ἀνώτα-
τον, καὶ πάντα πηδαλιουχοῦντα ταυτότητος (διαφέρει
γὰρ οὗτος ὁ ἀθεωρητότατος καὶ ἀπεριληπτότατος τῇ
θεότητι οὔτι γε σμικρὸν, πλὴν μόνῳ τῷ τῆς πατρό-
τητος λόγῳ· ὅτι ἐξεπορεύθη φύσει ἐξ αὐτοῦ, καὶ οὐ
δημιουργικῇ ἐνεργείᾳ), τοῦ τε λέγειν· Εἰ Πνεῦμα Θεοῦ,
καὶ Πνεῦμα Χριστοῦ γέγραπται, δύο νοηθήσεται
609
Πνεύματα. Προείρηται δὲ οὐ πολλῷ ἀνωτέρω, δι' ἢν
αἰτίαν οὕτω κεχρησμῴδηται. Μὴ ἀγνόει δὲ καὶ τὸ
ὅτι τὰ ἐκκείμενα λόγια, οὐκ ἄλλο σημαίνει πρόσωπον
εἶναι τὸ χαριζόμενον, καὶ ἄλλο τὸ διανέμον ὡς ἐπὶ τῶν
ὅλα μήτε εἰδέναι δυναμένων, μήτε ἀπόνως πραττόντων
ἀνθρώπων, καὶ διὰ τοῦτο διδόντων μὲν ἀποκρίτως τού-
των, ἑτέρων δὲ κατὰ δοκιμασίαν ἀκριβῆ διανεμόντων,
μήπως. ἢ οἱ χορηγοῦντες οὐκ ἐπαρκέσωσιν, ἢ οἱ
διακονούμενοι αὐτοὶ οὐ κερδάνωσιν. Ὁ γὰρ ἀναίτιος,
καὶ ἀπαθὴς, καὶ ἀεικίνητος, πανταρκής τε καὶ ἄφθο-
νος Θεὸς, ὁ μὴ πρὸς ὃ ἄξιοι λαβεῖν ἡμεῖς (οὐδὲ γὰρ
οὐδὲ ἄξιοι ἐξ ἔργων ἀγαθοῦ οὐδενὸς), ἀλλὰ πρὸς ὃ
αὐτῷ δοῦναι πρέπον ἐστὶ παρέχων· πάντα εἰδὼς, καὶ
πάντα δυνάμενος, ὡς καὶ παρ' Ἕλλησιν εἴρηται·
612
Οὐ γάρ τις νόον ἄλλον ἀμείνονα τοῦδε νοήσει,
[Οἷον ἐγὼ νοέω·
ἐπινεύσει μόνῃ, καὶ οὐ χειρουργίᾳ, ἢ κακοπαθείᾳ,
ἑκάστοις τὰς ἀγαθὰς καὶ ἀφθόνους δόσεις δαψιλῶς
ἀεὶ χορηγεῖ· καὶ οὐ νῦν μὲν, νῦν δ' οὔ· οὐδὲ ποτὲ
μὲν μᾶλλον, ἄλλοτε δὲ ἧττον· ἀλλὰ διηνεκῶς κατὰ
ταυτὰ καὶ ὡς αὔτως ἐν ἁπάσῃ συμπνοίᾳ (πῶς γὰρ
οὔ;) τοῦ τε ἰδίου Υἱοῦ Λόγου καὶ τοῦ ἑνὸς ἁγίου αὐ-
τοῦ Πνεύματος. Οὐδὲ γὰρ τῶν ὄντων οὐδεὶς αὐτῷ
ἀπόβλητός ἐστιν· ὅπου γε ἀνατέλλει τὸν ἥλιον
ἐπὶ δικαίους καὶ ἁμαρτωλοὺς ὁμοίως, καὶ τοῖς εἰς
τὴν ἑνδεκάτην ὥραν ἐργασαμένοις, τὸν αὐτὸν μισθὸν,
ὃν τοῖς ἀπὸ ὄρθρου σκάπτουσι καὶ ἀμπελουργοῦσι
συνεφώνησε, χορηγεῖ· οὐδὲ ἐπίφοβος αὐτῷ ἐστιν,
ἵνα διὰ τῆς ἐνδείας, ἢ τοῦ μὴ πλουσίως δοῦναι πολε-
μήσει αὐτῷ· οὐδὲ ἄλλος τις κατὰ δεσποτείαν διαφέρων
εὑρίσκεται, ἵνα βασκάνῃ τούτῳ τὸ ἐξισωθῆναι τοῖς
613
αὐτῷ προσήκουσιν (ὃ μηδ' εἰπεῖν εὐαγὲς, εἰ μὴ
ὑποθέσεων καὶ ὑποστάσεων μοχθηρῶν)· οὐδὲ ἀνῆκεν
ᾧ ὀργισθήσεται· «Φείδῃ» γὰρ, φησὶ, «πάντων, ὅτι
πάντα σά ἐστι, Δέσποτα φιλόψυχε· καὶ τὸ ἄφθαρτόν
σου Πνεῦμα ἐστὶν ἐν πᾶσιν.» Τούτων δὲ μὴ ὄντων,
τί σοι ὑπολείπεται σοφίζεσθαι; Ὡς πάλιν ὅταν λέ-
γηται ὁ Υἱὸς, ἢ τὸ ἅγιον Πνεῦμα, παρέχειν θεϊκὰ
δωρήματα, εὔδηλον, ὡς εὐδοκία πατρική· πῶς γὰρ
οὐχ οὕτως; Τοιγαροῦν ἀκρόασαι Παῦλον Ῥωμαίους
διδάξαντος· «Ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν
ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ἁγίου τοῦ δοθέν-
τος ἡμῖν·» καὶ, «Ὅσοι Πνεύματι Θεοῦ ἄγονται,
οὗτοι υἱοὶ Θεοῦ εἰσιν·» καὶ πάλιν· «Ὁ οὖν ἐπιχο-
ρηγῶν ὑμῖν τὸ Πνεῦμα, καὶ ἐνεργῶν δυνάμεις ἐν
ὑμῖν·» καὶ Κορινθίοις τὸ πρῶτον· «Εἰ δὲ Πνεύματι
ἄγεσθε, οὐκ ἔτι ἐστὶ ὑπὸ νόμον·» καὶ Γαλάταις· «Ὁ
γὰρ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρὰ, εἰ-
ρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις,
πραότης, ἐγκράτεια. Κατὰ τῶν τοιούτων οὐκ ἔστι
νόμος.» Διὸ κἀνταῦθα προεῖπε· «Διαιρέσεις δὲ
χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα·» τοῦτ' ἔστι
(κατὰ ἔλλειψιν λόγου καὶ συγκοπὴν), τὸ χαριζόμενον
Πνεῦμα· καὶ οὕτως ἐπήγαγεν· «Τὸ ἓν καὶ τὸ αὐτὸ
Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·»
ὥστε ἀποδεῖξαι, ὅτι αὐτὸ, καὶ χαρίζεται, καὶ
διαιρεῖ, ὁμοφρόνως δῆλον ὅτι τῷ ἑνὶ, οὗ Πνεῦμά
ἐστι, καὶ εἰς ὃν πάντα ἀνάγεται, ὡς Ῥωμαίοις
ἐγράφη· «Ὅτι ἐξ αὐτοῦ, καὶ δι' αὐτοῦ, καὶ εἰς αὐ-
τὸν τὰ πάντα.» Πρόσεχε δὲ καὶ τοῖς ἄλλοις πᾶσιν,
ἃ προσείρηκε τὰ λόγια περὶ αὐτοῦ. Εἰ δ' ἂν γὰρ πᾶσι
προσεῖχες, καὶ εἰ ἐπίστευες αὐτῷ τῷ Θεῷ Πατρὶ, καὶ
τῷ μονογενεῖ αὐτοῦ Υἱῷ, ἔτι δὲ καὶ τοῖς τοσούτοις
ἁγίοις, ὧν οἱ ὀφθαλμοὶ τῆς διανοίας οὕτως ἐγρηγό-
ρουν, ὡς οἱ Χερουβικοὶ, οὓς ἡμεῖς, ὅσῳ πλέον αἰσχυ-
νόμεθα καὶ τιμῶμεν, τοσούτῳ μᾶλλον τὴν ἔργω γε-
νομένην τε παρ' αὐτῶν συμβολὴν καὶ διδαχὴν καὶ
τὴν ἐπιδεχθεῖσαν πίστιν ὀρθῶς δεχόμεθα· εἰ δ' ἂν
δὲ καὶ μὴ τὴν ἀρχὴν ἠκολούθησας ἐν μέρει τοῖς Ἀρείου
ὑπασπισταῖς, οὓς μηδὲ λέγειν ἡμᾶς εἴη, μηδὲ μαν-
θάνειν, ἐρυθριῶν αὐτοὺς, ὡς περιτεθεικότας σοι ὄνο-
μα ἐπισκόπου, διακόνῳ πρὸ τούτου τῆς ὀρθοδόξου
καὶ ἀποστολικῆς Ἐκκλησίας τυγχάνοντι· οὐκ ἂν
μὲν τὴν παρεξέτασιν τῶν περὶ τοῦ ἁγίου Πνεύματος
εἰρημένων πρὸς τὰ περὶ τῶν κτισμάτων λεχθέντα
ἐποιήσω, καὶ τὴν ὑπόνοιαν τοῖς συνασεβοῦσί σοι
πλείονα ἔδωκας, οὐδὲ ἐχρήσω ἂν λοιδορίᾳ, ἵνα μὴ
εἴπω βλασφημίᾳ, νικώσῃ τὸ μέτριον· εἰδέναι δὲ
εἶχες ἂν, ὅτι συμπαρῆν καὶ συνήργει ἀῤῥήτως πάν-
616
των δημιουργουμένων, ἅτε Πνεῦμα τοῦ Θεοῦ ἐν-
υπόστατον· εὐδόκησε δὲ ἅπαξ ὁ Θεὸς καὶ Πατὴρ,
καθὰ ἀνωτέρω εἴρηται, διὰ τοῦ Υἱοὺ Λόγου πάντα
ἐκ μὴ ὄντων παροισθῆναι, συνεπινοουμένου (πῶς
γὰρ οὔ;) αὐτοῦ τε τοῦ Πατρὸς καὶ τοῦ ἁγιαστικοῦ
Πνεύματος αὐτοῦ εἰς τὸ δημιουργῆσαι· ἐπὶ ἀνθρώ-
πων δὲ, ἢ καὶ ἀγγέλων, χρεία πολλῶν προσώπων καὶ
χειρῶν εἰς τὸ τελείως καὶ περιγεγονότως ὁτιοῦν πρᾶ-
ξαι. Διεγγυᾶται δὲ ταῦτα ὁ θεσπίσας συμ-
μνημονεύεσθαι αὐτὸ ἐν τῇ τοῦ βαπτίσματος ἀναγεν-
νήσει ἡμῶν· ὡς συμπαρὸν γὰρ, καὶ συμπρᾶττον,
καὶ τῆς ἀῤῥήτου φύσεως οὐχ ὑποβιβαζόμενον μνη-
μονεύεται καὶ αὐτό. Οὕτως μὲν οὖν ταῦτα, καὶ οὐκ
ἄλλως, καὶ πλείω παρήσω λέγειν ὅμως. Ἀλλὰ καὶ
διὰ τοῦ Πνεύματος διανέμει ὁ Θεὸς, ὡς διὰ τοῦ Λό-
γου αὐτοῦ κτίζει. Τοῦτο οὐκ ἐκβάλλει αὐτὸ τῆς θεό-
τητος, ὡς οὐδὲ τὸν Υἱόν· μενοῦν γε καὶ ἀποφαίνει
καὶ διὰ τούτων αὐτὸ Θεόν. Ἐπειδὴ τοῖς διὰ τοῦ Υἱοῦ
κτισθεῖσι, διὰ τοῦ ἁγίου Πνεύματος τὰ πρὸς σωτη-
ρίαν καὶ πανταχοῦ λαλούμενα παρέχεται ἀγαθά. Θά-
τερον γὰρ θατέρου ἤρτηται, καὶ τῷ δημιουργηθέντι
συμφορώτερον τοῦ δημιουργηθῆναι τὸ προνοεῖσθαι,
καὶ τοῦ ῥέοντος πλήθους τῶν ἐξ οὐρανοῦ θείων κατ-
αξιοῦσθαι δώρων· καὶ προτετίμηται πανταχοῦ τὸ μὴ
γενέσθαι, τοῦ γενόμενον ἀτευξίαν ἔχειν τῶν ἄνωθεν
ἀδαπανήτων ἀγαθῶν· ἃ καὶ διδόμενα οὐχ ὁρᾶται, ὡς
καὶ ὁ διδοὺς καὶ δι' αἰώνων ἐπαρκεῖ, καὶ ἀγνοεῖταί
πως. Οὐ γὰρ ἴδεν αὐτὰ ὄμμα, οὔτε ἤκουσεν οὖς, ἢ
εἰς ἐνθύμησιν ἦλθέ πω· καὶ πρόκειται τῇ γνώσει
ἡμῶν πᾶν περὶ αὐτῶν ὕψος συλλογιζομένων, πᾶν τε
κάλλος συλλεγόντων, ὅπως ποτ' οὖν πελάζῃ τῷ πρέ-
ποντι ἡ πίστις· ἔνθα γὰρ αὐτὸ τἀληθὲς, ἢ τἀκριβὲς,
τέως οὐχ ἁλώσιμον, ἐς τὸ δυνατὸν δεῖ βλέπειν. Ἀπλα-
νὴς οὖν ἔλεξε φωνὴ περὶ τοῦ γενομένου ἀμετόχου
τούτων· «Καλὸν ἦν τῷ ἀνθρώπῳ ἐκείνῳ, εἰ οὐκ
ἐγεννήθη.» Αὐτὸς οὖν σεαυτὸν δι' αἰτίας ἤγαγες
ἤδη, καὶ εἰς ἑαυτὸν περιέτρεψας, ἣν εἴλω καθ' ἡμῶν
κατηγορίαν· καὶ ἁπλῶς τῶν ἀέρα τυπτόντων οὐδὲν
διαφέρειν ἔδοξας, προαχθεὶς εἰς τὸ ἀπορίας τι-
νὰς, τὸ δὴ λεγόμενον, καττύσαι, καὶ με-
ταξὺ θείων πραγμάτων καὶ διηγημάτων εἰς μέσον
ἀσόφως φέρειν, τῆς χρείας οὐκ ἀπαιτούσης, ἄλλα τέ
τινα ὑλικὰ, καὶ μέντοι τὸν ἀντικείμενον, καὶ ἀπο-
βεβλημένον, καὶ οἷάπερ ἔλεξας ὑποβάλλοντα. Πολύ
τε ἀπέχεις τῶν ἐπιεικές τι καὶ χρηστὸν πεποιηκό-
των, καὶ οὐδείς σε Χριστιανῶν τῶν τὰς Γραφὰς
ὀρθῶς καὶ ἀπροσπαθῶς ἐκμελετησάντων, καὶ οἷς
εὐθὺς τὸ διαπρέπειν ἐπὶ τῇ δοθείσῃ παρὰ τοῦ θείου
Πνεύματος χάριτι ὑπῆρξεν, ἀποδέξαιτο ἂν εἰς τὰ
ψυχοβλαβῶς σοι ἐκπονηθέντα. Κατὰ γὰρ τὴν σὴν
ἐγχείρησιν, ἐκβληθήσεται τάχα πᾶσα Γραφὴ, θεολο-
γίας ἔνδειξιν ἔχουσα. Καὶ φέρε, εἰ μὴ ταῦτα ἀληθῆ,
617
οὑτωσὶ πράως καὶ μετρίως σκοπήσωμεν. Ἐγώ τε
γὰρ ἀναφανῶ ἀκριβῶς, καὶ οὐχ ἁπλῶς ἐξ ἀμφιδόξων
ἀποδείξεων, ἀλλ' ὁμολογουμένων, διδάξω τε ῥᾳδίως,
καὶ ὑμεῖς μαθήσεσθε Παῦλος, ὁ τὸν δὴ λεγόμενον
πυρὸς θερμότερον τὸν περὶ τοῦ μεγάλου Θεοῦ καὶ
Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μακάριστον ζῆλον
ἔχων, γράφει Χριστὸν διάκονον γεγενῆσθαι. Καὶ αὐ-
τὸς περὶ ἑαυτοῦ ὁ εὐεργέτης οὗτος ἐπιφανῶς ἔφη·
«Ἐντολὴν ἔλαβον, τί εἴπω, καὶ τί λαλήσω·» καὶ,
«Οὐδὲν ἀπ' ἐμαυτοῦ ποιῶ.» Καὶ ἑτέρωθι εἴρηται·
«Ὁ νόμος διὰ Μωϋσέως ἐδόθη· ἡ χάρις καὶ ἡ ἀλή-
θεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.» Καὶ ὅμως πι-
στῶς καὶ θεοπρεπῶς ταῦθ' οὕτως γεγράφθαι, διὰ τὸ
ἓν θέλημα τῆς ἁγίας Τριάδος, καὶ διὰ τὸ εἰς τὸν
Πατέρα πάντα ἀνάγεσθαι, νοοῦμεν. Ὡς τοίνυν οὐδε-
μία ἐπινοεῖται παραλλαγὴ θεότητος ἐπὶ τοῦ Υἱοῦ
(οὔτε γὰρ διακονεῖ, ὡς ἀλλοῖος τῇ φύσει ἀλλοίῳ· οὔθ'
ὑφέσει δυνάμεως, ἀλλ' ὡς Υἱὸς Λόγος γνησίῳ Πατρί·
οὔτ' ἐντολὴν λαμβάνει, ὡς ἀγνοῶν τὸ δέον καὶ τὸ
πατρικὸν βούλημα, ἀλλ' ὡς προείρηται), οὕτω καὶ
τὸ θεϊκὸν Πνεῦμα. Καὶ ᾧ τρόπῳ τὰ τοῦ
Θεοῦ Λόγου ἀναφέρεται εἰς τὸν Θεὸν Πατέρα, τούτῳ,
καὶ οὐκ ἄλλῳ, τὰ τοῦ ἁγίου Πνεύματος. Ὥστε οἷς
ἂν ἐπῆραν τὸ φρόνημα αὐτῶν αἱρετικοὶ, τούτοις ἂν
καθ' ἑαυτῶν τὴν ἐπ' ἀλαζονείᾳ καὶ κακοδοξίᾳ διαβο-
λὴν ἐκίνησαν. Οὐκ ἔστη αὐτοῖς ἄχρι τούτων τὰ τῆς
ἀσεβοῦς καὶ ἀπροσήκου διαβολῆς. Θολοῦν γὰρ πειρώ-
μενοι τὴν περὶ τῆς θεότητος τοῦ ἁγίου Πνεύματος
ἄχραντον δόξαν, ὡς οὐδενὸς αὐτοῖς ἀγαθοῦ ὑπάρ-
χοντος παρ' αὐτοῦ, ἅμα δὲ καὶ ἡμᾶς εἰς ἔγκλημα
βαλεῖν, αὐτοὶ οὗτοι οἱ χρησάμενοι διδασκάλοις ἀν-
θρώπων τισὶν, οὐκ ὀκνοῦσι νεαλογεῖν καὶ τόδε αὐτο-
λεξεὶ, ὅτι λαμβάνοντες ἡμεῖς εἰς θεϊκὴν ἀξίαν τὸ
διαγορεῦον γραφίον, «Τὸ Πνεῦμα ὅπου θέλει πνεῖ,»
εἰς ἀνθρωπείαν φύσιν κατάγομεν αὐτό· ἐπειδὴ μεθ'
ἕτερα ἔχει· «Οὕτως ἔσται πᾶς ὁ γεγεννημένος ἐκ
τοῦ Πνεύματος.» Αὐτοὶ δὲ, φησὶν, οὔτε εἰς θεϊκὴν
ἀξίαν ἀνάγουσι τὸ Πνεῦμα, οὔτε εἰς τὴν τῶν λοιπῶν
φύσιν καθέλκουσιν· τὴν γὰρ μέσην τάξιν ἐπέχει,
μήτε Θεὸς ὢν, μήτε ἕν τι τῶν λοιπῶν. Καὶ τίς αὐτοὺς
τῷ ὄντι τῆς τοσαύτης τόλμης οὐ γράψεται; Δεῦρο οὖν
προσέχετε τὸν νοῦν· δι' ὀλίγων γὰρ φράσω. Μάλιστα
μὲν οὐκ εἶπεν· Οὕτως ἐστὶν ὁ ἄνθρωπος, ὁ ἁπλῶς
ἄνθρωπος· ἀλλ', «Οὕτως ἔσται πᾶς ὁ γεγεννημένος
ἐκ τοῦ Πνεύματος·» ἀντὶ τοῦ, ὁ καταξιωθεὶς ἀναγεν-
νηθῆναι ἐν τῇ θείᾳ κολυμβήθρᾳ, καὶ γενέσθαι (ὡς
620
καθολικοῖς ἐκπέφανται χαράγμασιν) θείας κοινωνὸς
φύσεως Καὶ παραπλήσιά ἐστι ταῦτα τῷ, «Ποιήσω-
μεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν·»
καὶ τῷ, «Ἵνα γένησθε κατ' εἰκόνα τοῦ κτίσαντος
ἡμᾶς.» Καὶ ὡς οὐ καθέλκεται ὁ ὕψιστος Πατὴρ, καὶ
ὁ Υἱὸς αὐτοῦ, ἐκ τῶνδε τῶν ἁγίων καὶ ὑπὲρ ἡμᾶς φω-
νῶν εἰς ἀνθρωπείαν φύσιν· οὕτως οὐδὲ τὸ ἅγιον
Πνεῦμα, ἐκ τῶν προλεχθεντῶν ῥητῶν, καὶ τῶν περὶ
ἡμᾶς αὐτοῦ φιλανθρωπευμάτων Ἔπειτα δοκεῖ αὐ-
τοῖς, τό γε ἔτι χεῖρον, μήτε Θεὸν εἶναι τὸ ἅγιον
Πνεῦμα, μήτε ἕν τι τῶν λοιπῶν. Ὑπολείπεται τὸ
ἀνύπαρκτον αὐτὸ νοεῖν. Καὶ ἄλλως· Εἰ μὴ ἔστιν, ὡς
φάσκουσι, Θεὸς, τῷ κοινῷ λόγῳ τῶν κτισμάτων ὑπ-
άγεται Οὐδὲν δὲ τοιοῦτον τεκμήριον ἐν Γραφαῖς εὑρί-
σκεται, οὐδὲ μέσης φύσεως εἶναι κεχρησμῴδηται·
πᾶν δὲ τοὐναντίον, ὅτι Πνεῦμα τοῦ Θεοῦ, καὶ ὃ παρὰ
τοῦ Πατρὸς ἐκπορεύεται, καὶ Πνεῦμα θεῖον. Λείπεται
τὸ Θεὸν εἶναι, ἀπό τε τῶν Πέτρου καὶ Παύλου φω-
νῶν, ἀπό τε πάσης ἐννοίας τῶν Γραφῶν καὶ τῆς
«ἐκπορεύεται» λέξεως. Ἀόριστος γὰρ οὖσα, τὸ ἀΐ-
διον καὶ ἀχώριστον τῆς φύσεως αὐτοῦ τῆς πρὸς ἐκεῖ-
νον, ἐξ οὗ ἀῤῥήτως προέρχεται, θειότατα ἐνδείκνυ-
ται. Καὶ μὲν δὴ καὶ τοῦτο· Εἰ μηδὲν τῶν ἄλλων ὑπάρ-
χει, ὥσπερ οὖν τοῦτο αὐτῶν ἀληθὲς, Θεός ἐστιν. Πρὸς
τούτοις· Εἰ οὐδὲν κτιστὸν ἐν μιᾷ ὑποστάσει εὑρίσκε-
ται, ὡς ἐν τῷ πρώτῳ ἀπεδείχθη βιβλίῳ, τὸ δὲ ἅγιον
Πνεῦμα ἓν καὶ μόνον τῆς ἑνάδος, ἤτοι μονάδος, οὐ-
σίας ἐστίν· ὡς ἂν τοίνυν φενακίζοντες ἐξ αὐτῶν, ὧν
ἔγραψαν, νοηθεῖεν, κἂν δοκοῦσιν εἶναι δεινοὶ εἰπεῖν, ὃ
βούλοιντο, καὶ μηδὲ ἓν αὐτοῖς τῆς καθ' ἡμῶν ὀφρύος
ἐκπορισθείη· καυχήματα γὰρ ἀνθρώπινα ταχὺ ἐξ-
ελέγχεται. Σοφὸς περὶ ἑκάστου αὐτῶν ὧδε διείληφεν
ἀνήρ· «Μὴ πολλὰ σοφίζου, ἵνα μὴ ἐκπλαγῇς.» Καὶ
ὁ Στέφανος δὲ ἐν ταῖς Πράξεσιν ὡδί πως ὀνειδίζει αὐ-
τοῖς· «Σκληροτράχηλοι, καὶ ἀπερίτμητοι τῇ καρδίᾳ
καὶ τοῖς ὠσὶν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντι-
πίπτετε· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς.» Πατέρας
δὲ αὐτῶν ἔφη Ἄρειον, Μακεδόνιον, τὴν ὀλέ-
θριον δυάδα. Ἔρχομαι οὖν ἐφ' ἕτερον κεφάλαιον.
621
Βʹ· Ὅτι ἔθετο τοὺς προφήτας καὶ ἀποστόλους
ποιμαίνειν τὴν λογικὴν ποίμνην, καὶ ἐπιμελεῖ-
σθαι αὐτῆς· καὶ αὐθεντικῶς ἀπέστειλεν, καὶ
ἐποίησεν, ὡς ἠβουλήθη, φθέγξασθαι αὐτοὺς καθ'
ὁμοιότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ἅτε Πνεῦμα
τοῦ Θεοῦ, δι' ἐκπορεύσεως, οὐ διὰ ποιήσεως ὑπάρ-
χον, καὶ ἅτε Πνεῦμα ἄνοθον σοφίας καὶ συν-
έσεως, συνδεσπόζον τῷ πάντων ἡγουμένῳ Πατρὶ,
καὶ Υἱῷ Κτίσματος δὲ φύσις, οὐ ταύτης τῆς
τάξεως. Εἶναι δὲ ἀληθῆ ταῦτα, πείθουσιν Μωϋσέως
τε βίβλοι, λέγουσαι «Τίς δώσει πάντα τὸν λαὸν προ-
φήτας, ἐν τῷ δοῦναι Κύριον τὸ Πνεῦμα αὐτοῦ ἐπ'
αὐτούς;» αἵ τε ἀποστολικαὶ Πράξεις, τοιαῦτα ἅττα
διαλεγόμεναι· «Ὤφθησαν αὐτοῖς διαμεριζόμεναι
γλῶσσαι ὡσεὶ πυρός· ἐκάθισέν τε ἐφ' ἕνα ἕκαστον
αὐτῶν καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου,
καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦ-
μα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς·» καὶ πάλιν ἀπὸ
τοῦ θεσπεσίου Παύλου· «Καλῶς τὸ Πνεῦμα τὸ ἅγιον
ἐλάλησεν πρὸς τοὺς πατέρας ὑμῶν διὰ τοῦ προφή-
του.» Αὖθίς τε αὖ. μεταπεμψάμενος ἐν Μιλήτῳ τοὺς
Ἐφέσου πρεσβυτέρους, φησίν· «Προσέχετε ἑαυτοῖς,
καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον
ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ
Κυρίου, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος.»
καὶ πάλιν· «Διῆλθον δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλα-
τικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος
λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ· ἐλθόντες δὲ κατὰ τὴν
Μυσίαν, ἐπείραζον εἰς τὴν Βηθυνίαν πορευθῆναι, καὶ
οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα Ἰησοῦ.» Ὡς πάντα
προγιγνώσκων, καὶ αὐτεξούσιος Θεὸς, ὄπου
μὲν λαλῆσαι, ὅπου δὲ πορευθῆναι αὐτοὺς οὐκ ἀφῆκεν,
διὰ τὸ συμφέρον· ἴσον ποιῶν τῷ Υἱῷ, εἰπόντι· «Μὴ
βαστάζετε πήραν, ἢ ῥάβδον, ἢ ὑποδήματα·» καὶ αὖ-
θις οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροί φασιν· «Ἔδοξεν
γὰρ τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν, μηδὲν πλέον ἐπι-
624
θέσθαι ὑμῖν βάρος, πλὴν τούτων, ὧν ἐπάναγκες ἀπ-
έχεσθαι ὑμᾶς ἀπὸ εἰδωλοθύτων, καὶ αἵματος, καὶ πνι-
κτοῦ, καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς, εὖ
πράξετε.» Τὸ δόξαν τῷ ὑπεξουσίῳ, καὶ μὴ κυρίῳ, οὐ-
δεὶς προσίεται· πᾶν δὲ ὅ τι ἂν δόξῃ βασιλεῖ καὶ τοῖς
ὑπ' αὐτοῦ προχειρισθεῖσιν, τοῦτο νόμος. τοῖς μὲν
ὑπηκόοις ἔπαινον, τοῖς δ' ἀπειθοῦσι κίνδυνον φέρων.
«Ἡ» γὰρ «παρακοὴ,» φησὶν, «θάνατον κατεργά-
ζεται· ἡ δὲ ὑπακοὴ, ζωὴν αἰώνιον·»
Κρείσσων γὰρ βασιλεὺς, ὅτε χώσεται ἀνδρὶ χέρηϊ.
Καθὰ τοίνυν εἴωθεν βασιλεὺς μὲν τὰς ἑαυτοῦ νομο-
θεσίας τοῖς ἔγγιστα μεγάλοις ἄρχουσι καταπέμπειν,
οἷς τὰς ἡνίας τῶν ἀρχομένων δέδωκεν· ἐκείνους δὲ,
πάντων εἰς γνῶσιν φέρειν τυποῦντας, ὑποκύπτειν
τοῖς παρὰ βασιλέως θεσπισθεῖσιν, καὶ ἀπειλοῦντας
τοῖς παραβαίνουσιν κίνδυνον· οὕτω καὶ οἱ ἀπόστολοι,
οὓς ἔθετο πρώτους ὁ Θεὸς, τὸ αὐτεξούσιον τοῦ Πνεύ-
ματος, καὶ τὸ πρὸς τὸν Πατέρα ὁμοούσιον εἰδότες,
ἐπέστελλον· Ἔδοξεν, φησὶν, τάδε καὶ τάδε τῷ ἁγίῳ
Πνεύματι ὡς βασιλεῖ, καὶ ἐξουσιαστῇ, καὶ κηδεμόνι
τοῦ γένους· καὶ ἡμῖν δὲ, ὡς προεστηκέναι ἀφορι-
σθεῖσιν τῆς πίστεως καὶ τῶν Ἐκκλησιῶν. «Ἐξ ὧν
διατηροῦντες ἑαυτοὺς, εὖ πράξετε·» παρατρώσαντες
δὲ, φησὶν, τὸ ἐναντίον πείσεσθε. Ἐμέμνηντο γὰρ τοῦ
Σωτῆρος αὐτοῖς εἰρηκότος ἐν τῷ κατὰ Μάρκον Εὐαγ-
γελίῳ· «Οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ
Πνεῦμα τὸ ἅγιον.» Καὶ ὥστε μήτινα ὑπολαβεῖν
μικρὸν εἶναι, ὃ μέτιμεν νῦν κεφάλαιον, πι-
στεύειν δὲ τὴν αὐτὴν εἶναι τῇ ἁγίᾳ Τριάδι θέλησιν,
πρόσταξίν τε, ἐνέργειάν τε, οἷς ἕπεται τὸ καὶ τὴν
αὐτὴν εἶναι αὐτῇ θεότητα· Παῦλος ὁ πρῶτον γενόμε-
νος νομομαθὴς καὶ διώκτης, καὶ ὕστερον αὐτῆς τῆς
ἀφθέγκτου οἰκονομίας ἀναδειχθεὶς μυσταγωγὸς, συν-
ᾴδοντα περὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ διαγορεύει,
625
γράψας Κορινθίοις μὲν τὸ πρῶτον· «Ἀλλ' οὓς μὲν
ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ πρῶτον ἀποστόλους,
δεύτερον προφήτας, τρίτον διδασκάλους·» καὶ ἀλλα-
χοῦ· «Λέγω δὲ οὐκ ἐγὼ, ἀλλ' ὁ Κύριος, γυναῖκα ἀπὸ
ἀνδρὸς μὴ χωρισθῆναι·» Γαλάταις δέ· «Ὅτε εὐδόκη-
σεν ὁ Θεὸς, ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου,
ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζω-
μαι αὐτὸν ἐν τοῖς ἔθνεσιν·» καὶ ἑτέρωθι· «Καθὼς
καὶ δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ Εὐ-
αγγέλιον, οὕτως λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέ-
σκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας
ἡμῶν» Οὐδὲν δὲ ἧττον καὶ ὁ Σωτὴρ τοῖς μαθηταῖς
εἰπεῖν ἠξίωσεν· «Ἐγὼ ὑμᾶς ἐξελεξάμην.»
Γʹ Ὅτι νομοθετεῖ καὶ προστάττει ἀποφαντικῶς
ἑκάστοις τῶν ἔργων τὸ πρόσφορον, ὡς βασιλεὺς
ἥμερον καὶ νόμιμον ἀνημμένος ἡγεμονίαν, καὶ
εἰρήνην ἄπειρον τῷ σύμπαντι οὐρανῷ τε καὶ κό-
σμῳ βραβεύων, καὶ τὸ ἡγεμονικὸν μετὰ τοῦ
κηδεμονικοῦ ἁρμοσάμενος. Μόνης δὲ τῆς τῶν ὅλων
βασιλίδος φύσεως, τὸ θεσμοθετεῖν καὶ κρίνειν·
ποιήματος δὲ, τὸ ὑπὸ νόμον καὶ κρίσιν τελεῖν. Δι-
ωρίσατο γὰρ Παῦλος μὲν τὸ σκεῦος τῆς ἐκλογῆς,
ὡς ἔφαμεν ἤδη, γράψας· «Ὁ γὰρ νόμος τοῦ
Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν
με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου·»
αἱ δὲ ἀποστολικαὶ Πράξεις, ἔχουσαι ὧδε· «Τοῦ Πέ-
τρου διανοουμένου περὶ τοῦ ῥήματος, εἶπεν
αὐτῷ τὸ Πνεῦμα· Ἰδοὺ ἄνδρες τρεῖς ζητοῦσίν σε.
Ἀλλὰ ἀναστὰς κατάβηθι. καὶ πορεύου σὺν αὐτοῖς,
μηδὲν διακρινόμενος· ὅτι ἐγὼ ἀπέσταλκα αὐτούς·»
καὶ πάλιν· «Εἶπεν τὸ Πνεῦμα τῷ Φιλίππῳ· Πρόσ-
ελθε, καὶ κολλήθητι τῷ ἅρματι τούτῳ·» καὶ αὖθις
ἀπὸ Ἀγάβου προφήτου· «Τάδε λέγει τὸ Πνεῦμα τὸ
ἅγιον· Τὸν ἄνδρα, οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δή-
σουσιν·» καὶ Παῦλος· «Ἰδοὺ νῦν ἐγὼ δεδεμένος τῷ
Πνεύματι πορεύομαι·» ὅπερ παραπλήσιον τυγχάνει
628
τοῦ, «Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ·» καὶ πάλιν·
«Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατέ μοι
τὸν Παῦλον καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον, ὃ προσ-
κέκλημαι αὐτούς·» ὅμοιον τῷ, «Ὁ δὲ Κύριος εἶ-
πεν· Εἴσελθε εἰς τὴν πόλιν, κἀκεῖ λαληθήσεταί σοι,
τί σε δεῖ ποιεῖν.» Καὶ πάλιν τῷ Πέτρῳ εἶπεν τὸ
Πνεῦμα· «Ἀναστὰς πορεύθητι εἰς τὸν οἶκον Κορνη-
λίου.» Καὶ δὴ ἐν Ἐπιστολαῖς Παῦλος Τιμοθέῳ γρά-
φει· «Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει.» Ὅρα οὖν, μὴ
μόνον ὅτι διὰ τοῦ τοιούτου ῥήματος ὁ Παῦλος νομο-
θέτην αὖθις ἀπέφηνεν τὸ Πνεῦμα (τῇ γὰρ λέξει τοῦ
«ῥητῶς» καὶ οἱ κοσμικῶς θεσμοθετήσαντες ἐχρήσαν-
το), ἀλλ' ὅτι καὶ ἄλλαι μαρτυρίαι τὸ ἴσον τῆς πρὸς
τὸν Πατέρα φύσεως, καὶ αὐθεντίας τοῦ ἁγίου Πνεύ-
ματος δεικνύουσιν. Ὁμοιοτρόπως γὰρ περὶ τοῦ Θεοῦ
καὶ Πατρὸς ἐν πολλοῖς γέγραπται· «Τάδε λέγει Κύ-
ριος παντοκράτωρ.» Αἱρετικοὶ δὲ, οἷς τἀληθῆ πάντα
ἀντιλεγόμενα ὑπάρχει, οὐδὲν ἄξιον τῆς θείας ἐνερ-
γείας ἐννοοῦντες, περὶ φαντασίας δὲ διακένους διατρί-
βοντες, καὶ ὧν ἂν ἀπρὶξ ἐπιλάβωνται, ταῦτα, ὥς τι-
νες ἀντίτυποι, ὡς βέβαια προφέροντες ἀντιτιθέασιν.
Εἶπεν, φησὶν, καὶ περὶ ἀγγέλου Ζαχαρίας, ὅτε τὴν
ὀπτασίαν τὴν περὶ τῆς λυχνίας τεθέαται· «Ὁ ἄγ-
γελος ὁ λαλῶν ἐν ἐμοί.» Δύνασθαι οὖν δῆθεν
ἄγγελον νοεῖσθαι τὸ ἅγιον Πνεῦμα. Ἀλλ' αὐτόθεν τὸ
γλίσχρον αὐτῶν ἀποικονομεῖται. Ὁ γὰρ ἄγγελος οὐκ
ἀφ' ἑαυτοῦ, οὔτε ἴδια ῥήματα, ἅπερ δὲ προσετάτ-
τετο παρὰ τοῦ Θεοῦ καὶ τοῦ Πνεύματος αὐτοῦ, δια-
κονῶν ἔλεγεν. Περιέχει δὲ οὕτως· «Καὶ ἐπηρώτησα,
καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ, λέ-
γων· Τί ἐστι ταῦτα; Καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λα-
λῶν ἐν ἐμοὶ, καὶ εἶπεν πρός με· Οὗτος ὁ λόγος Κυ-
ρίου πρὸς Ζοροβάβελ, λέγων· Οὐκ ἐν δυνάμει μεγάλῃ,
οὐδὲ ἐν ἰσχύϊ, ἀλλ' ἢ ἐν Πνεύματί μου, λέγει Κύριος
παντοκράτωρ.» Ἔπειτα ἄγγελος ἐκλήθη ὁ Υἱὸς, καὶ
τὸ Πνεῦμα, ἐν τῇ δρυῒ τῇ Μαμβρὴ, ὅτε ἡ ἔνδοξος
Τριὰς ὤφθη τῷ Ἀβραὰμ, διὰ τὸ ἀγγεῖλαι τὰ ἄγνω-
στα. Πρὸς οἷς, ἐκ τῆς ἀγγελικῆς πληθύος οὐδεὶς αὐ-
629
θεντικῶς ἐξ οἰκείας κινήσεως ἁγίους ἀπέστειλεν,
οὐδὲ ἀγορεῦσαι λόγια, ἢ νόμον διατάξασθαι, ἢ ὅλως
ἅπερ ἐβούλετο αὐτὸς, λέξαι ἐποίησεν. Ἀλλ' οὐδὲ ἴσα-
σιν ἄγγελοι τῆς ἀῤῥήτου καὶ εὐμενοῦς Τριάδος τὰ
ὁμόφρονα βουλεύματα, οὐδὲ καταλαμβάνουσι τῆς
θείας αὐτῆς ἀρωγῆς τὴν δύναμιν· τῷ δὲ αὐτῆς γαλη-
νῷ νεύματι ὑπηρετοῦνται, καὶ μειλίσσονται αὐτὴν
λιταῖς, ἀσιγήτοις στόμασι, καὶ φωνῇ ἀκαταλήκτῳ.
Δʹ. Ὅτι μετὰ τοῦ Θεοῦ Πατρὸς τὸ ἅγιον αὐτοῦ
Πνεῦμα ἀποστέλλει καὶ ὁδηγεῖ αὐτεξουσίως· καὶ
γάρ ἐστιν ἀληθῶς ἔργον φιλάνθρωπον τῆς πανσόφου
καὶ ἀγαθωτάτης Τριάδος, ἡ εἰς εὐσεβῆ βίου τρίβον
ἀποστολὴ, καὶ ὁδηγία, καὶ ἡ περὶ πάντας χρηστότης.
Ὦν δὲ ἡ αὐτὴ ὁδηγία καὶ γαληνότης, ἡ αὐτὴ καὶ οὐσία.
Καὶ τοῦτο δὲ τὴν διὰ τῶν ἔργων ἀριδηλοτάτην λαμβάνει
πίστιν. Τοῦ γὰρ Θεοῦ εἰρηκότος τῷ Μωϋσεῖ, «Συναπο-
στέλλω πρὸ προσώπου σου τὸν ἀγγελόν μου, καὶ ἐκβάλ-
λει τὸν Χαναναῖον,» ὁ μέγας οὗτος Μωϋσῆς
εὖ μάλα εἰδὼς, τοὺς μὲν ἀγγέλους κτίσματα, τὸ δὲ
ἅγιον Πνεῦμα Θεὸν, παρεκάλει λέγων· «Εἰ μὴ αὐ-
τὸς συμπορεύῃ μεθ' ἡμῶν, μὴ ἀναγάγῃς με ἐντεῦ-
θεν.» Ἀμειψαμένου δὲ αὐτὸν τοῦ Παντοκράτορος
τοῖσδε τοῖς ῥητοῖς, «Καὶ τοῦτόν σου τὸν λόγον, ὃν
εἴρηκας, ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιόν μου,
καὶ οἶδά σε παρὰ πάντας,» ὁ Ἡσαΐας δηλῶν τὸ
ταυτὸν τῆς ἐν μιᾷ θεότητι συμφώνου Τριάδος, προ-
ηγήσασθαι αὐτῶν τὸ θεϊκὸν Πνεῦμα ἔφατο λέξεσιν
αὐταῖς· «Ὁ ἀναβιβάσας ἐκ γῆς τὸν ποιμένα τῶν
προβάτων. Ποῦ ἔστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ Πνεῦμα τὸ
ἅγιον, ὁ ἀναγαγὼν τῇ δεξιᾷ Μωϋσῆν;» Μετ' οὐ
πολύ τε ἐπάγει· «Κατέβη Πνεῦμα παρὰ Κυρίου,
καὶ ὡδήγησεν αὐτούς· οὕτως ἤγαγες τὸν λαόν σου,
ποιῆσαι σεαυτῷ ὄνομα δόξης.» Θέα οὖν καὶ τοῦτο
ἐνταυθοῖ, ὅτι οὐ πεπέμφθαι εἶπεν τὸ ἅγιον Πνεῦμα,
ἀλλ' αὐθεντικῶς καὶ βασιλικῶς καταβεβηκέναι. Αὖ-
θίς τε, ἀμφοῖν μεμνημένος τῶν θείων ὑποστάσεων,
ὁμοτίμως ἀνείρηκεν· «Καὶ νῦν Κύριος ἀπέσταλκέν
με, καὶ τὸ Πνεῦμα αὐτοῦ.» Ὅθεν πολλάκις ἀνευφη-
μήσας εὑρίσκεται Μωϋσῆς· «Κύριος ὁ Θεὸς ὁ προ-
πορευόμενος πρὸ προσώπου ὑμῶν.» Καὶ εὐχαρι-
στοῦντες δὲ ὕμνουν τρόπῳ τοιῷδε· «Τῷ διαγαγόντι
τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ
632
ἔλεος αὐτοῦ.» Ἀλλὰ καὶ ὁ Θεὸς Πατὴρ, μηδέν τι
διάφορον ἐν τῇ οὐσίᾳ, καὶ δυνάμει, καὶ θελήσει, καὶ
δόξῃ εἶναι δεικνὺς μεταξὺ αὐτοῦ τε καὶ τοῦ μονογε-
νοῦς Λόγου, καὶ τοῦ ἑνὸς ἁγίου Πνεύματος αὐτοῦ,
διὰ πάσης σχεδὸν τῆς Γραφῆς λέγει· «Ἐγὼ ἀνήγα-
γον ὑμᾶς ἐκ γῆς Αἰγύπτου. Μάρτυρες ὑμεῖς ἐστε,
εἰ Θεὸς ἦν ἀλλότριος ἐν ὑμῖν, πλὴν ἐμοῦ.» Καὶ ὁ
τῷ ὑψίστῳ δὲ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι αὐτοῦ
ὁμοφυὴς καὶ ὁμόφρων, ὁ προσηνὴς ἡμῶν .......
{ΚΕΦ. Ιʹ.}
...........................
κατὰ τοῦ Πνεύματός μου, ἢ περὶ τοῦ Πνεύ-
ματός μου. Καὶ οἶμαι, ὡς διὰ τοῦτο καὶ μόνον φεισά-
μενος αὐτῶν, προσέταξεν ἐλθεῖν ὡς τὸν Ἰὼβ, ἐπὶ τῷ
ἐκεῖνον εὔξασθαι ὑπὲρ αὐτῶν· ἕνεκα δῆλον ὅτι τῶν
εἰς αὐτὸν συντεινόντων ῥημάτων, διὰ τὸ ἀλήπτως
αὐτοὺς καὶ λίαν προσηκόντως οὐκ οἶδα πόθεν φάναι·
«Πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ Παντοκρά-
τορος ἡ διδάσκουσά με·» καὶ ἐν ὀλίγῃ ῥήσει δύνα-
μιν πολλὴν, καὶ φύσιν τὴν δημιουργικὴν καὶ ἀλεξί-
κακον διηγήσασθαι. Ἆρ' οὖν ἐνταῦθα ἔστη τῆς θεο-
λογίας ὁ Ἐλιοῦς; Καίτοι διαῤῥήδην προσέθηκεν
πολλὰ περὶ τοῦ παντοκράτορος Θεοῦ Πατρὸς, οἷς
οὐδὲν ἀντιθετέον. Ἔφη γάρ· «Αἰώνιος γάρ ἐστιν ὁ
ἐπάνω βροτῶν·» καὶ πάλιν· «Ἐὰν ὦσιν χίλιοι ἄγ-
γελοι θανατηφόροι, εἷς αὐτῶν οὐ μὴ τρώσῃ ἐξ αὐτῶν,
ἐὰν νοήσῃ τῇ καρδίᾳ ἐπιστραφῆναι ἐπὶ τὸν Κύριον·»
αὖθίς τε· «Εὔξεται πρὸς Κύριον, καὶ δεκτὰ αὐτῷ
ἔσται·» καὶ πάλιν· «Σῶσον τὴν ψυχήν μου, τοῦ μὴ
ἐξελθεῖν εἰς διαφθοράν· καὶ ἡ ζωή μου φῶς ὄψεται.
Ἰδοὺ ταῦτα πάντα ἐργάζεται ὁ Ἰσχυρός.» Οὐκοῦν οἱ
λόγοι αὐτοῦ, εἰς μὲν τὰ περὶ τοῦ Θεοῦ καὶ τοῦ Πνεύ-
ματος αὐτοῦ, καλοί· εἰς δὲ τὰ ἄλλα, ἁμαρτάνοντες.
Ἐπεί τοι καὶ ὁ Ἰὼβ, θεῖον ὀνομάσας τὸ ἅγιον Πνεῦμα,
ὡς προελέχθη, τοῦ παρὰ Θεοῦ ἔτυχεν τηλικούτου
ἐπαίνου. Λογίζου τοίνυν, ὅτι κἂν τὴν μαρτυρίαν
τοῦ Ἐλιοῦς μὴ προσδέχῃ, ἀρκοῦσι καὶ οὕτως οἱ
633
θεῖον τὸ ἅγιον Πνεῦμα φήσαντες ἱεροκήρυκες· καὶ
ἀξιόπιστός ἐστιν καὶ εἷς ἐξ αὐτῶν μαρτυρῶν· καὶ
ὅτι πολλάκις ὁ δαίμων ἀπατῆσαι βουλόμενος, μίγνυσι
τῷ ψεύδει, ὡς δέλεαρ, ἀλήθειάν τινα τῷ πρὸς ὃν
ὁ λόγος αὐτῷ ἐστιν ἐγνωσμένην. Ἀμέλει τοι ἐν
Εὐαγγελίῳ ἀκούομεν τοῦ διαβόλου ἀπὸ θείων Γραφῶν
τῷ πάντων Δεσπότῃ διαλεγομένου, καὶ τοῖς
ἀνοσίοις αὐτοῦ λογισμοῖς καὶ ῥήμασιν τὰ ὅσια γραφία
συμπλέκοντος, καὶ λέγοντος πειραστικῶς· «Εἰ Υἱὸς
εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ,
Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ δια-
φυλάξαι σε·» ἔτι μὴν καὶ τῶν δαιμόνων θεολογούν-
των βέλτιον Ἀρειανῶν, τῶν χειροτονησάντων τὸν
αἱρεσιάρχην ὑμῶν Μακεδόνιον, καὶ μετ' αὐτὸν Μα-
ραθώνιον· «Τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ
τοῦ ζῶντος; Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι
ἡμᾶς;» Καὶ ὁ Ἰάκωβος δὲ παριστῶν, ὅτι ἡ πίστις
χωρὶς τῶν ἔργων νεκρά ἐστιν, καὶ τὸ ἔμπαλιν, θά-
τερον δὲ θατέρῳ συνεργεῖ, καὶ ἐξ ἀμφοῖν τὸ τέλειον,
ἀναφανδὸν κηρύσσει· «Σὺ πιστεύεις, ὅτι ὁ Θεὸς
εἷς ἐστιν; Καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύου-
σιν, καὶ φρίσσουσιν.» Οὐ μὴν ἀλλὰ καὶ ἡ Σαμα-
ρεῖτις γυνὴ, ἐφ' οἷς εἶπεν παρὰ τὴν ἀρχὴν, ὑβρι-
σθεῖσα παρὰ τοῦ πάντας σωθῆναι βουλομένου Χρι-
στοῦ. ἐφθέγξατο τὸ δεύτερον πιστῶς, καὶ οὐχ ὡς
Σαμαρεῖτις· καὶ ἐπαίνου ἅμα καὶ ἐλέους ἠξιώθη.
Καὶ ἄλλα δὲ ἴσως εὑρεθείη τοιαῦτα πολλὰ παρὰ
τῶν φιλοπονώτερον περὶ ταῦτα διατριβόντων. Ὁρᾷς
οὖν, ὅτι σὺ, ὦ Μακεδονιανὲ, οὐδὲ ὡς ὁ Ἐλιοῦς περὶ
τοῦ ἁγίου Πνεύματος πιστεύεις· ἀλλ' ἐξεῤῥύη ἀπὸ
σοῦ πᾶς σώφρων περὶ αὐτοῦ λογισμός· καὶ διὰ τὴν
μείωσιν, ἣν ἐργάζῃ περὶ τὴν θείαν οὐσίαν αὐτοῦ,
καὶ τὸ μὴ εἶναί σε τέλειον συγκοινωνὸν τῆς χάρι-
τος αὐτοῦ, ὑποσπανίζει σοι τὰ ἀΐδια δωρήματα
αὐτοῦ; Ἀλλὰ καὶ τούτων μὲν ἅλις· ἐπὶ δὲ τὰ
636
ἑξῆς προΐωμεν. Ὁμοίως Παῦλος ἐν τῇ δευτέρᾳ πρὸς
Κορινθίους γράφων· «Οὐκ οἴδατε, ὅτι ναὸς
Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;
Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ
Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε
ὑμεῖς.» Κατανόησον, ὡς τὸ Πνεῦμα τοῦ Θεοῦ Θεὸν
εἶπεν οἰκοῦντα ἐν τῷ ναῷ τοῦ ἀνθρώπου, ὅντινα
Θεοῦ ὠνόμασε ναὸν, ὡς ἀλλαχοῦ λέγει· «Τίς
συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; Ἡμεῖς
γὰρ ναός ἐσμεν Θεοῦ ζῶντος, καθὼς εἶπεν ὁ Θεός·
Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι
αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός.» Καὶ ὡς
Τιμοθέῳ γράφει· «Τὴν καλὴν παραθήκην φύλαξον
διὰ Πνεύματος ἁγίου, τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.»
Καὶ ὡς ἐν Εὐαγγελίῳ ἔχει, καθὰ ἤδη ἐλέχθη· «Ἐν
τούτῳ γὰρ γινώσκομεν, ὅτι ὁ Θεὸς ἐν ἡμῖν ἐστιν,
ἐκ τοῦ Πνεύματος αὐτοῦ, οὗ ἔδωκεν ἡμῖν·» ἀμέλει
ὡς ἀπὸ δύο ὑποστάσεων παρ' Ἡσαΐᾳ λέγει· «Ἐγώ
εἰμι, καὶ οὐκ ἔστιν ἔτι.» Ὡς καὶ ἀπὸ τοῦ Υἱοῦ ἐν
Εὐαγγελίῳ ἔφη· «Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον
μου τηρεῖ, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτὸν, καὶ
πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ
ποιησόμεθα·» καὶ πρὸς Ἑβραίους· «Χριστὸς
δὲ ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς·» καὶ
ὁ Ἱεροψάλτης· «Σὺ δὲ ἐν ἁγίοις κατοικεῖς, ὁ ἔπαινος
τοῦ Ἰσραήλ.» Οἶμαι οἰκητήριον ἅγιον τοῦ ἀπεριγρά-
φου Θεοῦ εἰπὼν πᾶσαν λογικὴν τῶν πιστῶν φύσιν.
Ἀπεδείχθη οὖν μονονουχὶ Θεὸς τὸ ἅγιον Πνεῦμα·
ἀλλὰ καὶ ἴσος, καὶ ὅμοιος τῷ Πατρὶ καὶ τῷ Υἱῷ, ἐν
637
τῷ ἴσως καὶ ὁμοίως ναὸν ἔχειν τὸν ἄνθρωπον· καὶ
ὅτι ὁ ὢν οἶκος τοῦ Πατρὸς, ἔχει καὶ τὸν ἐν αὐτῷ
ὄντα Υἱὸν, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ· ὡς αὖ πάλιν
τοῦ Υἱοῦ, ἢ τοῦ Πνεύματος τῆς ἐπιφοιτήσεως κατ-
αξιωθεὶς, ἐκ παντὸς ἔχει καὶ τὸν Πατέρα. Καὶ πάλιν
ἐν τῇ αὐτῇ δευτέρᾳ Ἐπιστολῇ· «Ἢ οὐκ οἴ-
δατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου
Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ τοῦ Θεοῦ, καὶ οὐκ
ἐστὲ ἑαυτῶν; ἠγοράσθητε γὰρ τιμῆς. Δοξάσατε δὴ
τὸν Θεὸν τὸν ἐν τοῖς σώμασιν ὑμῶν.» Τὰ σώματα
τῶν πιστῶν ναὸν τοῦ ἁγίου Πνεύματος εἶναι εἰπὼν,
ἐνουθέτησεν δοξάζειν τὸν Θεὸν ἐν τοῖς σώμασι, δῆλον
ὅτι τὸ ἅγιον Πνεῦμα. Λέγων δὲ αὐτὸ ἀπὸ τοῦ Θεοῦ,
διδάσκει, ὡς κατὰ φύσιν πρόεισιν ἐξ αὐτοῦ. Ὅπερ
αὖθις παριστᾷ καὶ τὸ ναὸν εἶναι αὐτοῦ τὸν ἄνθρω-
πον, ἴσως τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Ὁμοίως ἐν τῇ
αὐτῇ δευτέρᾳ Ἐπιστολῇ· «Ἄχρι γὰρ τῆς σήμερον τὸ
αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Δια-
θήκης μένει, μὴ ἀνακαλυπτόμενον (ὅτι ἐν Χριστῷ
καταργεῖται). Ὅταν δὲ ἐπιστρέψῃ…
ρια…
The complete text is available when the reading interface loads.