De trinitate
- Edition reference
- De trinitate (lib. 3) [Sp.], MPG 39: 773– 992.
- CTS identifier
urn:cts:greekLit:tlg2102.tlg043.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
39
773
ναι, καὶ τὴν ἰδίαν αὐτῆς προαίρεσιν, ἤτουν τῆς γνώ-
σεως τὴν ἔφεσιν. Τὸ μὲν γὰρ σῶμα ἐναποκεκλεισμέ-
νην ἔχον αὐτὴν ἐν ἑαυτῷ, ὡς ἐν τυφλῷ φρουρίῳ, διὰ
τῶν ὑλικῶν παθῶν ἀποῤῥηγνύει τῆς τοῦ Θεοῦ ὁμι-
776
λίας, καὶ καταφέρει πρὸς γῆν καὶ τὰ γῆς, οἶμαι,
φροντίσματα· καὶ οὕτω κατακρατεῖν ἐπιχειρεῖ τῆς
φύσει κρείττονος, καὶ τοσούτῳ κρείττονος, ὅσον τὸ
ἀθάνατον τοῦ θνητοῦ. Ἡ δέ γε τῆς ἰδίας αὐτῆς
προαιρέσεως, ἢ γνώσεως πάλιν ἐπιθυμία, ἕλκει μὲν
εἰς τὸ θέλειν εἰδέναι τι αὐτὴν, καὶ ἐπὶ τοῦτο πορεύε-
ται, μὴ ἔχουσα δὲ ὀρθὸν τῆς πορείας ἀγωγὸν, ἢ κα-
κῶν χρησαμένη ὁμιλίαις ἀνθρώπων, πλανᾶται καὶ
ἀπορεῖ, καὶ τέλος, ἐφ' ἣν τύχοι προσορμήσασα δό-
ξαν, ἀμαθῶς ταύτην ἀνείλετο· καὶ οὕτω δὴ γέγονεν
οἰκτίστη τε καὶ ἀθλία, ἐν γνώσεως ἀγαθῆς ὑποψίᾳ καὶ
δόξῃ θηρασαμένη κακόνοιαν. Ὅτι γὰρ πάντες ἄνθρωποι
κατὰ φύσιν τοῦ γινώσκειν ὀρεγόμεθα, δηλοῖ τοῦτο, ὥς
φησιν Ἀριστοτέλης, καὶ ἡ τῶν αἰσθήσεων ἐπι-
θυμία, πέρα τῆς χρείας ἡμᾶς ἐφ' ἑαυτὴν παραπέμ-
πουσα. Ὁρᾷν γοῦν, ἢ ποιεῖν ἔσθ' ὅτε ἐπιθυμοῦμεν,
κἂν μὴ πάνυ ἀναγκαῖον, ἀλλὰ καὶ ἐπιβλαβὲς τὸ ὁρώ-
μενον, ἢ πραττόμενον ᾖ. Ὅτι δὲ ταῦτα οὕτως ἄντι-
κρυς εἴρηται, τῶν θείων Γραφείων διασαφοῦσιν οἱ
ἀξιώσαντες εἰπεῖν τοιῶσδε· Ἰάκωβος ὁ τῆς εὐκλεοῦς
μνήμης· «Οὐκ ἔστιν ἡ σοφία αὕτη ἄνωθεν κατερ-
χομένη, ἀλλ' ἐπίγειος, ψυχικὴ, δαιμονιώδης.» Ἐπιφέρει
τε· «Ἡ γὰρ ἄνωθεν σοφία, πρῶτον μὲν ἁγνή ἐστιν,
εἰρηνικὴ, ἐπιεικὴς, εὐπειθὴς, μεστὴ ἐλέους
καὶ καρπῶν ἔργων ἀγαθῶν, ἀδιάκριτος, ἀνυπόκρι-
τος.» Καὶ ἔτι διψύχους προσαγορεύει τοὺς ἀγελαίους,
καὶ οὐ καθαρὰν γνῶσιν καὶ σταθερὰν ψυχῆς προαί-
ρεσιν ἔχοντας τῶν ἀνθρώπων, φάσκων τοιάδε· «Ἐγ-
γίσατε τῷ Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν· καθαρίσατε χεῖρας,
ἁμαρτωλοὶ, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.» Ἀλλὰ
καὶ πρὸς τοὺς μισοπόνηρον ζῆλον ψυχῆς ἔχοντας, καὶ
νικηφόρους ὄντας ἀρετῆς, οὓς οὐ διαφεύγει τῶν τι-
μίων οὐδὲ ἓν, διαλέγεται, ὥστε εἵργειν τῶν μὴ τοιού-
των ἀνθρώπων τὸ ἀκόλαστον, καὶ μεταδιδόναι καὶ
ἄλλοις, ὧν αὐτοὶ ἔχουσιν ἀγαθῶν, ῥήμασιν αὐτοῖς·
«Ἀδελφοὶ, ἐάν τις παρ' ὑμῖν πλανηθῇ ἀπὸ τῆς
ἀληθείας, καὶ ἐπιστρέψῃ τις αὐτὸν, γινωσκέτω, ὅτι ὁ
ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ, σώσει ψυ-
χὴν αὐτοῦ ἐκ θανάτου, καὶ καλύψει πλῆθος ἁμαρτιῶν.»
777
Οὐδὲν δὲ ἧττον καὶ Πέτρος διδάσκων, πόθεν ἀπαθὴς
τυγχάνουσα ψυχὴ, παθῶν ἀνάπλεώς ποτε γίνεται,
ἐπιστρέφων δὲ εἰς τὸ μνημονεύειν τῆς ἀποβιώσεως
ἡμῶν, ἔγραφεν· «Ἀπέχεσθε ἀπὸ τῶν σαρκικῶν
ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς.»
Καὶ Σολομὼν δὲ ὁ τοῦ Δαυΐδ φησιν· «Ὥσπερ οὐχ
ὅμοια πρόσωπα ἀνθρώπων, οὕτως οὐδὲ αἱ καρδίαι τῶν
ἀνθρώπων ταῖς καρδίαις ὅμοιαι.» Ὕπεισι δέ με
καὶ ἐκ τῶν τοῦ μεγάλου ἀθληφόρου Παύλου, ἅπερ
τοιῷδε τρόπῳ ἀνείρηκεν· «Ψυχικὸς δὲ ἄνθρωπος οὐ
δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ· μωρία
γὰρ αὐτῷ ἐστιν·» καὶ πάλιν· «Ὁ δὲ πνευματικὸς
ἀνακρίνει μὲν πάντας, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρί-
νεται.»
39
777
Ἀλλ' ὅπερ μὲν ἔλεγον, ἡ προαίρεσις αὕτη καὶ τὸ
σῶμα πολλάκις καθέλκειν ἐπὶ τὰ πάθη πέφυκε τὴν
ψυχήν· ποτὲ δὲ καὶ συνεισφέρει, αὐτῇ φημι τῇ ψυχῇ,
ἀγαθὰ οὐκ ὀλίγα· τὸ μὲν σῶμα, τὴν τῶν αἰσθητῶν
γνῶσιν καὶ τὴν ἄλλην ὑπηρεσίαν· ἡ δὲ προαίρεσις
αὐτῆς, τὴν ἀπὸ τῆς εὐβουλίας καὶ ὀρθοδοξίας μακα-
ριότητα· ὥσπερ πάλιν ἡ ψυχὴ, ὅταν εὖ ζῇ μετὰ σώ-
ματος, καὶ κατακρατῇ, καὶ πρὸς Θεὸν ἐπιστρέφηται,
καὶ τῶν αὐτοῦ πληροῦται νοήσεων, πλείονα καὶ σε-
μνότερα δίδωσιν. Τὸ μὲν γὰρ γήινον, ἀπαθὲς οἷον
ἀποφαίνειν σπουδάζει, κοσμοῦσα αὐτὸ ἱδρῶτι, καὶ
καρτερίᾳ, καὶ πᾶσιν τοῖς ἐξ ἀρετῆς πόνοις, καὶ δια-
κυβερνῶσα, καὶ διὰ τῆς τῶν ἀλγεινῶν πείρας, ἐπὶ
τὴν θεοσεβῆ ζωὴν ἀνεγείρουσα· τὴν δὲ ἰδίαν προαί-
ρεσιν, καὶ τὴν πίστιν, ἄπταιστον διακρατεῖ, καὶ τὸν
ἄνθρωπον ὑπὲρ ἄνθρωπον ποιεῖ, πίστει καὶ λόγοις
αὐτὸν εἰς τὸ σεμνὸν προβιβάζουσα, καὶ πρὸς ἱκε-
σίαν τῆς Τριάδος ῥέπουσα, καὶ τροφὴν ποιουμένη
τὴν ἀπὸ τούτων ὠφέλειαν. Εἰ γὰρ νομιοῦμεν ψυχὴν,
κοσμεῖσθαι καὶ τρέφεσθαι οὐκ ἄλλοις, ἀλλ' ἢ λόγοις
καὶ πίστει πέφυκεν. Ἀνθρώπῳ γὰρ τροφὴ ἄμφω, ἥ
τε ἐκ τῆς γεωργίας, ἥ τε ἐκ τῶν λόγων καὶ τῆς πί-
στεως· ἀλλ' ἡ μὲν τὸ σῶμα εἶναί τε καὶ ἀντέχειν, ἡ
δὲ ταῖς ψυχαῖς τὸ ἑτέρων προέχειν δίδωσιν, καὶ διὰ
πίστεως καὶ λόγων καὶ ἡ ἄλλη σύμπασα κατορθοῦται
ζωή. Φωρᾶν ἔνεστι ταῦτα μὴ ἄλλως ἔχειν,
ἐπιπορευόμενον τῷ νῷ, ὡς αὐτίκα τῷ τοιούτῳ ἐπι-
λάμπει καὶ συνεργεῖ ὁ ἐπιβεβηκὼς τοῖς ὅλοις Υἱὸς
780
Λόγος τοῦ Θεοῦ, ὁ μηδενὸς μηδὲ αὐτῶν τῶν κατα-
φρονούντων αὐτοῦ καταφρονῶν, ὁ τῇ ψυχῇ, εἰς ἣν
διὰ τοῦ φυσήματος τὸ ἅγιον αὐτοῦ Πνεῦμα κατῴκι-
σεν, τὸν λόγον τῶν πάντων τὸ τιμιώτατον κατασπεί-
ρας. Διὸ καὶ θαυμαστῶς ὑπὸ τῶν ἔξω εἰς στίχου τινὸς
ἀκροτελεύτιον εἴρηται·
Πανταχοῦ λόγος, ἔνθα καὶ ἄνθρωπος.
Ἀλλὰ ταῦτα μὲν ὧδέ πη ἔχει. Αἱρετικοὶ δὲ, μηδὲν
ἀναπνέοντες καθαρὸν, ταῖς κειμέναις περὶ τοῦ λυ-
τρωτοῦ Θεοῦ Λόγου, τοῦ πάντων γενεσιουργοῦ, ὑψη-
λαῖς μαρτυρίαις τε καὶ δωρεαῖς, καὶ μεγαλουργίαις
οὐ προσέχοντες, τὰ περὶ τῆς ἀῤῥητοτάτης καὶ ἀτρε-
πτοτάτης φιλανθρώπου ἐνανθρωπήσεως αὐτοῦ νομι-
ζόμενα ἐκείνοις εἶναι μικροπρεπῆ ῥήματα, τῇ θεό-
τητι αὐτοῦ προσάπτουσιν· καὶ ἀφ' ὧν ὤφειλον, τήν
τε δόξαν διειδέναι τοῦ Θεοῦ, καὶ ἀνυμνεῖν πλέον τὸ
φιλάνθρωπον αὐτοῦ, διὰ τούτων ἔξω τε τῆς ἀληθείας
φερόμενοι ἁλίσκονται, καὶ ὑβρίζειν τὸν εὐεργέτην
καὶ Σωτῆρα προάγονται· φροντίς τε αὐτοῖς, οὐχ ὅπως
ἐξιλεώσωνται αὐτὸν ὡς κριτήν· ἀλλ' ὅπως ὑπὸ κρί-
σιν ὄντα, ὡς κτιστὸν, καὶ μετὰ τὴν εἰς οὐρανοὺς
ἄνοδον καὶ τὴν ἐκ δεξιῶν τοῦ ἑαυτοῦ Πατρὸς ἰσότι-
μον συνεδρίαν ἀποδείξωσιν. Πολλάκις δὲ καὶ τὰ περὶ
αὐτοῦ, ἢ παρ' αὐτοῦ μὴ λεχθέντα, ἣ δι' ἐπικρύψεως
ᾐνιγμένα, ὡς κατ' αὐτοῦ, ἢ παρ' αὐτοῦ ἀπο-
πεφασμένα ἀβασανίστως διατιθέασιν, καὶ πάντα
σαθρὸν καὶ ἄναλκιν ἐκτετιμήκασι νοῦν· οὐδὲν καλ-
λίους ἀλόγων ζώων ἑαυτοὺς προσάγοντες τούτῳ τῷ
περιποθήτῳ Δεσπότῃ, τῷ ἄγοντι δίχα βίας τοὺς
πειθομένους εἰς τὴν τοῦ Πατρὸς, καὶ ἑαυτοῦ, καὶ
τοῦ ἁγίου Πνεύματος, μίαν ἀδιαίρετον βασιλείαν,
καὶ φειδοῖ τῇ πρὸς ἡμᾶς παραινοῦντι· «Μὴ γίνεσθε
ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστιν σύνεσις.» Τὰ
γὰρ ἄλογα ζῶα, φησὶν, οἷς ἡ ψυχὴ τὸ ἐξ ὕλης αἷμα,
κατὰ τὸν εἰπόντα ἐν τῇ Γενέσει, «Τὸ αἷμα αὐτοῦ ἡ
ψυχὴ αὐτοῦ,» εἰς γῆν νένευκεν, ἀεὶ τῇ γαστρὶ μόνῃ
δουλεύοντα, καὶ οὐκ ἀνέστηκεν τῷ σώματι καὶ τῷ
νῷ, ὡς ὁ ἄνθρωπος, ὁ καὶ τῶν ἐπιγείων αἰσθανό-
μενος, καὶ τὰ μετέωρα βλέπων, καὶ ἐπὶ τὴν ἄνω
γαληνοτάτην καὶ ἀπαθεστάτην κατάστασιν σπεύδων,
καὶ ὡς ἐν πανδοκίῳ τινὶ ἐν τῷ κόσμῳ ἡγούμενος
καταλελυκέναι, καὶ παρασκευαζόμενος ἵν' εὐφρονῇ
ἐφ' ἑκάστης πρὸς τὴν ἐκ τούτου ἔξοδον· διά τε τοῦτο
ἁπλοῦς τὴν πίστιν καὶ τὴν γνώμην ὁ σοφὸς ὑπάρχει.
Παντὶ γάρ τῳ δῆλον, ὡς πάσης τῆς διὰ λόγων καὶ
ἐν λόγοις τέχνης ἡ ἀλήθεια κρείττων ἀεὶ, ἥτις συμ-
πέφυκεν τῇ ἁπλότητι. Ταράττειν δὲ καὶ ταράττεσθαι
δοκοῦσιν οἱ τεχνικοὶ λόγοι, οἳ πλεονάζουσιν αἱρετι-
κοῖς τοῖς τῆς θεολογικῆς θεωρίας, ὡς καὶ Ἕλληνες
781
ἀλλοτρίοις. Θεὸν μὲν γὰρ, καὶ Κύριον, καὶ Υἱὸν
καλοῦσιν αὐτὸν, οὐκ ἔτι δὲ ὡς μὲν Θεὸν καὶ Κύριον
ἄκτιστον, ἄναρχον, αὐτεξούσιον, καὶ ἴσον τῷ Θεῷ
Πατρί· ὡς δὲ μονογενῆ Υἱὸν ὁμοούσιον τῷ
γεννήσαντι λέγουσιν· καὶ ταῦτα ἐκφαίνοντα καὶ προ-
φαίνοντα τὸ ὁμότιμον καὶ ἰσοσθενὲς τῆς ἁγίας Τριά-
δος εἰς τὸ περὶ τὸ βάπτισμα θεῖον αὐτοῦ δόγμα, καὶ
ἐν ἄλλοις δὲ πολλοῖς, ὡς εἴρηται· ἀλλ' Ἕλλησι τρό-
πον τινὰ συμφερόμενοι, διαφορότητας καὶ ὑφέσεις
οὐσιῶν καὶ δόξης, κατὰ νόας ἰδίους, τῶν θείων καὶ
ὁμοουσίων τριῶν ὑποστάσεων ὑφιστᾶσιν καὶ διανοοῦν-
ται περί τε τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος τοῦ
Θεοῦ.
Ἅπερ καὶ οἱ ἀλάστορες καὶ μυσαροὶ δαίμονες, οἱ
δι' οἰκείας γνώμης κακότητα ἀναδειχθέντες, ἄχρηστα
καὶ μισόκαλα κτίσματα ἀκοῦσαι, μήτιγε καὶ εἰπεῖν,
φρίττουσιν. Οἱ μὲν οὖν λόγοι, οἱ τὰς θεολογίας
περιέχοντες, ἀποχρώντως ἀπειργάσθησαν, ἤδη οὐσῶν
μὲν καὶ ἄλλων μυριολέκτων ἀποδείξεων, μὴ μνημο-
νευθεισῶν δὲ, ὅπως μήτε ὀκνοῖεν διὰ τὸ πλῆθος
οἱ ἐντυγχάνοντες, μήτε μακροπερίοδος καὶ πολυ-
λογῶν φαίνηται ὁ γράφων. Εἰ γὰρ «ἁπλοῦς ὁ μῦ-
θος τῆς ἀληθείας ἔφυ,» φασὶν οἱ τῶν Ἑλλήνων εὐ-
δόκιμοι, καὶ Ἀλήθεια διὰ τοῦτο εἰκότως ἂν τὸ Θεῖον
προσαγορεύοιτο μόνον· δῆλον, ὡς καὶ ὁ περὶ τοῦ Θεοῦ
Λόγου λόγος ἁπλοῦς, καὶ πάσης διαστρόφου ποικι-
λίας ἀπηλλαγμένος. Ἵνα δὲ εὐσύνοπτοι ὦσιν αἱ θεη-
γορίαι, διὰ τὰ νυνὶ λεχθησόμενα προβλήματα αἱρετι-
κῶν, φέρε, ὡς ἐν μερικῇ καὶ συντόμῳ ἀνακεφαλαιώ-
σει συνείρωμεν τὸν λόγον αὐτῶν, εἰ καὶ ταυτοειπεῖν
μέλλομεν, ἀλλ' ὅμως διὰ τὸ χρειῶδες καὶ τὸ πᾶσι
πανταχόθεν ἁλώσιμα, κατά γε τὸ ἐφικτὸν,
γενέσθαι τὰ περὶ αὐτῶν. Καὶ γὰρ καὶ οἱ προθέμενοι
οἰκοδομίαν ποιήσασθαι, συνοψίσαντες πρότερον τὰς
ἁρμοζούσας ὕλας ἀποτίθενται, εἶτα ἐξ αὐτῶν πλη-
σίον ἑκάστου τόπου ἐξεργάζεσθαι μέλλοντος παρα-
τιθέασιν, ὡς ἂν ἔχοιεν ὑπ' ὄμμασι καὶ ἐν προχείρῳ
ἕκαστοι τῶν τῇ χειρουργίᾳ κεχρημένων, καὶ οὕτω
τοῦ πράγματος ἄρχονται. Τῷ δὲ Θεῷ αὖθις τὸ πᾶν
θαῤῥήσας, τῷ τὰ κύματα παύοντι, καὶ εὔδιον πλοῦν
διδόντι, καὶ πάντα κατορθοῦντι, οὗ κατὰ χάριν (ἣν
καὶ ἁμαρτωλοῖς καὶ στενοῖς τὸν λόγον, ἰδία δ' ἐμοῦ
λέγω, χορηγεῖν εἴωθεν) εἰς ταύτην προελήλυθα τὴν
784
ἐπιθυμίαν, πρόειμι ἐπὶ τὰ ἑξῆς πιστεύων, ὡς πρι-
νὴ λαλήσω σὺν τοῖς παιδίοις, οἷς ἔδωκέν μοι, καὶ τοῖς
παιδίοις τῶν παιδίων, δι' ἃ καὶ ζῶντες πονοῦμεν,
ἔτι δὲ καὶ πᾶσιν, οἷς οἶδεν, τὴν χάριν δέξομαι. Αὐτοῦ
γὰρ χρυσοῦν θέσπισμά ἐστιν·« Πάντα, ὅσα ἂν αἰτή-
σητε ἐπὶ τῷ ἐμῷ ὀνόματι, λήψεσθε·» καὶ, «Ἄνοιξον
τὸ στόμα σου, καὶ πληρώσω αὐτό·» καὶ, «Οὐχ ὑμεῖς
ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρός μου
τὸ λαλοῦν ἐν ὑμῖν.» Περὶ οὗ καὶ παρ' οὗ συναισθή-
σεως ἀξιωθέντες καὶ οἱ ἔξω φασίν·
Θεὸς ὁ τὰ πάντα τεύχων καὶ χάριν ἀοιδῷ φυτεύει.
Οὐκ αὐτάρκης γὰρ ὄντως ἡ ἀνθρώπου σύνεσις εἰπεῖν
τι περὶ τοῦ Θεοῦ, μὴ θείαν προσλαβοῦσα βοήθειάν τε
καὶ δύναμιν· ὥς που καὶ Διαγόρας ὁ Μήλιος ἔφησεν·
«Θεὸς, πρὸ παντὸς ἔργου βροτείου, νωμᾷ φρένα
785
ὑπερτάτην· αὐτοδαὴς δὲ ἀρετᾷ βραχὺν οἶμον
ἕρπειν.» Ἄρξομαι δὲ ἀφ' ὧν εἰκὸς ἄρξασθαι.
{ΚΕΦ. Βʹ.}
Αʹ. Εἰ τοίνυν ἀψευδεῖ ἡ Γραφὴ (πάντως δὲ ἀψευ-
δεῖ), Θεὸν ἀληθινὸν καὶ Υἱὸν τοῦ Θεοῦ ἀληθινὸν λέ-
γουσα εἶναι τὸν Θεὸν Λόγον, ὡς πολλαχοῦ ἔχει, καὶ
ὡς ὁ Πατὴρ λέγει· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγα-
πητός·» καὶ ὡς Ἰωάννης γράφει· «Καὶ ἐσμὲν ἐν
τῷ ἀληθινῷ Υἱῷ τοῦ Θεοῦ Ἰησοῦ Χριστῷ· οὗτός
ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος·» καὶ ὡς Ἱε-
ρεμίας προφητεύει· «Θεοὶ, οἳ τὸν οὐρανὸν καὶ τὴν
γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἐπὶ τῆς γῆς· Κύ-
ριος, ὃς ἐποίησεν τοὺς οὐρανοὺς ἐν συνέσει, αὐτὸς
Θεὸς ζῶν καὶ ἀληθινός·» δῆλον δήπουθεν, ὡς φύσει
καὶ κυρίως Θεὸς ἄκτιστος ὢν, καὶ ἄναρχος, καὶ
ἀπαράλλακτος κατὰ πάντα τοῦ Θεοῦ καὶ Πατρός.
Οὔτε γὰρ αἰτία φύσει Θεοῦ ἀληθινοῦ εὑρίσκεται, οὐ-
δὲ Θεὸς ἀληθινὸς ποιητὸς λέγεται, οὔτε Υἱὸς ἀληθινὸς
ἑτεροούσιος νοεῖται. Καὶ τὸ ἔχειν δὲ, «Οὗτός ἐστιν
ὁ Υἱός μου·» καὶ, «Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεός·»
ζητεῖν ἄλλον γνήσιον Υἱὸν, ἢ κυρίως Θεὸν, ἀπο-
κλείει· καὶ ἄλλως· Εἰ ἀληθινὸς Θεὸς καὶ Υἱός ἐστιν,
κατὰ μὲν τὴν ἄνω γέννησιν, Πατέρα ἔχει, Θεὸν δὲ
οὐκ ἔχει· κατὰ δὲ τὴν κάτω, Θεὸν μὲν ἔχει, πατέρα
788
δὲ οὔ. Ἀτριβῆ οὖν καὶ τοῖς ἅπασι· κτίσμασιν παν-
τοίως ἀνεπίβατον μὴ στέλλεσθαι πορείαν, ἄνθρωπον
ὅλως ὄντα, καὶ οἱ ἔξω διηγόρευσαν τοιῶσδε·
Θεὸν νόμιζε καὶ σέβου, ζήτει δὲ μή.
Καὶ πάλιν·
Ἀθάνατος δὲ Θεὸς, παναγήραος, ἀστυφέλικτος,
Ἄῤῥητος κρυφίοις ὑπὸ δήνεσιν, αὐτογένεθλος,
Τίκτων αὐτὸς ἑαυτὸν, ἀεὶ νέος, οὐ ποιητός.
Αὐτὸς ἀληθείης γενέτης, σοφὸς αὐτὸς ἀληθής.
Καὶ ὁ Πίνδαρος δὲ, πιστὸν καὶ ἀληθινὸν λέγων τὸν
Θεὸν, ἔφησεν οὕτως·
Καὶ μὰν Θεοῦ γένος πιστὸν ἀεί.
Αὐτὸς γὰρ ὑπάρχων ὁ τῆς ἀληθείας γενέτης, οὐκ ἂν
ὑπὸ ἀνθρωπίνης διανοίας ληφθείη, εἰ μὴ τῆς ἀλη-
θείας τῆς αὐτοῦ πληρωθεῖσα, φῶς ἐκ ταύτης ἑαυτῇ
πρὸς τὰς ζητήσεις ἀνάψειεν.
Βʹ. Εἰ Θεὸς εἷς ἐστιν, ὡς Μωϋσῆς λέγει· «Ἄκουε,
Ἰσραήλ· Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν·» καὶ ὁ
Υἱὸς δὲ ἀνυμνεῖται μονογενὴς Θεὸς καὶ εἷς Κύριος
Ἰησοῦς Χριστός· ἐκ παντὸς ὁμοούσιος καὶ ἰσότιμος
τῷ Θεῷ καὶ Πατρὶ, τῇ μὲν ὑποστάσει ἄλλος καὶ ἄλ-
λος, τῇ δὲ θεότητι καὶ συμφωνίᾳ εἷς. Ἐν τούτῳ γάρ
ἐστιν τὸ, «εἷς Θεός.» Εὑρίσκομεν ἀμέλει τοι καὶ
Ἕλληνας αὖθις ὑπὸ ἀνάγκης ἀφανοῦς καὶ ἄκοντας
περιτραπέντας εἰς τὴν ἀλήθειαν, καὶ ὁμοφώνῳ καὶ
ὁμογνώμονι ἡμῖν διαθέσει ἐν τῷ μέρει τούτῳ κεχρη-
μένους, ἀναφωνοῦντάς τε ἐγγράφως καὶ διαῤῥήδην
ταῦτα·
Εἷς Θεός ἐστιν· ἄναξ πανυπέρτατος αὐτὸς ἁπάντων,
Καὶ γενέτης πάμπρωτος ἔφυ, καὶ ῥίζα, καὶ ἀρχή.
Γʹ. Εἰ ἀεὶ ὄνομα, τῷ μὲν Θεῷ τὸ, «Πατὴρ,» τῷ δὲ
Υἱῷ τὸ, «Υἱὸς,» καὶ «Μονογενὴς,» φυσικὸς καὶ ἀλη-
θινός ἐστιν Υἱὸς, καὶ ἄναρχος, καὶ οὐ καθ' ἡμᾶς Υἱός.
Ὁ γὰρ Μονογενὴς τῷ Πατρὶ οὐκ ἔχει φύσει ὁμοπά-
789
τριον ἀδελφὸν, οὐδὲ λέγεται πατὴρ, μήπω γεγεν-
νηκώς.
Δʹ. Εἰ εὐλόγως εἴρηται Λόγος Θεοῦ ὁ Υἱὸς,
συνυπάρχει τῷ γεννήσαντι, οἰκείως τῇ φύσει ἔχων
αὐτῷ, καὶ ἀπαθῶς καὶ ἀνάρχως γεννηθείς. Οὐδὲ γὰρ
ὁ Πατὴρ ἐκτὸς τοῦ ὑποστατοῦ Λόγου αὐτοῦ ἐπινοεῖ-
σθαι δύναται· οὔτε μὴν Λόγος κτίζεται, ἀλλὰ γεννᾶ-
ται ἀπαθῶς. Παραλλήλως, εἰ τοῦ Θεοῦ Λόγος καὶ σο-
φία δικαίως ἐγγέγραπται ὁ Υἱὸς, καὶ δι' αὐτοῦ γέ-
γονε τὰ πάντα, οὐκ ἀπὸ Λόγου τοῦ Θεοῦ ἔκτισται,
ἀλλ' ἀπὸ γαστρὸς αὐτοῦ γεγέννηται. Εἷς γὰρ ὁ τοῦ
Θεοῦ Λόγος, καὶ ἐν ποίῳ ἄλλῳ Λόγῳ εἶχεν κτισθῆναι;
Ταῦτα γὰρ καὶ Ἑλλήνων λογάδες διαγορεύουσιν·
Ἄῤῥητα γὰρ τίκτουσιν αἱ Θεοῦ γοναί.
Παντὸς πάθους δὲ καὶ φύσεως ὑπέρτερος.
Εʹ. Εἰ ἔστιν ὁ Υἱὸς, ὡς ἐδείχθη, αὐτὴ ἡ αἰώνιος
ζωὴ καὶ φῶς τὸ ἀληθινὸν, τοῦ εἶναι καὶ ζῇν οὐκ
ἤρξατο. Καὶ παραλλήλως, εἰ ἔστιν ταῦτα καὶ ὁ
Πατὴρ, οὐδὲ κατὰ ἐνθύμησιν ἔν τινι παραλλάτ-
τει.
Ϛʹ. Εἰ δύναμις καὶ σοφία ὁ Υἱὸς εἶναι τοῦ Θεοῦ
εἴρηται, συνάναρχός ἐστι τῷ γεννήσαντι· οὐδὲ γὰρ
ἦν, ὅτε ἐκτὸς τούτων ὑπῆρχεν ὁ Πατὴρ, οὐδὲ προσ-
ῆκεν εἰπεῖν, ὅτι μὴ ἔχων, ὕστερον ὁτιοῦν προσέλα-
βεν. Καὶ οἱ ἀπὸ τῆς ἔξωθεν δὲ σοφίας τι μαθόντες,
οὐ δεύτερον εἶδος, οὐ δεύτερον χρόνον, εἰ θέμις οὕ-
τω φάναι, ὑπάρξεως θεότητος θεωρήσαντες, ἔφησαν
πρὸς τὴν αὐτῶν δύναμιν τάδε·
Αὐτὸς πάντα φέρει Θεὸς ἄμβροτος· αὐτὸς ἑαυτοῦ
Καὶ γενέτης, καὶ ῥίζα πέλει, καὶ τέρμα, καὶ υἱός.
Ζʹ. Εἰ τῷ Πατρὶ ἴσως σώζει, ἅτε Σωτὴρ,
ἔτι μὴν καὶ σοφίζει, ἀληθεύει, δικαιοῖ, ἁγιάζει· καὶ
εἰ πάντα, ὅσα ἂν ὁ Πατὴρ ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς
ὁμοίως ποιεῖ, οὐκ ἀνόμοιος αὐτῷ ἀναφαίνεται.
Ηʹ. Εἰ τοῦ Θεοῦ τοῦ ἀνειδέου, καὶ ἀοράτου, καὶ
ἀνάρχου, ὡς Παῦλος Ἑβραίοις γράφει, ἀπαύγασμά
ἐστιν τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως, καὶ
εἰκὼν ὁ Μονογενὴς, καὶ εἰ αὐτὸς ἀληθεύει λέγων·
«Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακεν τὸν Πατέρα·» καὶ,
«Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» ὁμοούσιός ἐστιν, καὶ
συνάναρχος, καὶ ἴσος, καὶ ἀπαράλλακτος τῷ Θεῷ
Πατρί. Καὶ γὰρ ἐκ φωτὸς φῶς οὐχ ἑτεροουσίως οὐδὲ
μετέπειτα γεννᾶται· καὶ χαρακτὴρ ὑποστάσεως τὸ
ταυτὸν καὶ ἀπαράλλακτον τῆς φύσεως, καὶ δόξης,
καὶ παντοκρατορίας δηλοῖ· καὶ εἰκὼν λογικὴ τὸ ἴσον
καὶ ὅμοιον σημαίνει· καὶ ὁ βλέπων κτίσμα οὐ βλέ-
πει τὸν ἄκτιστον. Ἓν γὰρ εἶπεν εἶναι τῇ θεότητι τὰς
ὑποστάσεις, καὶ ἐν ἑνάδι οὐσίας διέσταλκε δίχα τὰ
πρόσωπα.
792
Θʹ. Εἰ ἄτρεπτος ὁ Θεὸς καὶ Πατὴρ, οὔθ' ὕστε-
ρον, οὔτε παθητῶς ἐγέννα, ἀλλ' ὡς φῶς τὴν αὐγὴν
ἀπαθῶς καὶ ἀδιαστάτως· ἀσώματος γάρ. Καὶ οἱ
ἔξω σοφοὶ πρὸς τὴν ἰδίαν ἀσθένειαν ἐπίστευσαν οὑ-
τωσί·
Οὐ γὰρ ἀπ' ὠδῖνος Θεὸς ἄμβροτος, οὐδ' ἀπὸ κόλπων
Νηδύος ἐκ λοχίης φάος ἔδρακεν· ἀλλὰ νόοιο
Ἀῤῥήτῳ στροφαλῆτι κυκλούμενος, αὐτολόχευτος
Γίνεται, ἐξ ἕθεν αὐτὸς ἐὼν γενέτης τε καὶ υἱός.
Ιʹ. Εἰ πᾶν κτίσμα τρεπτὸν, ἄτρεπτος δὲ ὁ
Μονογενής· οὐκ ἄρα κτίσμα.
ΙΑʹ. Εἰ ἡ κτίσις οὐ γινώσκει τὸν Πατέρα, εἰ μὴ ἃ
ἀποκαλύψῃ ὁ Υἱὸς, ὁ δὲ Υἱὸς γινώσκει, οὐδενὸς ἀπο-
καλύπτοντος αὐτῷ· οὐκ ἔστιν κτιστὸς, ἀλλὰ γεν-
νητός.
ΙΒʹ. Εἰ τῷ Πατρὶ ἴσον αὐτὸν ἴσασιν αἱ Γραφαί·
Παῦλος γὰρ γράφει· «Οὐχ ἁρπαγμὸν ἡγήσατο εἶναι
ἴσα Θεῷ·» καὶ· «Ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα
τῆς θεότητος·» καὶ ὁ εὐαγγελιστὴς λέγει, ὅτι «Ἴσον
ἑαυτὸν ὁ Υἱὸς ἐποίει τῷ Θεῷ·» καὶ εἰ Θεὸν, πρὸς ὃν
οὐ λογισθήσεται ἕτερος, λέγει αὐτὸν Ἱερεμίας· καὶ
Ἡσαΐας Θεὸν, ἰσχυρὸν, ἐξουσιαστήν· πῶς ὑστερεῖ
κατὰ αἱρετικοὺς, καὶ οὐκ ἔστιν ἴσος κατὰ πάντα
τῷ Πατρί;
ΙΓʹ. Εἰ Παῦλος τοῦ πρεσβυτέρου νόμου τὸ σωτή-
ριον κήρυγμα, τὸ περὶ Χριστοῦ καὶ ἁγίου Πνεύμα-
τος, προφερέστερον ἡγεῖται, διὰ τὸ ἔχειν τὸ τέλειον,
ὡς ἐν τῷ λʹ ἐδείχθη λόγῳ· πρέπει πάντη τε καὶ
πάντως τοῦ Θεοῦ καὶ Πατρὸς κατὰ μηδὲν τὸν Υἱὸν
καὶ τὸ Πνεῦμα μειονεκτεῖν.
ΙΔʹ. Εἰ ἐκφεύγειν τὸ ἔγκλημα τῆς κτισματολα-
τρείας τοὺς πιστεύοντας τῷ Υἱῷ παρεγγυᾷ Παῦλος,
ἔτι δὲ καὶ ἀθέους ἀποκαλεῖ τοὺς πρὸ τούτου ἐκτὸς
793
τοῦ Υἱοῦ τὸν Θεὸν καὶ Πατέρα μόνον ἐγνωκότας· οὐ
κτίσμα ὁ Θεὸς Λόγος.
ΙΕʹ. Εἰ Ἰουδαῖοι, ἀπιστήσαντες τῷ Χριστῷ, ἴσον
ἑαυτὸν ποιοῦντι τῷ Θεῷ, καὶ διὰ τοῦτο σταυρώ-
σαντες αὐτὸν κατεκρίθησαν, Χριστιανοὶ δὲ πιστεύ-
σαντες ἀνωτέρω ἐκείνων γεγόνασιν· οὐ μικρότερος
ἔν τινι τοῦ ἰδίου Πατρὸς ὁ Υἱός.
ΙϚʹ. Εἰ τοῦ μόνου Θεοῦ ἐξαίρετον τὸ ὑμνεῖσθαι
«μέγας Θεὸς,» ἀναφθέγγεται δ' ὁ Παῦλος,
«Τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χρι-
στοῦ,» καὶ ὁ Δαυΐδ, «Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύ-
ριε;» οὐκ ἐξοχώτερος τοῦ Υἱοῦ, οὐδὲ ἀπαράβλητος
πρὸς αὐτόν.
ΙΖʹ. Εἰ ὁ αὐτὸς Παῦλος οὐ συναριθμεῖ αὐτὸν τοῖς
κτιστοῖς θεοῖς, συντάττει δὲ μετὰ τοῦ Πατρὸς, Κο-
ρινθίοις γράφων, «Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι
θεοὶ πολλοὶ, καὶ κύριοι πολλοὶ ἔν τε οὐρανῷ καὶ ἐπὶ
γῆς, ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα·
καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα·»
οὐκ ἐν ποιήμασι συντετάξεται, μετὰ δὲ Πατρὸς συν-
δοξασθήσεται.
ΙΗʹ. Εἰ δημιουργὸς πάντων, καὶ αὐτῶν τῶν
αἰώνων ἐστὶν ὁ Υἱὸς, ὡς ἐγράφη, πρὸ πάσης ἐνερ-
γείας ἐστίν· ὁ δὲ πρὸ πάσης ἐνεργείας οὐκ ἐδη-
μιουργήθη. Οὐδὲν γὰρ προαιώνιον, ἢ πρὸ ἐνεργείας
νοεῖται κτιστὸν, ἀλλ' ἡ ἐν ἑνάδι ἀγένητος Τριὰς
μόνη. Καὶ ἄλλως· Εἰ πάντων γενεσιουργός ἐστι τῶν
ὄντων, οὐκ ἔστιν ὡς ταῦτα κτιστός. Κατ' οὐδὲν γὰρ
τοῖς κτίσμασιν ὁ κτίστης παραπλήσιος εἶναι δύνα-
ται, ἢ ὀφείλει. Ἀλλ' οὐδὲ κτίσμα δημιουργοῦν οὐ-
σιοῖ, ἢ λογικὸν ἀποτελεῖ.
ΙΘʹ. Εἰ ἦν ἐν τῇ ἀρχῇ Θεὸς πρὸς τὸν Θεὸν, ἀρχὴν
ἄλλην αὐτὸς οὐκ ἔχει, ἀρχαιότερος ὢν πάσης ἀρχῆς.
Ἐπεὶ ἀνάγκη πᾶσα δοῦναι ἀρχὴν καὶ τῷ Πατρί.
«Ἦν» γὰρ, φησὶν, «ἐν τῇ ἀρχῇ Θεὸς πρὸς τὸν
Θεόν.» Οὐκ ἔστιν δὲ ἀρχὴ τῆς μιᾶς θεότητος τῆς
οὔσης ἐν τῇ ἀρχῇ.
Κʹ. Εἰ νοῦ παντὸς ἀνῴκισται, πῶς Παρθένος ῥεύ-
σεως ἐκτὸς ἔτεκεν, μείνασα πάλιν παρθένος· πολλῷ
μᾶλλον ἀνεφικτότερον, πῶς αὐτογενὴς Θεὸς καὶ Πα-
τὴρ, ἀνάρχως, καὶ δίχα πάθους ἐξ ὅλου ἑαυτοῦ ὅλον
ἰσομέτρως τέτοκε τὸν Υἱόν.
ΚΑʹ. Εἰ ἡμᾶς πλάσας, αὐτεξουσίους
ἐποίησεν, κρίσιν ὁρίσας ἐπὶ καλῇ καὶ κακῇ πρά-
ξει· πῶς αὐτὸς οὐκ ἔχει τοῦτο, ὃ ἔδωκεν ἡμῖν ὁ
κατὰ τὴν προφητείαν ὢν Θεὸς, ἰσχυρὸς, ἐξουσια-
στής·
ΚΒʹ. Εἰ πιστός ἐστι Πέτρος ἐν ταῖς Πράξεσι
796
βοῶν· «Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν,
ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ
πάντα τὸν πιστεύοντα εἰς αὐτόν·» ἀληθινὸν ὄνομα
ἔχει τὸ, «ὁ Θεὸς,» καὶ, «Υἱὸς μονογενὴς τοῦ Θεοῦ·»
ψευδώνυμον γὰρ οὐδὲν ὀνίνησιν.
ΚΓʹ. Εἰ ἀληθεύει ὁ ἀψευδὴς Θεὸς, ὁ καὶ τοὺς ψευ-
δομένους ἀπολλύων, ὡς ὁ Ἱεροψάλτης λέγει, παρὰ
τῷ Θεολόγῳ εἰπών· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά
ἐστιν·» καὶ, «Τὰ ἐμὰ σά ἐστιν, καὶ τὰ σὰ ἐμά·»
Θεός ἐστιν ἄναρχος Κύριος, οὗ ἡ βασιλεία ἀτελεύ-
τητος, καὶ πάντα, ὅσα ἐστὶν ὁ Πατὴρ, οὐδὲν λαβὼν
παρ' αὐτοῦ κατὰ τὴν θείαν φύσιν, ἀλλὰ κατὰ τὴν
ὕστερον τοῦ δούλου μορφήν. Οἷα δὲ περί τε τῆς ἄνω
ἀεὶ κρατούσης ἀληθείας, περί τε τῆς κάτω οὐκ ἀλη-
θείας ἐφθέγξαντο καὶ Ἕλληνες, ἐπαΐωμεν·
Ἀψευδὴς μεγάλοιο Θεοῦ νόος· ἐν δὲ βροτοῖσι
Ψευδομένοις χαλεπὰ ὤπασε δυσμοραπαθ.
ΚΔʹ. Εἰ κληρονόμος πάντων καθέστηκεν, οὐ δοῦ-
λος, ἀλλὰ γνήσιος Υἱός. Εἰ δὲ μὴ δοῦλος, ἀλλ' Υἱὸς,
Θεός ἐστιν ἄναρχος. Υἱὸς γὰρ γεννᾶται, οὐ κτίζε-
ται· καὶ περὶ τῶν κτιστῶν καὶ ὑπὸ χρόνον γέγρα-
πται· «Τὰ σύμπαντα δοῦλα σά.»
ΚΕʹ. Εἰ ὡς μέγα (καὶ γάρ ἐστιν ἀληθῶς μέγα καὶ
μόνου Θεοῦ) περὶ Πατρὸς εἶπεν Παῦλος· «Ὁ ἐπὶ
πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν·» τὰ δὲ ἴσα
αὐτὸς περὶ τοῦ Υἱοῦ γέγραφεν· «Ἐξ ὧν ὁ Χριστὸς
τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογη-
τὸς εἰς τοὺς αἰῶνας. Ἀμήν·» καὶ ὁ εὐαγγελιστής
φησιν· «Ὁ ἐρχόμενος ἄνωθεν, ἐπάνω πάντων ἐστίν·»
οὐκ ἀφέστηκεν ἔν τινι, οὐδ' ἀποδεῖ τοῦ Πατρός.
Ὅπως δὲ εὐλαβῶς ἔχουσι περὶ τούτων οἱ Ἑλλήνων
θεολόγοι, οἱ πολλὰ μὲν ἀκούσαντες, οὐκ ὀλίγα ἀνα-
γνόντες, ἑωρακότες δὲ καὶ πλεῖστα, ἐπισκοπεῖν
ἄξιον. Φάσκουσι γάρ·
Πάντα Θεοῦ πλήρη, πάντων πέρας ἐστὶ καὶ ἀρχὴ,
Πάντα φέρων, λύων τε καὶ ἐξ αὐτῶν πάλιν αὔξων.
ΚϚʹ. Εἰ τοῦ Υἱοῦ ἡ κτίσις ἰδία γέγραπται (φησὶν
γάρ· «Εἰς τὰ ἴδια ἦλθεν·» καὶ πάλιν· «Τὰ ἐμὰ
797
πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούει·» καὶ πρὸς τὸν
Πέτρον· «Σοὶ δώσω τὰς κλεῖς τῶν οὐρανῶν»), κτι-
στῷ δὲ οὐχ ὑπάρχει τὸ ἴδια εἶναι πάσῃ τῇ θείᾳ κτί-
σει, ἢ ἐξουσίαν διδόναι οὐρανῶν ἀνοίξεως, ἤγουν
λέγειν τοῦτο ἀκινδύνως· συνδεσποτεύει τῷ παντο-
κράτορι αὐτοῦ Πατρί.
ΚΖʹ. Εἰ ὁ ἀθάνατος οὐ κρείσσων τοῦ Θεοῦ Λόγου,
καὶ εἰ οὔτε Θεὸς, οὔτε ἄψυχος σὰρξ δεῖταί πω τρο-
φῆς, ἢ ὕπνου· οὐκ ἄρα διὰ ψυχῆς ἡ ἄῤῥητος ἐναν-
θρώπησις, οὔτε μὴν ἐπιγραπτέον τῇ θεότητι ἀγω-
νίαν, καὶ τροφῆς ἔφεσιν, καὶ ὕπνον, καὶ τὰ τοι-
αῦτα.
ΚΗʹ. Εἰ, καθὰ γέγραπται, ἐκ δεξιῶν συνεδρεύει
τῷ Πατρὶ, ὡς ἀληθινὸς καὶ ἰσότιμος Θεὸς, καὶ Υἱὸς
αὐτοῦ μονογενής· ὁμόθρονός ἐστιν, ἀμέριστον καὶ
ἀπέραντον τὴν βασιλείαν κεκτημένος, καὶ τῷ Πατρὶ
ἐξ ἴσου συμπροσκυνούμενος καὶ συνδοξαζόμενος,
αὐτός τε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ. Πῶς γὰρ ἂν
ἠδύνατο, Τριάδος ἐν ἑνὶ θρόνῳ παρούσης, εἷς προσ-
κυνεῖσθαι κατέναντι τοῦ ἑνὸς αἰωνίου θρόνου, ἐπ' ἀνα-
τολὰς τῆς προσκυνήσεως γινομένης, καὶ τῆς
δόξης ἀναπεμπομένης; Ὅτι γὰρ ἔνθα ὁ Πατὴρ, ἐκεῖ
καὶ τὸ Πνεῦμα αὐτοῦ ἐστιν, σύνθακον αὐτῷ εὑρι-
σκόμενον καὶ συμπροσκυνούμενον, ὡς τῆς ἁπάντων
βασιλίδος φύσεως ὑπάρχον, ἐκ πολλῶν ἀνεκηρύχθη,
καὶ ἐκ τῆς λεγούσης Γραφῆς· «Ἐν τούτῳ γὰρ γι-
νώσκομεν, ὅτι ὁ Θεὸς ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύ-
ματος αὐτοῦ, οὗ ὁ Υἱὸς ἔδωκεν ἡμῖν.» Οὐ νοεῖται γὰρ
τὸ ἡμέτερον πνεῦμα· τοῦτο γὰρ ἔχοντες ἤδη, ἐλά-
βομεν τὸ ἅγιον Πνεῦμα τοῦ Θεοῦ.
ΚΘʹ. Εἰ θέλημα τοῦ Πατρὸς, ἵνα πάντες τιμῶσι
τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα· ἐν ἴσῃ δόξῃ
καὶ μιᾷ ἰδιότητι ὑπάρχει τοῦ Πατρός· καὶ οὐχ
ὁσίως ποιοῦσιν, ἢ τὴν δόξαν ἐναμείβοντες, ἢ ὑποτο-
πάζοντες κατά τι παραλλάττειν αὐτόν.
Λʹ. Εἰ προσκυνεῖται παρ' ἀγγέλων, πῶς οὐκ ἄξιος
καὶ παρ' ἀνθρώπων· Εἰ δὲ προσκυνεῖται, οὐ κτίσμα.
800
Τεθέσπισται γὰρ μὴ προσκυνεῖν θεοῖς, ἐπειδὴ κτί-
σματα.
ΛΑʹ. Εἰ ὁ Θεὸς καὶ Πατὴρ ἐν αὐτῷ, καὶ αὐτὸς ἐν
τῷ Πατρὶ ἐξ ἴσου, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ μένει
παρ' αὐτῷ, ὡς ἐδείχθη· ἴση καὶ ὅμοιος ὑπάρχει ἡ
Τριάς· καὶ οὐδεὶς ἔχειν, ἢ προσκυνεῖν, ἢ δοξάζειν
δύναται τὸν Πατέρα, μὴ ἴσως ἔχων τὸν Υἱὸν καὶ τὸ
Πνεῦμα αὐτοῦ, καὶ ἴσως προσκυνῶν καὶ δοξάζων.
ΛΒʹ. Εἰ νομοθετεῖ, ἁμαρτιῶν τε καὶ θανάτου ἐλευ-
θεροῖ ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα («Ὁ γὰρ νόμος,
φησὶν, τοῦ Πνεύματος τῆς ζῳῆς ἐν Χριστῷ Ἰησοῦ,
ἠλευθέρωσέν με ἀπὸ τοῦ νόμου τῆς ἁμαρ-
τίας καὶ τοῦ θανάτου,» κράζει ὁ Παῦλος)· τῆς
πρώτης καὶ μιᾶς εἰσιν παντοκρατορικῆς καὶ ζωο-
ποιοῦ φύσεως αἱ ὑποστάσεις αὗται. Κτίσμα γὰρ οὐ
δύναται ἀφ' ἑαυτοῦ ταῦτα ποιεῖν.
ΛΓʹ. Εἰ ὀρθῶς γέγραπται, ὁ μὲν Υἱὸς Σωτὴρ, τὸ
δὲ ἅγιον Πνεῦμα σωτηρίαν ἐπιχορηγεῖν· ἄτρεπτός
ἐστιν καὶ ἄκτιστος, ὡς ἄτρεπτος ὅ τε Υἱὸς τό τε
Πνεῦμα. Τὸ γὰρ τρεπτὸν σώζειν οὐ δύναται ἀποσφα-
λέντα, ὡς κτιστὸν καὶ οὐκ ἀναμάρτητον.
ΛΔʹ. Εἰ ἡμεῖς οἱ κτιστοὶ υἱοθετούμεθα παρὰ τοῦ
Υἱοῦ, καθὰ μυσταγωγοῦντες ἡμᾶς λέγουσιν (Παῦ-
λος μέν· «Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ
Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν,
κράζον· Ἀββὰ, ὁ Πατήρ·» Ἰωάννης δέ· «Ὅσοι
δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ
γενέσθαι»)· οὐκ ἀπολείπονταί πω τῆς ἀληθοῦς θεό-
τητος αἱ ὑποστάσεις αὗται· Πῶς γὰρ ὁ Υἱὸς ἐν ἑαυτῷ,
ἢ δι' ἑαυτοῦ, ἢ ἐν τῷ ἰδίῳ Πνεύματι υἱοποιηθή-
σεται;
ΛΕʹ. Εἰ τὸ ἅγιον Πνεῦμα λέγει Παῦλος εἶναι «τοῦ
Θεοῦ Πνεῦμα,» ὡς ἔστιν ἡμῖν τὸ ἡμῶν, καὶ εἰ ὁ Θεὸς
ὁμοίως «Πνεῦμα αὐτοῦ» προσαγορεύει αὐτό· δυσσεβεῖ
ὁ μὴ λέγων αὐτὸ Θεὸν συνάναρχον καὶ ὁμοούσιον τῷ
Πατρί. Οὐδὲ γὰρ ἦν, ὅτε ἐκτὸς τοῦ Πνεύματος αὐτοῦ
ἦν, οὐδὲ προσῆκεν νοεῖν, ὡς ὕστερον, ἢ ἔξωθεν αὐτῷ
προσγέγονεν, ἢ ὅτι τοῦ ἀκτίστου Πνεῦμα τὸ κτισθὲν
πνεῦμα τυγχάνει· ἀλλὰ καὶ συνεπιβέβηκεν αὐτῷ
ἐπὶ τὸν χερουβικὸν θρόνον, καὶ συμπροσκυνεῖται καὶ
συνδοξάζεται, ὡς προείρηται, ἅτε Πνεῦμα ἀχώριστον
αὐτοῦ.
ΛϚʹ. Εἰ ἡ κτίσις δεκτικὴ ἁγιότητος, σο-
φίας, ἀγαθότητος, καὶ πάσης τελείας ἀρετῆς τυγχά-
νει (τρεπτὴ γὰρ), τὸ δ' ἅγιον Πνεῦμα οὐ δεκτικὸν,
ἀλλὰ παρεκτικὸν (ἄτρεπτον γάρ)· ἄρα Δημιουργὸς,
801
καὶ οὐ δημιούργημα αὐτὸ τυγχάνον καθ' ὕπαρξιν,
κατὰ τὰ προειρημένα.
ΛΖʹ. Εἰ ἡ κτίσις ἀναλαμβανομένην καὶ ἀποβαλ-
λομένην γνῶσιν ἔχει, τὸ δὲ Πνεῦμα οὐδ' ἔξωθεν
ἔσχεν, οὐδ' ἀποῤῥιπτεῖν πέφυκε τὴν γνῶσιν, ἀλλὰ
καὶ ἀποκαλύπτειν τὰ τοῦ Θεοῦ σοφίας καὶ γνώσεως,
καὶ τοῦ Πατρὸς κατ' οὐσίαν ὑπάρχον· οὐκ ἄρα κτί-
σμα τὸ Πνεῦμα. Ἐπαΐωμεν δὲ καὶ τῶν περὶ τούτου
Ἑλληνικῶν σοφισμάτων, ἐχόντων ὧδε·
................
ΛΗʹ. Εἰ ὁ δοῦλος οὐκ οἶδεν, τί ποιεῖ ὁ Κύριος
αὐτοῦ, τὸ δὲ Πνεῦμα οἶδεν τὰ τοῦ Θεοῦ, κατὰ τὸν
Ἀπόστολον· οὐ διώρισται αὐτοῦ φύσει καὶ τῇ συμ-
φωνίᾳ, ὁμολογουμένως δὲ Θεός ἐστιν καὶ Δεσπότης,
ἴσην γνῶσιν ἔχων τῷ Θεῷ, ὅπερ ἀμήχανον καὶ ἀδύ-
νατον εἶναι ἐπὶ παντὸς κτιστοῦ.
ΛΘʹ. Εἰ ἓν καὶ μόνον εἶναι τοῦτο, ὡς καὶ τὸν Υἱὸν
μονογενῆ, ἴσασιν αἱ Γραφαί· οὐκ ἔστι κτιστὸν, ὡς
τὸ πλῆθος τῶν πνευμάτων, ἀλλὰ τῆς μονάδος θείας
οὐσίας. Διὸ μόνον αὐτὸ ἰδίως καὶ κυρίως ἔστι τε
καὶ κέκληται ἅγιον Πνεῦμα, καὶ Πνεῦμα τοῦ Πατρὸς,
καὶ Πνεῦμα τοῦ Θεοῦ, καὶ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ,
καὶ Πνεῦμα ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται· καὶ
ἐκ τοῦ εἶναι αὐτὸ ἐν πᾶσιν, ὡς τὸν Θεὸν, γινώσκο-
μεν, ὅτι ὁ Θεὸς ἐν ἡμῖν ἐστιν.
Μʹ. Εἰ ἐν ἴσῳ ἐμαρτυρήθη εἶναι ἡ Τριὰς ἀλήθεια,
καὶ ἀγαθότης, καὶ ἁγία· ἐν μιᾷ θεότητί
ἐστιν, μηδὲν ἔχουσα πολυσχιδές. Μία γὰρ ἡ ἄτρε-
πτος θεία ἀλήθεια, καὶ ἀγαθότης, καὶ ἁγιωσύνη
ἐστίν. Ἡ γὰρ κτίσις, καὶ μεθεκτῶς ταῦτα ἔχει, καὶ
τρέπεται κατ' οἰκείαν προαίρεσιν ἐπ' αὐτοῖς, νῦν
μὲν ἀληθεύουσα, ἄλλοτε δὲ ψευδομένη, καὶ νῦν μὲν
ἀγαθυνομένη, ἄλλοτε δὲ κακυνομένη. Φαίνονται καὶ
περὶ τούτου οἱ λογάδες τῶν ἔξω εἰρηκότες τάδε·
Τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων,
Οἷον ἐπ...........
ΜΑʹ. Εἰ, καθὰ γέγραπται, ἀνακαινίζει ἡμᾶς ἐν
τῷ βαπτίσματι, καὶ ἐλευθεροῖ ἀπὸ ἁμαρτίας καὶ θα-
νάτου τὸ ἅγιον Πνεῦμα, καὶ ναὸς αὐτοῦ ἐσμεν ὁμοίως
τοῦ Θεοῦ Πατρός· ὡς Δημιουργὸς καὶ συνεργὸς τῷ
Δημιουργῷ ἀνακτίζει, καὶ ὡς Δεσπότης ἐλευθεροῖ,
καὶ ὡς Θεὸς ἐνοικεῖ. Ὁ δὲ ταῦτα ὢν, ποίημα πα-
ραπλησίως τοῖς ποιήμασιν εἶναι οὐ δύναται· οὐδὲ
λέγειν, ἢ σιωπῶντα ἀνέχεσθαι ἀκούειν τοῦτο θέμις.
ΜΒʹ. Εἰ ἅμα τῷ Θεῷ Πατρὶ καὶ τῷ Υἱῷ αὐτοῦ τὸ
ἅγιον Πνεῦμα διὰ τοῦ βαπτίσματος ἀναστοιχειοῖ
ἡμᾶς εἰς εἰκόνα τὴν πρώτην, καὶ διὰ τῆς μετουσίας
αἴτιον ἡμῖν υἱοθεσίας καὶ τοῦ γίνεσθαι θεούς ἐστιν,
804
καὶ οὐδὲν τῶν κτιστῶν τῷ τρόπῳ τούτῳ ἔχει τὸ
υἱοποιεῖν ἢ θεοποιεῖν· πῶς αὐτὸς οὐκ ἔστιν ἀληθι-
νὸς Θεός;
ΜΓʹ. Εἰ μηδὲν τῶν κτισμάτων εἰς δημιουργίαν,
ἢ εἰς δοξολογίαν, ἢ εἰς τὸ βάπτισμα συνεμνημονεύθη
τῷ Θεῷ Πατρὶ, τὸ δὲ Πνεῦμα μνημονεύεται· ἄρα
ὡς ἰσότιμος καὶ ἰσοσθενὴς τῷ Πατρὶ καὶ τῷ Μονο-
γενεῖ, Θεός ἐστιν.
ΜΔʹ. Εἰ τοὺς προφήτας καὶ ἀποστόλους
ἐξουσιαστικῶς ἀπεσταλκέναι, καθ' ὁμοιότητα τοῦ
Πατρὸς καὶ τοῦ Υἱοῦ, μεμαρτύρηται· ὡς Θεὸς σύμ-
φωνος κατὰ πάντα τῷ Πατρὶ, καὶ ὡς προγνώστης
καὶ τῆς κτίσεως Δεσπότης ταῦτα πεποίηκεν.
ΜΕʹ. Εἰ, ἅπερ νῦν εἴρηται περὶ τοῦ Πατρὸς ἢ
τοῦ Υἱοῦ, ἄλλοτε περὶ τοῦ ἁγίου Πνεύματος ἀναγέ-
γραπται, ἀμήχανον, ἀδύνατον, μὴ εἶναι ἀπαραλλά-
κτως τῆς μιᾶς αὐτοτελοῦς θεότητος, καὶ θελήσεως,
καὶ δόξης τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Τὰ γὰρ τῷ αὐτῷ
ἴσα, φασὶ, καὶ ἀλλήλοις ἐστὶν ἴσα.
ΜϚʹ. Εἰ μηδὲν τῶν οὐρανίων δυνάμεων οὐράνια
χαρίσματα δύναται παρέχειν, τὸ δὲ τοῦ Θεοῦ Πνεῦμα
κατ' ἐξουσίαν δωρεῖται, ἃ δοῦναι μόνης τῆς θείας
φύσεώς ἐστιν· ἄρα παναρκὴς Θεὸς, καὶ ἐξουσιαστής
ἐστι, καὶ τῶν ἐν οὐρανοῖς, καὶ ὁμοούσιος τῷ Πατρὶ
καὶ τῷ Υἱῷ τυγχάνει.
ΜΖʹ. Εἰ μηδὲν τῶν ἀοράτων ἢ ὁρατῶν ἱερῷ γράμ-
ματι προσηγόρευται θεῖον καὶ ἀλήθεια, εἰ μὴ ὁ Πα-
τὴρ, καὶ τὸ ἅγιον Πνεῦμα αὐτοῦ, καὶ ὁ Μονογενής·
ἀναμφήριστον, ὡς τῆς ἑνάδος θείας καὶ ὑπερουσίου
ἐστὶν οὐσίας.
ΜΗʹ. Εἰ τῶν παμμεγεθεστάτων καὶ φωτοειδεστέ-
ρων πάντων ἐν ποιήμασιν οὐρανῶν αἱ δυνάμεις ἐν
τῷ Πνεύματι τοῦ Θεοῦ εἰσιν, οὐκ ἐγχωρεῖ αὐτὸ
ποίημα καθεστάναι, ἀλλὰ συνεργὸν καὶ ἰσουργὸν τῷ
Δημιουργῷ.
ΜΘʹ. Εἰ τὴν οἰκουμένην πληροῖ, καὶ πάντα ἐμπε-
ριέχει, κατὰ τὴν λέγουσαν τοῦτο Σοφίαν· τῆς ἀνω-
τάτω σεπτῆς, καὶ ἀπερινοήτου, ἀπροσίτου τε καὶ
ἀνεπάφου, καὶ ἀμόρφου μιᾶς οὐσίας ἐστὶν
Δημιουργόν· καὶ τόπῳ οὐ περιγράφεται, αὐτὸ δὲ
περιείληφεν τόδε τὸ πᾶν.
Νʹ. Εἰ Γραφὴ οὐ διορίζει τῇ φύσει τὴν Τριάδα,
οὐδ' ὁρίζεται ἐπ' αὐτῆς πρώτην, καὶ δευτέραν, καὶ
τρίτην φύσιν· ποῖος αὐτοῖς ὕπεστι λόγος πρὸς τοὺς
πιστεύοντας, ἡνῶσθαι μὲν αὐτὴν οὐσιωδῶς, διακε-
κρίσθαι δὲ ἐν ἰδιότησιν ὑποστάσεων;
ΝΑʹ. Εἰ τὸ πρῶτον κτίσμα ὁ διάβολος ἐδείχθη ἐν
τῷ Ἰὼβ, οὐ κτίσμα, ἀλλὰ τῆς Μονάδος οὐσίας τὸ
Πνεῦμα. Οὐ γὰρ φαῖεν ἂν τὸν διάβολον προδεδημιουρ-
γῆσθαι, καὶ αὐτὸν μέν ποτε τὴν ὑπερέχουσαν τάξιν
εἰληχέναι, τὸ δὲ θεῖον Πνεῦμα τὴν ὑφειμένην.
ΝΒʹ. Εἰ, καθάπερ εἰς δόξαν καὶ προσκύνησιν τοῦ
Θεοῦ τὸ Πάσχα ἐξ ἀρχῆς καὶ παρ' Ἰουδαίων ἐπετε-
805
λέσθη, οὕτω καὶ τοῦ ἁγίου Πνεύματος ἡ Πεντηκοστή·
πῶς οὐ συνάναρχος αὐτῷ ὑπάρχει ἀείμνητος Θεός;
ΝΓʹ. Εἰ, ὡς τοῦ σημάντρου τοῦ ἀπὸ τοῦ Πατρὸς
καὶ τοῦ Υἱοῦ, οὕτω καὶ τοῦ ἀπὸ τοῦ ἁγίου Πνεύματος
σημαινομένου ἡμῖν μνημονεύει τὰ λόγια· οὐκ ἔστιν
ἐν τοῖς ποιήμασιν, ἀλλὰ καὶ ἐν ἴση τιμῇ καὶ εὐχα-
ριστίᾳ. Οὐ γὰρ ποιήματος ἅμα καὶ τοῦ Θεοῦ σφρα-
γῖδα ἀναλαμβάνομεν, οὐδὲ συμπαραλαμβάνει ὁ Θεὸς
κτίσματος σφραγῖδα, τῇ ἑαυτοῦ ὡς μόνος σώζειν οὐχ
ἱκανός.
ΝΔʹ. Εἰ πᾶσα βλασφημία ἀφίεται τοῖς ἀνθρώποις,
ἡ δὲ εἰς τὸ Πνεῦμα τοῦ Θεοῦ ἀσυγχώρητος· ἄρα οὐκ
ἐλάττων τυγχάνει Θεός. Βλασφημία δέ ἐστιν τὸ μὴ
λέγειν αὐτὸ Θεόν. Ἀνάγεται γὰρ ἡ βλασφημία καὶ
εἰς τὸν Παντοκράτορα, οὗ πνοὴ τυγχάνει.
ΝΕʹ. Εἰ ἀπαράβατον αἱρετικοὶ φυλάτ-
τουσιν τό τε πρόσταγμα τοῦ Πατρὸς λέγοντος, «Οὗ-
τός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε,»
τήν τε περὶ τὸ βάπτισμα τοῦ Υἱοῦ παράδοσιν· διὰ
τί μὴ ἀχώριστον τῇ φύσει, καὶ ἰσότιμον, καὶ ἰσοδύ-
ναμον ὁμολογοῦσι τὴν Τριάδα, καὶ ἰσοτίμως δοξάζου-
σιν; Ἓν γὰρ ὄνομα, τοῦτ' ἔστιν τὸ τῆς μιᾶς θεότη-
τος, τρεῖς δὲ ὑποστάσεις ἐδίδαξεν, ἑκάστῃ τὴν ἰσοτι-
μίαν τηρήσας.
{ΚΕΦ. Γʹ.}
Καὶ ταῦτα μὲν ἀποδεδειγμένα κείσθω. Αἱρετικῶν
δὲ πρῶτόν ἐστιν ἀσεβέστατον καὶ ἀποτομώτατον
πρόβλημα, τὸ ἐν Παροιμίᾳ Σολομῶνος γεγραμμένον·
«Κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐ-
τοῦ· πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με· ἐν ἀρχῇ πρὸ
τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους
ποιῆσαι, πρὸ τοῦ ἐλθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ
τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ
με.» Διὰ τούτου γὰρ τοῦ προβλήματος βιάζονται
κτίσμα τὸν κτίστην καὶ εὐεργέτην ἀποφαίνειν. Κρείτ-
των δὲ καὶ πειθανωτέρα τῆς αὐτῶν βουλήσεως καὶ ἡ
τῆς Γραφῆς ταύτης ὑπάρχει νόησις. Εἰ γὰρ ἀληθῆ
καὶ κατακρατοῦντα τὰ προκείμενα πάντα κεφάλαια
καὶ τὰ ἐν τῷ πρώτῳ λόγῳ καταταγέντα ἐστὶν, ὥσπερ
οὖν ἐστιν, ἀρηδηλοτάτην ἀπὸ τῶν θείων λογίων δε-
ξαμένη μαρτυρίαν· πῶς οὐ τῶν ἀνοσιωτάτων καὶ
ἀδυνατωτάτων ἐστὶν οὕτως ἐκδέχεσθαι τὰ δι' ἐπικρύ-
ψεως δηλούμενα θεῖα πράγματα; Οὔκουν εὔδηλον,
808
ὅτι οὐ περὶ τῆς παναιτίου καὶ δημιουργοῦ σοφίας
(φημὶ τοῦ ἐπὶ πάντων μεγάλου Θεοῦ Λόγου,
ὃν οὐκ ἂν δύναιτο δεῖξαι λόγος) παροιμιάζεται Σολο-
μὼν τὸ, «Κύριος ἔκτισέν με» Οὐ γὰρ θρασυκάρ-
διος οὕτως καὶ αὐθάδης κατὰ τοῦ Θεοῦ ἐγένετο, τοῦ
καὶ μετὰ τηλικαῦτα ἁμαρτήματα συγγνόντος καὶ
συμπαθήσαντος, ὡς πᾶσιν ἀεὶ καὶ αὐτῷ. Ἀλλὰ καὶ
εἴ τίς ἐστιν, ὥσπερ οὖν ἐστιν, αὐτῷ τῶν ἐνταῦθα
γινομένων, ἢ παρὰ τῶν ἑτεροφρόνων λεγομένων αἴ-
σθησις· οἶμαι αὐτὸν καὶ πρὸ τῆς κυρίας καὶ ἀνεσπέ-
ρου ἡμέρας ἀντιλέγειν αὐτοῖς, καὶ αἰτιᾶσθαι, καὶ
ἀντικαθίστασθαι, διδάσκοντα μήτε ὑπόνοιάν ποτε
τοιαύτην περὶ αὐτοῦ εἰληφέναι. Αὐτόν τε γάρ φησιν
ἐπίστασθαι, ἅτε σοφίαν ὑπὲρ βασιλείαν ζητήσαντα,
καὶ ἐπιτυχόντα, καὶ ἐν προσθήκης μέρει τὴν βασι-
λείαν κομισάμενον· καὶ μέντοι καὶ παρὰ τοῦ πα-
τρὸς αὐτοῦ Δαυῒδ ἀκηκοέναι, ὅτι ὡς ζωοποιὸς καὶ
ζωὴ ὁ Κύριος τοῦ εἶναι κατὰ τὴν ἄνω γέννησιν οὐκ
ἤρξατο, καὶ ὡς ζωόδοτον καὶ ἀΐδιον φῶς συνυφεστώ-
τως καὶ ὁμοουσίως ἐκ τοῦ πατρικοῦ φωτὸς ἐκλάμψαν,
ὑπ' ἄλλου οὐ πεφώτισται· ἀλλὰ γὰρ περὶ τῆς ἐγκο-
σμίου σοφίας τὸν λόγον ἐνηνοχέναι, τῆς ἐν λόγοις,
τῆς ἐν στρατηγίᾳ, τῆς ἐν ἰατρικῇ, τῆς ἐν ἀρχιτεκτο-
νικῇ, καὶ ἁπλῶς τῆς ἐν πάσῃ θαυμαστῇ ἐπιστήμῃ
πᾶσι τοῖς σοφοῖς ἀνδράσιν ἐνυπαρχούσης. Καὶ γὰρ
ὡς ἀληθῶς, εἴ τις σωφρόνως καὶ θεοσεβῶς τὰ προ-
ηγούμενα καὶ τὰ ἑπόμενα τοῦ, «Κύριος ἐκτισέν με,»
θελήσῃ σκοπῆσαι· ταχέως, καὶ ἀμέσως, καὶ αὐτόθεν
εὑρήσει πολὺν τὸν ἔλεγχον. Προέταξεν γάρ·
«Ἀρχὴ σοφίας, φόβος Κυρίου· σύνεσις δὲ ἀγαθὴ
πᾶσι τοῖς ποιοῦσιν αὐτήν·» καὶ πάλιν· «Δι' ἐμοῦ
βασιλεῖς βασιλεύουσιν, καὶ δυνάσται γράφουσιν δι-
καιοσύνην· δι' ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ
τύραννοι δι' ἐμοῦ κρατοῦσιν γῆς.»
809
Ἄνευ δὲ σοφίας, φησὶν, ἥτις ἐστὶν ἡ μεταδοθεῖσα
ἡμῖν ἄνωθεν φρόνησις, καὶ νουνεχία, καὶ λόγων
ἀρετὴ, οὐδὲν τῶν δεόντων κατορθοῦται· διαφεύγει
γὰρ τὰ πολλὰ καὶ καλὰ τῶν νοημάτων τὸν ταύτης
ἐστερημένον. Ὁ δὲ ταύτης μεταλαχὼν ἄνθρωπος
τόν τε Θεὸν, ὡς χρὴ, φοβεῖται, καὶ φίλα αὐτῷ πράτ-
τει, καὶ ἀνθρώπῳ νομοθετεῖ, καὶ οὗτος κρατεῖ ἐκεί-
νου, καὶ πολλαπλάσια ἐκτήσατο, καὶ οὐ μόνον λέγων
αὐτὸς καὶ ποιῶν ἥδεται, ἀλλὰ καὶ τοὺς ἀκροωμένους
αὐτοῦ, ἢ ἔργον μανθάνοντας τὰ αὐτοῦ, σωφρονίζει.
Ἐν δὲ τοῖς ἐφεξῆς ἐξέθετο σποράδην ταῦτα· «Κύ-
ριος ἐποίησεν χώρας ἀοικήτους, καὶ ἄκρα οἰκούμενα
τῆς ὑπ' οὐρανόν. Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν,
συμπαρήμην αὐτῷ· ἡνίκα ἀφώριζε τὸν ἑαυτοῦ θρό-
νον ἐπ' ἀνέμων, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη,
καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ' οὐρανὸν, ἐν
τῷ τιθέναι αὐτὸν τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ.»
Ὁ δὲ ποιήσας τὴν γῆν ἐκ μὴ γῆς, καὶ καλῶς τεχνι-
τεύσας οὐρανῶν περιφερεῖς κύκλους ἐκ μὴ οὐρανῶν,
καὶ τοὺς δρόμους ταχεῖς τελοῦντα ἥλιον πανταχοῦ
οὐρανοῦ καὶ τῆς γῆς φαίνοντα, καὶ ἁπλῶς λόγῳ ἅπαντα
φήνας, μονογενής ἐστιν Υἱὸς Λόγος τοῦ Θεοῦ, ὁ ἀνευ-
φημηθεὶς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία, καὶ ὡς
ταῦτα ὑπάρχων τοῦ ἀνάρχου καὶ ἀληθῶς αὐτοῦ
Πατρὸς, μὴ ἔχων ἀρχὴν, καθὰ διδάσκουσιν, Ἰωάν-
νης μὲν λέγων· «Πάντα δι' αὐτοῦ ἐγένετο·» Παῦλος
δὲ Ἑβραίοις γράφων· «Πρὸς δὲ τὸν Υἱόν φησιν· Ὁ
θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Καὶ
μεταξύ φησιν· «Καὶ σὺ κατ' ἀρχὰς, Κύριε, τὴν
γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ
οὐρανοί.» Ὥστε μὴ αὐτὸν, ἀλλὰ γὰρ ἕτερον εἶναι
πρόσωπον τὸ πάντα ταῦτα, καὶ τὸ, «Κύριος ἔκτισέ
με,» εἰρηκός. Εἶτ' ἐπήγαγεν· «Καὶ ὕδατα οὐ παρ-
ελεύσεται στόμα αὐτοῦ.» Ἄρα οὖν ὡς ἐκτίσθη σοφία,
περὶ τοῦ νοητοῦ στόματος τοῦ δημιουργοῦ Θεοῦ Λό-
γου ἐξηγεῖται. Αὖθίς τε· «Ἡνίκα ἰσχυρὰ ἐποίει
τὰ θεμέλια τῆς γῆς, ἤμην παρ' αὐτῷ ἁρμόζουσα·
ἐγὼ ἤμην ᾗ προσέχαιρεν καθ' ἡμέραν· εὐφραινόμην
δὲ ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ· ὅτε εὐφραί-
νετο τὴν οἰκουμένην συντελέσας, καὶ ἐνευφραίνετο
ἐν υἱοῖς ἀνθρώπων.» Ὁ γὰρ δημιουργὸς Υἱὸς Λόγος,
ὁ πάντα μὲν προειδὼς καὶ προδυνάμενος, μακροθυ-
812
μῶν τε καὶ ἐπὶ ἀδίκῳ καὶ κακοδόξῳ πλήθει καὶ πε-
ριμένων μετάνοιαν, συντελέσας τὰ πάντα, προσ-
έχαιρε τῇ ἐνούσῃ τοῖς κτίσμασιν αὐτοῦ σοφίᾳ, καὶ
ἐνευφραίνετο ἐν αὐτῇ, ἐπιγαννύμενος τῷ ἰδίῳ ἔργῳ·
εὐφραίνετο δὲ καὶ αὐτὴ ἐν προσώπῳ αὐτοῦ. Εἶτα μεθ'
ἕτερά φησιν· «Αἱ δὲ ἔξοδοί μου ἐν ὁδοῖς ζωῆς, καὶ
ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Οἱ δὲ ἁμαρτάνοντες
εἰς ἐμὲ ἀσεβήσουσιν εἰς τὰς ἑαυτῶν ψυχάς· καὶ οἱ
μισοῦντές με ἀγαπήσουσι θάνατον.»
Καὶ μάλα εἰκότως. Οἱ γὰρ τὸν ἑαυτῶν βίον μὴ
σοφίᾳ κυβερνῶντες, ἑαυτοῖς ἐπιβουλεύουσιν,
καὶ τῆς ἑαυτῶν ἀφροσύνης καὶ ἀπαιδευσίας ἄξιον
εὑρίσκουσι θάνατον. Ὥστε δὲ καὶ τυφλοὺς, τοῦτο δὴ
τὸ τοῦ λόγου, μὴ ἀμφιβάλλειν ὑγιῶς τὴν ἡμετέραν
ἑρμηνείαν, ἡ κτιστὴ σοφία φάσκει περὶ ἐκείνου, περὶ
οὗ εἶπεν Ἰωάννης, «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, περὶ
ἐσκήνωσεν ἐν ἡμῖν·» «Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ
οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά.» Περὶ οὗ οἴκου ὁ
αὐτὸς Δεσπότης ἔφη· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ
ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Μᾶλλον δὲ καὶ
μᾶλλον δεικνὺς Σολομὼν, ὡς οὐ περὶ τῆς δημιουργοῦ
διαλέγεται σοφίας, ἐν τοῖς ἑπομένοις διεξέρχεται
οὕτως· «Υἱὲ, ἐὰν σοφὸς γένῃ, σεαυτῷ σοφὸς ἔσῃ
καὶ τοῖς πλησίον· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀν-
τλήσεις κακά·» καὶ πάλιν· «Υἱὸς πεπαιδευμένος
σοφὸς ἔσται, τῷ δὲ ἄφρονι διακόνῳ χρήσεται·» καὶ
αὖθις· «Σοφὸς καρδίᾳ δέχεται ἐντολάς·» καὶ, «Οὗ-
τος ἐκ χειλέων προφέρει σοφίαν. Ῥάβδῳ τύπτε ἄν-
δρα ἀκάρδιον· σοφοὶ κρύψουσιν αἴσθησιν·» καὶ
πάλιν· «Ἡ σοφία ἀνδρὶ τίκτει φρόνησιν·» αὖθίς
τε· «Στόμα δικαίου ἀποστάζει σοφίαν·» καὶ, «Γλῶσ-
σαι σοφῶν ἰῶνται·» καὶ, «Ὁ συμπορευόμενος σο-
φοῖς σοφὸς ἔσται·» εἶτα ἑξῆς· «Ζητήσεις σοφίαν
παρὰ κακοῖς, καὶ οὐχ εὑρήσεις·» καὶ μεθ' ἕτερα·
«Σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδούς· φόβος
Κυρίου, παιδεία καὶ σοφία·» αὖθίς τε· «Νεοσσοῖς
αἱρετώτεραι χρυσίου· νεοσσιαὶ δὲ φρονήσεως, ὑπὲρ
813
ἀργύριον.» Εἰ, κατὰ αἱρετικοὺς,…
τῆς…
…
The complete text is available when the reading interface loads.