Commentarii in Ecclesiasten
- Edition reference
- Commentarii in Ecclesiasten (3–4.12), ed. M. Gronewald, Didymos der Blinde. Kommentar zum Ecclesiastes, pt. 2 [Papyrologische Texte und Abhandlungen 22. Bonn: Habelt, 1977]: 2–224.
- CTS identifier
urn:cts:greekLit:tlg2102.tlg047.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
66
[ται τὸν] θεόν, ο[ὗτος ἔχει] “καιρὸν τοῦ τεκεῖν”.
τὸν τοκ?[ετὸν] | [!!!!! !!!!! !!] λέγετα[ί τις] κα-τ[ὰ τὴν ἄρ]τι στεῖραν 〈 〉 μητέρα τέ?[κνων] |
[ἑπτὰ γεγενη]μ?ένην· ἥ ποτε στεῖρα ἀπὸ τῶν ἐθνῶν ἐκκλη-
σία πλησι[άσασα] | [τῷ νυμφί]ῳ λόγῳ, πε?[ρὶ] οὗ ὁ Ἰω-
67
άν[νης] γράφει· “ὁ ἔχων τὴν νύμ[φην] | νυμφίος [ἐστί]ν,”“καιρὸν” ἔχει “τοῦ τεκεῖν”.
λέγομεν ο?[ὖν περὶ τῶν ἀνθ]ρ?ωπί?ν[ων] | ἡλικιῶν, ὅτιὥραν ἔχει αὕτη γάμου, ὥραν τοῦ τεκεῖ[ν. ἡ ἡλικία] παρ-
έχει ταῖς | θηλείαις ἀνθρώποις τὸν “καιρὸν τοῦ τεκεῖν”,
ἐπὶ τούτῳ δ?ὲ? ὁ? τοῦ θεοῦ φόβος· | ὁ φοβούμενος τὸν θεόν,ἐκεῖνος δύναται τεκεῖν.
“στεῖρα ἔτεκεν ἑπτά, ἡ [π]ολλὴ | ἐν τέκνοις ἠσθένη-σεν”. ταῦτα περὶ τῆς Ἅννας τῆς μητρ?ὸς τοῦ Σαμ[ου]ὴ?λ |
εἴρηται. καὶ οὐκ ἔτεκεν κατ' ἱστορίαν ἑπτά· ἓξ γὰρ τέ-
κ[ν]ω?ν μήτηρ? [γέγ]ονεν | μ?ετὰ πολλὴν στείρωσιν, μετὰ
πολὺν ἀτοκίας καιρόν. ἀλληγορεῖται οὖν τοῦτο· | “στεῖραἔτεκε[ν ἑ]πτά”· ἡ ἀπὸ τῶν ἐθνῶν ἐκκλησία “ἐλπίδα μὴ ἔ-
χουσα καὶ ἄθεος?” | οὖσα “ἐν τῷ κ[όσ]μῳ” πάντα εἰργάζε-
το τὰ τοῦ κόσμου ἔργα. ὅτε δὲ πέπαυται | [τῆς τ]οιαύ-της ἐργασίας ἐν τῷ “ἀπο[λει]πομένῳ σαββ[ατισμῷ τῷ λαῷ
τ]οῦ θεοῦ” γεγενη|[μένη], “ἔτεκεν ἑπτά”. [ἐπεί] ἐ?σ?τ?ινἀδιάφθ?ορα ὑπ[ὸ κόσμου, προ]κοπ?[ὴν ἀ]πὸ ἓξ [ἔσ]χ?εν, |
[ἐν οὐρ]α?ν?ο?[ῖ]ς τὸ εἶναι ἔλ[αβ]εν. “καὶ ἡ πολλὴ ἐν τ[έ]κ[νοι]ς”, ἡ τ[ῶ]ν Ἰουδ[α]ίων, |
[“ἠσθένη]σεν”. ὅτε λο?ι?π?ὸν περιέβαλε?ν? τ?ὸν νυμφί[ο]ν,
[τό]τε ἀπεστράφη αὐτήν, τό|τ?[ε περὶ] αὐτῆ?ς? εἶπεν ὁνυμφίος καὶ ἀνὴρ αὐτῆ[ς· “ὡ]ς [ἀθ]ετεῖ γυνὴ εἰς τὸν
συν〈ό〉ντα, | ο[ὕτως] ἠ[θ]έτησεν εἰς ἐμὲ οἶκος τοῦ Ἰσ-
ραήλ”.
67
[!!!!! !!!!!]
<καιρὸς τ[οῦ] τε[κεῖ]ν | [καὶ καιρὸ]ςτ[οῦ] ἀποθανεῖν.> τὸ ζῆν τοῦτο τὸ κοινὸν [ποτὲ σὺ]ν? ἀρετῇ, [ποτ]ὲ
σὺν | κ?[ακίᾳ γ]ί[ν]εται. “καιρὸν” οὖν ἔχει “τοῦ ἀπο-
θανεῖν”, [ὅταν τρόπον] τ?ι?νὰ ἀποβάλῃ | τ?ὴ?[ν πονη]ρὰνζωήν, τ?ὴν ἐκ τῆς κακίας αὐτ?[ῷ παραγενο]μέ?ν?ην. πότε δὲ? |
οὗτ?ο?ς? ὁ? κ?α?ι?ρ?ὸς ἐνί?σταται? ἢ ὅτε? μ?ι?σεῖ τὸ κακόν, ὅτε ἐ?κ-
κλίνει ἀ?π?ὸ? τ?[οῦ] κακοῦ καὶ [τὸ ἀγα]|[θὸν] π?ο?ι?ε?ῖ?; καὶὅ[ρα γε], ὅτι ἐν τῷ αὐτῷ ἀμφό?τ?[ερα γί]νεται· ἅμα τέ-
θνηκε?[ν μ]ὲ?[ν] | [ἀπο]βαλὼν [τὴν πονη]ρ?ὰ?ν ζωήν, τ[ίκ]τ?ε-
τ?α?ι δ?ὲ? [εἰς τὸ] ἄγ?ειν τὴ?[ν] μακαρίαν [ζ]ω?ήν· | [καὶ γ]ὰ?ρἐνίο?[ις εἴρηται· “ἔκ]κλινον ἀπὸ κ[α]κο[ῦ] καὶ ποίησον
ἀγαθόν”. “πάν[τα] δο[κι]|[μά]ζετε, τὸ [καλὸν κατέ]χε-τε· ἀπὸ παντὸς ε[ἴ]δο[υ]ς πονη[ρ]οῦ ἀπέχεσθ[ε”. ἐ]π?εὶ?
ἀ?|[συν]ύπαρκτά ε[ἰσιν τὰ ἐν]αντία, οὐ?[κ ἐν ἑνὶ] χω[ρίῳ
ἅμα εἰσίν· εὐθ]έ?ω?ς? ἓ?ν? τ?ῷ? ἑ?τ?έ?ρ?ῳ? | [ἕπ]εται. καὶ γίν[ε-τ]αι ἐν ταὐτῷ καιρ[ῷ τὸ ἀ]ποθ[ανεῖ]ν? κ?[αὶ τ]ε?[κεῖν. εὐ-
θέω]ς? τοῦ[το ἐκείνῳ] | [ἕ]π?εται. καὶ ἄλλο [δέ]· ἐπεὶ οἱ θεῖοι λ[όγοι δι]αιροῦ?[νται
εἴ]ς τε τὴν [καιν]ὴ?ν? καὶ τ?ὴ?ν? π[αλαι]|[ὰ]ν γραφήν, δ?[εῖ]αὐτάρκη χρόνο?ν? δ?ι[!]α?ιν[ε]σ?[θα]ι? [τ]ῇ? παλ[αιότη]τι τοῦ?
[γράμ]|[μα]τ?ος καὶ τῇ παλαιᾷ διαθήκῃ· ἐν[στ]ά?ν?τ?ο?ς τοῦ
68
πνεύματος καὶ τοὺ[ς λόγο]υς κα[ὶ] τὰ ἔρ?[γα] | [!]!γ?ρ?α?φὴν [!!!!! !!!!! !! πλ]ηρ〈οῦ〉ντος τὸν 〈ν〉ό〈μ〉ον
καὶ τοὺ?ς? π?ρ?ο?φήτ?[α]ς, ἀποθνῄς|κουσιν κατὰ τὴν [!!!!!!!!!]νοην, καθ' ἣν περιετέμνοντο αἰσ[θ]ητῶς καὶ ἐσαββα-
τίζον|το, 〈ἣ〉ν εὐθέως διαδέχ[ετα]ι τὸ κατὰ τὸ πνεῦμα,
ἡ περιτομὴ ἡ ἐν πνεύματι γινομένη καρδίᾳ, ὁ | σαββατισ-μ[ό]ς, καθ' ὃν ἀργεῖ τις ἀπὸ τῶν τοῦ κόσμου ἔργων οὐκ-
έτι +ἓν ἄγων | νῷ+, οὐκ[έτι] “λατρευτὸν ἔργον” καὶ δουλο-
πρεπὲς ἐργαζόμενος, οὐ κινούμενος ἐκ τοῦ | τόπου αὐτ?[ο]ῦ?τῇ ἡμέρᾳ [τοῦ σ]αββάτου. ‘τόπον’ δὲ τὸν βαθμὸν λαμβά[νο]-μεν. |
<[κα]ιρὸς τοῦ φυτεῦσαι καὶ καιρὸς τοῦἐκτῖλαι τὸ πεφυτευμένον.>
εἰσὶν φυτὰ | ἐπαινετὰ καὶ ψεκτά. ὁ θεὸς γοῦν λέγει
πρὸς τὴν Ἰουδαίων συναγωγὴν ἢ ἁπαξαπλῶς | πρὸς πᾶσανψυχὴν ἐκπεσοῦσαν τοῦ καλοῦ· “ἐγὼ ἐφύτευσά σε ἄμπ[ελ]ον
καρπο|φόρ[ον π]ᾶσαν [ἀ]λ[ηθινήν”.] ἰδοὺ “καιρὸς τοῦ
φυτεῦσαι”. “πῶς ἐστρ[ά]φ[ης εἰς πι]κρίαν, | ἡ ἄμπ[ε-λο]ς ἡ ἀλλ[ο]τρί[α”; καιρός ἐστ]ιν τοῦ ἐκτεμεῖν καὶ
ἐκκόψαι τὸ πεφυτευμένον· | οὐδὲ γὰρ ἵνα πικρ?[ί]ας ἄμ-[πελοι ὦμε]ν?, ἐφυτεύθημεν, ἀλλ' ἵνα φέρωμεν “οἶνον |
εὐφραίνοντα καρδίαν”.
ὅταν οὖν κατάθεσις γένηται τῶν φυτῶν τούτων | τῶνοἰν[ο]φόρων, τῶ[ν τ]ὸν [π]ν?ευματικὸν οἶνον φερόντων,
“καιρός” ἐστιν “τοῦ | φυτεῦσαι”. ὅταν δὲ τὸ [δένδρον]
μ?ὴ “καλὸν καρπὸν” ἔτι ἀγάγῃ, ἀλλὰ βοτάνην, αὐτε?|ξούσι-ον ὄν, ἔχει “ἤδη τὴ[ν ἀξίνην π]ρὸς τὴν ῥίζαν” πρὸς τὸἐκτεμεῖν αὐτό.
διὰ τοῦτ[ο] | καὶ ὁ Ἰηρεμίας ἔλεγ?[εν ἄμπελο]ν τοι-
αύτην “ἐκριζοῖν, καταφυτεύειν, ἀπολλ[ύειν], | [ἀ]νοι-
κοδομεῖν”.
68
ἐκριζο[ῖ τὰ πον]η?ρὰ φυτά· δόγματα δὲ ἄθεα ἔστω ταῦ-
τα. ὁ δ?[υνά]|μενος ἀπὸ ἀπάτης καὶ πλάνης εἰς τὴν ἀλή-
θειάν τινα ἀγαγεῖν [ἐκριζοῖ] | [α]ὐ?τοῦ τὸ φυτόν, καθ'ὃ ἦν πονηρὸν φυτόν. εἶτ' εὐθέως φυτεύετα?ι? π?[ρὸ]ς? τ?ὸ? |
φέ[ρε]ιν καρπὸν ἐδ[ώ]διμον, ὥστε δυνηθῆ[ναι] φάναι·
“ἐγὼ δὲ ὡσεὶ ἐλαία κατά|κα[ρ]πος ἐν τῷ οἴκῳ τοῦ θεοῦ”.καὶ πρὸς τοῦτον ὁ? [θ](ε?ὸ)ς? ἐρεῖ ἢ ὁ ἅγ[ιος· “τοὺς καρ]-
ποὺς τῶν | πόνων σου φ[άγῃ”.] “σπ[είρ]ας” οὗτος “ἐν δά-
κρυσιν”, τουτέσ[τιν σὺν πόν]ῳ καὶ ἱδρῶτι, | τὴν ἀρετήν,[“ἐν ἀγ]αλλ[ι]άσ[ει” αὐτ]ὴ?ν “θε[ριεῖ”.] ἐπερ( )· κατ' ἀν?[αγωγήν;
τοῦτο] λέγει· καιρό?[ς] | ἐσ[τ]ιν φυτεί[ας καὶ κα]ι-ρὸς [τοῦ] ἐκ[ρι]ζ?ῶσαι? [τὸ πεφ]υτευμένον· βλά?[β]η? καὶ
παρακειμέ|[ν]οις φυτοῖς· [ἵνα] βλάβη μ[ὴ ᾖ{ν}], ἐκ-κ[οπτέον] αὐτό. ἐπερ( )· ὡς πρὸς τὸν ἐκκλησιάζοντ[α]; |
[!!!]υ ὁ ἀπόσ[τολο]ς βούλε[ται τῆ]ς ἐκκλ[ησία]ς ἐ?κ-
βάλλεσθαι τοὺς φαύλους ἀνθρώπους. | λέγει γοῦν· [“ἐξ]-άρατε πονηρὸν ἐξ ὑμῶν αὐτῶν”. καὶ ὁ σωτὴρ μετ' αἰνιγμοῦ |
69
καὶ παραβολῆς λέγ[ε]ι?· “[εἰ] ἡ χείρ σου ἡ δεξιὰ σκανδα-
λίζει σε [ἢ ὁ ὀφθα]λμός, ἔξελε καὶ | βάλε ἀπὸ σοῦ”. ἰδοὺ?“καιρὸς τοῦ ἐκτῖλαι τὸ πεφυτευμένον”. [κα]ὶ? ἐπεὶ πάντως
ἀρθέν|τος τοῦ πονηροῦ ἐκ τῆ?ς πληθύος τῶν Χριστιανῶν καρ-
ποφορεῖ ἡ ἐκκλησία, “και|ρὸς” γίνεται “τοῦ φυτεύειν” καὶκαρποφορεῖν. αὐτίκα γοῦν καὶ ὁ τὴν μη[τρ]υιὰν γυναῖκα |
ἔχων ἐν τῇ Κορίνθῳ τότε ἐξεκόπη καὶ ἀπεβλήθη· κ[αὶ] μετ-
ενόησε[ν]· ὅτε γράφει | ὁ Παῦλος “κυρωθῆναι εἰς αὐτὸνἀγάπην”, καιρὸν ἔλαβεν τοῦ φυ[τευ]θῆναι. |
καὶ ὁ τῆς κατηχήσεως λόγος τοὺς προσιόντας φυτεύει.
ἐὰν δὲ τούτων τινὲς | μετα?β?[α]λ?[όντε]ς? καρποὺς φέρουσιν
οὐ καλοὺς σαπρὰ δένδρα γενάμενοι, καιρὸν ἔχου|σιν τοῦἐκτιλῆναι. |
<κα[ιρ]ὸς τοῦ ἀποκτεῖναι καὶ καιρὸςτοῦ ἰά[σασ]θαι.>
πάλιν τ[ὸν οὕτω] φ[α]ύ?λως ζῶντα κατὰ | [ἀ]σέβειαν,κατὰ εἰδωλολατρίαν, κα?[θ' αἱ]ρεθικὴ[ν διδασκαλία]ν
ἔσ[τι]ν ἀπο?[κτεῖ]ναι. ἀπο|[κ]τέννεται δὲ οὐχ ᾗ ἄνθρω-πός ἐστιν, [ἀ]λλ' ᾗ ποιό[ς ἐστιν]. καὶ ὁ [Ἀ]ριστοτέλης
γοῦν ἐν | [τ]οῖς Ἀναλυτικοῖς λέγει μὴ ταὐτὸν ε[ἶν]αι
ἀποθνῄσκειν ἄνθρωπον καὶ ἀποθνῄσκειν μου|[σι]κόν· ὁμὲν γὰρ ἀπ[ο]θνῄσκων ἄνθρωπος διαιρουμέ[ν]ης τῆς ψυχῆς
ἀπὸ τῆς σαρκὸς | [τ]ὴ?ν θνητοῦ ζῴου ὑ?φίσταται κατάστασιν.
[εἰ δὲ οὕτω πε]ρ?ὶ αὐτοῦ τὸ ἀ?ποκτανθῆναι | [λέγ]εται,θανεῖν μουσικόν, τοῦτό ἐστιν τὸ ἀποθ?[α]ν?εῖ?ν? τὴν μουσι-
κήν, κἂν μένῃ | [ὁ ἄν(θρωπ)ος. ο]ὕτω γοῦν ἐν ταῖς θείαις γραφαῖς λέγεται πολ[λάκις
ἀπ]ώ?λεια ἀνθρώπων ψυχῆς· “οἱ | [ἐχθροὶ Ἰού]δα ἀπολοῦν-ται”· μὴ γὰρ τοῦτο λέγει· εἰς τ?[ὸ] μ?[ὴ ὂν κ]αταστρέψου-
σιν, ἢ ὅτι τὸν | αἰσ?θ?ητὸν [ἀ]ποθνῄσκουσιν θάνατον· ἀπο-
θνῄ?[σκουσιν] μὲν γὰρ αὐτόν, ἀλλ' οὐχ [ᾗ] Ἰού|[δα ἐχθρο]ί?.ὅτ[α]ν δὲ ἐ?κ?π?έ?σ?ῃ τ?ῆ?ς το?ῦ? Ἰού[δα] κ?[α]τ?αστάσε?ω?ς—‘ἐξ-
ομολογού?μεν[ος’ γὰρ] | ὁ Ἰούδας ἑ?ρ?μηνεύεται—, οὗτοςτέ?[θ]νηκεν καὶ ἀπώλετο.
οὕτω γοῦν λέγομεν καὶ τὸν | ἁμαρτάνο[ντα ἀπολω]-λ?[έ]ναι ᾗ δίκαι[ός ἐ]σ?τιν ἄδικον γενόμενον, καὶ τὸν
μετανοοῦντα | ἀπολλύμ[ενον ᾗ φαῦλό]ς? ἐστιν, εὑρισκό-μενον δὲ καὶ σῳζόμενον κατὰ ἀρετήν. |
“καιρὸς” οὖν τ[οῦ ἀποκτεῖναι καὶ] καιρὸς τοῦ ἰά-σασθαι“. θεώρει, τί λέγει· ὅταν τις ἐν ἁμαρτίᾳ [γεν]ά-
με|ν?ος νοσῇ τὴν? ψ[υχ]ή[ν]—νόσος δὲ ψ[υχῆς ἁ]μαρτία,
ὡς ἐφανέρ?ω?σεν ὁ εἰρηκώς· ”ἴα[σ]αι | [τ]ὴν ψυχήν μουὅτι ἥμαρτόν σοι“. καὶ ὁ φ[ήσας]· ”εὐλόγει, [ἡ] ψυχή
μου, τὸ[ν] κ?[(ύριο)]ν, τὸν ἰώμεν?[ο]ν π[ά]σας | [τ]ὰςνόσους σου“, ἔδειξεν ὅτι ἡ κακία κ?[αὶ ἡ ἄγν]ο?ια νό[σος
ἐ]στὶν ψυχῆ?[ς—, ὅτ]αν οὖν ἔχῃ ἰάσι|μον τὸ πάθος, τὸἁμάρτημα δυνά[μ]ε?ν?ο?[ν] μ?εταν[οεῖσθ]αι, οὐκ ἀπ?[οκτ]έν-
νομεν τοῦτον, | ἀλλ' ἰώμεθα προτρέποντες αὐτὸν ἐλθεῖν
70
εἰς μ[ετά]ν?οιαν. ὅταν δὲ | ἐπιμένῃ τῷ κακῷ, [καιρό]ςἐστιν τοῦ ἀποκτανθῆναι αὐτόν, τουτέστιν τοῦ ἀποβλη|-
θῆναι τῆς ἐκκλησίας. ἐπερ( )· οὐκ ἔστιν 〈τ〉αὐτὸ τὸ ἀποθανεῖν τῷ ἀποκτεῖ-ναι;
ὅταν | ὑπὸ ἄλλου? τ?ις ἀναιρεῖται, ἀπεκτάνθαι λέγεται.
συμβαίνει δὲ καὶ ἐπὶ τῆς ἱστορίας ἰδίῳ | τέλει χρ[ή-σα]σθαί τινας οὐκ ἀποκτιννυμένους. ἐπερ( )· ὅμως καὶ οὗτος κἀκεῖνος θάνατος; |
ἀπο[θνῄ]σκουσιν καὶ οἱ δύο, οὐ τῷ αὐτῷ δὲ τρόπῳ.
ὁ μὲν ἀποθνῄσκ[ει] οὐκ ἔξωθέν τι|νος ἐπ?[ε]λθόντος· ὁδὲ διὰ τούτων ἀποθνῄσκων? ἀποκτίννυται.
ὅταν οὖν τις | ἀποδοκιμάσῃ τοὺς νοσοῦντας κατὰ τὴν
ψυχὴν καὶ ἐκβάλῃ αὐτούς, ἀπέκτει|νεν αὐτούς. τοῦτό τοιὁ Ἰωάννης ἐν τῇ κατ' αὐτὸν ἐπιστολῇ γρά?φ?ει?, ὅτι· ”ἔστιν |
ἁμαρτία πρὸς θάνα[το]ν· οὐ περὶ ἐκείνης λέγω ἵνα τις
ἐρωτ[ήσῃ“. ἔδει]ξ[εν ὅτι] οὐ συμ|φέρει [τοιο]ύτῳ ὅλωςζῆ[ν μετὰ] τοιαύτης κακίας οὔσης ”πρὸς θάνατον“. εἰ δὲ
μὴ ”πρὸς | θάνατ[ό]ν“ ἐστιν, ἰατέ[ον αὐτὸν] κ?[αὶ οὐκ]ἀποκταντέον. |
<καιρὸς τοῦ καθελεῖν καὶ κ[α]ιρὸς τοῦοἰκοδομῆσαι.>
οὐ πάνυ τι τὸ τῆς ἱστορίας | ἀδιάπτωτόν ἐστιν· ἐνπαντὶ γὰρ καιρῷ καὶ καθαιροῦσιν ἄνθρωποι καὶ οἰκοδο-
μοῦ[σιν], | εἰ μὴ ἄρα τοῦτό τις εἴποι [ὅτ]ι ”καιρὸς
τοῦ καθελεῖν“, ὅταν σαθρὸν ᾖ{ν} καὶ περαιωθ?[ὲν] | τὸοἰκοδόμημα, κα[ὶ καιρὸς τοῦ] ἐγεῖραι τοῦτο τὸ καθαιρε-θὲν δι' οἰκοδομῆς. |
πρὸς δὲ ἀναγωγήν· ἐπεί εἰ[σι]ν ἐπ?α?ι?νεταὶ οἰκοδομαί,
λέγονται καὶ φαῦλαι ο[ἰκο]|δομαί. λέγεται γοῦν ἐν τῷ?〈τελευταίῳ〉 τῶ?ν? ιβʹ Προφητῶν· ”αὐτοὶ οἰκοδομήσ?[ουσιν,
καὶ ἐγὼ] | καταστρέψω, λέγει κύριος“. σαθρῶς οἰκ[ο]δο-
μοῦσιν, ἐπὶ τὴν ἄμμον ἱδρύουσιν [ἑαυτῶν] | τὴν οἰκίαν.καλὸν δὲ τ?ὸ? καταστραφῆναι, ἵνα μὴ συνπεσοῦσα π[ολλοὺς
κατ]|εργάσηται τῶ?ν οἰκού?ν?τ?ω?ν. ”κ[αιρὸ]ς“ οὖν ἐστιν ”τοῦ καθελεῖν“ τὴν τό[τε οἰκο-
δο]|μὴν ”καὶ καιρὸς τοῦ οἰκοδομῆ〈σ〉αι“. ἀμέλει γοῦν ὁ
Παῦλος γράφει [τοῖς] Κ?[ορινθίοις]· | ”ὡ[ς] σοφὸς ἀρχι-τέκτων θεμέλιον ἔθηκα“. ἰδοὺ ”καιρὸς τοῦ οἰκ[ο]δ[ο]μ?εῖν“.
καὶ οὕτω | π[ά]λιν· διχῶς τέμνεται ἡ ἀρετὴ εἴς τε
πρακτικὴν καὶ δ?[ιανοητικήν]. διανοητικὴ | δ[έ] ἐστινἡ σοφία, καθ' ἣν φρονοῦμεν τὰ φρονητέα, τ[ὰ εὐσεβῆ
δόγμ]α?τα. ἡ πρα?|κτικὴ δὲ τοιαύτη ἐστὶν ὥστε τήρησιν
ἐν?τολῶν ἀσκ?[ῆσαι· ὁ γὰρ τ]ηρῶν τὰς | ἐ[ν]τολὰς πρακτι-κὴν ἔχει ἀρετήν, δι' ἔργων ἔχει τὴν ἀρετήν. καὶ ἐπεὶ
ὁ ”ἐπιθυμή|σας σοφί[αν“ τό]τε ἔχει [αὐτ]ὴ?ν χορη?[γου]-
μ?ένην, ὅτε διατηρεῖ τὰς ἐντολάς, | ὁ τηρῶν τ[ὰς ἐν]-τολὰς καιρὸν ἔχει το?[ῦ οἰκοδ]ομηθῆναι κατὰ σοφίαν, κα-
τὰ | τὴν διανο[η]τ?ικὴν ἀρετήν, κατὰ τὸν θεωρητικὸν βί-
ον. καὶ πάλιν· | ”σπείρατε ἑ[αυ]τοῖς εἰς δικαιοσύνην,
71
τρυ[γ]ήσατε εἰς καρπὸν ζωῆς, | φωτίσατε ἑαυτοῖς φῶςγνώσεως“. τὸ τῆς ”γνώσεω[ς φῶ]ς“ τότε οἰκοδομεῖται,
ὅταν | διαλάβῃ ἡ πρακτικὴ ἀρετὴ δικαιοσύνη καλουμένη. |
<καιρὸς τοῦ κλαῦσαι καὶ καιρὸς τοῦ γε-λάσαι.>
ἐπεὶ διαφόρως λέγεται ὁ κλαυθμός, καὶ | τὸν γέλωταοὕτω λημπτέον· οὐδὲ γὰρ καθ' ἓν σημαινόμενον ὁ κλ[α]υ?θ-
μὸς λέγετ[αι] | οὐδ' αὖ ὁ γέλως. ἔστιν οὖν διαβεβλημέ-
νος γέλως? καὶ ἄλλος ἐπαινούμεν[ο]ς. καὶ ἐπεὶ ὁ | γέλωςδιαιρούμενος εἰς δύο σημαινόμενα τὸ μὲν ἔχει ἐπαινετόν,
[τὸ δ]ὲ ψεκτόν, | ἀνάγκη καὶ τὸν κλαυθμὸν οὕτως ἔχειν,
ἵνα τῷ ἐπαινετῷ γέλωτι ᾖ{ν} ἀντικείμεν[ος] | κλαυθμὸςκαὶ τῷ ψεκτῷ ὁμοίως.
πολλάκις γοῦν ὁ ”φιλήδονος“ βίος ”μᾶλλον ἢ | φιλ[ό-θ(εο)]ς?“ γ?[ελᾷ ο]ὕτως, ὥστε καὶ θεοποιεῖν τὸν γέλωτα.
καὶ ὡς ἄλλος τὴν κοιλίαν | αὐτοῦ θεὸν ἡγεῖται καὶ ἄλ-λος τὸν μαμωνᾶ, οὕτως ἕ[τ]ε[ρ]ος φιλοπαίγμων ὢν καὶ |
〈ἀ〉εὶ εὐτραπελολογεῖν θέλων καὶ τὰ ἄλλα οἰκ[ο]δομε?[ῖ
βωμο]ὺς τῷ γέλω[τ]ι θεὸν αὐτὸν | ποι〈ῶ〉ν ὡς θυσιάζειναὐτῷ. θυσιάζεται δὲ αὐ?τ?[ῷ, εἴ] τ?[ι]ς? [τὰ πρ]όσφορα τοῦ
γελᾶν καὶ κι|νεῖν γέλωτα προσάγει. ψεκτὸς οὖν οὗτός ἐστιν. τοῦτον τὸν γέλωτα μακάριόν |
ἐστιν ἀποβαλόντα τὸν ἐναντίον αὐτῷ κλαυθμὸν κλαίειν, |
ὃν μεταδιώκων ὁ σπουδαῖος ἔλεγεν· ”λούσω καθ' ἑκάστην
νύκτα τὴν κλίνην μου, | ἐν δάκρυσίν μου τὴν στρωμνήνμου βρ[έξ]ω“.
ἔ?[στιν] δ?ὲ καὶ ἐπαινετὸς γέλως· | εἴρηται γοῦν·”στόμα δὲ ἀληθινῶν ἐνπλή[σει] γέλ[ω]τος“ ὁ θεός, δηλον-
ότι ἐπαινετοῦ. | ο?[ὗτος] δὲ ἰσοδυναμεῖ τῷ καρπῷ τοῦπνεύματος, [τ]ῇ χαρ[ᾷ]· ”καρπὸς“ γὰρ ”τοῦ πνεύματος
ἡ ἀγάπη | κ[αὶ ἡ χ]αρὰ καὶ ἡ εἰρήνη“. ὁ ἰσοδυναμῶν οὖνγέλως τῇ χαρᾷ ἐπαινετός ἐστιν.
ὁ | τούτῳ τῷ γέλωτι ἀντικείμενος καὶ? ἡ? κατ?άστ[α]σις
ἡ μαχομένη τῇ χαρᾷ | τοῦ ἁγίου πνεύματος ψεκτός ἐστιν
κλαυθμός. τοῦτον γοῦν ἔχουσα ἡ Ἰερουσαλὴμ ὅτε μ?ε|τέπε-σέν [γ]ε? ε?ἰ?ς? [κα]κ?[ί]αν καὶ εἰς ἀσέβειαν ἔφθασεν, οὐκ
ὠφελεῖτο· εἴρηται γάρ· ”ὀψὲ φ[ω]|νὴ αὐτῆς [ὠλόλυξεν“.”κ]λαίουσα ἔκλαυσεν ἐν νυκτί, καὶ τὰ δάκρυα ἐκ τῶν
σιαγ[όνω]ν | αὐτῆς, κ[α]ὶ [οὐχ ὑπῆρ]χεν ὁ παρακαλῶν“.
{αὐτῆς ἦσαν} ἐπιπολαίως ἔκλαιε[ν]. | ἀμέλει γοῦν ”ἐπ?[ὶτῶν σ]ι[α]γόνων“ ἦσαν. σύμβολον οὗ ἔκλαυσεν, ἔφερεν·
ταῦτα δέ ἐ[στι]ν | τὰ δάκρυα. καὶ πόθεν δὲ τοῦτο συν-
έβη; ὅτ〈ι〉 οὐκ ἐν ᾧ ἔδει καιρῷ μετανοῆσαι μ?ε?|τενόησεν,ἀλλ' ὀψέ. ὅμοιόν ἐστιν τῷ· ”νῦν μετανοεῖς, ὅτε οὐκ
ἔστιν καιρός“. ἐ[ὰ]ν | δέ τις καιρίως κλαίῃ, ἀκούει·”καὶ [Ἰ]ερ[ουσα]λὴμ κλαυθμῷ ἔκλαυσ[ε]ν“. ἡνίκα εἰσ-
ή[κο]υ|σεν κύριος τῆς φωνῆς σου, ἠλέησέν σε.
λοιπὸν ἴδωμεν τὴν ἀνα[γ]ωγήν· ὁ αὐ[σ]τη|ρὸς βίος ὁἁρμόζων θεοσεβέσι[ν] ἀνθρώποις λεγέσθω κλαυθμός, γέλως
72
δὲ | ὁ ἔκλυτος βίος, ὁ ”φιλήδ[ο]νος μᾶλλον ἢ φιλόθεος“.
ἐν τῷ βίῳ τούτῳ οἱ κλαίοντες | [γ]ελάσωσιν μετὰ ταῦταὡς καὶ μακαρισμοῦ τυγχάνειν· ”μακάριοι οἱ κλαίοντες |
νῦν“. ὧδε δεῖ μετανοεῖν, τὰ ἀπὸ μετανοίας καὶ μετα-
γνώσεως δάκρυα προ|φέρειν ὀλοφυρόμενον ἑαυτόν, ὅτι ἐν
κακοῖς γέγονεν τοιούτοις. μετὰ ταῦτα | εἰσέρχε[ται] ”εἰςτὴν χαρὰν τοῦ κυρίου“ ἑαυτοῦ, καὶ διαδέξεται αὐτὸν γέ-
λως. οἱ δὲ ὧδε γελάσαν|τες φιληδόνως μᾶλλον ἢ φιλοθέως
ζήσαντες κλαυθμὸν ἔχουσιν διαδεξα|μένης τῆς τιμωρίας,ὥστε λεχθῆναι πρὸς τοὺς τοιούτους· ”ἐκεῖ ἔσται ὁ κλαυθ-
μὸς | καὶ ὁ βρυγμὸς τῶν ὀδόντων“, οἱ δὲ ὧδε μεμετρημέ-
νως κ?[λαίον]τ?[ε]ς? τὸν | τῆς μετανοίας κλαυθμὸν εὔχονται
τῷ θεῷ λέγοντες· ”ψωμιεῖς ἡμᾶς ἄρτον δα|κρύων καὶ ποτι-εῖς ἡμᾶς ἐν δάκ[ρ]υσιν ἐν μέτρῳ“.
ὁ διδάσκαλος οὖν πατὴρ ὢν | τῶν παιδευομένων ἔχει
διάθεσιν ὡς πρὸς τέκνα, καὶ ὅταν δυσπραγῶσιν | ἐκεῖνα,κλαίει. ὁ Ἰηρεμίας γοῦν οὐκ ἄλλοτε ἔκλαυσεν ἢ ὅτε ἐξ-
αιχμαλωτίσθη | ὁ Ἰσραὴλ καὶ ἡ Ἰερουσαλὴμ ἐρημώθη. ὅταν
δὲ ὁ αἰχμάλωτος ἐπιστρέψῃ καὶ κάθο|δον λάβῃ εἰς τὴν οἰ-κεία[ν] πατρ[ί]δα, ὁ πάλαι κλαύσας αὐτὸν ὅτι αἰχμάλωτος
ἐγεγό|νει, ἄρχεται μετὰ χαρᾶς γελᾶν· ”ἐν τῷ ἐπιστρέψαι
κύριον τὴν αἰχμαλωσίαν Σιὼν | ἐγενήθημεν ὡς παρακεκλη-μ[έ]νοι“· καὶ μεθ' ὁλίγα· ”τότε ἐπλήσθη χαρᾶς τὸ στόμα |
ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως“. |
<καιρὸς τοῦ κόψασθαι καὶ καιρὸς τοῦὀρχήσασθαι.>
οἶδας ὅτι ὁ κοπ?ετὸς γίνεται διὰ | [τῶν χειρῶ]ν? ἐπι-φερομένων τῷ στήθει· τοῦτο γ[ὰ]ρ κυ?ρίως κοπετός ἐστιν.
ὄρχησις | [δ]έ [ἐσ]τιν, ὅταν τις τὰ ἐν ᾠδῇ λεγόμενα ἢ
πρόσωπα ἢ ἐπι?τηδεύματα μιμεῖται | [δι]ὰ κινήσεων ἰδίων. ὅταν τις τοίνυν ἐν κακίᾳ γένηται δ?[ιὰ] θ?ανά[του π]αρ-
όντος, | [κ]ακίζει ἑαυτὸν καὶ τὰς χεῖρας, τουτέστιν τὰς
πράξεις, κ[ατὰ τοῦ] στήθο?[υς] φέρει. ἐν | [συ]ναισθήσειγίνεται καὶ κόπτεται ὁ τοιοῦτος. καὶ τοῦτο διδάσ?κει ὁ
λέγω?ν· ”ἔστρε|[ψ]ας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί“· ὅτε
γὰρ οὐδεμία ὠφέλεια ἐνομίζετο εἶναι | [ἐ]ν τῷ αἵματι αὐ-τοῦ καταβεβηκότος εἰς διαφθοράν, κοπετοῦ ἦν ὁ κ〈αιρ〉ός. |
[τ]ό?τε δὲ ”ἤκουσεν κύριος καὶ ἠλέησέν με“.
ἐλέχθη δὲ ἡμῖν, ὅτι ὁ πάλαι καιρὸν ἔχων | [κο]πετοῦνῦν καιρὸν ἔλαβεν τοῦ ὀρχήσασθαι. ἡ ὄρχησις οὖν ἐπαγγέλ-
λεται νόησιν | [ἐ]κ κινήσεων τῶν γινομένων ἐν τῷ ὀρχεῖ-
73
σθαι. διὰ τοῦτο καὶ ἐν εὐαγγελίῳ | ὁ σωτὴρ διδάσκει·”〈τίνι ὁμοιώσω τὴν γενεὰν ταύτην; ὁμοία ἐστὶν〉 παιδίοιςκαθημένοις ἐν ἀγορᾷ καὶ φωνοῦσιν ἕτερον πρὸς τὸ ἕτερον· |
‘ἐθρηνήσαμεν ὑμῖν καὶ οὐκ ἐκόψασθε, ηὐλήσαμεν ὑμῖν
καὶ οὐκ ὀρχήσασθε’“. πρ?[ὸ]ς? | τὸν αὐλὸν καὶ τὴν ἱλαρὰν
κατάστασιν ἡ ὄρχησις, ὁ κοπετὸς δὲ πρὸς τὴν σκυ|θρωπότη-τα καὶ τὸ ἀνιαρὸν τῶν συνβεβηκότων. παιδία δὲ λέγει τοὺς
προφήτ[α]ς· | ὡς 〈πρὸς〉 τὸ μέγεθος γὰρ τοῦ ἀνδρὸς αὐτοῦ
περὶ οὗ λέγεται· ”ὀπίσω μου ἔρχεται ἀνήρ“, κ?[αί]· | ”ἰ-δοὺ ἀνήρ, ἀνατολή“, πάντες παιδία ἐσμέν, πάντες οἱ ἄν-θρωποι παιδία.
καὶ τῶν | παιδίων τὰ μὲν πέφυκεν πρὸς τὸ θρηνῆσαι
καὶ αὐλῆσαι, τὰ δὲ πρὸς τὸ | ἀκολ?[ουθ]ῆσαι τῷ αὐλῷ καὶ
τῷ θρήνῳ. ὅτε οὖν οἱ προφῆται πάντα τὰ παρ' ἑ|αυτοὺςεἰρήκασιν τά τε ἐπιστρέφοντα εἰς σωτηρίαν καὶ τὰ εἰ[ς]
ἐπίδειξιν | καλοκαγαθίας ἀπαγγελλόμενα κἀ?[κεῖ]νοι ἔμει-
ναν οἱ αὐτοὶ ἀκίνητοι—”ἐλ|θόντος γὰρ τοῦ Ἰωάννου μη-
δὲ ἐσθίοντος μηδὲ πίνοντος“—, καιρὸς ἦν | θρήνου· ἔδειἐκείνους κόψασθαι, ἐν συναισθήσει γενέσθαι, ὅτι αὐτῶν
ἕνεκα | ὁ ἅγιος αὐστηρὸν βίον ἔχει. ὅτε δὲ ἦλθεν Ἰησοῦς,
ὃν εἴρηκ〈α〉ν ‘φάγον καὶ οἰνο|πότην’, ὀρχήσεως ἦν ὁ καιρὸς
καὶ τὰ κινήματα ἑαυτῶν πρὸς τοὺς λόγους | τοὺς εὐαγγελι-κοὺς ἁρμόσαι.
ὥσπερ οὖν ὁ αὐλ?ὸς τὴν ἐκφώνησιν ἐκ πνεύματος | ἔχει,οὕτω καὶ οἱ πνευματοφόροι ἄνδρες [αὐ]λοί εἰσιν ἐπαινε-τοί.
ὁ Δαυὶδ ἔν|προσθεν τῆς κιβωτοῦ ὠρχήσατο, ὅτε ἐξου-
θενήθη ὑπὸ τῆς θυγατρὸς τοῦ Σαούλ· καὶ λέγει· | ”ἐνώ-πιον κυρίου παίξομαι καὶ ὀρχήσομαι“. ὧδε τῶν κ[α]λ?ῶν
καὶ τῶν θείων λόγ?ω?ν? ἐπ?ί?δ?[ει]|ξις δι?ὰ τῶ[ν] κινημάτων
τῆς ψ[υχ]ῆ?[ς] ἐ[π]ι?δε?ί?κνυται, ἐκεῖ δὲ τῶν κακῶν | κι-νημάτων τῶν μισούντων τοὺς προφήτας. |
<καιρὸς τοῦ βαλεῖν λίθ[ο]υς καὶ καιρὸςτοῦ συναγαγεῖν λίθους.>
κατὰ τὸ ῥητὸν λέγ[ει] | τοῦτο· ὁ [νόμ]ος π[ροστ]άτ-τει τοὺς κριτὰς τοῦ Ἰσραὴλ ἐξετάζειν τὰ πράγματα τοῦ
λ[αοῦ]. | καὶ εἴ τι[ς τ]οιαῦτα [εὑρ]ί?σκετο πράξας ἀπ-
ηγορευμένα, κολάσει τῇ λιθοβολήσε?[ι] | παρεδίδ?ε?το. ὁμὴ τιμῶν τὸν πατέρα μηδὲ τὴν μητέρα ἐλιθοβολεῖτο. κ[αὶ] |
πάλιν ἡ Ἰσραηλῖτις θυγάτηρ ἁλοῦσα ἐπὶ πορνείᾳ λίθοις
ἐ[λ]ιθοβολεῖτο, ἡ δὲ ἀρχι|ιερέως θυγάτηρ ἐν πυρὶ κατε-καίετο· ἔδει γὰρ τὴν ἱερέως θ[υ]γατέρα μείζονι τιμω-
ρ[ίᾳ] | ὑποπεσεῖν· ἀχώριστον γὰρ τὸν παιδευτὴν εἶχεν
καὶ ὑπογραμμὸν εἶχεν | ἀεὶ παρόντα. ἡ δὲ ἁπλῶς Ἰσραη-
λῖτις θυγάτηρ οὐχ οὕτως εἶχεν τὸν τόπον | τῆς ὠφελείας.διὰ τοῦτο μετριωτέρας τιμωρίας ἀξιοῦται τῆ〈ς〉 διὰ λί-θων. |
74
τοῦτο οὖν λέγομεν· προσηνέχθη τις τῷ ἱερεῖ, τῷ κρι-
τῇ τῷ [ἐ]ξ[ε]τ?[ά]ζοντ?ι τ?[ο]ὺς βίους | καὶ τὰ πράγματατῶν ἀνθρώπων· ἐὰν εὑρεθῇ ἀνίατα ἡμαρτηκώς, ὑποπίπτει |
λιθοβολισμῷ, κατανύετ?αι τ?οῖς ἐλέγχοις. εἰ δὲ ἰάσιμά
ἐστιν τὰ ἁμαρτήματα, | προστάττεται ὑπὲρ ἀγνοίας προσ-
αγαγεῖν θυσίαν, καὶ συνάγονται οἱ λίθοι, οὐκ ἐπι|πέμ-πον?[τ]αι κατ' αὐτοῦ.
λάβε λοιπὸν αὐτὸ καὶ ἐπὶ ἐλέγχων· ὁ σοφὸς διδάς|κα-λος οἶδεν τίνας ἐλέγξει καὶ μή, καὶ τρόπον τινὰ κατα-
πέμπει τοὺς ἐλέγχους | οἷα λίθους, ἵνα ἀποκλίνῃ ἐκεῖνον
τὸν ἐλεγχόμενον ἀπὸ τῆς φαύλου ζωῆς. | ὅταν δὲ λοιπὸν
διορθωθῇ ἐκεῖνος ἐκ τῶν ἐλέγχων, συνάγει λοιπὸν | τοὺςἐλέγχους, οὐκέτι ῥίπτει τοὺς λίθους κατ' αὐτοῦ. οὕτω
[γοῦν ὁ] Παῦλος | αἰνίττ[εται] λέγων· ”ἔλεγξον, ἐπι-
τίμησον, παρακάλεσον“. ἐλέγξας καὶ ἐπι|τιμήσας? ἔβαλλεντοὺς λίθους. [ὅ]τε δὲ ὠφεληθέντα τὸν ἐλεγχθέντα τεθέα-
ται, | παρακ[α]λεῖ, συνάγει τοὺς λίθους· ἵνα ᾖ τὸ λε-
γόμενον χωρὶς αἰνιγμοῦ· καιρὸς | τοῦ κολ[άσ]αι καὶ και-ρὸς τοῦ μὴ κολάσαι.
ἔχεις γοῦν καὶ ἐν τῷ Λευιτικῷ μετ' αἰνιγμοῦ | λεγό-μ[ε]ν?[ό]ν τι· εἰ ἦν φαντασία λέπρας ἐν οἰκίᾳ ὀφθεῖσα,
ὁ ἱερεὺς ἐρχόμενος ἐξέ|βαλλεν πάντα τὰ ἐν τῇ οἰκίᾳ.
καὶ ἐκ σημειώσεως κατελαμβάνετο, ποῖοί εἰσιν | οἱ λε-προὶ λίθοι. καὶ ἐξέβαλλεν αὐτοὺς καὶ συνῆγεν ἄλλους
τοὺς δυναμένους | εἰς τοὺς τόπους ἐκείνων τεθῆναι. ταῦτα δὲ οὐ πάνυ τι ἐπ' ἱστορίας ἁρμόζει, ἀλλὰ ἡ
οἰ|κοδομὴ τῆς οἰκίας ἡ ἐκκλησία ἐστίν. ἐὰν γοῦν εὑρε-
θῶσιν ὧδε ψωριάσαν|τες λίθοι καὶ λεπρωθέντες, ἐκβαλεῖν
αὐτοὺς δεῖ, τ?ηροῦντας τό· ”ἐξάρατε πονηρὸν | ἐξ ὑμῶναὐτῶν“, εἰ βλάπτει σε μέλος ἕν, ἔκβαλε. καὶ ἀντιτίθε?ν?-
τ?[α]ι? λίθοι ἐκεῖνοι, | [π]ερὶ ὧν λέγεται· ”λίθοι ἅγιοικυλίονται ἐπὶ τῆς γῆς“. οὗτοι οἱ προφῆταί εἰ[σ]ιν καὶ |
[ἀ]πόστολοι καὶ πάντες οἱ κατὰ θεοσέβειαν ζῶντες.
καὶ θεώ?ρει· ”λίθο[υ]ς κυλιομέ|νους“ λέγει. οἶδας δέ,ὅτι κατωφερεῖς εἰσιν οἱ λίθοι καὶ μ[ᾶλλο]ν πρ[οσπ]ελά-
ζουσιν τῷ | ἐδάφει. οὗτοι δὲ ε?[ἰ] καὶ ἄνθρωποί εἰσιν
καὶ ἔχουσιν σῶμα ἀν(θρώπ)ο[υ], ἀλλ' ὑπωπιάζοντες | αὐ-τὸ καὶ δουλαγωγοῦντες ”ἐπὶ τῆς γῆς“ τοῦ θεοῦ ”κυλίον-
ται“.
74
οὐχ ἵδρυται | ἐν τοῖς αἰσθητοῖς ὁ πάντα ποιῶν εἰς
δόξαν θεοῦ, κἂν ἐσθίῃ καὶ πίνῃ. | καὶ 〈ᾗ μὲν〉 σῶμα ἔχει,δοκεῖ λίθος εἶναι, ᾗ δὲ εἰς δόξαν θεοῦ, ἐπὶ τὰ ἄνω χω-
ρεῖ, κυλίετα?[ι] | οὐκ ἐπὶ τῇ τυχούσῃ γῇ, ἀλλ' ἐπὶ τῇ
ἁγίᾳ τοῦ θεοῦ γῇ. ”καὶ 〈αὐτ〉οὶ ὡς λίθοι ζῶντες | ἐποι-κοδομ〈εῖσθε〉 οἶκος πνευματικός“· ταὐτόν ἐστιν τὸ κυλί-
75
εσθαι τοὺς λίθους | καὶ τὸ ζῶντας εἶναι. καὶ ᾗ μὲν ἐπ-
άγονται σῶμα, λίθοι εἰσίν, ᾗ δὲ ἐν | οὐρανοῖς ἔχουσιντὸ πολίτευμα καὶ κυλίον[ται, οὐ]κ ἐπὶ τὰ κάτω κυλίονται. |
<καιρὸς τοῦ περιλαβεῖν καὶ καιρὸς τοῦμακρυνθῆναι ἀπὸ περιλήμψεως.>
πρὸς τὸ | ῥητόν· οἱ συνβιοῦντες ἄνθρωποι γαμεταῖς
καιρὸν ἔχουσιν πότε συνέρχω[ντ]αι καὶ πότε | μή. περὶτῶν θεοσεβῶν μοι ὁ λόγος. Παῦλος γοῦν τῇ Κορινθίων ἐπι-
στέλλει ἐκκλη|σίᾳ ”μὴ ἀποστερεῖν ἀλλήλους“ τοὺς ἐν συν-
ζυγίᾳ, ”εἰ μήτι ἐκ συμφώνου τινὰ καιρὸν | ἵνα σχολά[σω-σιν] τῇ{ν} προσευχῇ{ν} καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ὦσιν“. ὅτε
καιρός ἐστιν | εὐχῆς, ὅτε ἡμέρα ἐστίν, ἐν ᾖ δεῖ καθαί-
ρεσθαι καὶ προσευχὰς ἀναπέμπειν, μα|κρυντέον ἀπὸ περι-λήμψεως. ὅτε λοιπὸν πεπαύσονται αἱ ἡμέραι τῆς [προ]σ-
ευχῆς, | συνέρχονται καὶ περίλημψις γίνεται.
τὸ τοῦ ῥητοῦ τοῦτο. κατὰ πάλιν [πρό]χ?ειρον | ἀπόδο-σιν—μᾶλλον δὲ παρὰ ταύτην ἐστίν—τοῦτο· ὁ Παῦλος
λέγει· ”ὁ καιρὸ[ς συ]νεστα〈λ〉|μένος· λοιπὸν ἵνα καὶοἱ ἔχοντες γυναῖκα ὡς μὴ ἔχοντες ὦσιν“· [ὥστ'] εἰ-
πεῖν· | προκόψαντος τοῦ χρόνου καὶ λοιπὸν εἰς πλῆθος
ἐκταθέντος [τοῦ γ]ένους | τῶν ἀνθρώπων οὐκέτι χρείαἦν τοῦ πληθύνεσθαι· {πε}παυστέον, ”ἵνα [λοιπ]ὸν“ τ?ῆς |
ἐπιδημίας τοῦ σωτῆρος γεγενημένης καὶ τοῦ εὐαγγελίου
κρατήσαντος ἁπαν|ταχοῦ—, καὶ προτρεπόμενος εἰς ἁγνεί-
αν καὶ παρθενίαν δέδεικται, ὅτι λοιπὸν | οὐκ ἔστιν οὗ-τ?ο?ς ὁ καιρὸς συνλήμψεως. ὅτε χρεία ἦν αὐξηθῆναι τὸ τῶν
ἀνθρώπων | γένος, καιρὸς ἦ?[ν] περιλήμψεως. ἐπειδὴ δὲ
πλῆθος γέγονεν καὶ εἰς σπορὰν | !![!!]ω?ν? ἐξε[τάθ]η?, μα-κρυντέον [ἀπὸ πε]ριλήμψεως.
καὶ ἄλλως λέγομεν πολλάκις, | ὅτι παράδοσις φέρεταιεὐλαβῶν ἀνδρῶν. ἡ δὲ παράδοσις ἁρμόζει θεοσεβέσιν ἀν-
θρώποις | τὸ τότε συνέρχεσθαι [τ]α?ῖς γαμεταῖς, ὅτε και-
ρός ἐστιν συνλήμψεως, ὅτε ἀκμαῖαί εἰσι?[ν]. | ὅτε ἀπε-δο[κ]ιμάσθησ[αν δι]ὰ στείρωσιν, οὐ δεῖ περιλαμβάνειν
ταύτας, οὐ δεῖ συνέρχεσθαι | ταύταις, οὐδὲ ὅταν ἐνκύ-μονες ὦσιν. πλεονεκτοῦσιν γοῦν τ[ὰ] ἄλογα ζῷα τοὺς |
ἀνθρώπους ἐν τούτοις. ταῦτα μὲν οὖν ὡς πρὸς τὸ ῥητὸν λελέχθω?, ὡς δὲ πρὸς
διάνοι[αν]· | εἰσίν τινες σύνζυγον κτησάμενοι τὴν θεοῦ
σοφίαν, οἷος ἦν ὁ λέγων· ”ἐγὼ ἐρας|τὴς ἐγενόμην τοῦκάλλους αὐτῆς“ καὶ ἤγαγον αὐτὴν ”πρὸς συνβίωσιν“ ἐμαυ-
τῷ. καὶ περὶ | ταύτης λέγεται· ”τίμησον αὐτήν, ἵνα σε
περιλάβῃ“. εἶτ' ἡ σοφία περιλαμβάνει τὸν | σοφὸν ποι-ότητα αὐτῷ κατ' αὐτ〈ὴ〉ν παρέχουσα, καὶ ὁ σοφὸς αὐτὴν
περιλαμ|βάνει. ὅταν οὖν αὕτη ἡ σύνζυγος παρῇ τῷ ἀνθρώπῳ, ἐξ ἧς δύ-
76
ναται τεκνῶσαι | φρόνησιν καὶ τὰ φρονήσεως νοήματα καὶ
ἔργα—”ἡ σοφία“ γὰρ ”τίκτει ἀνδρὶ φρό|νησιν“—, καιρόςἐστιν τοῦ περιλαβεῖν. οὗτος δὲ ὁ καιρὸς οὐκ ἐκ διαλειμ-
μάτων | συνίσταται. ἀεὶ δύναται περιλαμβάνειν τὴν σοφίανκαὶ ὁ καιρὸς ἀΐδιός ἐστιν. |
ἐπερ( )· ὡς πρὸς τὴν ἀναγωγὴν μακρυντέον ταύτης;
τὸ ἐκτὸς γενέσθαι ἀρετῆς καὶ σοφίας. | ἐπειδ[ὴ] δὲοὐχ ἡ σοφία μόνη καὶ ἡ {ἄγνοια} ἀρετὴ ἡ ἰδία καὶ συν-
{ι}ε〈ῖ〉ναι ὀφείλουσα | ἐν παντὶ καιρῷ γαμετή ἐστιν, ἀλ-λὰ καὶ ἡ 〈ἄγνοια καὶ ἡ〉 κακία—”μὴ πρόσεχε“ δὲ ”φαύ-
λῃ γυναικί“—, | ὅτε φαύλη γυνὴ πάρεστιν—ψευδοδοξία
δέ ἐστιν καὶ ἀσέβεια αὕτη—, μακρυντέον | ἀπὸ περιλήμ-ψεως· οὐ δεῖ ταύτην περιλαβεῖν. ὁ καιρὸς τῆς περ[ιλ]ήμ-
ψεως τῆς | θείας γαμετῆς καιρὸς τοῦ μὴ περιλαβεῖν ἐστιντὴν χείρονα.
ἐπερ( )· ἵνα τὸ ἑπό|μεν[ον π]ερὶ ἄλλου λάβωμεν;
ὅταν ἀδιάφορα ᾖ{ν} τὰ περὶ ὧν ὁ λόγος καὶ αἰς|θητά,[ἐπὶ] τοῦ αὐτοῦ λέγομεν καιρὸν εἶναι καὶ μή, ὡς ἐπὶ τῶν
γαμετῶν εἰρή|καμ[εν]. [ἔ]χ?εις καὶ ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων λεγόμενα
ἀπὸ τῆς νύμφης περὶ | τοῦ ἁγί[ου νυμ]φίου, περὶ οὗ ὁ
Ἰωάννης λέγει· ”ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν“· | ”εὐώ-[νυμ]ος αὐτοῦ“, φησίν, ”ὑπὸ τὴν κεφαλήν μου, καὶ ἡ δεξιὰ
αὐτοῦ περι|λήμ[ψετ]αί με“. καὶ τάχα τὴν νομικὴν διάταξιν
εὐώνυμον χεῖρα λέγει τῆς | σοφί[ας, ἣ ἔσ]τ?ι?ν, ἃ δεῖ,”ὑπὸ τὴν κεφαλήν“, ὑπὸ τὸν νοῦν. καὶ ”ἡ δεξιὰ αὐτοῦ“,
ἡ πνευ|ματικὴ χείρ, περιλήμψεται οὐκέτι τὴν κεφαλήν,
ἀλλ' ὅλην αὐτήν. ὅταν οὖν | αὕτη ἡ? νύμφη? ο?[ὕ]τως ᾖ{ν}
εὐτρεπισμένη πρὸς τὸ σῴζειν τὰ πρὸς τὸν ἄνδρα γαμι|κὰδίκαια καὶ εἰσάγηται εἰς τὸν θάλαμον, καιρός ἐστι[ν τοῦ]περι[λ]αβεῖν.
εἴ πο|τε τροπὴ γένοιτο καὶ μεταβολὴ τῆς νύμφης,
στερίσκετ?[α]ι [τ]ο?ῦ νυμφ[ί]ο?υ καὶ | μεμάκρυνται ἀπὸπεριλήμψεως. πρὸς τὸ ῥητόν· παραλείψαντε?[ς αὐτὸ εἰ]ς? τὸ τοῦ |
προφήτου ῥητὸν νῦν λέγομεν· ”ἁγιάσατε νηστείαν, κηρύ-
ξατε θεραπείαν“· | εἶτα λέγει· ”ἐξελθάτω νυμφίος ἐκτοῦ κοιτῶνος αὐτοῦ καὶ [νύ]μφη ἐκ τοῦ παστοῦ αὐτ[ῆς]“· |
ἐν γὰρ καιρῷ νηστείας καὶ μάλιστα, ὅτε φοβερά ἐστιν?
[τὰ] ἐπηρτημένα καὶ | αὐτῷ τῷ τρόμῳ ἡ νηστεία γίνεται,
ἐξελθὼν ἀπὸ τοῦ κοιτῶνος ὁ νυμφίος | καὶ ἡ νύμφη ἀ?πὸ
τοῦ θαλάμου μακρὰν ἀπὸ περιλήμψεως γεγένηνται. | ὅτανδὲ τὰ π[ρά]γματα ἀποκαταστῇ εἰς τὸ βέλτιον, λοιπὸν
γίνεται πάλιν | σύνοδος ἀνδρὸς πρὸς γυναῖκα.
τοῦτο ἔχεις καὶ περὶ τοῦ Νῶε ἀναγεγραμ|μένον· ὁπηνί-
κα προσετάττετο εἰσιέναι εἰς τὴν κιβωτὸν μέλλοντος |
77
ε![!!!!! !!!!! !!!!! ἤ]κουσεν· ”ε[ἴσε]λ[θ]ε σὺ καὶ οἱ
υἱο[ί] σου καὶ ἡ γυνή σου καὶ α[ἱ γ]υ|ναῖκες τῶν υἱῶνσου“· οὐ γὰρ ἔπρεπεν συνιέναι καὶ σπείρειν τοῦ γένους
τῶν ἀνθρώπων | σχεδὸν ὅλου μέλλοντος κινδυνεύειν. ὅτε
δὲ λοιπὸν ὁ ὄμβρος πέπαυται ῥέων, | λέγει· ”ἔξελθε σὺκαὶ ἡ γυνή σου καὶ οἱ υἱοί σου καὶ αἱ γυναῖκες τῶν υἱῶν
σου“· καιρὸς | περιλήμψεως γέγονεν. ταῦτα ὡς πρὸς τὸ ῥη-τόν.
{δύο γυναικῶν οὐσῶν ο?ὕ?τω ἀσυν|υπάρκτων ὅτε μὲν〈 〉 κατὰ γὰρ τὸ φάναι λέγει ἀποστάζει ἀπὸ γυναι-
κός· | τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσιν τὸν χρώ-
μενον αὐτῇ φα[ύλ]ην | γαμετὴν λέγων τὴν ἀφροσύνην}
δυνατὸν καὶ οὕτω λαβεῖν· ἐπεὶ ὁ σ(ωτ)ή[ρ] ἐστιν | ὁνυμφί[ος τῆς] λογικῆς οὐσίας, ὅτε κατὰ σκιὰν ἐπολιτεύ-
οντο οἱ ἄ[ν](θρωπ)[οι] πρὸ | τοῦ εὐαγγελίου, καιρὸς ἦν
περιλαβεῖν τὴν παλαιὰν συναγωγήν, [τὴν] προ|τέραν γαμε-τήν. ὅτε δὲ ἐνέστηκεν ὁ τοῦ? γ?ράμματος νόμος κα?[τὰ π]ν(εύ-
ματο)ς | καὶ οἱ κατ' αὐτὸν βιοῦντες, ἐμακρύνθη ἀπ' αὐ-
τῶν. πάλιν ὅτε ἡ ἀπ[ὸ τῶ]ν ἐθνῶν | ἐκκλησία εἴδωλα ἐθε-
ράπευεν, οὐκ εἶχε καιρὸν περιλήμψε[ως. ὅτ]ε δὲ | ἀπέστητοῦ ”ἔθνη ἐλπίδα μὴ ἔχοντα καὶ ἄθεα ἐν τῷ κόσμῳ“ εἶν[αι]
καὶ προς|εληλύθασιν τῇ θεοσεβείᾳ καὶ ἐλθόντα πάντα τὰ
ἔθνη προσεκύνησ[αν α]ὐτῷ, και|ρὸν ἔσχον τῆς περιλήμ-ψεως. |
<καιρὸς τοῦ ζητῆσαι καὶ καιρὸς τοῦ ἀπ-ολέσαι.>
πρὸ τῆς εὑρέσεως τ[ῶν καλ]ῶν, οἷ|ον τῆς γνώσεως τῆςἀληθείας, ἐν ἀγνοίᾳ ἦσαν οἱ ἄνθρωποι. καιρ[ὸν] οὖν εἶ-
χαν τοῦ | ἀπολέσαι. προοίμιον δὲ τούτου τοῦ καιροῦ γέ-
γονεν ὁ καιρὸ[ς] τοῦ ζητῆσαι· ὅτε | γάρ τις ζητεῖ τὰκ[αλ]ά, καιρὸν ἔχει τοῦ ἀπολέσαι τὰ πρ[ὸ] τῶν κ?[α]λῶ[ν
αὐ]τοῦ. | ⟦καὶ⟧ ὁμοίως ἐπίπαν ὅτε ἦν ἡ πρὸ τῆς ἐπιδη-
μίας ἀγωγὴ τοῦ νόμου, ἐζητ?[εῖτ]ο | τ?ὸ γράμμα· ὅτε δὲ ἐπ-έλαμψεν ὁ ”ἥλιος τῆς δικαιοσύνης“ καὶ ἡ ἀλήθεια λοιπὸν |
[π]αραγέγονεν, καιρὸς τ[οῦ] ἀπολέσαι τὸ γράμμα, τοῦ ἀνω-τέρω αὐτοῦ χωρῆ?[σαι]. |
οὕτως ἔστιν ποτὲ ἀπο?λέσαι ἐπαινετῶς· λέγει γοῦν ὁ
σωτὴρ ἐν τῷ εὐαγγε?λ?ί[ῳ]· | ”ὁ θέλων τὴν ψυχὴν αὐτοῦ
〈σῶσαι〉, ἀπολέσει αὐτήν· ὁ δὲ 〈ἀπολέσας〉 αὐτὴν | 〈εὑρή-σει〉 αὐτήν“. καὶ περὶ μὲν μαρτυρίου καὶ {καὶ} καιροῦ
{καὶ} διωγμοῦ ἐκλημπ?[τ]έ|ον αὐτὸ οὕτως· ”ὁ θέλων σῶσαι
τὴν ψυχὴν ἑαυτοῦ“ ἐν ἡμέρ[ᾳ] κρίσεως κ[α]ὶ | ἐν τῷ και-ρῷ τῶν στεφάνων, ”ἀπολέσει αὐτὴν“ ἐκδιδοὺς ἑαυτὸν εἰς
θάνατον, | [ἵν]α ἀπώλεια ὧδε ψυχῆς ὁ θάνατος ᾖ, τὸ ἀπο-θανεῖν ὑπὲρ τῆς ἀληθείας ἐν μαρτυρίῳ. |
78
[”ὁ θέλω]ν“ οὖν ”σῶσα[ι]“ αὐτὴν ”ἀπόλλυσ[ιν αὐτ]ήν“.
οὕτω [γοῦν τὸν δίκαιον ἀπολωλέν]αι | λέγομεν· ἀπόλλυταιὁ δίκαιος, ὅταν δικαιοσύνης ἐκπέσῃ, ὅτε τῆς κατὰ δικαιο-
σύ|νην ἕξεως καὶ πράξεως ἐκτὸς γίνεται. οὕτω γοῦν τοὺς
ἁμαρτάνοντ[α]ς | λέγομεν ἀπολωλέναι. ἀπόλλυται δὲ καὶ
ὁ ἁμαρτωλός, ὅταν τῆς καταστά|σεως καὶ ἀγωγῆς τῆς τοῦἁμαρτάνοντος ἔξω γένηται.
δεῖ οὖν ἀπολ[έσαι] τὴν | ψυχὴ[ν] πρότερον, ᾗ ψυχήἐστιν, ᾗ ψυχικός τίς ἐστιν· οὕτω γὰρ εὑρήσει αὐτὴν |
οὐκέτι ψυχὴν μένουσαν ψεκτήν, ἀλλὰ νοῦν ἐπαινούμενον,
ἄνθρωπον | καλὸν ὄντα καὶ ἀγαθόν. δύναταί τις οὖν εἰπεῖν πρῶτον ὅτι, ὅτε τις ζητεῖ
ἑαυτόν, | τότε ἀπόλλυσιν ἑαυτόν. δεῖ πρότερον ἀπολέσαι
ἑαυτόν, ἵν' οὕτω? [σω]θ?ῇ. κατὰ τὸν | σκοπ?[ὸν] δ?έ τ[ι]ςἀπόλλυσιν ἑαυτόν, ἵνα ζητήσῃ. κατὰ τὸν σκοπὸν πρῶτον
τὸ ζη|τῆσα[ί ἐστ]ιν, κατὰ δὲ τὴν ἀκολουθίαν καὶ τάξιν
τὸ ἀπολέσαι. ἀπόλ|λυσι[ν ἑαυ]τ?ὸ[ν] ὁ [μ]ετανοῶν· καὶ
τὸ μὲν πρότερόν ἐστιν κατὰ τὸν 〈σκ〉ο|〈π〉όν, [τὸ δ]ὲ?[κατ]ὰ? τὴν τάξιν. |
<καιρὸς [τοῦ] φυ[λάξαι] καὶ καιρὸς τοῦἐκβαλεῖν.>
ὁ συναγαγὼν ἐπαινετὰ | χρ?ή?[ματ]α? κ?[αὶ ἀγ]αθά, ἃ ”δί-
δωσιν ὁ πατὴρ τοῖς αἰτοῦσιν αὐτόν“, καιρὸν ἔχει | τοῦφ[υλ]ά?[ξαι α]ὐ?τ?[ά]. ἐ?[ὰ]ν δὲ τῶν ἀγαθῶν ἔρωτα λάβῃ, μι-
σεῖ τὰ κακὰ καὶ ἐκ|βάλ[λει αὐτά· ο]ὐ? γ?ὰ?ρ? οἷόν τέ ἐστινκαὶ ἀγαθὰ καὶ κακὰ ἅμα ἔχειν.
εἰ δὲ |π?ά?λ?ι?[ν λέγεται, ὅτι δεῖ] τὰ κακὰ φυλάττειν,
ἐκβάλλειν δὲ τὰ ἀγαθά, κα|τὰ κ?[υριολ]ε?ξ?[ία]ν? τ?[ο]ῦ?τ?ο?
ο?ὐ? λέγεται, ἀλλὰ καταχρηστικώτερον· φυλακτέον | [γὰ]ρ?τ?[ὰ ἀ]γ?[αθά· ἔχ]ε?[ις γοῦ]ν? τό· ”πάσῃ φυλακῇ τήρει σὴνκ[αρδίαν“.] |
<καιρὸς τοῦ ῥά[ψαι] καὶ καιρὸς τοῦ ῥῆ-ξαι.>
ἐν τῇ Διδαχῇ τῆς κ[ατη]χ?[ή]σεως | τῶν ἀποσ[τ]όλωνλέγεται· ”εἰρηνεύσεις μαχομένους“. ἰδοὺ ὁ ”κ[αιρὸ]ς |
τοῦ ῥάψαι“, το[ῦ] φίλους φίλοις ἀποδοῦναι, ἵν' ἐκ τῆς
ὁμονοίας ῥαφῇ ὁ τῆς σωτ?[ηρί]|ας χιθών. ”κ[αι]ρὸς τοῦ ἐκβαλεῖν“· ὅταν ὁ φίλος προθέμενος
εἰς ἁμαρτί[αν ᾖ,] | παραιτητέ[ο]ν? αὐτόν· λέγουσιν γοῦν·
”ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν“· κ?[αὶ] | πάλιν· ”διὸἐξέ[λ]θετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε“· ”ἐξ ἡμῶν
ᾖσαν, ἀλλ' οὐ[κ ἦ]|σαν ἐξ ἡμῶν“. καὶ μάλιστα ἐπὶ ἐκκλη-
σίας τὸ ῥῆξαι καὶ σχίσαι τοῦτο σημαίνει τὸ? | ἀπο?βαλεῖντοὺς βλάπτοντας αὐτήν. ὅταν οὖν ἐκ τοῦ ἐκβληθῆναι ἐπι-
τιμη[θέν]|τες καλοὶ καὶ ἀγαθοὶ γένωνται, λοιπὸν ῥάπτον-ται.
79
δυνατὸν δὲ καὶ οὕτω[ς]· | [ἐπεὶ] ἡ κακία τῶν ἐνερ-γούντων καὶ ἡ ἀσέβεια χιθὼν αὐτῶν λέγεται, καιρός? ἐστιν |
[τοῦ ῥῆ]ξαι τοῦτον τὸν χιθῶνα καὶ τὸν τῆς ἀρετῆς συνάψαικαὶ ἐνδύσασθαι ἐκεῖνον. |
<[καιρὸς] τοῦ σιγᾶν κ[αὶ] καιρὸς τοῦλαλεῖν.>
τοῦτο μὲν οὖν καὶ ἐκ τῆς ἐναργείας φανε|[ρόν] ἐστιν·ὅταν? τις βλάπτοντα λέγῃ, συμφέρει αὐτῷ σιγᾶν· ἔχεις
γάρ· ”〈χείλη〉“, φησίν, | [”ἄφρο]νος καταποντίσουσιν
αὐτόν“. ὅτ〈αν〉 τὰ προφερόμενα ἐκ τῶν χειλέων | [θα]νά-του ποιητικὰ ᾖ{ν} καὶ εἰς τὸν ᾅδην καὶ τὸν βυθὸν τῆς
κακίας ἄγοντα, | [”κα]ιρὸς τοῦ σιγᾶν“ ἐστιν, οὐ δεῖλέγειν ταῦτα.
”καιρὸς“ οὖν ”τοῦ λαλεῖν“, ὅταν ”δῷ θεὸς | [γλ]ῶσσαν〈π〉αι〈δ〉είας τοῦ γνῶναι, ἡνίκα δεῖ εἰπεῖν λόγον“, ὅταν
”ἐνβάλῃ εἰς τὸ {στο} | [στ]όμα“ τινὸς ”ᾆσμα καινόν,ὕμνον τοῦ θεοῦ“.
”καιρὸς“ οὖν ”τοῦ σιγᾶν“. καὶ τοῦ|[το] δέ· εἰ σοφί-αν τις ”λαλεῖ ἐν τοῖς τελείοις“ καὶ τοῦτο μόνον δύναται
καὶ οὐχ | [οἷ]ός τέ ἐστιν συνκαταβῆναι καὶ γάλα ποτίσαι
τοὺς νηπίους, ὅταν νήπιο[ι] | [ὦσι]ν μόνοι παρόντες,”καιρὸς τοῦ σιγᾶν“ ἐστιν, ὅταν δὲ τέλειοι{ς}, ”καιρὸς
τοῦ | [λα]λεῖν“ ἐστιν. καὶ ἐν τῇ Σοφίᾳ δὲ τοῦ Ἰησοῦ τοῦ Σιρὰχ τρόποι πολ-
λ[ο]ὶ τοῦ σι[γᾶν] | [καὶ] λ?αλεῖν λέγονται· ”ἔστιν σιω-
πῶν εὑρισκόμενος σοφός“· ὅταν γὰρ γν[ῷ], | [ὅτι ο]ὐ συμ-φέρει α?ὐ?τ?ῷ? λαλεῖν, ἀλλὰ μᾶλλον ἡσυχάζειν καὶ σιγᾶν, εὑ-
ρίσκεται σοφ[ὸ]ς | [κατ]ὰ τοῦτο, ὅτι οἶ?δ?ε?ν? πότε δεῖ σι-ωπᾶν καὶ πότε οὐ δεῖ· 〈καὶ ”ἔστιν σιωπῶν〉, οὐ γὰρ ἔχει
ἀπόκρισιν“. κ?[αὶ ο]ὗ?|[τος] κα?τά τι [σο]φ?[ός ἐ]στιν, ὅτιἐπίσταται ὅτι οὐκ ἔχει ἀπόκρισιν. 〈”καὶ ἔστιν σιωπῶν〉
[εἰδὼς και]|[ρόν“.] ο?ὗτος τέ?[λειός ἐστιν. ἐὰν δ]ὲ? λοι-
πὸν λέγῃ ὅτι· ”ἐπερώτησον !![!!] τ?ο?[ὺς] | [πατ]έρα?ς? κ?α?ὶ?[πρεσβυτέ]ρ?[ους] σου, καὶ ἀναγγελοῦσίν σοι“, ὅταν πρε-
σβύτερο[ι] καὶ | [πατέρες ἦ]σαν οἱ δυνάμενοι τοὺς υἱέ-
ας καὶ τοὺς μαθητὰς ὠφελε[ῖν], καιρὸν | [ἔχουσιν τ]οῦλαλεῖν. ἐπερ( )· πῶς τἆλλα κατ' ἀκολουθίαν ἔχει καὶ ὧδε πρῶ-τον [τ]ὸ σιγᾶν; |
[ἐνί]ο?τ?ε? οὐ κατὰ χρόνον τὰ πάντα λημπτέον, ἀλλὰ ὁτὲ
καὶ κατ' αἰτίαν. ὁ λαλῶν | [ὅτε] σοφοὺς ἔχει ἀκροατάς,
λαλεῖ τὴν σοφίαν ἐν τούτοις. ὅτε δὲ μὴ τοιοῦ|[τοι]διαμείνωσιν, καιρὸς τοῦ σιγᾶν.
καὶ τοῦτο δέ· ὁ θέλων καλῶς [δ]ιδάξαι σι|[γάτ]ω πρῶ-τον καὶ οὕτω μαθέτω ὃ δεῖ εἰπεῖν. ἀδύνατόν ἐστιν π?ρὸ
μαθή|[σεω]ς καλῶς παιδεῦσαι. ἀμέλει γοῦν καὶ οἱ Πυθα-
γόρειοι ταύτῃ τῇ γνώμῃ σι|[ωπ]ῶσιν, οἱ μὲν πέντε ἔτη,οἱ δὲ τρία, καὶ οὕτω παιδευθέντες περὶ τὸ? διδάσκειν |
80
ἔρχονται. τὸ πρῶτον οὖν καὶ τὸ πρότερον ὁτὲ μὲν κατὰ τὸν σκο-
πὸν λάμβανε, [ὁτὲ δὲ] | κατ〈ὰ τ〉ὸ πρᾶγμα. καὶ λέγω ἀπὸτῶν Περὶ ἑρμηνείας· περὶ ἐνεργείας κ[α]ὶ δυν[ά]μεω?[ς]
λ?έ?γ?ω?[ν] | λέγει ὅτι· τὰ ἀίδια, φησίν, τὰ ἀναγκαῖα, ἀί-
διον ἔχει τὴν ἐ[νέ]ρ?γ?ειαν· καὶ [ἄ]νευ | δυνάμεώς εἰσιναἱ ἐνέργειαι αὗται αἱ ἀΐδιοι, αἱ ἀναγκαῖαι· οὐχ ἡγεῖται
αὐ?[τ]ῶ?ν | δύναμις, ἀλλὰ ἀρχῆθεν ἐνέργειαί εἰσιν. καὶ
προτέρα ἐστὶν κατὰ τοῦτο ἡ ἐν[έρ]γεια, | τῇ τιμῇ προ-τέρα ἐστίν· οὐ γὰρ ἡ ἐνέργεια διὰ τὴν δύναμιν, ἀλλὰ ἡ
δύναμις διὰ τὴν | ἐνέργειαν· ἔνια γὰρ τῷ χρόνῳ προτέ-
ραν ἔχουσιν τὴν δύναμιν, ὑστέραν δὲ | τὴν ἐνέργειαν.
ἐπὶ δὲ τῶν ἀναγκαίων προηγουμένως καὶ πρώτη ἐστὶν | [ἡ]ἐνέργεια· αὕτη γάρ ἐστιν τὸ τέλος. ἐπὶ δὲ τῶν μετὰ δύ-
ναμιν ἐχόντων τὴν | ἐ[ν]έργειαν [χρόν]ῳ ἐσ[τ]ὶ?ν ἡ δύνα-
μις προτέρα καὶ ἡ ἐνέργεια ὑστέρα. κατά [τ]ι | ο?[ὖν] ἡἐν[έ]ρ?[γει]α? λέγ[ε]τ?αι προτέρα καὶ κατά τι ὑστέρα· καθ'
ὃ μὲν αὐτὴ αἰτί?[α] | [ἐστ]ὶν τῶν δυνάμεων—ἕνεκα γὰρ
τοῦ ὑπαρχθῆναι τὴν ἐνέργειαν ἡ | [δύ]ν?αμ[ίς ἐστιν]—,προτέρα 〈ἐστ〉ὶν ἡ ἐνέργεια, τῷ δὲ χρόνῳ ἡ δύναμις.
ἄλλαι δέ, | φ[ησ]ί?ν?, [δ]υν[άμεις εἰσὶ]ν μόνον εἰς? ἐν-
έργειαν οὐ μεταπίπτουσαι, ὅταν κω?|λ[ύωνται] κ?α?τ?ὰ? τὴνἐνέργειαν· οἷον ἡ παρθένος ἡ σπεύδουσα συναφθῆνα[ι] |
ἀν[δ]ρ?[ὶ] ἔχει δύναμιν τοῦ τεκνῶ[σα]ι?· μετ?ὰ? [τ]ὴ?[ν
!!!!! !!!!! !!!!! ! κα]|τ?' ἐνέργειαν? [μ]ήτηρ ἐστίν. ἡ
δὲ κ![!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!] | κατὰ δύναμίνἐστιν μήτηρ. |
<καιρὸς τοῦ φιλῆσαι καὶ καιρὸς τοῦ μι-σῆσαι.>
ἐὰν ἐναντίον? μι?[!!!!! !!!!!] | τῷ φιλῆσαι, ἀσυνύπαρ-κτά εἰσιν. καὶ λέγω πάλιν τὸν? [!]!!ν![!!!!! !!!!!] |
ὁμώνυμόν ἐστιν τὸ φιλεῖν· καὶ τῷ μὲν τὸ μισεῖν ἀντίκει-
ται, [τῷ δὲ οὔ. τὸ φι]|λεῖν ἄρα κατὰ διάνοιαν γίνεται
ὥσπερ καὶ τὸ μισεῖν. τῷ δὲ φ[ιλεῖν κα]|τὰ τὴν π[ρ]οσ-βολὴν τῶν χειλέων οὔκ ἐστιν ἐναντίον ὅ?λ?ω?ς? [τὸ] μ?[ισεῖν]!|
ὁμώνυμ[ο]ν τὸ φιλεῖν. ἀσυνύπαρκτα οὖν εἰσιν τὸ κατὰ δι-
άνοια[ν !!!!! !!] | καὶ διάθεσιν φιλεῖν τῷ μισεῖν κατὰδιάνοιαν καὶ διάθεσιν.
καὶ ἵν[α νῦν κυ]|ρίως λάβωμεν τὸ φιλεῖν καὶ τὸ μισεῖν
ὁ γνῶσιν ἔχων ἀρε?[τ]ῆ?ς? καὶ κ?[ακίας] | καὶ τἀγαθοῦ καὶτοῦ κακοῦ ἅμα μὲν ἔχει τὴν γνῶσιν, τὴν ἐνέργειαν δ?[ὲ]
81
οὐχ ἅ?[μα]. | ὅταν δὲ προσκλιθῇ τῷ κακῷ, οὐκέτι ἔχει ἐν-
έργειαν τοῦ ἀγαθοῦ, ἀλλὰ μόνον δύναμιν | καὶ ἔνπαλιν.οὕτως οὖν ἐάν τις τὰ ἄξια τοῦ φιλεῖσθαι φιλῇ τὰ λεγό-
μενα φιλητά, καιρ[ὸ]ν ἔχει τοῦ | φιλεῖν. οὐ ταὐτὸν οὖνἐστιν εἶναι φιλούμενον καὶ φιλητόν.
πρὸς ἀναγωγὴν δέ· ἑκάστῃ ψυχῇ | δύναται σύνζυγος εἶ-ναι καὶ ψεκτὸς καὶ ἐπαινετός, ὁ νυμφίος λόγος καὶ ὁ μοι-
χός, ὁ διάβο|λος. ὅταν τοίνυν ὁ διάβολος παρῇ, οὐ δοτέ-ον αὐτῷ τόπον, οὐκ εἰσακτέον α[ὐ]τόν, ὡς ὁ Ἰούδας |
πεποίηκεν· τοῦτον γὰρ δεῖ μισεῖν. ”καιρὸς“ δὲ ”τοῦ φι-
λῆσαι“, ὅταν ὁ ἀληθινὸς νυμφίος παρῇ. ἀξιά|γαστος δέἐστιν, ὥς τινα τῶν ἁγίων εἰπεῖν· ”ὁ ἐμὸς ἔρως ἐσταύρω-
ται“. ἐπιτεταμένος δὲ πόθος | ἐστὶν ὁ ἔρως. καὶ ἄλλως· προσταττόμεθα τοὺς ἐχθροὺς ἀγαπᾶν καὶ
τοὺς μισοῦντ[α]ς ἔχειν | οὕτως, ὥστε καὶ προσευ?χὴν πε-ρὶ αὐτῶν ἀναπέμπειν. ᾗ μὲν βουλόμε[θα αὐ]τοῖς ὠφελη|-
θῆναι καὶ ἑαυτοὺς ἀταράχους φυλάττε[ιν] ἀ?πὸ ἔχθρας,
ἀγαπῶμεν τοὺς ἐχθρούς· ᾗ? δ?ὲ οὐ μιμού|μεθα αὐτοὺς οὐδὲτὰ αὐτὰ [αὐ]τοῖς ἀποδεχ[όμ]εθα οὐδὲ σπεύδομεν ἐχθροὶ
εἶ[ν]αι, ὡ[ς ἐ]κεῖνοι | θέλουσιν, 〈μισοῦμεν αὐτούς〉. τὸ φιλεῖν δέ π?[οτε] οὐ? τὸ? ε?[!!!]ρ?ι?όν ἐστιν τῷ ἐρα-
σμίῳ, ἀλλὰ τὸ ἀπέχεσ?[θ]αι τού[του]. οὕτω γοῦν | καὶ ἐνεὐαγγελίῳ ἑπο[μ]ένων ὄχ[λω]ν τῷ σωτῆρι εἴρηται, ὅτι
στραφεὶς καὶ θεασάμ[ενο]ς? τοὺς | ὄχλους ἀκολουθοῦνταςλέγει· ”εἴ τι[ς θέ]λει ὀπίσω μου ἐλθεῖν καὶ 〈οὐ〉 μισεῖ
τὸν πατέρα ἑαυτοῦ“. ο?[ὐ λ]έγει ὅτι | ‘μίσει τὸ[ν] πατέ-ρα’ ὁ λέγων ὅτι· ”τίμα τ[ὸν π(ατέ)ρα] σου κ[α]ὶ τὴν μη-
τέρα, [ἵνα] εὖ σοι γένηται“, ἀλλ?ὰ τοῦτο λέγει· προ|κει-μένο?[υ τοῦ] ἀ?γ?[απᾶ]ν? ἢ? τὸν πατέρα [ἢ τὸν θ(εὸ)ν] δ?ιωγ-μοῦ ἐπικειμένου, ”καιρὸς τοῦ μισῆσαί“ ἐστιν πατέρα, |
ὅταν ἀποτρέπηται ἡμᾶς τοῦ Χριστιανίσαι. ὅταν δὲ ἐκτρέ-
φῃ ὡς δίκαιος—”καλῶς“ γὰρ ”ἐκτρέ|φει πατὴρ δίκαιος“—,”καιρὸς τοῦ φιλῆσαί“ ἐστιν. τοῦτο αὐτὸ καὶ περὶ μητρὸς
καὶ ἀδελφῶν καὶ φίλων | ἐκλαβεῖν δεῖ. |
<καιρὸς…
The complete text is available when the reading interface loads.