Commentarii in Psalmos 36.15
- Edition reference
- Commentarii in Psalmos 36.15–19, ed. M. Gronewald, "Didymos der Blinde, Psalmenkommentar (Nachtrag der Seiten 248/49 des Tura-Papyrus)," Zeitschrift für Papyrologie und Epigraphik 46 (1982) 98–110.
- CTS identifier
urn:cts:greekLit:tlg2102.tlg049.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
248
τοιοῦτό[ν τι] γοῦν καὶ ἐν Ἰσαίᾳ γέγραπται· “[ἡ] θλῖψις ὑμῶν
πόρρωθεν ἥξει”. ἀλλοτρία ἐστὶν ἡ θλῖψις, ἔξωθέν ἐστιν ἐπιγινο-μένη. ἡ δὲ “βασιλεία τοῦ θ(εο)ῦ ἐντός” ἐστιν τῆς κα?ρδίας τῶν ἐ-χόντων αὐτήν. 36,16 <κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ
πλοῦτον ἁμαρτωλῶν πολύν.> ἐν τοῖς ἀνωτέρω εἰς τό· “[μὴ παρ]αζήλου ἐν πονηρευομένοις μη-
δὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν”, καὶ εἰς τό· “μὴ πα[ρα-ζή]λου ὥστε πονηρεύεσθαι”, ἐλέγομεν· [ἐὰ]ν ἴδῃς τινὰ ἔχοντα τὰ σω-
ματικὰ ἀγαθὰ καὶ τὰ ἐκτός, “μὴ παραζήλου” τοῦ μιμεῖσθαι ἐκεῖ-ν?[ον εἰ]δὼς ὅτι οὔκ εἰσιν παράμον[α· ὁ γὰρ] ἀποβαλὼν σῶμα οὐκ ἔχει
τὰ σώματος ἀγαθά—ὑγίεια δὲ καὶ ἰσχὺς {καὶ πλοῦτος} σώματος ἀγα-[θά εἰ]σιν—, ὁ ἔξω τοῦ βίου τού〈του〉 γενόμενος τὰ? ἐκτὸς ἀγαθὰ οὐκ
ἔχει ἔτι, πλοῦτον, ἀξίωμα, ἀρχήν, δοξάριον. μόνα τὰ ψυχῆς ἀγαθὰπαράμονά ἐστιν. εἰ μὴ ὁ ἔχων αὐτὰ ἐκβάλλει, οὐδεὶς αἴρει αὐτὰ ἀπ'αὐτοῦ.
τοῦτο οὖν λέγει· κἂν πολλὰ ἔχῃ ὁ ἁμαρτωλός, ὀλίγον δὲ ὁ δί-καιος, τὸ πρὸς τὴν διοίκησιν ἀρκοῦν, κρεῖ[σσό]ν ἐστιν τοῦτο.
δυνατὸν δὲ καὶ τοῦτο ὅτι· κἂν ὀλίγην τινὰ ἀρετὴν ἔχῃ τις ἐνεἰσαγωγῇ αὐτῆς τυγχάνων, κρείττω ἐστὶν τοῦ πλού[του] οὗ ἔχουσιν οἱἁμαρτωλοί.
πάλιν καὶ οὕτως· εἰσίν τινες τὴν ἐκκλησιαστικὴν γνώμην μετι-όντες οὐ πλουσίως, οὐχ ἁβρ[ῶς, ἀλ]λ' ἐν εἰσαγωγῇ αὐτῆς ὄντες μό-
νον. κἂν πλουτοῦσιν οὖν οἱ ἑτερόδοξοι καὶ δοκῶσιν ἰσχυροὶ τῷλόγῳ εἶναι καὶ ταῖς ἐπιχε[ιρήσ]εσιν ἱκανοὶ καὶ πρὸς τὸ σοφίσασθαι
καὶ ἐριστικοὺς λόγους κατασκευάσαι, ἀλλ' ὁ πλοῦτ〈ος〉 ἐκείνων θᾶτ-τον ἀποπίπτε, μ[έ]χ[ρι] τ?οῦ παρόντος ζῆν ἔχει τὴν ἐπαγγελίαν· τὸ
γὰρ ὀλίγον, ὃ κέκτηται ὁ δίκαιος, παραμένει αὐτῷ, συναπέρχεταιαὐτῷ, οὐδέποτε [ἐ]κτὸς αὐτοῦ γίνεται, ἀλλὰ μᾶλλον προσθήκην λήμ-
ψεται τοῦτο. ἀλλ' ἐπεὶ “οὐκ ὠφελήσουσιν θησαυροὶ ἀνόμους, δι-καιοσύνη δὲ ῥύσε[τ]αι ἐκ θανάτου”, κἂν ὀλίγον ἔχῃ δικαιοσύνης ὁ
σπουδαῖος, πολὺ ἔχει· εἰ γὰρ “ὑπὲρ πλοῦτον ἁμαρτωλῶν” ἐστιν,οὔκ ἐστιν ὀλίγον, ὡς δὲ πρὸς τὸ τέλειον τοῦ σπουδαζομένου τῷ δι-
καίῳ ὀλίγον ἐστίν, καὶ ὑπεραίρει τὸν πλοῦτον τῶν ἁμαρτωλῶν. 36,17 <ὅτι βραχίονες ἁμαρτωλῶν συντριβή-σονται, ὑποστηρίζει δὲ τοὺς δικαίους ὁκ(ύριο)ς.>
κἂν τοίνυν πολὺν πλοῦτον ἔχωσιν, οἱ βραχίονες αὐτῶν συντρί-βονται, αἱ πράξεις καὶ αἱ πρακτικὰ δυνάμεις. καὶ ὅτι οὐ περὶ
αἰσθητῶν ὁ λόγος, οὐχ ὁρῶμεν ἐκ παντὸς τρόπου τοὺς [ἁ]μαρτωλοὺς
συντριβὴν βραχιόνων ὑφισταμένους οὐδὲ ἐκτὸς ταύτης μένονταςτοὺς σπουδαίους. ὑποστηρίζει οὖν ὥ[στ]ε μηδὲ συντριβὴν παθεῖν μηδὲ ἄλλο τι τῶν
κακούντων. καὶ ὁ ἅγιος δὲ λέγει· “καὶ ἐγένετο κ(ύριο)ς ἀντιστή-ριγμά μου”, καὶ π[άλ]ιν ἐν τῷ ᾄσματι τῶν ὁρᾶται “ἡ ἀνα-
βαίνουσα λελευκατισμένη” νύμφη “ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφι-[δὸν] αὐτῆς”. τὸ ὑποστηριχθῆναι καὶ ἐπιστηριχθῆναι ταὐτόν ἐστιν.
36,18a <γιγνώσκει κ(ύριο)ς τὰς ὁδοὺς τῶνἀμώμων.> γιγνώσκει ὁ θ(εὸ)ς τὰ καλά, ἀγνοεῖ δὲ τὰ κακά. τὸ γιγνώσκειν
καὶ ἀγνοεῖν ἐνταῦθα οὐκ ἀντὶ τοῦ ἐπίστασθαι καὶ μή· οὐ μόνονγὰρ τῶν ἀμώμων τὰς ὁδοὺς γιγνώσκει ὁ θ(εό)ς, ἀλλὰ καὶ τὰς τῶν
ἄλλων. λέγει γοῦν· “τὰς ὁδοὺς αὐ[τῶν δέ]δωκα εἰς κεφαλὰς αὐτῶν”.εἰ ἠγνόει αὐτῶν τὰς ὁδούς, οὐκ ἐδίδει αὐτὰς εἰς κεφαλὰς αὐτῶν,
τουτέστιν οὐκ ἀνταπεδίδου αὐτοῖς [αὐτά]ς?. τὸ πειραθῆναι οὖν ὧ-δε σημαίνει τὸ γιγνώσκειν, ὥσπερ καὶ ἐν τῷ Ἐκκλησιαστῇ· “ὁ φυ-
λάσσων ἐντολὴν οὐ γνώσεται ῥῆμα πονηρόν”. καὶ τίνα μᾶλλον δεῖ
εἰδέναι τὸ ῥῆμα τὸ πονηρὸν ἢ τὸν γιγνώσκοντα τὴν ἐντολήν; μὴἀγαθὸν ῥῆμα θ(εο)ῦ; τοῦτο οὖν λέγει· ὁ φυλάσσων ἐντολὴν οὐ πειρα-
θήσεται πονηροῦ ῥήματος. οὕτως ἀκουστέον καὶ τοῦ· “ἔγνω κ(ύριο)ςτοὺς ὄντας αὐτοῦ”. “ἀλλὰ τότε μὲν οὐκ εἰδότες θ(εὸ)ν ἐδουλεύετετοῖς φύσει μὴ οὖσιν θεοῖς, [ν]ῦν δὲ γνόντες θ(εό)ν, μᾶλλον δὲ
γνωσθέντες ὑπὸ θ(εο)ῦ”. τὸν ἄρα γιγνώσκοντα ἑαυτὸν ὁ θ(εὸ)ς γι-γνώσκει.
ἄμωμος γοῦν ἐστιν ὁ πάντῃ ἀναμάρτητος. μῶμος δὲ ἡ κακία. ἀ-μέλει γοῦν τῇ “μὴ ἐχούσῃ σπίλον ἢ ῥυτίδα” νύμφῃ ἑαυτοῦ ὁ θ(εὸ)ς
λόγος λέγει· “ὅλη καλὴ ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί”. 36,18b <καὶ ἡ κληρονομία αὐτῶν εἰς τὸναἰῶνα ἔσται.>
τῶν ἀμώμων δηλονότι· οὐ γὰρ προσκαίρων ἐφίενται· εἰ γὰρ δί-καιοί εἰσιν καὶ ἄμω[μοι], ἔ[ξ]ω γέγοναν τῆς προσκαίρου ἀπολαύσεως
τῆς ἁμαρτίας “οὐ σκοποῦντες ἔτι τὰ βλεπόμενα ὄντα πρόσκαιραἀλλ[ὰ τὰ μ]ὴ βλεπόμενα τυγχάνοντα αἰώνια”.
“ἡ κληρονομία” οὖν “αὐτῶν εἰς τὸν αἰῶνα ἔσται”. ἐλέχθηδὲ ἄνω, ὅτι “οἱ πραεῖς κληρονομοῦσιν τὴν γῆν”. “οἱ” γὰρ “ὑπο-
μένοντες τὸν κ(ύριο)ν αὐτοὶ κληρονομήσουσιν τὴν γῆν”. αὕτη ἐστὶνἡ εἰς τὸν αἰῶνα ἐσομένη κληρονομία· εἰ μὴ ἑαυτῷ τις αὐτὴν ἀποβά-λῃ, οὐδεὶς δύναται ἆραι αὐτὴν ἀπ' αὐτοῦ.
249
τινὲς βούλονται ἐκ τούτου κατασκευάζειν δῆθεν ἀμετάπτωτον εἶ-[ναι τ]ὴν ἀρετήν. καὶ Ἄρειος ὅτε ἤμελλεν τοῦ σχίσματος τούτου ἀ-
πὸ τοῦ φρονήματος ἄρχεσθαι, τοιαῦτα προκατεσκεύαζεν ἔτι ἔσω ὢν
ἐν τῇ ἐκκλησίᾳ καὶ ἔλεγεν τὴν ἀρετὴν ἀμετάπτωτον εὖναι. ἐχρᾶτοδὲ ἐκείνοις τοῖς ῥητοῖς· ‘“ἡ ἀγάπη οὐδέποτε πίπτε”, ἀμετάπτω-τό[ς] ἐστιν ἡ ἀγάπη’. τοῦτο δὲ κ[ατ]εσκεύαζεν, ἐπεὶ ἤμελλεν λέγειν
τρεπτὸν εἶναι τὸν υ(ἱό)ν. καὶ ἔλεγεν· ‘διὰ τοῦτο οὐ μεταπίπτε, ἐ-πεὶ σκεπ[άζ]εται ὑπὸ τῆς τοῦ θ(εο)ῦ χειρός. οὐκ αὐτὸς ἀμετάπτωτός
ἐστιν, ἀλλ' ἡ φρουρὰ οὐ διαπίπτει’. καὶ ὅσους ἐὰν ἐνηνόχεις τε-λείους ἄνδρας, ἔλεγ[εν ἀ]εί· ‘οὐκ ἦν τέλειος’, οἷον· ‘ὁ Δα(υὶ)δ
οὐκ ἦν τέλειος, ὁ διάβολος οὐκ ἦν τέλειος’. καὶ συνῆγεν αὐτοῖςὁ λόγος μηδένα τέλειον εἰπεῖν. ηδε[!!!] “κ[αὶ] οὐδεὶς ἁρπάζει ἐκ τῆς χειρὸς τ[οῦ π(ατ)ρ(ό)ς]”.
ἀδύνατον δὲ τὸν φρουρούμενον ὑπὸ θ(εο)ῦ ἁρπαγῆναι ὑπό τινος, ἀλ-λὰ πείσεται τοῦτο, [ἐ]ὰν [α]ὐτὸς ἔξω τῆς χειρὸς γένηται. [οἷον ὁ
Ἰο]ύδας ὅταν ἐξῆλθεν ἀπὸ τοῦ Ἰ(ησο)ῦ, ἔξω τῆς χειρὸς γέγονενκαὶ οὕτως ἡρπάγη. ἐλέχ[θ]η δὲ καὶ τοῦτο ἑτέρῳ παραδείγματι ὅτι· τὰ ὑ[ψι]πετῆ πε-
τεινὰ οὐ δύναται ἰξευθῆναι· ὅταν δὲ διά τινα λιχνότητα περὶ τὰκάτω κ[ατ]έλθωσιν, τότε δύνανται εὐχείριστα εἶναι. οὕτω ὁ ὑπὸ τὴν
χεῖρα τοῦ θ(εο)ῦ ὢν οὐ δύναται ἁρπαγῆναι· ὁ δὲ ἔξω γινόμενος αὐ-τῆς ἁρπά[ζ]εται. “αὐτοί”, φησίν, “ἐκ τῆς χειρός σου ἀπώσθησαν”.
πότε δὲ τοῦτο ὑπῆρκται; ὅτε ἀνήκοοι γέγοναν τοῦ θ(εο)ῦ· “ἀπώσε-ται” γὰρ “[αὐτο]ὺς ὁ θ(εό)ς, ὅτι οὐκ εἰσήκουσαν αὐτοῦ”.
36,19 <οὐ καταισχυνθήσονται ἐν καιρῷ πο-νηρῷ καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται.>
οἱ ἄμωμοι ἐν ὁδῷ, ὧν ὁ θ(εὸ)ς γιγνώσκει τὰς ὁδούς, “οὐ κατ-αισχύνονται ἐν καιρῷ πονηρῷ”, [το]υτέστιν ἐν θλιβηρῷ· πολλάκις
γὰρ ἐν τοῖς θλιβηροῖς καιροῖς πολλοὶ αἰσχύνην ὀφλισκάνουσιν,ὡς ἂν ἐν μαρτυρίῳ τινὲς θύσωσιν. πονηρός ἐστιν ὁ καιρὸς τῷ πόνους
ἐνποιεῖν· οὐ γὰρ ὧδε τὸ ἐναντίον τῷ ἀγαθῷ δηλοῦται διὰ τοῦ πο-νηροῦ, ἀλλὰ τὸ ἐπίπονον, τὸ ἐπιβλαβές.
“ἐν καιρῷ” οὖν “πονηρῷ οὐ καταισχύνονται” οἱ ἄμωμοι ἐν ταῖςὁδοῖς ἑαυτῶν. ἐάν τις θλίψεως καταλαβούσης ἀγεννῶς διατεθεὶς ἐλεγχθῇ,
καταισχύνθη ἐν καιρῷ πονηρῷ. γέγονεν πονηρὸς καιρὸς κατὰ Σωσάννης·
ἐπιβουλὴ γὰρ ἦν εἰς θάνατον ἐπιφέρουσα, καὶ οὐ καταισχύνθη· ἀνε-δείχθη γὰρ αὐτῆς ἡ ἀρετή, ἡ σωφροσύνη αὐτῆς πεφανέρωται. γίνεται
δὲ ὁ καιρὸς πονηρὸς ἐκ τῶν πραττομένων· τοῦτο γὰρ ὁ θεσπέσιοςἀπόστολος γράφει λέγων· “ἐνστήσονται καιροὶ χαλεποί· ἔσονται γὰροἱ ἄν(θρωπ)οι φίλαυτοι”.
“καὶ ἐν ἡμέραις λιμοῦ [χορ]τασθήσονται”. καὶ ἐπ' ἱστορίαςπολλάκις τοῦτο συνέβη· κατέλαβεν λιμὸς ὅλον τὸ Ἑβραίων ἔθνος ἐν
τῇ ἐρήμῳ, καὶ ὁ θ(εὸ)ς οὐρα[νίου]ς? ἄρτους ἔβρεξεν αὐτοῖς καὶ κρέας·“τὸ πρωϊνὸν ἄρτους καὶ ἑσπέραν κρέας”. καίτοι κατὰ τὴν ἱστορίαν
ταῦτα οὐ [γέγον]εν· μάννα γὰρ ἦν τὸ ῥέον καὶ πρωῒ καὶ ἑσπέρας·ἀλλ' αὐτὸ τὸ μάν[ν]α τροφὴ ἦν μετακιρνωμένη πρὸς τὴν ἐπιθυμίαν
τοῦ ἐσθίοντος. πολλάκις δὲ πᾶσαν τροφὴν ‘ἄρτον’ ὀνομάζει, ὡς ὅ-τ[α]ν περὶ Μωσέως λέγηται, ὅτι ὅλας “τεσσαράκοντα ἡμέρας ἄρτον
οὐκ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν”. οὐ τοῦτο λέγει, ὅτι ἄρτον μὲν
οὐκ ἤσθιεν τὸν συνήθως τρέφοντα, ἄλλα δέ τινα ἤσθιεν—οὐδὲ γὰρἤσθιεν ἄλλο τι—, ἀλλὰ πᾶσαν ξηρὰν τροφὴν διὰ τοῦ ἄρτου σημαίνει
καὶ τὴν ὑγρὰν διὰ [τοῦ ὕδατ]ος. οὕτω καὶ ὁ σωτὴρ ἐν τῇ ἐρήμῳτεσσεράκοντα ἡμέρας καὶ τεσσεράκοντα νύκτας οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.
Ἠλίας καταλαβούσης λ[ιμοῦ ἐ]τράφη θ(εο)ῦ διὰ κοράκων πέμποντοςαὐτῷ τὸ πρωῒ ἄρτους καὶ τὸ ἑσπέραν κρέα. καὶ ὅλως ὁ δίκαιος ἀεὶ ἔχει τρέφοντα θ(εό)ν· “ὁ θ(εὸ)ς ὁ τρέφων
με ἐκ νεότητός μου”. καὶ πρὸς ἀναγωγὴν δὲ ῥητέον· πολλάκις λόγου σωτηριώδους σπάνις
καταλαμβάνει ἢ μὴ εἶναι τὸν ἄρτον τὸν τρέφοντα τὴν ψυχήν. κατὰἀπειλὴν δὲ ὁ θ(εὸ)ς ἐπαγγέλλεται λιμὸν ἐπάξειν, “οὐ λιμὸν ἄρτου
οὐδὲ δίψαν ὕδατος. ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κ(υρίο)υ”. ὅτανλιμὸς ἐπαχθῇ τῷ ἄρτον μὴ εἶναι καὶ ὕδωρ μὴ εἶναι, ὁ σοφὸς ἔχει ἄρ-
τους ἐν ἑαυτῷ· ἐντολὴν γὰρ ἔχει “διανοῖξαι τοὺς ὀφθαλμοὺς καὶπληρωθήσεσθαι ἄρτου”. οὐ πάντως δὲ ὁ τούτους τοὺς αἰσθητοὺς ὀφθαλ-
μοὺς διανοίξας πληροῦται ἄρτων, ἀλλ' ὁ τὸ ὄμμα τῆς ψυχῆς διανοίξας.
ὅταν τις “ἑαυτῷ φωτίσῃ φῶς γνώσεως”, ἔχει τοὺς ὀφθαλμοὺς διην-οιγμένους· “οὐ λιμοκτονήσει” γὰρ “κ(ύριο)ς ψυχὴν δικ[αίου]”. λέ-
γονται δὲ αἱ λέξεις αὗται ἀμφότεραι παροιμιωδῶς, ὅθεν οὐ περὶαἰσθητοῦ ἄρτου λέγει ταῦτα, ἀλλὰ περὶ τοῦ κατὰ πν(εῦμ)α κ[αὶ τὴ]ν
ψυχήν. ὁ δίκαιος οὖν ἔχων ἐν ἑαυτῷ τὸν “ἄρτον τῆς ζωῆς” καὶ“πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον” οὐ λιμώττει· ὥσπερ γάρ
τις λαμβάνει “πηγὴν” ἔχειν “ἐν ἑαυτῷ ὕδατος ἁλλομένου εἰς ζω-
ὴν αἰώνιον”, οὕτω διανοίξας τοὺς ὀφθαλμοὺς αὐτοῦ πληροῦται ἄρτων