Epistula magna
- Edition reference
- Epistula magna, ed. W. Jaeger, Two rediscovered works of ancient Christian literature: Gregory of Nyssa and Macarius, Leiden: Brill, 1954: 233–301.
- CTS identifier
urn:cts:greekLit:tlg2109.tlg005.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
235
ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν πνεύματι ἁγίῳ
καὶ ἐν πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε· καὶ πάλιν Ὁλόκλη-
ρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως
τηρηθείη ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·
236
οὗ τὸν ἀρραβῶνα τῆς ἀρρήτου εὐεργεσίας ἐπὶ τοῦ ἁγίου τῆς
μακαρίας τριάδος βαπτίσματος οἱ πιστεύσαντες ἐδεξάμεθα,
εἰς αὔξησιν καὶ προκοπὴν τῆς τελείας κληρονομίας καὶ εἰς
πολλαπλασιασμὸν τοῦ ταλάντου τοῦτο τὸ μέγα καὶ ἄχραντον
μυστήριον πιστευθέντες.
Τὸ γὰρ θεῖον καὶ παράκλητον πνεῦμα τὸ δοθὲν τοῖς
ἀποστόλοις καὶ δι' αὐτῶν τῇ μόνῃ καὶ ἀληθινῇ ἐκκλησίᾳ τοῦ
θεοῦ διακονηθὲν ἀπὸ τῆς τοῦ βαπτίσματος ὥρας κατὰ
ἀναλογίαν τῆς πίστεως διαφόρως καὶ πολυτρόπως σύνεστιν
ἑκάστῳ τῷ ἐκ πίστεως εἰλικρινοῦς τῷ βαπτίσματι προσελ-
θόντι· εἰς πολλαπλασιασμὸν μέντοι καὶ ἐπεργασίαν καὶ
αὔξησιν λαμβάνει ἕκαστος τὴν μνᾶν, ὡς ἐν τῷ εὐαγγελίῳ
εἴρηται. ὥσπερ γὰρ τὸ γεννώμενον ἐν τῷ αἰῶνι τούτῳ βρέφος
οὐκ εἰς τὴν νηπιώδη ἡλικίαν ἕστηκε πάντοτε, ἀλλ' ὁσημέραι
τὴν αὔξησιν λαμβάνει ἀνάγκης τινὸς ἀκολουθίᾳ κατὰ τοὺς
ἀρρήτους τῆς φύσεως νόμους, ἕως ἂν εἰς ἄνδρα τέλειον καὶ
εἰς συμπλήρωσιν τῶν λογικῶν ἐννοιῶν φθάσῃ, τὸν αὐτὸν
τρόπον καὶ ὁ γεννώμενος ἄνωθεν ἐξ ὕδατος καὶ πνεύματος
οὐκ εἰς τὴν νηπιώδη τῆς πνευματικῆς ἡλικίας ἕξιν ἵστασθαι
ὀφείλει, ἀλλ' ὁσημέραι ἀγῶνι καὶ πόνῳ καὶ ὑπομονῇ πολλῇ
χρώμενον διὰ τὴν πρὸς τὸν ἀνταγωνιστὴν πάλην προκόπ-
τειν αὐτὸν καὶ αὔξειν δεῖ εἰς τὴν τῆς πνευματικῆς ἡλικίας
συμπλήρωσιν κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ ἀποστόλου· Μέχρι
καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ
τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ εἰς ἄνδρα τέλειον, εἰς
237
μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἵνα μηκέτι
ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ
τῆς διδασκαλίας ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς
πλάνης, ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ
πάντα ὅς ἐστι Χριστός· καὶ πάλιν ἀλλαχοῦ λέγει ὁ αὐτός·
Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε
τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ
θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον, εἰς
τὸ τέλειον τοῦ θεοῦ θέλημα φθάνειν φάσκων τοὺς εἰς μέτρον
ἡλικίας καὶ λογικῆς συμπληρώσεως τοῦ πνεύματος ἐλθόντας.
ἀλλ' ἐπὶ τῆς σωματικῆς γεννήσεως ἀνάγκης τινὸς ἀκολουθίᾳ
καὶ φύσεως νόμῳ ἐπὶ τὴν ἀνδρικὴν ἡλικίαν τὸ γεννώμενον
παιδίον φθάνει, οὕτω τῆς προνοίας ἀνάγκης ὅρῳ καὶ οὐ προ-
αιρέσει θελήματος διαταξαμένης τὴν σωματικὴν ἡλικίαν
συμπληροῦσθαι. ἐπὶ δὲ τῆς ἄνωθεν 〈ἐκ〉 τοῦ πνεύματος
γεννήσεως οὐ ταύτην ὥρισε τὴν ἀκολουθίαν, ἀλλὰ πόνον καὶ
ἀγῶνα καὶ δρόμον μετὰ ὑπομονῆς πολλῆς τῇ αὐτεξουσίῳ
προαιρέσει τοῦ ἀνθρώπου ἔθετο κατὰ τὸ ὑπὸ τοῦ κυρίου
εἰρημένον· Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας·
καὶ πάλιν· Βιάζεσθε, βιασταὶ γὰρ ἁρπάζουσι τὴν βασιλείαν
τῶν οὐρανῶν, καὶ Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται·
καὶ Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν· καὶ
ὁ ἀπόστολος Δι' ὑπομονῆς τρέχομεν τὸν προκείμενον ἡμῖν
ἀγῶνα· καὶ Οὕτως, φησί, τρέχετε, ἵνα καταλάβητε· καὶ
πάλιν Ὡς θεοῦ διάκονοι ἐν ὑπομονῇ πολλῇ καὶ τὰ ἑξῆς.
238
Οὕτως δὲ ᾠκονόμησεν ἡ θεία χάρις, ἵνα ἰδίᾳ γνώμῃ καὶ
ἰδίῳ θελήματι καὶ πόνῳ καὶ ἀγῶνι τὴν νοητὴν αὔξησιν ἕκαστος
προσλαμβάνῃ, καθ' ὅσον πιστεύει καὶ καθ' ὅσον ἀγωνίζεται·
καὶ καθ' ὅσον ἀγαπᾷ καὶ καθ' ὅσον ἀγῶνι σωματικῷ καὶ
ψυχικῷ εἰς πᾶσαν τὴν τῶν ἐντολῶν εὐαρέστησιν ἑαυτὸν ἐκ-
δίδωσι, τοσοῦτον καὶ τὴν μετουσίαν τοῦ πνεύματος εἰς τὴν
πνευματικὴν αὔξησιν τῆς ἀνακαινώσεως τοῦ νοὸς προσκτᾶται,
χάριτι μὲν καὶ δωρεᾷ θείᾳ τὴν σωτηρίαν κομιζόμενος,
πίστει δὲ καὶ ἀγάπῃ καὶ ἀγῶνι αὐτεξουσίου προαιρέσεως τὴν
προκοπὴν καὶ αὔξησιν ἐπὶ τὸ τέλειον μέτρον τῆς πνευματικῆς
ἡλικίας δεχόμενος, ἵν' ὥσπερ χάριτι, οὕτω καὶ δικαιοσύνῃ
τῆς αἰωνίου ζωῆς ἔσται κληρονόμος, οὔτε τὸ ὅλον διὰ τῆς
θείας δυνάμεως καὶ χάριτος ἄνευ τῆς τοῦ ἀνθρώπου συνεργίας
καὶ σπουδῆς τὴν αὔξησιν τῆς προκοπῆς λαμβάνων, οὔτε τὸ
ὅλον διὰ τῆς ἰδίας δυνάμεως καὶ σπουδῆς καὶ ἰσχύος ἄνευ
τῆς συνεργίας καὶ βοηθείας τοῦ ἁγίου πνεύματος εἰς τὸ
τέλειον τοῦ θεοῦ θέλημα καὶ τὸ τῆς ἐλευθερίας καὶ καθαρό-
τητος μέτρον φθάσαι δυνάμενος. Ἐὰν γὰρ μὴ κύριος οἰκοδο-
μήσῃ οἶκον καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ
φυλάσσων καὶ κοπιῶν καὶ οἰκοδομῶν· καὶ πάλιν· Οὐ γὰρ
ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν καὶ ὁ βραχίων
αὐτῶν οὐκ ἔσωσεν αὐτούς, καίπερ ῥομφαίαις καὶ βραχίοσι
239
πολεμούντων, ἀλλ' ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ
φωτισμὸς τοῦ προσώπου σου, ἃ τὴν τοῦ θεοῦ δύναμιν τῷ
ἰδίῳ αὐτῶν ἀγῶνι συνεργοῦσαν δηλοῖ· ἅμα δὲ καὶ τὴν
οἴησιν τῶν δι' ὀλίγας ἀρετὰς ἐφ' ἑαυτοῖς φρονούντων ἐκκόπ-
των, πίστει δὲ καὶ ἀγάπῃ διὰ χάριτος τὴν ζωὴν γίνεσθαι
τοῖς ἐλπίζουσιν ἐδίδαξεν ὁ προφήτης.
Τί τοίνυν ἐστὶ τὸ θέλημα τοῦ θεοῦ, εἰς ὃ προτρέπεται
ἕκαστον παρακαλῶν ὁ ἀπόστολος σπεύδειν φθάσαι; ἢ ἄρα,
περὶ ὧν ὁ κύριος εἴρηκε μακαρίζων αὐτοὺς Μακάριοι οἱ
καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται· καὶ πάλιν·
Γίνεσθε οὖν ὑμεῖς τέλειοι, ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος
τέλειός ἐστι. τὴν παντελῆ τῆς ἁμαρτίας κάθαρσιν διὰ τούτων
ἐπαγγέλλεται, ὅ ἐστιν ἡ παντελὴς τῶν τῆς ἀτιμίας παθῶν
ἀπαλλαγή, καὶ τὴν τελείαν τῆς ἄκρας ἀρετῆς ἀνάληψιν, ὅ
ἐστι καθαρισμὸς καὶ ἁγιασμὸς τῆς καρδίας διὰ τῆς μετουσίας
τοῦ τελείου καὶ θεϊκοῦ πνεύματος, ἐν πληροφορίᾳ γινομένης
τῆς μετὰ πίστεως καὶ ἀγάπης ἐπιδιδούσης τῷ θεῷ ὅλην ἐξ
ὅλου ἑαυτὴν ψυχῆς. καθὼς καὶ διὰ τοῦ Δαβὶδ τὸν τέλειον
τῆς ἀληθείας σκοπὸν ὑποδεικνύον τὸ πνεῦμα καὶ διδάσκον
τοῦτον παρὰ τοῦ θεοῦ ἐπιζητεῖν καὶ πιστεύειν τοὺς ἐπιθυ-
μοῦντας υἱοὺς φωτὸς ἀναδειχθῆναι καὶ τῆς ζωῆς κληρονόμους
γενέσθαι φησί· Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς
240
δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ· αἰσχύνην καὶ ἀτι-
μίαν φέρειν ἐσήμανε τοὺς ἄμωμον τὴν καρδίαν ἀπὸ παντὸς
σπίλου καὶ ῥύπου μηδέπω κεκτημένους· πάλιν γάρ φησι
Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς
ἐντολάς σου· πασῶν τῶν ἐντολῶν συμπλήρωσιν καὶ παντὸς
παραπτώματος ἀναχώρησιν τελείαν παρρησίαν ἐπὶ θεὸν
κεκτῆσθαι ἐδίδαξε τὸ πνεῦμα τὸ ἅγιον. καὶ πάλιν· Καρδίαν
καθαράν, εὐχόμενος ὁ προφήτης ἔλεγε, κτίσον ἐν ἐμοὶ ὁ
θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου καὶ
πνεύματι, φησίν, ἡγεμονικῷ στήριξόν με, 〈ὃ〉 τὸν αὐτὸν σκοπὸν
παρίστησιν. ἀντερωτῶντος δὲ πάλιν Τίς ἀναβήσεται εἰς τὸ
ὄρος τοῦ κυρίου ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ, ἐπάγει
τίνες εἰσὶ καὶ ποταποὶ οὗτοι· Ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ
καρδίᾳ· ὥστε τὴν διὰ πράξεως καὶ λόγου καὶ διανοίας
ἐπιτελουμένην ἁμαρτίαν παντελῶς ἐκκοπῆναι ἐξ ἡμῶν διὰ
τῆς ἰδίας ἐνεργείας τὸ πνεῦμα ἐμήνυσε καὶ σπουδάζειν
εὐχομένους καὶ διὰ πίστεως ἐλπίζοντας ὁσημέραι φθάσαι
εἰς τὴν τελείαν τοῦ θεοῦ καθαρότητα.
Ὁ γὰρ ἀπόστολος διαρρήδην διδάσκων, ὁποῖαι αἱ ψυχαὶ
εἶναι ὀφείλουσιν αἱ γάμου μὲν σαρκὸς καὶ δεσμῶν κόσμου
ἀναχωρήσασαι, παρθενίαν δὲ ἐξασκεῖν ἐπιθυμοῦσαι, φησίν·
Ἡ παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία οὐ σώματι
μόνον, ἀλλὰ καὶ πνεύματι, πρακτικῶν τε καὶ λογιστικῶν,
241
τουτέστι φανερῶν τε καὶ κρυπτῶν, ἁμαρτημάτων ἐκτὸς
εἶναι αὐτὴν παραγγέλλων, [ὡς] ἅτε δὴ νύμφην Χριστοῦ
ἐπουρανίῳ βασιλεῖ καθαρῷ τε καὶ ἀμιάντῳ συναφθῆναι
ἐπιποθοῦσαν. ἐξομοιοῦσθαι γὰρ ἐκείνῳ τῷ ἀμώμῳ καὶ
ἀχράντῳ κάλλει χρὴ τὴν ἐπιποθοῦσαν αὐτῷ συναφθῆναι
ψυχὴν καὶ εἰς ἓν πνεῦμα ἐπιθυμοῦσαν μετ' αὐτοῦ γενέσθαι
κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ μακαρίου Ἰωάννου· Καὶ πᾶς,
φησίν, ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἁγνίζει ἑαυτόν, καθὼς
ἐκεῖνος ἁγνός ἐστι· καὶ Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ
Χριστοῦ. οὐ γὰρ ἀπὸ φανερῶν ἁμαρτημάτων μόνον οἷον
πορνείας ἢ κλοπῆς ἢ φόνου ἢ γαστριμαργίας ἢ καταλαλιᾶς
ἢ ψεύδους ἢ ἀργολογίας ἢ κραυγῆς ἢ γέλωτος ἢ εὐτραπελίας ἢ
φιλαργυρίας ἢ πλεονεξίας ἁγνεύειν δεῖ τὴν ψυχὴν τὴν ἀρνησα-
μένην μὲν κοινωνίαν σαρκικήν, κόσμου δὲ ἀναχωρήσασαν
καὶ παρθενίαν ἐξασκοῦσαν, εἰς συνάφειαν δὲ καὶ κοινωνίαν
τοῦ ἀφθάρτου νυμφίου ἑαυτὴν καθομολογήσασαν, ἀλλὰ
πολλῷ μᾶλλον τῶν βιαιοτέρων τῆς ψυχῆς παθῶν καὶ κρυπτῶν
ἁμαρτημάτων καθαρεύειν αὐτὴν χρή, τουτέστιν ἐπιθυμίας
κενοδοξίας ἀνθρωπαρεσκείας ὑποκρίσεως φιλαρχίας δόλου
κακοηθείας μίσους ἀπιστίας φθόνου ἐπάρσεως ζήλου αὐτα-
ρεσκείας φιλαυτίας τύφου καὶ τῶν τούτοις ὁμοίων ἀοράτων
τῆς ἀτιμίας παθῶν.
Οἶδε γὰρ ἡ γραφὴ τὰ κρύφια τῆς ψυχῆς ἁμαρτήματα, εἴ
γε πιστεύομεν τοῖς λόγοις τοῦ πνεύματος, τῶν ἐκτὸς ἁμαρτη-
μάτων ἴσα καὶ ὅμοια ἡγεῖσθαι· Κύριος γάρ, φησί, διεσκόρ-
πισεν ὀστᾶ ἀνθρωπαρέσκων, καὶ Ἄνδρα αἱμάτων καὶ δόλιον
242
βδελύσσεται κύριος, τὸν δόλον καὶ τὸν φόνον εἰς ἓν συναριθμῶν
παράβαμα· καὶ 〈κατὰ〉 τῶν λαλούντων εἰρήνην μετὰ τῶν
πλησίον αὐτῶν, κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν, Δὸς αὐτοῖς
κύριε κατὰ τὰ ἔργα αὐτῶν. καὶ πάλιν· Καὶ γὰρ ἐν καρδίᾳ
ἀνομίαν ἐργάζεσθε ἐν τῇ γῇ. καὶ ὁ κύριος μεμφόμενος τοῖς
ἀνθρωπαρέσκοις φησί· Πάντα ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς
ἀνθρώποις· διὸ καὶ παραγγέλλει λέγων· Βλέπετε μὴ ποιή-
σητε τὴν ἐλεημοσύνην ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων· εἰ
δὲ μή γε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς
οὐρανοῖς· τουτέστι μὴ παρὰ ἀνθρώπων ἐπιζητεῖν θέλετε καὶ
θηρεύειν ἔπαινον ἢ δόξαν διὰ τὰ καλὰ ἐπιτηδεύματα, ἀλλὰ
μᾶλλον παρὰ τοῦ θεοῦ, οὗ ἡ δόξα ἀληθὴς καὶ αἰώνιος καὶ
οὗ ἡ ἀτιμία αἰώνιος. καὶ τὸ Οὐαὶ ὑμῖν ὅταν καλῶς ὑμᾶς
εἴπωσιν οἱ ἄνθρωποι, τουτέστιν ὅταν θέλητε παρὰ ἀνθρώπων
καλῶς ἀκούειν καὶ δόξαις καὶ ἐπαίνοις τοῖς παρ' αὐτῶν
προσερχομένοις χαίρειν· ἐπεὶ πῶς δυνατὸν ἦν ἀγαθοεργοῦντας
μὴ φανεροὺς εἶναι πᾶσιν; ὁπότε αὐτὸς ὁ κύριος λέγει·
Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως
ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν
ἐν τοῖς οὐρανοῖς. Εἰς δόξαν θεοῦ ἀγωνίζεσθε, φησί, πᾶν
ἀγαθὸν ποιεῖν ἐπιτήδευμα καὶ μὴ εἰς τὴν ἰδίαν δόξαν, μὴ
δὲ ἐπιζητεῖτε καὶ χαίρετε τοῖς ἐπαίνοις τῶν ὀλιγοχρονίων
243
ἀνθρώπων, ἀλλὰ τὸν ἔπαινον καὶ τὴν δόξαν παρὰ θεοῦ μόνου
ἐκδέχεσθε· καθὼς καὶ ὁ μακάριος Δαβὶδ λέγει· Παρὰ σοῦ
ὁ ἔπαινός μου, καὶ πάλιν· Ἐν τῷ κυρίῳ ἐπαινεθήσεται ἡ
ψυχή μου· ὡς καὶ ὁ ἀπόστολος ἕως τοῦ φαγεῖν καὶ πιεῖν εἰς
δόξαν θεοῦ ἐντέλλεται γίνεσθαι. Εἴτε γὰρ ἐσθίετε εἴτε πίνετε
εἴτε τι ποιεῖτε, φησί, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε· τοὺς γὰρ
παρὰ ἀνθρώπων δόξαν ἢ ἐπαίνους ἐπιζητοῦντας ἀπίστους
εἶναι ὁ κύριος ἀπέδειξεν εἰπὼν Πῶς δύνασθε ὑμεῖς πιστεύειν
δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ
τοῦ μόνου θεοῦ οὐ ζητοῦντες; ὁ δὲ Ἰωάννης τὸ μῖσος τῷ
φόνῳ συγκρίνων φησίν· Ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀν-
θρωποκτόνος ἐστί· καὶ Οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ
ἔχει ζωὴν αἰώνιον ἐν ἑαυτῷ. τὸ ἐν τῷ κρυπτῷ μῖσος 〈τὸ〉
κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ γινόμενον τῷ φόνῳ συγκρίνει.
ἀλλὰ καὶ ὁ ἀπόστολος Παῦλος τοὺς τοῖς πάθεσι τῆς ἀτιμίας
παραδοθέντας διὰ τὴν ἀσύνετον αὐτῶν καὶ ἀπειθῆ καρδίαν
διαγορεύων καὶ ἐξαριθμῶν αὐτῶν τὴν ἐπὶ τὸ χεῖρον τῆς
ἀπωλείας ἐργασίαν, κρυπτὰ καὶ φανερὰ ἁμαρτήματα εἰς ἓν
συναριθμῶν, φησίν· Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν
ἔχειν ἐν ἐπιγνώσει, διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς
ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, πεπληρωμένους
πάσης ἀδικίας πονηρίας πορνείας πλεονεξίας κακίας· με-
244
στοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθείας· ψιθυριστὰς
καταλάλους θεοστυγεῖς ὑβριστὰς ὑπερηφάνους ἀλαζόνας,
ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους ἀσυνθέτους
ἀστόργους ἀσπόνδους ἀνελεήμονας· οἵτινες τὸ δικαίωμα τοῦ
θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου
εἰσίν, καὶ τὰ ἑξῆς.
Ὁρᾷς πῶς οὐ μόνον τὰ φανερὰ ἁμαρτήματα ἐξηγόρευσεν
τὰ μόνα παρὰ ἀνθρώποις ὄντα βδελυκτά, ἀλλὰ σὺν τοῖς
φανεροῖς καὶ τὰ κρύφια τῆς ψυχῆς πάθη συνηρίθμησε, δόλον
ὑπερηφανίαν ἔριν κακοήθειαν ἀλαζονείαν μῖσος ἀσυνεσίαν·
καὶ πάλιν ὁ κύριος λέγει· Τὸ ὑψηλὸν παρὰ ἀνθρώποις βδέ-
λυγμα παρὰ τῷ θεῷ, καὶ Ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται,
ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται· καὶ ἡ Σοφία φησὶν
Ἀκάθαρτος παρὰ θεῷ πᾶς ὑψηλοκάρδιος. καὶ τὰ ὅμοια δὲ
ἀναλεξάμενοι ἐκ τῶν γραφῶν πάμπολλα ἂν εὕροιμεν τὰ
εἰρημένα κατὰ τῶν κρυφίων ἐν τῇ ψυχῇ τῆς ἀτιμίας παθῶν.
τὰ γὰρ κρύφια πάθη τῆς ἀτιμίας τὸ πνεῦμα τὸ ἅγιον ἐπι-
στάμενον βιαιότερα καὶ κατερριζωμένα τῇ ψυχῇ ἐνυπάρχοντα
τὴν ἀπαλλαγὴν αὐτῶν διὰ ποίου τρόπου γενέσθαι δυνατὸν
διδάσκον ἡμᾶς διὰ τοῦ Δαβίδ φησιν· Ἐκ τῶν κρυφίων μου
καθάρισόν με καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου·
ὥστε διὰ πολλῆς δεήσεως καὶ πίστεως καὶ τῆς πρὸς θεὸν
τελείας ἀγαθῆς ὁρμῆς τῶν κρυφίων τῆς ἀτιμίας παθῶν διὰ
245
τῆς τοῦ πνεύματος δυνάμεως περιγενέσθαι δυνάμεθα. ὥσπερ
γὰρ τὸν ἔξω ἄνθρωπον, ὅπερ ἐστὶ τὸ σῶμα, ἀπὸ τῶν φανερῶν
ἁμαρτημάτων σπουδάζομεν φυλάττειν ὡς ναὸν θεοῦ, καθὼς
εἶπεν ὁ ἀπόστολος· Ὁ φθείρας τὸν ναὸν τοῦ θεοῦ, περὶ τοῦ
σώματος λέγων, φθερεῖ τοῦτον ὁ θεός, οὕτως καὶ τὸν ἔσω
ἄνθρωπον, ὅπερ ἐστὶν ἡ ψυχή, σπουδαστέον καὶ διαγωνιστέον
ἀπὸ παντὸς μολυσμοῦ ῥυπαρῶν λογισμῶν φυλάττειν 〈ὡς
νύμφην Χριστοῦ〉 κατὰ τὸ εἰρημένον Πάσῃ φυλακῇ τήρει σὴν
καρδίαν· ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς [ὡς νύμφην Χριστοῦ].
Τοῦτο δὲ κατορθῶσαι ἡμῖν ἔσται ἀνταγωνιζομένων ἡμῶν
καὶ ἀντιλεγόντων πάντοτε τοῖς πονηροῖς λογισμοῖς τῆς τε
κενοδοξίας καὶ μίσους καὶ τύφου καὶ δόλου ἐπιθυμίας τε καὶ
ἀπιστίας, ζήλου καὶ φιλαρχίας, καὶ πάσῃ ἀκριβείᾳ ἑαυτοὺς
ἐρευνώντων τόν τε νοῦν ἀσυνδύαστον καὶ ἀσύμφωνον φυλασ-
σόντων πρὸς τὰ κρύφια τῆς ψυχῆς πάθη, καὶ ἐν πᾶσιν ἀγαθοῖς
ἐπιτηδεύμασιν ἑαυτοὺς ἐπιδιδόντων μετὰ βίας καὶ πόνου
καὶ ἀγῶνος διὰ τὸ ἐμποδίζειν ἡμῖν τὸν ἀντικείμενον· τὴν
246
γὰρ μονότροπον εὐθύτητα αἰνισσόμενος ὁ μακάριος Μωυσῆς
καὶ διὰ τύπων ὑποδεικνὺς ἐνέφηνε τὸ μὴ δεῖν δυσὶ γνώμαις,
κακοῦ καὶ ἀγαθοῦ, τὴν ψυχὴν ἐξακολουθεῖν, ἀλλὰ μόνῳ τῷ
ἀγαθῷ· καὶ τὸ μὴ δεῖν δύο καρποὺς ἐν ἡμῖν, χείρονος καὶ
χρησίμου, γεωργεῖσθαι, ἀλλὰ μονοτρόπως τὰ χρήσιμα
ἐργαζομένους παντελῶς τοῦ χείρονος ἀλλοτριοῦσθαι. φησὶ
δὲ δι' αἰνιγμάτων· Οὐ ζεύξεις ἐν τῇ ἅλωνί σου ἀλλογενῆ ζῷα
ἐπὶ τὸ αὐτό, οἷον βοῦν καὶ ὄνον, ἀλλὰ τὰ ὁμογενῆ ζῷα ζεύξας
ἀλοήσεις τὸν ἄμητόν σου· τουτέστιν ἵνα μὴ ἐν τῇ ἅλωνι τῆς
καρδίας ὑμῶν ἐπὶ τὸ αὐτὸ ἀρετὴ καὶ κακία τὴν ἐργασίαν
ἔχῃ, ἀλλὰ μόνον ἀρετή. Οὐ συνυφανεῖς, φησίν, ἐρέῳ ἱματίῳ
λινὸν οὐδὲ πάλιν λινῷ ἔριον· οὐ γεωργήσεις ἐν τῇ χώρᾳ τῆς
γῆς σου δύο καρποὺς ἐπὶ τὸ αὐτὸ οὐδὲ δεύτερον τοῦ ἐνιαυτοῦ·
οὐκ ἐπιβαλεῖς ἑτερογενὲς ζῷον ἐπὶ ἕτερον εἰς γονήν, ἀλλὰ
τὰ ὁμογενῆ τοῖς ὁμογενέσι συζεύξεις. διὰ δὲ τούτων πάντων
μυστικῶς αἰνίττεται τὸ μὴ δεῖν κακίαν καὶ ἀρετὴν ἐν ἡμῖν γεωρ-
γεῖσθαι, ἀλλὰ μονοτρόπως τὰς ἀρετὰς ἐξ ἡμῶν ἀποκυεῖσθαι
διὰ τῆς θειοτέρας γονῆς· καὶ τὸ μὴ δεῖν δυσὶ πνεύμασι, τῷ
πνεύματι τοῦ κόσμου καὶ τῷ πνεύματι τοῦ θεοῦ, τὴν ψυχὴν
κοινωνεῖν καὶ ἑνοῦσθαι, ἀλλὰ μόνον τῷ τοῦ θεοῦ πνεύματι
247
συνενουμένην καὶ προσκολλωμένην τὰς τῆς ἀρετῆς ἱερὰς γονὰς
καὶ τοὺς καρποὺς τοῦ πνεύματος καρπογονεῖν τὴν ψυχὴν
προσέταξεν, μηδὲ δυσὶ προσώποις, τῷ χείρονι καὶ τῷ
κρείττονι, συμφωνεῖν τὴν προαίρεσιν, ἀλλὰ μόνον τῷ καλῷ
χρωμένους καὶ τοῦ κακοῦ παντελῶς ἠλλοτριωμένους τὸν
μονότροπον τῶν ἀρετῶν καρπὸν ἐν τῇ ψυχῇ γεωργεῖν κατὰ
τὸ γεγραμμένον· Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου
κατωρθούμην· πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα· καὶ Ἀδικίαν
ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα, ἵν'
οὕτως τὸν ἀγῶνα τῆς ψυχῆς ὁρῶν ὁ κύριος τῇ ἰδίᾳ φιλανθρω-
πίᾳ τὴν μεγάλην ἴασιν τῶν κρυφίων παθῶν διὰ τῆς τοῦ
πνεύματος δυνάμεως παντελῶς ἐν ἡμῖν ποιήσῃ, τὴν ἐκδίκησιν
τῶν νοητῶν ἐχθρῶν ἡμῶν ἐργαζόμενος· καθὼς αὐτὸς ὁ
κύριος περὶ τῆς χήρας διεξερχόμενος τῆς ὑπὸ τοῦ ἀντιδίκου
καταπονουμένης καὶ πρὸς τὸν ἄδικον ἄρχοντα προσελθούσης,
ἐπιζητούσης τε τὴν παρ' αὐτοῦ ἐκδίκησιν καὶ διὰ τὴν ἐπὶ
πολὺ τῆς προσμονῆς ἀναίδειαν αὐτῆς τῆς ἐκδικήσεως αὐτῆς
τετυχηκυίας, διδάσκει ἡμᾶς μὴ ἐκκακεῖν ἐν ταῖς δεήσεσιν.
Ἔλεγε γὰρ αὐτοῖς καὶ παραβολὴν πρὸς τὸ δεῖν πάντοτε
προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν καὶ τὰ ἑξῆς. τὸ μὴ ἐκκακεῖν
τὴν ἐπὶ πολὺ προσμονὴν τῆς εὐχῆς αἰνίττεται· καὶ μετὰ
248
ταῦτα ὁ κύριος Ἴδετε τί λέγει ὁ ἄδικος κριτής· πόσῳ μᾶλλον
ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων
πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας· ναὶ λέγω ὑμῖν ποιήσει τὴν
ἐκδίκησιν ἐν τάχει.
Οἷον γὰρ ἀγῶνα εἶχεν ὑπὲρ τῶν μαθητῶν ὁ ἀπόστολος καὶ
εἰς ὁποῖον πνευματικὸν μέτρον ἐλθεῖν αὐτοὺς ἐσπούδαζεν
ἐνδιαθέτως ὑπὲρ αὐτῶν εὐχόμενος, ἅμα δὲ καὶ τὸν ἄκρον τοῦ
χριστιανισμοῦ σκοπὸν πᾶσι φανερὸν καθιστῶν τοῖς βουλο-
μένοις ἀπόνως † φιλαλήθως τρέχειν καὶ τὸν ἀποστολικὸν τῆς
καινῆς κτίσεως κανόνα τοῖς ἐπὶ τὸ ἔμπροσθεν προκόπτειν
σπουδάζουσιν ἔκδηλον ποιῶν· Νουθετοῦντες, φησί, πάντα
ἄνθρωπον καὶ διδάσκοντες ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν
πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ, εἰς ὃ καὶ κοπιῶ ἀγωνιζό-
μενος. καὶ πάλιν τοὺς τὴν σφραγῖδα τοῦ πνεύματος τῆς
ἐπαγγελίας διὰ τοῦ βαπτίσματος καταξιουμένους ἐπεύχεται
τῆς πνευματικῆς προκοπῆς λαβεῖν αὔξησιν λέγων· Διὰ τοῦ-
το κἀγὼ ἀκούσας τὴν καθ' ὑμᾶς πίστιν καὶ τὴν ἀγάπην τὴν
εἰς πάντας τοὺς ἁγίους οὐ παύομαι ὑπὲρ ὑμῶν προσευχόμενος
καὶ αἰτούμενος, ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
ὁ πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύ-
ψεως ἐν ἐπιγνώσει αὐτοῦ· πεφωτισμένους τοὺς ὀφθαλμοὺς
τῆς καρδίας ὑμῶν εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς
κλήσεως αὐτοῦ καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας
αὐτοῦ ἐν τοῖς ἁγίοις καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνά-
249
μεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας. τὸν δὲ τρόπον τῆς
μετουσίας καὶ μεταλήψεως τοῦ πνεύματος ἀκριβῶς ὑποση-
μειωσάμενος ἐν πληροφορίᾳ γινομένης Κατὰ τὴν ἐνέργειαν,
φησί, τῆς δυνάμεως αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ,
ἐγείρας αὐτὸν ἐκ τῶν νεκρῶν· κατ' ἐκείνην φησὶ τὴν ἐνέργειαν
τοῦ πνεύματος, ἵνα καὶ ὑμεῖς τὴν πληροφορίαν δέξησθε. καὶ
πάλιν ἐν τῇ αὐτῇ ἐπιστολῇ μικρὸν προβὰς εἰς ὑψηλοτέραν
αὔξησίν τινα καὶ προκοπὴν τελειότητος πνευματικῆς ἐλθεῖν
αὐτοὺς ἐπιθυμῶν ἐπεύχεται λέγων· Τούτου χάριν κάμπτω
τὰ γόνατά μου πρὸς τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομά-
ζεται, ἵνα δῷ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ,
δύναμιν κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω
ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς
καρδίαις ὑμῶν, ἐν ἀγάπῃ ἐρριζωμένους καὶ τεθεμελιωμένους·
ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ
πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερ-
βάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε
εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ.
Ἐν ἄλλῃ δὲ ἐπιστολῇ περὶ τῶν αὐτῶν διδάσκων καὶ τὴν
ὑπερβολὴν τοῦ πνευματικοῦ πλούτου ἐπιδεικνύων τοῖς μα-
θηταῖς καὶ προτρεπόμενος σπεύδειν αὐτοὺς εἰς τὸ τέλειον
μέτρον καταντῆσαι ἔλεγε· Ζηλοῦτε δὲ τὰ πνευματικὰ χαρίσ-
ματα· καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. ἐὰν ταῖς
γλώσσαις τῶν ἀγγέλων λαλῶ, ἀγάπην δὲ μὴ ἔχω, γέγονα
χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον· κἂν ἔχω προφητείαν καὶ
250
εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, κἂν ἔχω
πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστᾶν, ἀγάπην δὲ μὴ ἔχω,
οὐδὲν ὠφελοῦμαι· κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου
καὶ παραδῶ τὸ σῶμά μου ἵνα καυθήσομαι, ἀγάπην δὲ μὴ
ἔχω, οὐθέν εἰμι. καὶ ἐπάγει τοὺς καρποὺς τῆς ἀγάπης οἷοί
εἰσι καὶ πῶς οἱ ταύτην κεκτημένοι τῶν τῆς κακίας παθῶν
παντελῶς ἐλυτρώθησαν, λέγων· Ἡ ἀγάπη οὐ ζηλοῖ· ἡ
ἀγάπη οὐ περπερεύεται· οὐ φυσιοῦται· οὐκ ἀσχημονεῖ·
οὐ ζητεῖ τὰ ἑαυτῆς· οὐ λογίζεται τὸ κακόν· οὐ χαίρει ἐπὶ
τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει· πάντα
ὑπομένει· πάντα πιστεύει· πάντα ἐλπίζει. καὶ πάλιν ὁ αὐτός·
Ἡ ἀγάπη οὐδέποτε πίπτει. τὸ δὲ ‘οὐδέποτε πίπτει’ τοῦτο
σημαίνει, ὡς οἱ ἐν τοῖς προειρημένοις χαρίσμασι τοῦ πνεύ-
ματος ὄντες καὶ μηδέπω διὰ τῆς πληρεστάτης καὶ ἐνεργοῦς
ἀγάπης τοῦ πνεύματος τὴν λύτρωσιν τῶν παθῶν δεξάμενοι ἐν
κινδύνῳ ἔτι καὶ ἀγῶνι καὶ φόβῳ τυγχάνουσι διὰ τὴν πρὸς
τὰ πνευματικὰ τῆς πονηρίας πάλην, εἰ καὶ χαρίσματα πνευ-
ματικὰ κέκτηνται. ἰδοὺ γὰρ οἷον καὶ ὅσον πνευματικὸν
μέτρον, ἅτε μηκέτι ὂν ὑπὸ πτῶσιν καὶ πάθος, ἔδειξε τοῖς
βουλομένοις ἀκριβῶς βαίνειν τὴν ὁδὸν τοῦ χριστιανισμοῦ·
251
ὥστε καὶ γλώσσας ἀγγέλων καὶ προφητείαν καὶ πίστιν καὶ
πᾶσαν τὴν γνῶσιν καὶ χαρίσματα ἰαμάτων μηδὲν εἶναι ὡς
πρὸς σύγκρισιν τῆς ἀκροτάτης ἀρετῆς καὶ τοῦ πληρώματος
τῆς ἀγάπης τῆς τελειότητος, καίπερ κἀκεῖνα τοῦ αὐτοῦ
πνεύματος ὄντα ἐνεργήματα. ἀλλ' ἵνα, ἐάν τις ἐκείνων τῶν
χαρισμάτων καταξιωθῇ, μὴ νομίσῃ διὰ τὴν καινοτέραν τῆς
χάριτος ἐνέργειαν εἰς τὸ τέλειον ἐφθακέναι καὶ ὡς μηκέτι
χρῄζων τινὸς οἰηθεὶς ἀπομείνῃ τῶν τελείων τῆς ἀπαθείας
μέτρων, ἐν τοῖς ἐλάττοσι χαρίσμασι μόνον ἐμπληροφορού-
μενος, διὰ τοῦτο τὸν σκοπὸν τῆς τελειότητος ὑπέδειξεν,
ἵνα ἕκαστος ἑαυτὸν πτωχὸν ἀπὸ τηλικούτου πλούτου ἐπιγι-
νώσκων ἀπαύστως ἀνενδότως τὸν καλὸν ἀγωνίζηται ἀγῶνα,
καὶ τὸν πνευματικὸν δρόμον οὕτως τρέχῃ, ἕως οὗ καταλάβῃ,
καθὼς εἴρηκεν· Οὕτως τρέχετε, ἵνα καταλάβητε.
Ἰδοὺ πῶς τὸν τῆς εὐσεβείας καὶ τελειότητος ὅρον καὶ
σκοπὸν καὶ κανόνα διὰ πολλῶν εἰς φανερὸν πᾶσι τίθησιν
ἐπευχόμενος τοῖς ἰδίοις μαθηταῖς εἰς αὐτὸν πάντας φθάσαι·
πάλιν γὰρ ὁ αὐτὸς ἐν ἑτέρῳ δεικνύων τὴν ἐν Χριστῷ γινομένην
καινότητα καὶ μεταβολὴν τοῖς πιστοῖς καὶ ἀγαπῶσι τὸν
κύριόν φησιν· Οὔτε γὰρ περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία,
ἀλλὰ καινὴ κτίσις· καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχοῦσιν
εἰρήνη ἐπ' αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ.
καὶ πάλιν· Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθε.
διὰ μιᾶς λέξεως τῆς καινῆς κτίσεως τὸν ἀποστολικὸν κανόνα
252
εἰς φανερὸν τέθεικεν· ἡ δὲ καινὴ κτίσις τί ἄλλο ἐστὶν ἤ,
καθὼς ὁ αὐτὸς ἀλλαχοῦ λέγει· Ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ
τὴν ἐκκλησίαν ἔνδοξον, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν
τοιούτων, ἀλλ' ἵνα ᾖ ἁγία καὶ ἄμωμος, τὴν παντελῆ ἀπὸ τοῦ
αἴσχους καθαρότητα, ὅ ἐστιν ἡ παντελὴς τῶν παθῶν ἀπαλ-
λαγή, καὶ τὴν πλήρη τῆς θείας τοῦ πνεύματος δυνάμεως
ἄρρητον καὶ μυστικὴν ἐν ἁγιασμῷ κοινωνίαν, ἐν καρδίαις
ἁγίων ἐνεργουμένην, καινοτέρας ὑπὲρ τὴν φύσιν καὶ πνευ-
ματικῆς ἐν ἀρεταῖς ἀπολαύσεως κατηξιωμένων, ταύτην εἶναι
τὴν ἐν Χριστῷ καινὴν κτίσιν ὁ ἀπόστολος ἐδίδαξεν. ἀλλὰ καὶ
τὸ Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα·
καὶ τὸ Ἑορτάζομεν μὴ ἐν ζύμῃ παλαιᾷ, ἀλλ' ἐν ἀζύμοις
εἰλικρινείας καὶ ἀληθείας, τὸν αὐτὸν σκοπὸν παρίστησι. καὶ
διὰ τὸ μὴ ἱκανοὺς εἶναι 〈πρὸς τὴν〉 πρὸς τὰς ἀρχὰς καὶ τὰς
ἐξουσίας καὶ τὰ πνευματικὰ τῆς πονηρίας πάλην ἀναλαβεῖν
ἡμᾶς τὴν πανοπλίαν τοῦ θεοῦ προτρέπεται· τὸν θώρακα τῆς
δικαιοσύνης ἐνδύσασθε καὶ ὑποδήσασθε τοὺς πόδας ἐν ἑτοι-
μασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης καὶ περιζώσασθε τὴν
ὀσφὺν ἐν ἀληθείᾳ, ἐπὶ πᾶσι τὸν θυρεὸν τῆς πίστεως ἀναλα-
βόντες, δι' ἧς φησι δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ
τὰ πεπυρωμένα σβέσαι, ἅπερ εἰσὶν αἱ τῶν μιαρῶν παθῶν
ἐνέργειαι· Καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε καὶ
τὴν ἁγίαν τοῦ πνεύματος μάχαιραν, ὅ ἐστι ῥῆμα θεοῦ.
διὰ τῶν ὑπὲρ τὴν ἡμετέραν φύσιν προειρημένων πνευματικῶν
253
ὅπλων ἰσχύσειν στῆναι πρὸς τὰς χαλεπὰς μεθοδείας τοῦ
διαβόλου ὁ ἀπόστολος ὑπέδειξε, τὸν δὲ τρόπον, δι' οὗ
ταῦτα κτήσασθαι δυνάμεθα, ἀκριβῶς ἐπεσημειώσατο εἰπών·
Διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ
καιρῷ ἐν πνεύματι καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες ἐν πάσῃ
προσκαρτερήσει καὶ δεήσει· διὸ καὶ ἐπεύχεται τοῖς πᾶσι
λέγων· Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ
ἀγάπη τοῦ θεοῦ καὶ πατρὸς καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύ-
ματος εἴη μετὰ πάντων ὑμῶν. καὶ πάλιν· Ὁλόκληρον ὑμῶν
τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ ἡμέρᾳ
τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. ἰδοῦ κατὰ πόσον
τρόπον εἰς φανερὸν τέθεικε τὴν εὐθεῖαν τῆς δικαιοσύνης
ὁδὸν καὶ τὸν ἄκρον τοῦ χριστιανισμοῦ σκοπόν, πάντας
προτρεπόμενος καὶ ἐπιθυμῶν φθάσαι εἰς αὐτόν, εἰς ὃν οἱ
φιλαλήθεις ἀποβλέποντες καὶ παντελῶς ἀκμητὶ ἀγωνιζό-
μενοι πίστει καὶ ἐλπίδι καὶ πάσῃ ἀρετῆς καταστάσει εὔχονται
καὶ ἐπιθυμοῦσιν εἰς αὐτὸν καταντῆσαι. οὗτοι γὰρ δυνήσονται
καὶ τὰς μεγάλας ἐντολάς, εἰς ἃς ὁ νόμος καὶ οἱ προφῆται
κρέμανται, τὸ Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς
καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος
σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν, πάσης κακίας ἀπαλ-
λαγέντες καθαρῶς καὶ τελείως καὶ ἀμώμως ἀποπληρῶσαι.
Εἰ δὲ καὶ ἐδόξαμεν ἐπὶ πλεῖον παρατεῖναι τὴν διήγησιν
254
περὶ τοῦ σκοποῦ τῆς εὐσεβείας, ὁποῖον ἡμῖν ὁ κύριος καὶ
οἱ ἀπόστολοι καὶ πᾶσαι αἱ θεόπνευστοι γραφαὶ παραδιδόασι,
διὰ πολλῶν μαρτυριῶν παριστῶντες, οὐκ ἀκαίρως πεποιη-
κέναι ἡγούμεθα, ἵνα ἐκ παντὸς τρόπου ἀναμφισβητήτως
καὶ ἀδιστάκτως πεπληροφορημένοι ὦμεν, τίς ἡμῶν ἡ ἐλπὶς
τῆς πίστεως καὶ τίς ὁ σκοπὸς καὶ ὁποῖος ἡμῖν ὁ δρόμος
πρόκειται, μάλιστα οἱ τὸν μονήρη βίον ἀναδεξάμενοι καὶ
δεσμῶν κοσμικῶν καὶ σαρκικῆς κοινωνίας ἑαυτοὺς ἄραντες
καὶ παρθενεύειν ἐν κυρίῳ ᾑρημένοι, ἵνα προσέχων ἕκαστος
καὶ ἑκάστη, ποῦ κέκληται καὶ εἰς οἷον μέτρον φθάσαι
ὀφείλει, πάσης μὲν οἰήσεως διά τινα γεγενημένα κατορθώ-
ματα παύσωνται, ὄντως μηδὲν εἶναι ἑαυτοὺς ἡγούμενοι διὰ
τὴν ὑπερβολὴν τοῦ τελείου τῆς κλήσεως μέτρου καὶ τοῦ
ἀνεξιχνιάστου πλούτου τῆς ἀγάπης τοῦ Χριστοῦ, παντὶ δὲ
τρόπῳ καὶ παντὶ σθένει καὶ πάσῃ σπουδῇ ἑαυτοὺς εἰς τὸ
ἀγαθὸν πάντοτε προθύμως ἐπιδιδῶσι, κατὰ τὸν λόγον τοῦ
κυρίου μετὰ πάντων τῶν τοῦ αἰῶνος τούτου ἔτι καὶ τὴν
ἑαυτῶν ψυχὴν ἀρνούμενοι, τὸν σταυρὸν καθ' ἡμέραν αἴροντες
μετὰ χαρᾶς καὶ ἀγαλλιάσεως καὶ ἀκολουθοῦντες αὐτῷ, αὐτὸν
ἔχοντες τὸν κύριον ἐν πᾶσι τύπον καὶ ὁδὸν καὶ ὑπογραμμὸν
καὶ σκοπὸν ἡμῖν γεγενημένον κατὰ τὸ εἰρημένον· Μιμηταί μου
γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ, καὶ πάλιν· Δι' ὑπομονῆς τρέχω-
μεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίσ-
τεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης
αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν αἰσχύνης καταφρονήσας ἐν
δεξιᾷ τε τοῦ θεοῦ κεκάθικε· μή ποτε γὰρ ἐμπληροφορούμενοι
255
καὶ ἐπαναπαυόμενοι ἐπί τισι τοῦ πνεύματος χαρίσμασιν ἢ
ἐπ' ὀλίγοις τισὶ κατορθώμασι καὶ ὡς ἤδη εἰς τὸ τέλειον
καταντήσαντες πανουργίᾳ κακίας οἰήσει δικαιοσύνης ἀπατη-
θῶμεν, ἀπομένοντες ἐκ τῶν μειζόνων τοῦ πνεύματος προ-
κοπῶν· ἀλλ' ὡς φιλαλήθεις μέχρι τέλους τὸν πόνον καὶ τὴν
θλῖψιν καὶ ἀγῶνα καὶ δρόμον ἄπαυστον ἔχωμεν, ὁσημέραι ἐπὶ
τὰ ἔμπροσθεν ἐπεκτεινόμενοι πάντοτε καὶ τῶν ὄπισθεν ἐπι-
λανθανόμενοι, πεινῶντες ἀεὶ καὶ διψῶντες τὴν δικαιοσύνην,
συντετριμμένην ἔχοντες τὴν καρδίαν, ἅτε δὴ μηδέπω φθά-
σαντες εἰς ἣν ἐκλήθημεν κλῆσιν μηδὲ κατειληφότες τὸ τέλειον
τοῦ χριστιανισμοῦ μέτρον μηδὲ φθάσαντες ἀκμὴν εἰς τὴν
τελείαν τοῦ Χριστοῦ ἀγάπην· οἱ γὰρ ὄντως ἐπιθυμοῦντες
τυχεῖν τοῦ προκειμένου καὶ προδηλωθέντος ἀκροτάτου σκο-
ποῦ τέτρωνται ἀεὶ τῷ πόθῳ εἰς ἐκείνην τὴν τῆς ἀνεκλαλήτου
τελειότητος κλῆσιν, ἐν μηδενὶ τῶν ἐν τοῖς ἐλάττοσι καλῶν,
δικαιοσύνης νηστειῶν ἢ ἀγρυπνιῶν ἢ ἐλεημοσυνῶν ἢ χαρισ-
μάτων τοῦ πνεύματος μετοχῇ, πληροφορούμενοι καὶ ἐνα-
πομένοντες ἕως ἐσχάτης ἀναπνοῆς· ἀλλ' ἐν πᾶσιν ἀγαθοῖς
καὶ καλοῖς καὶ πάσαις ἀρεταῖς ὁλοτελῶς ἑαυτοὺς ἀποδιδόντες
καὶ οὕτως ἐνδεεῖς διαμένοντες ἕνεκεν ἀρετῆς οὐδέποτε δό-
ξουσι πληροῦν νόμον σοφίας· ἀλλὰ καίπερ ὄντες παρὰ θεοῦ
τίμιοι ἑαυτοὺς ἀναξίους ἡγοῦνται, καὶ ὄντες ἐν πνευματικῇ
προκοπῇ παρ' ἑαυτοῖς ὡς ἀρχόμενοι τυγχάνουσιν, καὶ ὄντες
μεγάλοι ἑαυτοὺς ἐξουθενοῦσι καὶ ὡς μηδὲν ὄντας κρίνουσι·
καὶ οὕτως καθ' ὅσον ἐπίστευσαν καὶ καθ' ὅσον ἠγάπησαν
τὰς ἀμοιβὰς τῶν εὐαγγελιῶν τῆς βασιλείας ἀπολήψονται.
αἱ τοιαῦται ψυχαὶ εὐαρεστῆσαι τῷ θεῷ δυνήσονται καὶ τῆς
βασιλείας κληρονόμοι γενέσθαι, αἱ συντετριμμένην ἔχουσαι
τὴν καρδίαν καὶ πτωχαὶ τῷ πνεύματι, πεινῶσαι 〈δ'〉 ἀεὶ καὶ
256
διψῶσαι τὴν δικαιοσύνην τῶν τελείων ἐφιέμεναι τιμῶν διὰ
τὴν ἄκραν αὐτῶν πρὸς θεὸν ἀγάπην ἄκροις δώροις ἀμειφθή-
σονται.
Καὶ περὶ μὲν τῆς ἐλπίδος τοῦ σκοποῦ, οἷον ὀφείλουσιν ἔχειν
μάλιστα οἱ τὸν μονήρη βίον ἐπανῃρημένοι καὶ παρθενίαν
ἀσπασάμενοι, αὐτάρκως εἴρηται· περὶ δὲ τῆς συναγωγῆς καὶ
τῆς ἱερᾶς συγκροτήσεως τῶν μοναστηρίων τῆς ἀδελφότητος
πῶς τε ὀφείλουσι συνδιάγειν καὶ συνδιατελεῖν ἀλλήλοις, δι'
ὁποίων τε πόνων καὶ ἱδρώτων καὶ ἐπιτηδεύσεως τοῦ προειρη-
μένου τῆς εὐσεβείας σκοποῦ ἐπιτυχεῖν οἱ φιλαλήθεις δύνανται
ἀναγκαῖον διαλαλῆσαι, ὅπως καὶ τὴν ἀπάγουσαν ὁδὸν εἰς
τὴν οὐράνιον πόλιν προθύμως οἱ σπουδαῖοι καὶ ἑδραῖοι ταύτης
ἐπιβάντες οὕτως τρέχωσιν ἕως οὗ καταλάβωσι. πρῶτον
πάντων ὁ τῷ σκοπῷ τῆς εὐσεβείας τρέχων καὶ τοῖς ἴχνεσι
τοῦ κυρίου βαίνειν ἐπιθυμῶν ἀναχωρήσας τε τοῦ βίου καὶ
τῶν σαρκικῶν ἡδονῶν καὶ ἑαυτὸν τῇ ἀδελφότητι ἔκδοτον
δεδωκώς, ἀρνησάμενος κατὰ τὸ εὐαγγέλιον πατέρα μητέρα,
τέκνα καὶ γυναῖκα, ἀδελφοὺς καὶ ἀδελφάς, συγγένειαν πλοῦ-
τον δόξαν εὐγένειαν, καὶ ἐν τῷ μοναστηρίῳ ἐλθὼν ὡς ἐπὶ
μέστωμα πάντων τῶν καλῶν [τοῦτο προσθῆ· ἔτι], ἔτι δὲ
καὶ τὴν ἑαυτοῦ ψυχὴν ἀρνήσεται. τί δέ ἐστιν ἡ ἄρνησις τῆς
257
ἑαυτοῦ ψυχῆς ἢ τὸ ἔκδοτον ἑαυτὸν ὁλοτελῶς τῇ ἀδελφότητι
δοῦναι καὶ τὰ ἴδια θελήματα μὴ ἐπιτελεῖν ὅλως, ἀλλὰ τῷ
λόγῳ τοῦ θεοῦ ἐκκρεμάσαντα ἑαυτὸν πάντοτε ἐκεῖθεν ταῖς
ἁγίαις καὶ καθαραῖς τῶν ἐντολῶν ἐννοίαις τὴν ψυχὴν κατα-
κοσμεῖσθαι καὶ ταύτας σωτηριώδεις καὶ ἡδείας ἡγεῖσθαι·
μὴ ἔχειν δέ τι ὅλως ἐν ἰδίᾳ ἐξουσίᾳ ἐκτὸς οὗ φορεῖ ἐνδύματος,
ἵνα πάντοθεν ἀμέριμνος εἶναι δύνηται, τὰ ἐπιτασσόμενα
αὐτῷ μόνον μετὰ χαρᾶς ἐπιτελῶν· καὶ ὡς ἠγορασμένος δοῦλος
εὐγνώμων πάντας τοὺς ἀδελφούς, μάλιστα δὲ τοὺς προεστῶ-
τας, κατὰ πάντα ὡς κυρίους καὶ δεσπότας διὰ τὸν Χριστὸν
ἡγείσθω, καθὼς αὐτὸς ὁ κύριος εἶπεν· Ὁ θέλων ἐν ὑμῖν
εἶναι πρῶτος καὶ μέγας, ἔστω πάντων ἐσχατώτερος καὶ
πάντων διάκονος καὶ πάντων δοῦλος, μὴ δόξαν ἢ τιμὴν ἢ
ἔπαινον, ὅσον τὸ ἐπ' αὐτῷ, τῆς διακονίας ἢ τῆς πολιτείας
παρ' αὐτῶν τῶν ἀδελφῶν θηρεύων κατὰ τὸ εἰρημένον·
Διακονῶν μετὰ πάσης εὐνοίας, μὴ ἐν ὀφθαλμοδουλείᾳ ὡς
ἀνθρωπάρεσκος, ἀλλ' ὡς δοῦλος Χριστοῦ τῷ κυρίω ἐκδεδω-
κὼς ἑαυτὸν τῇ στενῇ ὁδῷ καὶ τεθλιμμένῃ ὁδευέτω, ὡς τῆς
βασιλείας ἐραστὴς ὤν, καὶ τὸν ἐλαφρὸν τοῦ κυρίου καὶ
χρηστὸν ζυγὸν προθύμως καὶ μετὰ ἀγαλλιάσεως ὑπεισελθών,
ἅτε δὴ μεγάλης σωτηρίας ἑαυτῷ πρόξενος γενόμενος, ἐὰν
μετὰ μακροθυμίας καὶ ὑπομονῆς ἕως τέλους ἐμμείνῃ τῇ
καλῇ ταύτῃ καὶ ψυχωφελεῖ δουλείᾳ, πάντας κυρίους ὡς
258
Χριστοῦ οἰκείους καὶ τῆς βασιλείας κληρονόμους ἐνοπτρι-
ζόμενος καὶ πᾶσαν ὑποταγὴν ἑκάστῳ, μάλιστα δὲ τοῖς
προεστῶσιν ἀσκηταῖς καὶ τὰ βάρη τῶν φροντίδων τῆς
ἀρετῆς ἀναδεδεγμένοις ἀποπληρῶν, πάντοτε χρεώστην ἑαυ-
τὸν ἡγούμενος τῆς μετὰ ἀγάπης καὶ ἁπλότητος πρὸς τοὺς
ἀδελφοὺς διακονίας κατὰ τὸ εἰρημένον· Διὰ τῆς ἀγάπης
δουλεύετε ἀλλήλοις, καὶ πάλιν· Μηδενὶ μηδὲν ὀφείλετε, εἰ
μὴ τὸ ἀλλήλους ἀγαπᾶν.
Ἀλλὰ καὶ ὑμεῖς οἱ ἀσκηταὶ οἱ προεστῶτες τῆς ἀδελφότη-
τος ὡς μεγάλου ἔργου ἐπιλαβόμενοι οὕτως ἀγωνίζεσθε διὰ τῆς
ταπεινοφροσύνης πρὸς τὰς τῆς κακίας ἐντέχνους μεθοδείας,
ἵνα μὴ πάθει ὑπερηφανίας ὡς κατεξουσιάζοντες τῶν ὑπο-
τεταγμένων ὑμῖν ἀδελφῶν κατεπαιρόμενοι ἀντὶ μεγίστου
κέρδους ζημίαν τῇ ψυχῇ καὶ βλάβος μέγιστον προξενήσητε.
ἀλλ' ὡς εὔσπλαγχνοι πατέρες δουλεύειν ἑαυτοὺς διὰ τὸν
θεὸν ἐκδεδωκότες τῇ ἀδελφότητι ἤπερ κυριεύειν καὶ εἰς
πάντα ὑπὲρ αὐτῶν φροντίζοντες σωματικῶς καὶ πνευματικῶς
καὶ ἑκάστῳ τὸ ὠφελοῦν τῇ ψυχῇ σπουδάζοντες ὡς τέκνων θεοῦ
ἐπιμέλειαν ποιεῖσθε, ἵν' οὕτως πᾶν τὸ ἱερὸν συγκρότημα τῆς
ἀδελφότητος εἰς πνευματικὸν κέρδος περιποιούμενοι καὶ
περιθάλποντες τὸν ἐπουράνιον μισθὸν παρὰ θεοῦ ἀπολήψεσθε·
καὶ εἰς μὲν τὸ προφανὲς τὴν τάξιν τοῦ προεστῶτος φυλάττετε,
οἷον τὸ διατάξασθαι ἢ ἐπιτάξαι ἢ συμβουλεῦσαι τοῖς δοκιμω-
τέροις τῶν ἀδελφῶν ἢ ἐπιτιμῆσαί τινι ἢ ἐλέγξαι ὅπου χρὴ
259
ἢ παρακαλέσαι ὅπου δέοι κατὰ τὸ ἀποστολικὸν παράγγελμα,
ἵνα μὴ προφάσει ταπεινότητος ἢ πραότητος δι' ἄγνοιαν
ἐν συγχύσει ᾖ τὰ μοναστήρια, τὴν τάξιν τῆς ἀκολουθίας τῶν
προεστώτων καὶ τῶν ὑποβεβηκότων μὴ ἀποσῳζόντων· εἰς
δὲ τὸ κρυπτὸν κατὰ τὸν νοῦν ὡς δούλους ἀναξίους πάντων
τῶν ἀδελφῶν ἑαυτοὺς ἡγεῖσθε καὶ ὡς παιδαγωγοὶ καλοὶ δεσ-
ποτικὰ τέκνα ἐμπιστευθέντες, μετὰ πάσης εὐνοίας καὶ φόβου
θεοῦ ἕκαστον τῶν ἀδελφῶν καταρτίζειν εἰς πᾶν ἀγαθὸν
σπουδάζετε ὡς εἰδότες, ὅτι μέγας ὑμῖν καὶ ἀναφαίρετος
μισθὸς ὑπὲρ τοῦ τοιούτου καμάτου παρὰ θεῷ τετήρηται.
καὶ ὥσπερ οἱ παιδαγωγοῦντες τοὺς παῖδας πολλάκις τοὺς
ἰδίους δεσπότας μαθημάτων χάριν ἢ καταστάσεως ἠθῶν μὴ
φειδόμενοι καὶ μάστιξι παιδεύουσι, πολλὴν εὔνοιαν καὶ
σπουδὴν εἰς αὐτοὺς ἐνδεικνύμενοι ἐλπίδι τοῦ γενέσθαι αὐτοὺς
φρονίμους καὶ ἐνδόξους ἐν κόσμῳ, οὕτω καὶ οἱ ἀσκηταὶ μὴ
πάθει θυμοῦ ἢ ὑψηλοφροσύνης ἀμύνεσθε τοὺς ἀπαιδευτοῦντας
καὶ νηπιάζοντας ἀδελφούς, ἀλλ' εὐσπλαγχνίᾳ Χριστοῦ καὶ
σκοπῷ πνευματικῆς ὠφελείας καὶ ἐλπίδι τοῦ χρησιμεῦσαι
τοὺς ὑφ' ὑμῶν παιδαγωγουμένους εἰς τὴν βασιλείαν τῶν
οὐρανῶν. ἐν τοιούτῳ φρονήματι ἐπιστρέφετε τὴν τῶν ἀδελ-
φῶν νηπιότητα, ἑκάστῳ πρὸς τὸ συμφέρον, ὡς προείρηται,
εἴτε παρακλήσει εἴτε ἐπιτιμήσει προσφερόμενοι. μόνον ζήλῳ
θεοῦ καὶ σπλάγχνοις Χριστοῦ τὴν ἐπιστροφὴν ποιεῖσθε, καὶ
μὴ πάθει κακίας ὡς ἑαυτοὺς ἐκδικοῦντες ἀμύνεσθε, ἵνα
260
τέλειον ὑμῶν ὅνπερ διὰ θεὸν ἀνεδέξασθε κάματον ἀποδεί-
ξαντες τῆς ἐπουρανίου βασιλείας ἔσεσθε κληρονόμοι. οὕτως
γάρ ἐστιν ἀληθῶς ὁ ἀγγελικὸς βίος ἐπὶ γῆς, ὅταν τοιούτῳ
φρονήματι κατηρτισμένοι ὦσι καὶ οἱ προεστῶτες καὶ οἱ
ὑποβεβηκότες· ὅταν ἀλλήλοις πάντες οἱ ἀδελφοὶ μετὰ πάσης
χαρᾶς ὑποτασσόμενοι ἀλλήλους κυρίους ἡγήσωνται καὶ τῇ
τιμῇ ἀλλήλους προηγήσωνται. ἁπλότητι οὖν καὶ ἀκεραιότητι
καὶ ὁμονοίᾳ καὶ εἰρήνῃ καὶ ἀφελότητι καρδίας μετὰ πάσης
ταπεινώσεως οἱ ἀδελφοὶ ὀφείλουσι συνεῖναι ἀλλήλοις. μηδεὶς
κατὰ τοῦ ἑτέρου ἐπαιρόμενος ἑαυτὸν μείζονα καὶ κρείττονα
κἂν τοῦ τυχόντος ἡγείσθω, ἀλλὰ τοὐναντίον ἐνδεέστερον πάν-
των ἀνθρώπων ἑαυτὸν ἡγείσθω ὡς μαθητὴς Χριστοῦ, καθὼς
εἶπεν αὐτὸς ὁ κύριος· Ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ
ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται· καὶ πάλιν· Ὁ θέλων ἐν
ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων ἔσχατος καὶ πάντων διά-
κονος· καθὼς καὶ Ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακο-
νηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον
ἀντὶ πολλῶν. καὶ ὁ ἀπόστολος· Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν
ἀλλὰ κύριον Ἰησοῦν Χριστόν, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ
Ἰησοῦ.
Παρακαλοῦμεν οὖν ὑμᾶς ὡς μιμηταὶ Χριστοῦ εἶναι βου-
λόμενοι εἰς ἀνάπαυσιν ἀλλήλων καὶ ὑποταγὴν καὶ χρηστὴν
261
δουλείαν· εἰ δυνατόν, καὶ 〈εἰς〉 τὸ ὑπεραποθανεῖν τοῦ πλησίον
ἑαυτοὺς εὐτρεπίσωμεν, ἔχοντες τὸν κύριον τύπον καὶ ὑπο-
γραμμὸν καὶ ἐν πᾶσιν ἀγαθοῖς συνεργὸν ἡμῶν κατὰ τὸ εἰρη-
μένον· Τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν,
ἵνα διὰ τῆς ἀγάπης καὶ ἁπλότητος καὶ ἀζηλίας καὶ ἀτυφίας
ὁ σύνδεσμος τῆς εἰρήνης ἐν ἑνὶ σώματι καὶ πνεύματι τοῦ
Χριστοῦ ἐν τῇ ἀδελφότητι φυλάσσεσθαι δύνηται, ὑποτασσο-
μένων, ὡς εἴρηται, ἀλλήλοις ἐν φόβῳ καὶ ἀγάπῃ τοῦ Χριστοῦ.
ἕκαστος οὖν ἐν τοιούτοις ἤθεσιν εἶναι βουλόμενος πρὸ πάντων
καὶ πανταχοῦ τὴν ἱερὰν ἀγάπην καὶ τὸν φόβον τοῦ θεοῦ,
ἥτις ἐστὶν 〈ἡ〉 πρώτη καὶ μεγάλη ἐντολή, ἐν τῇ αὑτοῦ καρδίᾳ
σπουδαζέτω καὶ ζητείτω παρὰ θεοῦ ἀδιαλείπτως ἔχειν καὶ διὰ
τῆς συνεχοῦς, μᾶλλον δὲ ἀδιαλείπτου μνήμης 〈τοῦ〉 κυρίου
καὶ ἔρωτος οὐρανίου ταύτην ὁσημέραι κατὰ προκοπὴν διὰ
τῆς χάριτος ἐπαυξάνων προσκτάσθω. διὰ γὰρ πολλῆς σπου-
δῆς καὶ πόνου καὶ μερίμνης καὶ ἀγῶνος τὴν πρὸς τὸν θεὸν
ἀγάπην κτήσασθαι δυνάμεθα χάριτι καὶ δωρεᾷ Χριστοῦ ἐν
ἡμῖν μορφουμένην, καθὼς ἐν τῇ Σοφίᾳ εἴρηται· Ἐὰν γὰρ
ζητήσῃς αὐτὴν ὡς ἀργύριον καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς
αὐτήν, τότε συνήσεις φόβον κυρίου καὶ ἐπίγνωσιν θεοῦ εὑρή-
σεις. οὕτως γὰρ καὶ τὴν δευτέραν ἐντολήν, τὴν πρὸς τὸν
πλησίον ἀγάπην, εὐχερῶς καὶ καθαρῶς κατορθῶσαι δυνά-
262
μεθα. τὰ γὰρ πρῶτα προταττέσθω καὶ σπουδαζέσθω ὡς
πρῶτα, καὶ τὰ δεύτερα τοῖς πρώτοις ἑπόμενα ἀκολούθως
τελεσθήσεται· ἐὰν γάρ τις ἀμελήσει τῆς μεγάλης καὶ
πρώτης ἐντολῆς, τῆς πρὸς τὸν θεὸν ἀγάπης, ἥτις ἀπὸ τῆς
ἔνδοθεν διαθέσεως καὶ συνειδήσεως ἀγαθῆς καὶ ὑγιῶν τῶν
πρὸς θεὸν ἐννοιῶν ἅμα καὶ βοηθείᾳ 〈καὶ χάριτι θείᾳ〉
συνίσταται, τῆς δὲ δευτέρας τὴν ἔξωθεν μόνον ἐπιμέλειαν
τῆς διακονίας ποιήσεται, ἀδύνατον ὑγιῶς καὶ καθαρῶς
ταύτην ἐπιτελεῖν.
Ἡ γὰρ τῆς κακίας μέθοδος εὑρίσκουσα ἔξω μνήμης καὶ
ἀγάπης καὶ ζητήσεως θεοῦ τὸν νοῦν ἢ δυσχερῆ καὶ βαρέα
καταφαίνεσθαι ποιεῖ τὰ θεῖα ἐντάλματα, γογγυσμοὺς καὶ
263
λύπας καὶ μέμψεις τῆς εἰς τοὺς ἀδελφοὺς γινομένης διακονίας
τῇ ψυχῇ ἐνεργαζομένη, ἢ οἰήσει δικαιοσύνης ἀπατήσασα
φυσιοῖ, καὶ ἑαυτὸν ἡγήσεται τίμιον καὶ μέγαν καὶ ὡς
ἄκρως κατορθοῦντα τὰς ἐντολάς. ὅταν δὲ ἐν ἑαυτῷ οἰη-
θῇ ἄνθρωπος, ὅτι καλὰ ἐργάζεται καὶ ἐντολὰς φυλάττει,
ἥμαρτε κρίνας ἑαυτὸν καὶ μὴ ἐκδεξάμενος τὸν κρίνοντα ἀλη-
θῶς· ὅταν γὰρ συμμαρτυρῇ τῷ πνεύματι ἡμῶν τὸ πνεῦμα
τοῦ θεοῦ κατὰ τὸ λόγιον Παύλου, τότε ἀληθῶς Χριστοῦ ἄξιοι
καὶ τέκνα θεοῦ τυγχάνομεν, οὐχ ὅταν οἰήσει ἰδίᾳ ἑαυτοὺς
δικαιώσωμεν. Οὐ γάρ, φησίν, ὁ ἑαυτὸν συνιστῶν ἐστι δόκιμος,
ἀλλ' ὃν ὁ κύριος συνίστησιν. ἐὰν γὰρ ἐκτὸς μνήμης καὶ φόβου
θεοῦ εὑρίσκηται ὁ ἄνθρωπος, ἀνάγκη καὶ δόξαν ζητεῖν καὶ
ἔπαινον θηρεύειν παρὰ τῶν διακονουμένων ὑπ' αὐτοῦ, ὁ δὲ
τοιοῦτος ἄπιστος παρὰ τοῦ κυρίου ἀπελέγχεται· Πῶς γάρ,
φησί, δύνασθε ὑμεῖς πιστεύειν δόξαν παρὰ ἀλλήλων λαμβά-
νο…
The complete text is available when the reading interface loads.