Catecheses ad illuminandos 1
- Edition reference
- Catecheses ad illuminandos 1–18, ed. Reischl and Rupp, op. cit., 2 vols. (1:1848; 2:1860; repr. 1967) 1:28–320; 2:2–342.
- CTS identifier
urn:cts:greekLit:tlg2110.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
6
ποίῳ προσώπῳ τῷ Κυρίῳ λέξεις, Ἄφες μοι τὰς πολλάς μου
ἁμαρτίας, αὐτὸς σὺ μηδὲ τὰς ὀλίγας τῷ συνδούλῳ συγχωρήσας;
Εἰς τὰς Συνάξεις ἔσο σπουδαῖος· μὴ μόνον νῦν, ὅτε καὶ ὑπὸ τῶν
κληρικῶν τὴν σπουδὴν ἀπαιτῇ, ἀλλὰ καὶ μετὰ τὸ λαβεῖν τὴν χάριν.
Εἰ γὰρ πρὶν λάβῃς, καλὸν τὸ γινόμενον, ἆρα οὐχὶ καὶ μετὰ τὴν
δόσιν καλόν; Εἰ πρὶν ἐγκεντρισθῇς, ἀσφαλὲς τὸ ποτίζεσθαι, καὶ
γεωργεῖσθαι· μετὰ τὴν φυτείαν ἆρ' οὐχὶ πολὺ κάλλιον; Ἀγώνισαι
περὶ τῆς σαυτοῦ ψυχῆς, μάλιστα ἐν τοιαύταις ἡμέραις· θρέψον
σου τὴν ψυχὴν ἀναγνώσεσι θείαις· ἡτοίμασε γάρ σοι τράπεζαν
πνευματικὴν ὁ Κύριος. Εἰπὲ καὶ αὐτὸς κατὰ τὸν ψαλμωδόν·
Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει· εἰς τόπον χλόης
ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με· τὴν
ψυχήν μου ἐπέστρεψεν· ἵνα καὶ ἄγγελοι συνευφρανθῶσι, καὶ
αὐτὸς ὁ Χριστὸς ὁ μέγας ἀρχιερεὺς, τὴν ὑμετέραν προαίρεσιν
ἀποδεξάμενος, προσφέρων ὑμᾶς ἅπαντας, εἴπῃ τῶ πατρί· Ἰδοὺ
ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός· ὃς πάντας ὑμᾶς
εὐαρεστοῦντας αὐτῷ συντηρήσειεν· Ὧ ἡ δόξα [καὶ τὸ κράτος]
εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων· Ἀμήν.
2
t
{ΚΑΤΗΧΗΣΙΣ Β.
ΦΩΤΙΖΟΜΕΝΩΝ,
Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ, καὶ ἀφέ-
σεως ἁμαρτιῶν, καὶ περὶ Ἀντικειμένου. Καὶ ἀνάγνωσις ἐκ
τοῦ Ἰεζεκιήλ· Δικαιοσύνη δικαίῳ ἐπ' αὐτὸν ἔσται, καὶ ἀνομία
ἀνόμῳ ἐπ' αὐτὸν ἔσται. Καὶ ὁ ἄνομος ἐὰν ἐπιστρέψῃ ἐκ
πασῶν τῶν ἀνομιῶν αὐτοῦ, καὶ τὰ ἑξῆς.}
1
Δεινὸν ἡ ἁμαρτία, καὶ νόσος χαλεπωτάτη ψυχῆς ἡ πα-
ρανομία· ὑποτέμνουσα μὲν αὐτῆς τὰ νεῦρα, καὶ πυρὸς δὲ αἰω-
νίου γιγνομένη παραίτιος. Κακὸν αὐτεξούσιον, βλάστημα προ-
αιρέσεως· καὶ ὅτι γε αὐτοπροαιρέτως ἁμαρτάνομεν, λέγει που σα-
φῶς ὁ προφήτης· Ἐγὼ δ' ἐφύτευσά σε ἄμπελον καρποφόρον
πᾶσαν ἀληθίνην, πῶς ἐστράφης εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλο-
τρία; Ἡ φυτεία καλὴ, ὁ δὲ καρπὸς ἐκ προαιρέσεως κακός· καὶ
διὰ τοῦτο ὁ φυτουργὸς ἀναίτιος, ἡ δὲ ἄμπελος κατακαυθήσε-
ται πυρὶ, ἐπειδὴ εἰς ἀγαθὸν ἐφυτεύθη, καὶ εἰς κακὸν ἐκαρπο-
φόρησεν ἐκ προαιρέσεως. Ἐποίησε γὰρ ὁ Θεὸς τὸν ἄνθρωπον
εὐθῆ, κατὰ τὸν Ἐκκλησιαστὴν, καὶ αὐτοὶ ἐζήτησαν λογισμοὺς
πολλούς. Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐπὶ ἔργοις ἀγα-
θοῖς, φησὶν ὁ Ἀπόστολος. Ὁ μὲν οὖν κτίστης, ἀγαθὸς ὢν, ἐπ'
ἔργοις ἀγαθοῖς ἔκτισεν· τὸ δὲ κτισθὲν, ἐξ οἰκείας προαιρέσεως
εἰς πονηρίαν ἐτράπη. Δεινὸν μὲν οὖν κακὸν, ὡς εἴρηται, ἡ
ἁμαρτία, ἀλλ' οὐκ ἀθεράπευτον· δεινὸν τῷ κατέχοντι· εὐίατον
δὲ τῷ διὰ μετανοίας ἀποτιθεμένῳ. Ὑπόθου γάρ μοι κατέχειν ἐν
χειρί τινα τὸ πῦρ· ἕως ὅτου κατέχει τὸν ἄνδρακα, φλέγεται πάν-
τως. Εἰ δὲ ἀπόθοιτο τὸν ἄνθρακα, συναπέβαλε ἂν καὶ τὸ φλέ-
γον· εἰ δέ τις νομίζει μὴ κατακαίεσθαι ἁμαρτάνων, τούτῳ λέγει
ἡ γραφή· Ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατα-
καύσει; Καίει γὰρ ἡ ἁμαρτία· τὰ νεῦρα τῆς ψυχῆς [ὑποτέμνεται
καὶ συντρίβει τὰ νοητὰ τῆς διανοίας ὀστέα· καὶ σκοτοῖ τὸ φω-
τεινὸν τῆς καρδίας].
2
Ἀλλ' ἐρεῖ τις, τί ποτε ἄρα ἐστὶν ἡ ἁμαρτία; ζῶόν ἐστιν;
ἄγγελός ἐστι, δαίμων ἐστί; τί ἐστι, τοῦτο τὸ ἐνεργοῦν; Οὐκ
ἔστιν ἐχθρὸς ἔξωθεν, ἄνθρωπε, καταγωνιζόμενος, ἀλλὰ βλάστη-
μα κακὸν αὐτοπροαιρέτως αὐξάνον ἀπὸ σοῦ. Ὀρθοῖς βλέπε
τοῖς ὄμμασί σου, καὶ οὐκ ἔστιν ἐπιθυμία. Μὴ ἅρπαζε τὰ ἀλλό-
τρια· καὶ ἁρπαγὴ κεκοίμηται· μνημόνευε τῆς κρίσεως· καὶ οὔτε
πορνεία, οὔτε μοιχεία, οὔτε φόνος, οὐδέ τι τῶν παρανομημάτων
ἰσχύσει παρὰ σοί. Ὅταν δὲ ἐπιλάθῃ τοῦ Θεοῦ, τότε λοιπὸν
ἄρχῃ λογίζεσθαι πονηρὰ, καὶ συντελεῖν παράνομα.
3
Οὐ μόνος δὲ σὺ καθέστηκας τοῦ πράγματος ἀρχηγός·
ἀλλὰ καὶ ἄλλος τίς ἐστι κάκιστος ὑποβολεὺς, ὁ διάβολος. Ὑπο-
βάλλει μὲν οὖν ἐκεῖνος, οὐ μὴν βίᾳ ἐπικρατεῖ τῶν μὴ πειθο-
μένων. Διὰ τοῦτο λέγει ὁ Ἐκκλησιαστής· Ἐὰν πνεῦμα τοῦ ἐξου-
σιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς. Ἐὰν ἀποκλείσῃς
τὴν θύραν σου, καὶ μάκρον σοῦ τυγχάνων οὐ βλάψει σε. Ἐὰν
δὲ ἀδιαφόρως δέξῃ τὴν ἐνθύμησιν ἐπιθυμίας, διὰ τῶν λογισμῶν
ῥίζας ἐν σοὶ καταβάλλεται, καὶ καταδεσμεῖ σου τὴν διάνοιαν, καὶ
κατασπᾷ σε εἰς βόθρον κακῶν. Ἀλλ' ἴσως λέγεις, Πιστός εἰμι,
καὶ οὐ περιγίνεταί μου ἐπιθυμία, κἂν ἐνθυμήσω πυκνότερον.
Ἀγνοεῖς ὅτι καὶ πέτραν ἔῤῥηξε ῥίζα παραμένουσα πολλάκις; Μὴ
δέξῃ τὸν σπόρον, ἐπεὶ διαῤῥήξει σου τὴν πίστιν· πρὶν [ἢ] ἀνθή-
σῃ, πρόῤῥιζον ἔξελε τὸ κακόν· μὴ ῥαθυμήσας ἐξ ἀρχῆς, πέλυκας
ὕστερον, καὶ πῦρ πολυπραγμονήσῃς· ἀρχόμενος ὀφθαλμιᾷν, θε-
ραπεύου κατὰ καιρόν· ἵνα μὴ τυφλωθεὶς, τότε ζητήσῃς τὸν ἰα-
τρόν.
4
Ἀρχηγὸς μὲν οὖν ἁμαρτίας ὁ διάβολος, καὶ γεννήτωρ
τῶν κακῶν· τοῦτο δὲ ὁ Κύριος εἴρηκεν, οὐκ ἐγώ· ὅτι ἀπ' ἀρ-
χῆς ὁ διάβολος ἁμαρτάνει· πρὸ αὐτοῦ ἥμαρτεν οὐδείς. Ἥμαρτε
δὲ, οὐκ ἐκ φύσεως ἐπάναγκες τὸ ἁμαρτητικὸν λαβών· ἐπεὶ πά-
λιν ἀνατρέχει ἡ τῆς ἁμαρτίας πρόφασις εἰς τὸν οὕτω κατασκευά-
σαντα· ἀλλ' ἀγαθὸς κατασκευασθεὶς, διάβολος γέγονεν ἐξ οἰκείας
προαιρέσεως, ἐκ τῆς πράξεως λαβὼν τὴν προσηγορίαν. Ἀρχάγ-
γελος γὰρ ὢν, διάβολος ὕστερον ἐκλήθη, ἀπὸ τοῦ διαβάλλειν·
καὶ ἀγαθὸς ὢν ὑπηρέτης Θεοῦ, γέγονε Σατανᾶς φερωνύμως·
ὁ γὰρ Σατανᾶς εἰς τὸν ἀντικείμενον διάβολον ἑρμηνεύεται. Ἐστὶ
δὲ οὐκ ἐμὼ ταῦτα τὰ διδάγματα, ἀλλ' Ἰεζεκιὴλ τοῦ πνευματο-
φόρου προφήτου. Ἐκεῖνος γὰρ λαβὼν θρῆνον ἐπ' αὐτὸν, λέγει·
Σὺ ἀποσφράγισμα ὁμοιώσεως, καὶ στέφανος κάλλους ἐν τῷ
παραδείσῳ τοῦ Θεοῦ ἐγεννήθης· καὶ μετ' ὀλίγα· Ἐγεννήθης ἄμω-
μος ἐν ταῖς ἡμέραις σου, ἀφ' ἧς ἡμέρας σὺ ἐκτίσθης, ἕως οὗ
εὑρέθη τὰ ἀδικήματα ἐν σοί. Πάνυ καλῶς τὸ, εὑρέθη ἐν σοί.
Οὐ γὰρ ἔξωθεν ἐπεισηνέχθη, ἀλλ' αὐτὸς ἐγέννησας τὸ κακόν.
Καὶ τὴν αἰτίαν ἑξῆς εἴρηκεν· Ὑψώθη ἡ καρδία σου ἐπὶ τῷ κάλ-
λει σου· διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου, καὶ διὰ τὰς ἁμαρ-
τίας σου ἐτραυματίσθης καὶ ἐπὶ τὴν γῆν ἔῤῥιψά σε. Ὁ Κύ-
ριος τούτῳ συμφώνως πάλιν ἐν εὐαγγελίοις λέγει· Ἐθεώρουν τὸν
Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Βλέπεις παλαιᾶς
διαθηκῆς πρὸς καινὴν συμφωνίαν. Οὗτος ἐκπεσὼν συναπέστη-
σε πολλούς· οὗτος ἐμβάλλει τὰς ἐπιθυμίας τοῖς πειθομένοις·
ἐκ τούτου μοιχεία, πορνεία, καὶ πᾶν εἴ τι κακόν. Διὰ τοῦτον ὁ
προπάτωρ ἡμῶν Ἀδὰμ ἐκ παρακοῆς ἐξεβλήθη· καὶ ἀντὶ παρα-
δείσου αὐτομάτως θαυμασίους φέροντος καρποὺς, τὴν ἀκανθο-
φόρον ἀντικατηλλάξατο γῆν.
5
Τί οὖν; ἐρεῖ τις, ἀπολώλαμεν ἀπατηθέντες· ἆρ' οὐκ
ἔστι λοιπὸν σωτηρία; πεπτώκαμεν· ἆρ' οὐκ ἔστιν ἀναστῆναι;
ἐτυφλώθημεν· ἆρ' οὐκ ἔστιν ἀναβλέψαι; χωλοὶ γεγόναμεν· ἆρ'
οὐκ ἔστιν ἀρτιποδῆσαι; ἵνα δὲ συντόμως εἴπωμεν, ἀπεθάνο-
μεν· ἆρ' οὐκ ἔστιν ἀναστῆναι; Ἆρ' ὁ τὸν Λάζαρον τὸν τετραή-
μερον ἐγείρας, ἄνθρωπε, τὸν ὀδωδότα· ἆρα τὸν ζῶντά σε
μᾶλλον οὐκ εὐκοπώτερον ἀναστήσει; Ὁ τὸ τίμιον αἷμα ὑπὲρ ἡμῶν
ἐκχέας, αὐτὸς ἡμᾶς ῥύσεται τῆς ἁμαρτίας. Μὴ ἀπογνῶμεν
ἑαυτοὺς, ἀδελφοί· μὴ ἀποῤῥίψωμεν ἑαυτοὺς εἰς ἀνέλπιστον κα-
τάστασιν. Δεινὸν γάρ ἐστι τὸ μὴ πιστεύειν εἰς μετανοίας ἐλ-
πίδα. Ὁ μὴ προσδοκῶν γὰρ τὴν σωτηρίαν, ἀφειδῶς προστίθησι
τὰ κακά· ὁ δὲ τὴν ἰατρείαν ἐλπίσας, εὐμαρῶς τὸ λοιπὸν ἑαυτοῦ
φείδεται. Ὁ γὰρ λῃστὴς ὁ μὴ δωρεὰν προσδοκῶν, εἰς ἀπόνοιαν
χωρεῖ· ἐλπίσας δὲ τὴν ἄφεσιν, εἰς μετάνοιαν ἔρχεται πολλάκις.
Εἶτα, ὄφις μὲν ἀποτίθεται τὸ γῆρας· ἡμεῖς δὲ οὐκ ἀποθησό-
μεθα τὴν ἁμαρτίαν; Καὶ ἀκανθώδης γῆ γεωργηθεῖσα καλῶς εἰς
καρποφόρον μετεβλήθη· ἡμῖν δὲ ἀδιόρθωτος ἡ σωτηρία; Ἡ μὲν
οὖν φύσις ἐπιδέχεται τὴν σωτηρίαν, ζητεῖται δὲ λοιπὸν ἡ προ-
αίρεσις.
6
Φιλάνθρωπος ὁ Θεὸς, καὶ φιλάνθρωπος οὐκ ὀλίγον. Μὴ
γὰρ εἴπῃς, Ἐπόρνευσα, ἐμοίχευσα· τὰ δεινά μοι πέπρακται, καὶ
οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις· ἆρα συγχωρήσει; ἆρα παρέξει τὴν
ἀμνηστίαν; Ἄκουε, τί λέγει ὁ ψαλμωδός· Ὡς πολὺ τὸ πλῆθος
τῆς χρηστότητός σου Κύριε. Οὐ νικᾷ σου τὰ συναχθέντα
ἁμαρτήματα, τὸ πλῆθος τῶν οἰκτιρμῶν τοῦ Θεοῦ· οὐ νικᾷ σου
τὰ τραύματα τὴν ἀρχιατρικὴν ἐμπειρίαν. Δὸς μόνον σεαυτὸν με-
τὰ πίστεως· λέγε τῷ ἰατρῷ τὸ πάθος· εἰπὲ καὶ αὐτὸς κατὰ τὸν
Δαβίδ. Εἶπα, ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυ-
ρίῳ· καὶ γενήσεται ἐπὶ σοῦ τὸ παραπλήσιον, τὸ ἑξῆς εἰρημένον·
Καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.
7
Θέλεις ἰδεῖν Θεοῦ φιλανθρωπίαν, σὺ ὁ νεωστὶ εἰς τὴν
κατήχησιν ἐληλυθώς; θέλεις ἰδεῖν Θεοῦ φιλανθρωπίαν, καὶ τῆς
μακροθυμίας τὸ πλῆθος; Ἄκουσον περὶ τοῦ Ἀδάμ. Παρήκουσεν
Ἀδάμ, ὁ πρωτόπλαστος τοῦ Θεοῦ· ἆρ' οὐκ ἐδύνατο τὸν θάνα-
τον εὐθὺς ἐπαγαγεῖν; ἀλλ' ὅρα τί ποιεῖ ὁ φιλανθρωπότατος Κύ-
ριος. Ἐκβάλλει μὲν αὐτὸν τοῦ παραδείσου· [τῆς γὰρ ἐκεῖ δια-
τριβῆς ἀνάξιος ἦν διὰ τὴν ἁμαρτίαν] κατοικίζει δὲ τοῦ παρα-
δείσου κατέναντι, ἵνα βλέπων ὅθεν ἐξέπεσε, καὶ ἐξ οἵων, εἰς
οἷα κατηνέχθη, λοιπὸν ἐκ μετανοίας σωθῇ. Καῒν ὁ πρωτότοκος
ἄνθρωπος, ἀδελφοκτόνος γέγονεν εὑρετὴς τῶν κακῶν, καὶ ἀρχη-
γὸς τῶν φόνων, καὶ βάσκανος πρῶτος, ἀλλ' ἀνελὼν τὸν ἀδελφὸν,
τί κατακρίνεται; Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς· μέγα τὸ
ἁμάρτημα, καὶ μικρὰ ἡ καταδίκη.
8
Φιλανθρωπία μὲν οὖν ἀληθῶς καὶ αὕτη Θεοῦ, ἀλλ' ἔτι
μικρὰ πρὸς τὰ ἐπιφερόμενα. Λόγισαι [γάρ] μοι τὰ ἐπὶ Νῶε.
Ἥμαρτον οἱ γίγαντες, καὶ παρανομία πολλὴ τότε τῆς γῆς κατε-
χύθη, καὶ διὰ ταύτην κατακλυσμὸς ἔμελλεν ἐπέρχεσθαι· καὶ τῷ
πεντακοσιοστῷ μὲν ἔτει τὴν ἀπειλὴν ἐκφέρει ὁ Θεὸς, τῷ δὲ ἑξα-
κοσιοστῷ τὸν κατακλυσμὸν ἐπήγαγεν ἐπὶ τὴν γῆν. Βλέπεις φι-
λανθρωπίας Θεοῦ πλάτος, εἰς ἑκατὸν παρατεινομένης χρόνους;
Ἆρα, ὅπερ ἐποίησε τότε μετὰ τὴν ἑκατονταετίαν, οὐκ ἠδύνατο καὶ
παραχρῆμα ποιῆσαι; Ἀλλ' ἐπίτηδες παρέτεινεν, διδοὺς ἔνδομα
τῆς μετανοίας. Βλέπεις Θεοῦ ἀγαθότητα; καὶ εἴγε μετενόησαν οἱ
τότε, οὐκ ἂν ἀπέτυχον τῆς τοῦ Θεοῦ φιλανθρωπίας.
9
Ἐλθέ μοι λοιπὸν καὶ ἐπὶ τοὺς ἄλλους, τοὺς ἐκ μετανοίας
σωθέντας. Ἀλλ' ἴσως καὶ ἐν γυναιξὶν ἐρεῖ τις· ἐπόρνευσα, ἐμοί-
χευσα, ἐμόλυνα τὸ σῶμα παντοίαις ἀκολασίαις· ἆρ' ἔστι σωτηρία;
Ἀπόβλεψον, ὦ γύναι, εἰς τὴν Ῥαάβ, καὶ προσδόκα καὶ σὺ τὴν
σωτηρίαν· εἰ γὰρ ἡ φανερῶς καὶ δημοσίᾳ πορνεύσασα, διὰ με-
τανοίας ἐσώθη· ἆρα ἡ ἅπαξ ποτὲ πορνεύσασα πρὸ τῆς χάριτος,
διὰ μετανοίας καὶ νηστείας οὐ σώζεται; πῶς γὰρ ἐσώθη ἐκείνη,
ζήτησον· τοῦτο μόνον εἶπεν, Ὅτι ὁ Θεὸς ὑμῶν ἐν τῷ οὐρανῷ καὶ
ἐπὶ τῆς γῆς, ὁ Θεὸς ὑμῶν· ἑαυτῆς γὰρ, οὐκ ἐτόλμησεν εἰπεῖν
διὰ τὴν ἀσέλγειαν· καὶ εἰ θέλεις δέξασθαι τοῦ σωθῆναι ταύτην,
μαρτυρίαν ἔγγραφον, ἔχεις ἀνάγραπτον, ἐν ψαλμοῖς· Μνησθήσο-
μαι Ῥαὰβ καὶ Βαβυλῶνος, τοῖς γινώσκουσί με· ὦ μεγάλης τοῦ
Θεοῦ φιλανθρωπίας, καὶ πορνῶν μνημονευούσης ἐν γραφαῖς·
ἀλλ' οὐχ ἁπλῶς. Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος, ἀλλὰ μετὰ
τοῦ· Τοῖς γινώσκουσί με. Ἔστιν οὖν καὶ ἐπὶ ἀνδρῶν σωτηρία
καὶ ἐπὶ γυναικῶν ὁμοίως, ἡ διὰ μετανοίας προξενουμένη.
10
Κἂν ὁλόκληρος δὲ λαὸς ἁμάρτῃ, οὐ νικᾷ τὴν τοῦ Θεοῦ
φιλανθρωπίαν. Ἐμοσχοποίησεν ὁ λαὸς, καὶ οὐκ ἀπέστη ὁ Θεὸς
τῆς φιλανθρωπίας· ἠρνήσαντο οἱ ἄνθρωποι τὸν Θεὸν, ἀλλ' ὁ
Θεὸς ἑαυτὸν οὐκ ἠρνήσατο. Οὗτοι οἱ θεοί σου Ἰσραὴλ, εἰρή-
κασιν· καὶ πάλιν συνήθως ὁ Θεὸς τοῦ Ἰσραὴλ, σωτὴρ αὐ-
τῶν ἐγένετο. Καὶ οὐ μόνος δ' ὁ λαὸς ἥμαρτε, ἀλλὰ καὶ Ἀαρὼν
ὁ ἀρχιερεύς. Μωϋσῆς γάρ ἐστιν ὁ λέγων, Καὶ ἐπ' Ἀαρὼν ἐγέ-
νετο ὀργὴ Κυρίου· καὶ ἐδεήθην, φησὶν, ὑπὲρ αὐτοῦ, καὶ συ-
νεχώρησεν αὐτῷ ὁ Θεός. Εἶτα Μωϋσῆς μὲν αἰτῶν ὑπὲρ ἀρχιε-
ρέως ἁμαρτάνοντος, ἐδυσώπει τὸν Κύριον· Ἰησοῦς δὲ ὁ μονογε-
νὴς, αἰτῶν ὑπὲρ ἡμῶν οὐ δυσωπεῖ τὸν Θεόν; Κἀκεῖνον μὲν διὰ τὸ
πταισθὲν οὐκ ἐκώλυσεν ἐλθεῖν εἰς ἀρχιερωσύνην· σὲ δὲ ἐξ
ἐθνῶν ἐλθόντα, κεκώλυκεν εἰσελθεῖν εἰς τὴν σωτηρίαν; Μετα-
νόησον, ἄνθρωπε, λοιπὸν καὶ αὐτὸς ὁμοίως, καὶ οὐ κεκώλυταί
σοι ἡ χάρις. Ἀνεπίληπτόν σου παράστησον εἰς τὸ ἑξῆς τὸν
τρόπον· φιλάνθρωπος γὰρ ἀληθῶς ὁ Θεὸς, καὶ οὐ δυνήσεται ὁ
πᾶς χρόνος κατ' ἀξίαν ἐξειπεῖν αὐτοῦ τὴν φιλανθρωπίαν· οὐδ'
ἂν πᾶσαι αἱ γλῶσσαι συνέλθωσιν ἀνθρώπων ὁμοῦ, οὐδ' οὕτως μέ-
ρος τι τῆς τοῦ Θεοῦ φιλανθρωπίας διηγήσασθαι δυνήσονται. Ἡμεῖς
γὰρ λέγομεν μέρος τι τῶν γεγραμμένων περὶ τῆς εἰς ἀνθρώπους αὐ-
τοῦ φιλανθρωπίας· ἀλλ' οὐκ οἴδαμεν ὅσα καὶ ἀγγέλοις συνεχώρη-
σεν. Συγχωρεῖ γὰρ κἀκείνοις, ἐπειδὴ εἷς μόνος ἀναμάρτητος. ὁ
τὰς ἁμαρτίας ἡμῶν καθαρίζων Ἰησοῦς. Καὶ περὶ μὲν ἐκείνων
αὐτάρκως.
11
Εἰ δὲ βούλει, σοὶ περὶ ἡμῶν καὶ ἄλλους τύπους πα-
ραστῆναι, ἐλθὲ καὶ ἐπὶ τὸν Δαβὶδ τὸν μακάριον, καὶ τύπον αὐ-
τὸν λάβε τῆς μετανοίας. Ἐσφάλη ὁ μέγας· μετὰ κοίτην, τὸ δει-
λινὸν, περιπατῶν ἐπὶ τοῦ δώματος, ἴδεν ἀδιαφόρως, καὶ ἔπαθέν
τι ἀνθρώπινον. Ἐτελέσθη ἡ ἁμαρτία, ἀλλ' οὐ συναπέθανεν ἡ
περὶ τὴν ὁμολογίαν τοῦ πταίσματος εὐγνωμοσύνη. Ἦλθε Ναθὰν
ὁ προφήτης, ἔλεγχος ταχὺς, ἰατρὸς τοῦ τραύματος. Ὠργίσθη,
φησὶν, ὁ Κύριος, καὶ ἥμαρτες, τῷ βασιλεύοντι ὁ ἰδιώτης ἔλεγεν.
Ἀλλὰ Δαβὶδ ὁ βασιλεύς [ὁ πορφυροφόρος] οὐκ ἠγανάκτησεν·
οὐ γὰρ προσεῖχε τῷ λαλοῦντι, ἀλλὰ τῷ ἀποστείλαντι. Οὐκ ἐτύ-
φωσεν αὐτὸν τὸ περιεστὸς τῶν στρατιωτῶν στίφος· ἐνενόει γὰρ
τὸν ἀγγελικὸν τοῦ Κυρίου στρατὸν, καὶ τὸν ἀόρατον ὡς ὁρῶν
ἠγωνίασε. Καί φησι τῷ ἐλθόντι, μᾶλλον δὲ δι' ἐκείνου τῷ ἀπο-
στείλαντι, ἀποκρινάμενος· Ἡμάρτηκα τῷ Κυρίῳ. Βλέπεις τοῦ
βασιλέως ταπεινοφροσύνην, βλέπεις ἐξομολόγησιν. Μὴ γὰρ ἦν
ἐλεγχθεὶς ὑπό τινος; μὴ πολλοὶ συνῄδεισαν τῷ πράγματι; Ὀξέως
ἐπράχθη τὸ πρᾶγμα, καὶ ὁ προφήτης εὐθὺς παρῆν κατήγορος,
καὶ ὁ πταίσας ὁμολογεῖ τὸ κακὸν, καὶ ἐπειδὴ εὐγνωμόνως
ὡμολόγησεν, ὀξυτάτην ἔσχε τὴν ἰατρείαν. Ὁ γὰρ ἀπειλήσας
προφήτης Ναθὰν, φησὶν εὐθέως· Καὶ Κύριος παρεβίβασε τὴν
ἁμαρτίαν σου. Βλέπεις ὀξυτάτην Θεοῦ φιλανθρώπου μεταβολήν.
Πλήν φησι· Παροξύνων παρώξυνας τοὺς ἐχθροὺς Κυρίου· πολ-
λοὺς μὲν διὰ τὴν δικαιοσύνην εἶχες ἐχθροὺς, ἀλλ' ἐφρούρει σε
ἡ σωφροσύνη· προδοὺς δὲ τὸ μέγιστον ὅπλον, ἑτοίμους ἑστῶτας
ἔχεις κατὰ σοῦ τοὺς ἐχθροὺς ἐπαναστάντας.
12
Ὁ μὲν οὖν προφήτης οὕτως αὐτὸν παρεμυθήσατο, ὁ δὲ
μακάριος Δαβὶδ, εἰ καὶ τὰ μάλιστα ἤκουσεν, ὅτι Κύριος παρε-
βίβασε τὸ ἁμάρτημά σου, οὐκ ἀπέστη τῆς μετανοίας ὁ βασιλεύς·
ἀλλὰ περιεβάλετο μὲν σάκκον ἀντὶ πορφύρας, ἀντὶ δὲ χρυσο-
κολλήτων θρόνων, ἐπὶ σποδοῦ καὶ γῆς ὁ βασιλεὺς ἐκαθέζετο.
Καὶ οὐκ ἐπὶ σποδοῦ μόνον ἐκάθητο, ἀλλὰ καὶ σποδὸν εἶχε τὴν
βρῶσιν, καθὼς καὶ αὐτός φησιν· Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφα-
γον [καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων]. Ἐξέτηξε δά-
κρυσι τὸν ἐπιθυμητὴν ὀφθαλμόν· Λούσω καθ' ἑκάστην νύκτα
τὴν κλίνην μου, λέγων, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω.
Ἀρχόντων παρακαλούντων φαγεῖν ἄρτον, οὐκ ἐπείθετο· εἰς ἑβδό-
μην ὁλόκληρον ἡμέραν παρέτεινε τὴν νηστείαν. Εἰ βασιλεὺς οὕ-
τως ἐξωμολογεῖτο, σὺ ὁ ἰδιώτης οὐκ ὀφείλεις ἐξομολογήσασθαι;
Καὶ μετὰ τὴν τοῦ Ἀβσαλὼμ ἐπανάστασιν, πολλῶν οὐσῶν ὁδῶν
αὐτῷ τῆς φυγῆς, διὰ τοῦ ὄρους τῶν Ἐλαιῶν φεύγειν εἵλατο,
μονονουχὶ τῇ διανοίᾳ τὸν ἀναβησόμενον εἰς τοὺς οὐρανοὺς ἐκεῖ-
θεν λυτρωτὴν ἐπικαλούμενος· καὶ καταρωμένου πικρῶς αὐτὸν
τοῦ Σεμεῒ λέγει, Ἄφετε αὐτόν· ᾔδει γὰρ, ὅτι τῷ ἀφιέντι
ἀφεθήσεται.
13
Βλέπεις ὅτι καλὸν τὸ ἐξομολογήσασθαι. Βλέπεις ὅτι
τοῖς μετανοοῦσίν ἐστι σωτηρία. Καὶ Σαλομὼν ἐκπέπτωκεν· ἀλλὰ
τί φησιν; Ὕστερον ἐγὼ μετενόησα. Καὶ ὁ Ἀχαὰβ ὁ τῆς Σαμα-
ρείας βασιλεὺς, γέγονε παρανομώτατος εἰδωλολάτρης, ἐξαίσιος,
ὁ προφητοκτόνος, ὁ ἀλλότριος τῆς εὐσεβείας, ἀγρῶν ἐπιθυμητὴς
καὶ ἀμπελώνων ἀλλοτρίων· ἀλλ' ὅτε τὸν Ναβουθαὶ διὰ τῆς Ἰε-
σαβὲλ ἀπέκτεινεν, ἐλθόντος Ἡλίου τοῦ προφήτου καὶ μόνον ἐπα-
πειλήσαντος, διέῤῥηξε τὰ ἱματία, καὶ περιεβάλλετο σάκκον. Καὶ
τί φησιν ὁ φιλάνθρωπος Θεὸς πρὸς τὸν Ἡλίαν; Ἑώρακας πῶς
κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου μου; μονονουχὶ πείθων τὸ
διάπυρον τοῦ προφήτου, συγκαταβῆναι τῷ μετανοοῦντι. Οὐκ
ἐπάξω, [γάρ φησι] τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ· καὶ ὅμως,
μέλλοντος αὐτοῦ μετὰ τὴν συγχώρησιν οὐκ ἀφίστασθαι τῆς πο-
νηρίας, συγχωρεῖ ὁ συγχωρῶν· οὐκ ἀγνοῶν τὸ μέλλον, ἀλλὰ τῷ
παρόντι τῆς μετανοίας καιρῷ κατάλληλον τὴν συγχώρησιν δω-
ρούμενος. Δικαίου γὰρ δικαστοῦ ἐστι, πρὸς ἕκαστον τῶν γεγεννη-
μένων προσφόρως ἀποκρίνασθαι.
14
Πάλιν Ἱεροβοὰμ εἱστήκει θύων τοῖς εἰδώλοις ἐπὶ τῷ
βωμῷ. Ξηρὰ γέγονεν αὐτοῦ ἡ χεὶρ, ἐπειδὴ ἐκέλευσε συλληφθῆ-
ναι τὸν ἐλέγχοντα προφήτην· ἀλλὰ τῇ πείρᾳ γνοὺς τὴν ἐνέργειαν
τοῦ παρόντος, λέγει· Δεήθητι τοῦ Κυρίου ὑπὲρ ἐμοῦ. Καὶ διὰ
τοῦτο τὸ ῥῆμα πάλιν ἀπεκατέστη ἡ χεὶρ αὐτοῦ. Εἰ τὸν Ἱεροβοὰμ
ἰάσατο ὁ προφήτης, σὲ Χριστὸς ἆρα οὐ δύναται τῶν ἁμαρτιῶν
ἰασάμενος ἐλευθερῶσαι; Γέγονε καὶ Μανασσῆς παρανομώτατος,
ὁ τὸν Ἡσαΐαν πρίσας, καὶ ἐν παντοίαις εἰδωλολατρείαις μιανθεὶς,
καὶ πλήσας αἱμάτων ἀθώων τὴν Ἱερουσαλήμ· ἀλλὰ αἰχμάλωτος
ἀχθεὶς εἰς Βαβυλῶνα, τῇ πείρᾳ τῶν κακῶν εἰς μετανοίας ἰατρείαν
συνεχρήσατο. Λέγει γὰρ ἡ γραφὴ, ὅτι ἐταπεινώθη Μανασσῆς
ἐνώπιον Κυρίου, καὶ προσηύξατο, καὶ εἰσήκουσε Κύριος, καὶ ἐπα-
νήγαγεν αὐτὸν εἰς τὴν βασιλείαν αὐτοῦ. Εἰ ὁ τὸν προφήτην πρίσας,
διὰ μετανοίας ἐσώθη· σὺ δὲ, μηδὲν τοσοῦτον ἐργασάμενος
οὐ σωθήσῃ; βλέπε μὴ τῇ δυνάμει τῆς μετανοίας μάτην ἀπι-
στήσῃς.
15
Βούλει γνῶναι πόσον ἰσχύει μετάνοια; θέλεις γνῶναι
τὸ καρτερὸν τῆς σωτηρίας ὅπλον, καὶ μαθεῖν πόσον ἐξομολό-
γησις ἰσχύει; Ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἐχθρῶν Ἐζε-
κίας δι' ἐξομολογήσεως ἐτρέψατο· μέγα μὲν ἀληθῶς καὶ τοῦτο,
ἀλλὰ ἔτι μικρὸν πρὸς τὸ ῥηθησόμενον. Ἀπόφασιν θείαν ἐξε-
νεχθεῖσαν ἀνεκαλέσατο διὰ μετανοίας ὁ αὐτός. Νοσήσαντι γὰρ
αὐτῷ φησιν ὁ Ἡσαΐας· Τάξαι περὶ τοῦ οἴκου σου· ἀποθνήσκεις
γὰρ σὺ, καὶ οὐ ζήσῃ. Ποία λοιπὸν προσδοκία; ποία ἐλπὶς εἰς
σωτηρίαν τοῦ προφήτου λέγοντος· ἀποθνήσκεις γὰρ σύ; Ἀλλ'
οὐκ ἀπέστη τῆς μετανοίας Ἐζεκίας, μεμνημένος δὲ τοῦ γεγραμ-
μένου· Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ. Ἀπεστράφη
πρὸς τὸν τοῖχον, καὶ τείνας τὴν διάνοιαν ἀπὸ τῆς στρωμνῆς εἰς
τὸν οὐρανὸν, (οὐ γὰρ ἐμποδίζει παχύτης τῶν τοίχων προσευχαῖς
μετ' εὐλαβείας ἀναπεμπομέναις) φησὶ, Κύριε μνήσθητί μου· αὔ-
ταρκες γὰρ εἰς ἰατρείαν τὸ, σὲ μνησθῆναί μου· οὐκ ὑποβέβλησαι
χρόνοις, ἀλλ' αὐτὸς εἶ τῆς ζωῆς ὁ νομοθέτης· οὐ γὰρ κατὰ γέ-
νεσιν, καὶ πλοκὴν ἄστρων, ὥς τινες ματαιολογοῦσιν, ζῶμεν. Ἀλλ'
αὐτὸς καὶ τοῦ ζῇν, καὶ ὅτε δεῖ ζῇν, ὡς βούλει νομοθέτης τυγ-
χάνεις. Καὶ ᾧ τὸ ζῇν ἀνέλπιστον διὰ τὴν προφητικὴν ἀπόφασιν,
τούτῳ πεντεκαιδεκαετὴς προσετίθετο χρόνος ζωῆς, ἡλίου παλίν-
δρομον διὰ τὸ σημεῖον ποιησαμένου τὴν πορείαν. Εἶτα, διὰ
μὲν τὸν Ἐζεκίαν ἥλιος ὑπέστρεψεν, διὰ δὲ τὸν Χριστὸν ἥλιος
ἐξέλιπεν· οὐκ ἀναποδίσας, ἀλλ' ἐκλείπων, καὶ διὰ τοῦτο δείξας
τὴν διαφορὰν ἑκατέρων, Ἐζεκίου λέγω καὶ Ἰησοῦ. Καὶ ὁ μὲν
ἴσχυσεν ἀπόφασιν Θεοῦ λῦσαι· Ἰησοῦς δὲ οὐ χαρίζεται ἄφεσιν
ἁμαρτιῶν; ἀπόστρεψον καὶ στέναξον σεαυτὸν, ἀπόκλεισον τὴν
θύραν καὶ πρόσευξαι, ἵνα σοι ἀφεθῇ, ἵνα σου περιέλῃ τὰς φλό-
γας τὰς καυστικάς· ἰσχύει γὰρ ἐξομολόγησις σβέσαι καὶ πῦρ,
ἰσχύει καὶ λέοντας ἡμερῶσαι.
16
Εἰ δὲ ἀπιστῇς, ἐννόησον τί συγκατέβη τοῖς περὶ τὸν Ἀνα-
νίαν· ποίας ἐξέχεαν πηγάς; πόσοι ξέσται ὕδατος, τὴν ἐπὶ τεσ-
σαράκοντα ἐννέα πήχεις ἀνερχομένην φλόγα σβέσαι ἠδύναντο;
Ἀλλ' ὅπου ὀλίγον ὑπερανέβη ἡ φλὸξ, ἐκεῖ ποταμηδὸν ἐξεχύθη ἡ
πίστις, καὶ ἐκεῖ ἔλεγον τὸ ἀντιφάρμακον τῶν κακῶν· Δίκαιος εἶ,
Κύριε, ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν· ἡμάρτομεν γὰρ καὶ ἠνο-
μήσαμεν· καὶ ἡ μετάνοια ἔλυσε τὰς φλόγας. Εἰ ἀπιστεῖς ὅτι δύ-
ναται σβέσαι τὸ τῆς γεέννης πῦρ ἡ μετάνοια, ἐκ τῶν περὶ τὸν
Ἀνανίαν γεγενημένων μάθε. Ἀλλ' ἐρεῖ τις τῶν ὀξέως ἀκροωμέ-
νων· ἐκείνους ὁ Θεὸς δικαίως ἐῤῥύσατο τότε, διὰ τὸ μὴ θε-
λῆσαι εἰδωλολατρῆσαι, ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὴν δύναμιν. Ἐπει-
δὴ δὲ τοῦτο παρέστη, ἔρχομαι λοιπὸν ἐφ' ἕτερον τύπον με-
τανοίας.
17
Τίνα ὑπόνοιαν ἔχεις περὶ Ναβουχοδονόσορ; Οὐκ ἤκου-
σας ἀπὸ τῶν γραφῶν, ὅτι αἱμοβόρος, ἀγριώδης, λεοντώδη τὴν
προαίρεσιν ἔχων; Οὐκ ἤκουσας ὅτι τὰ ὀστέα τῶν βασιλέων ἐκ
τῶν τάφων ἐξήνεγκεν εἰς τὸ φῶς; Οὐκ ἤκουσας ὅτι τὸν λαὸν
ἐξῃχμαλώτευσεν; Οὐκ ἤκουσας ὅτι τοὺς ὀφθαλμοὺς τοῦ βασι-
λέως ἐξετύφλωσε, προϊδόντος τὰ τέκνα ἐσφαγμένα; Οὐκ ἤκουσας
ὅτι τὰ Χερουβὶμ συνέτριψεν; οὐ λέγω τὰ νοητὰ, ἄπαγε, μὴ τοῦτο
ὑπολάβῃς ἄνθρωπε, ἀλλὰ τὰ γλυπτά· ἀλλὰ τὸ ἱλαστήριον, οὗ
ἀνὰ μέσον ἐλάλει ὁ Θεὸς φωνῇ· τὸ καταπέτασμα τῆς ἁγιωσύνης
κατεπάτησεν· τὸ θυμιατήριον λαβὼν, ἐπὶ εἰδωλεῖον ἀπήνεγκε· πάντα
τὰ προσφερόμενα περιεῖλε· τὸν ναὸν ἐκ θεμελίων ἐνεπύρισε·
πόσων τιμωριῶν ἄξιος ἦν, ἐπὶ τῷ ἀνελεῖν βασιλέας, ἐπὶ τῷ ἐμ-
πρῆσαι τὰ ἅγια, ἐπὶ τῷ αἰχμαλωτῆσαι τὸν λαὸν, ἐπὶ τῷ τὰ ἱερὰ
σκεύη ἔνδον εἰδώλων θέσθαι; ἆρ' οὖν οὐκ ἦν θανάτων μυ-
ρίων ἄξιος;
18
Εἶδες τὸ μέγεθος τῶν κακῶν· ἐλθὲ λοιπὸν ἐπὶ τὴν
τοῦ Θεοῦ φιλανθρωπίαν. Ἐπεθηριώθη, ἐν τῇ ἐρήμῳ διέτριβεν,
ἐμαστιγοῦτο ἵνα σωθῇ· εἶχεν ὄνυχας ὡς λέων· ἁρπακτικὸς γὰρ
ἦν τῶν ἁγίων· εἶχε τρίχας λεόντων· λέων γὰρ ἦν ἁρπάζων καὶ
ὠρυόμενος· χόρτον ὡς βοῦς ἤσθιε· κτῆνος γὰρ ἦν, οὐκ εἰδὼς
τὸν δεδωκότα τὴν βασιλείαν· ἐβάφη τὸ σῶμα αὐτοῦ ἀπὸ τῆς
δρόσου· ἐπειδὴ προϊδὼν κατασβεσθὲν ὑπὸ τῆς δρόσου τὸ πῦρ,
οὐκ ἐπίστευσε. Καὶ τί γίνεται; Μετὰ ταῦτα, φησὶν, ἐγὼ Να-
βουχοδονόσορ τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανὸν ἀνέλαβον,
καὶ τὸν ὕψιστον ηὐλόγησα, καὶ τῷ ζῶντι εἰς τοὺς αἰῶνας ᾔνεσα
καὶ ἐδόξασα. Ὅτι τοίνυν ἐπέγνω τὸν ὕψιστον, καὶ τὰς εὐχαρι-
στηρίους φωνὰς ἀνέπεμψε τῷ Θεῷ, καὶ ἦλθεν εἰς μεταμέλειαν
ὧν διεπράξατο, καὶ ἐπέγνω τὴν οἰκείαν ἀσθένειαν· τότε ὁ Θεὸς
ἀποδίδωσιν αὐτῷ τὴν τιμὴν τῆς βασιλείας.
19
Τί οὖν; τῷ μὲν Ναβουχοδονόσορ τοιαῦτα διαπραξα-
μένῳ, καὶ ἐξομολογησαμένῳ, δέδωκε τὴν συγχώρησιν καὶ τὴν βα-
σιλείαν· σοὶ δὲ μετανοοῦντι, οὐ δίδωσι τὴν ἄφεσιν τῶν ἁμαρτη-
μάτων, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν, ἐὰν ἐπαξίως πολιτεύσῃ;
Φιλάνθρωπος ὁ Κύριος καὶ ταχὺς εἰς συγχώρησιν, βραδὺς δὲ
εἰς τιμωρίαν. Μηδεὶς οὖν ἀπελπίσῃ τῆς ἑαυτοῦ σωτηρίας. Πέ-
τρος ὁ κορυφαιότατος καὶ πρωτοστάτης τῶν ἀποστόλων, ἐπὶ παι-
δισκαρίου ἠρνήσατο τρὶς τὸν Κύριον· ἀλλὰ μεταμεληθεὶς, ἔκλαυσε
πικρῶς. Τὸ δὲ κλαῦσαι, τὴν μετάνοιαν τὴν ἐγκάρδιον παρίστησιν,
καὶ διὰ τοῦτο, οὐ μόνον ἔλαβε τὴν ἄφεσιν ἐπὶ τῇ ἀρνήσει, ἀλλὰ
γὰρ καὶ τὸ ἀποστολικὸν ἀξίωμα ἔσχεν ἀναφαίρετον.
20
Ἔχοντες οὖν, ἀδελφοὶ, πολλοὺς τύπους τῶν ἁμαρτη-
σάντων, καὶ μετανοησάντων, καὶ σωθέντων, προθύμως καὶ αὐτοὶ
ἐξομολογήσασθε τῷ Κυρίῳ· ἵνα καὶ τὴν συγχώρησιν λάβητε τῶν
προγεγενημένων ἁμαρτημάτων, καὶ τῆς ἐπουρανίου δωρεᾶς κα-
ταξιωθῆτε, καὶ τὴν ἐπουράνιον κληρονομήσητε βασιλείαν μετὰ
πάντων τῶν ἁγίων· ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἐστιν ἡ δόξα εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
3
t
{ΚΑΤΗΧΗΣΙΣ Γ
ΦΩΤΙΖΟΜΕΝΩΝ.
Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, ΠΕΡΙ ΒΑΠΤΙΣΜΑΤΟΣ. Καὶ
ἀνάγνωσις ἐκ τῆς πρὸς Ῥωμαίους· Ἢ ἀγνοεῖτε, ὅτι ὅσοι εἰς Χρι-
στὸν ἐβαπτίσθημεν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν;
Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος (εἰς θάνα-
τον), καὶ τὰ ἑξῆς.}
1
Εὐφραίνεσθε οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ, διὰ τοὺς
μέλλοντας ὑσσώπῳ ῥαντίζεσθαι, καὶ καθαρίζεσθαι ὑσσώπῳ τῷ
νοητῷ, καὶ τῇ δυνάμει τοῦ κατὰ τὸ πάθος ὑσσώπῳ καὶ κα-
λάμῳ ποτισθέντος. Καὶ αἱ μὲν οὐράνιαι δυνάμεις χαιρέτωσαν·
αἱ δὲ μέλλουσαι ψυχαὶ τῷ νοητῷ νυμφίῳ συνάπτεσθαι, πα-
ρασκευαζέσθωσαν. Φωνὴ γὰρ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμά-
σατε τὴν ὁδὸν Κυρίου· τὸ γὰρ πρᾶγμα οὐ μικρὸν, οὐδὲ σωμά-
των συνήθης ἐστὶν ἄκριτος συμπλοκή· ἀλλὰ Πνεύματος, τοῦ
τὰ πάντα ἐρευνῶντος, ἡ κατὰ πίστιν ἐκλογή. Αἱ μὲν γὰρ κατὰ
τὸν κόσμον ἐπιγαμίαι καὶ συνθῆκαι, οὐ πάντως γίνονται κατὰ
κρίσιν· ἀλλ' ὅπου δ' ἂν ἢ πλοῦτος ἢ κάλλος, ἐκεῖ ταχέως ἐπέ-
νευσεν ὁ νυμφίος· ᾧδε δὲ, οὐχ ὅπου σωμάτων ἐστὶ κάλλος, ἀλλ'
ὅπου ψυχῆς ἀκατάγνωστος συνείδησις· ᾧδε οὐχ ὁ μαμωνᾶς ὁ
κατεγνωσμένος, ἀλλ' ὁ τῆς ψυχῆς ἐν εὐλαβείᾳ πλοῦτος.
2
Πείσθητε τοίνυν, ὦ τέκνα δικαιοσύνης, Ἰωάννῃ παρα-
καλοῦντι καὶ λέγοντι· Εὐθύνατε τὴν ὅδον Κυρίου· ἐξάρατε πάντα
τὰ σκῶλα καὶ τὰ σκάνδαλα, ἵνα εὐθυπορήσητε πρὸς αἰώνιον
ζωήν. Ἑτοιμάσατε τῆς ψυχῆς τὰ ἀγγεῖα καθαρὰ διὰ τῆς ἀνυ-
ποκρίτου πίστεως, πρὸς ὑποδοχὴν τοῦ ἁγίου Πνεύματος. Ἄρ-
ξασθε πλύνειν τὰς στολὰς ὑμῶν διὰ μετανοίας, ἵνα εἰς τὸν
νυμφῶνα καθαροὶ κληθέντες εὑρεθῆτε. Ὁ μὲν γὰρ νυμφίος κα-
λεῖ πάντας ἁπλῶς, ἐπειδὴ δαψιλὴς ἡ χάρις· καὶ μεγαλοφώνων
κηρύκων φωνὴ συνάγει τοὺς πάντας· διακρίνει δὲ λοιπὸν ὁ αὐ-
τὸς, τοὺς ἔνδον εἰσελθόντας [εἰς τὸν τυπικὸν γάμον]. Μὴ γέ-
νοιτό τινα τῶν ὀνοματογραφηθέντων ἀκοῦσαι νῦν· Ἑταῖρε, πῶς
εἰσῆλθες ὧδε, μὴ ἔχων ἔνδυμα γάμου; Εἴη δὲ πάντας ὑμᾶς
ἀκοῦσαι· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ· ἐπ' ὀλίγα ἦς πιστὸς, ἐπὶ
πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.
Νῦν γὰρ τέως ἔξω τῆς θύρας ἕστηκας· γένοιτο δὲ πάντας ὑμᾶς
εἰπεῖν· Εἰσήνεγκέ με ὁ βασιλεὺς εἰς τὸ ταμεῖον αὐτοῦ· ἀγαλ-
λιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σω-
τηρίου, καὶ χιτῶνα εὐφροσύνης· ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν,
καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ· ἵνα εὑρεθῇ πάντων
ὑμῶν ἡ ψυχὴ μὴ ἔχουσα σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων·
οὐ λέγω πρὸ τοῦ λαβεῖν τὴν χάριν· [πῶς γὰρ, οἵγε ἐπὶ ἀφέσει
ἁμαρτιῶν ἐκλήθητε;] ἀλλ' ἵνα διδομένης τῆς χάριτος, ἀκατά-
γνωστος ἡ συνείδησις εὑρεθεῖσα συνδράμῃ τῇ χάριτι.
3
Μέγα τὸ πρᾶγμα ἀληθῶς, ἀδελφοὶ, καὶ μετὰ προσοχῆς
αὐτῷ προσέλθετε. Μέλλει ἕκαστος ὑμῶν παρίστασθαι τῷ Θεῷ,
ἐνώπιον μυριάδων στρατιῶν ἀγγέλων· μέλλει τὸ Πνεῦμα τὸ
ἅγιον σφραγίζειν ὑμῶν τὰς ψυχάς· μέλλετε στρατολογεῖσθαι τῷ
μεγάλῳ βασιλεῖ. Οὐκοῦν ἑτοιμάσασθε, παρασκευάσασθε· οὐχ
ἱματίων λαμπροτάτας ἐνδυσάμενοι στολὰς, ἀλλὰ ψυχῆς εὐσυνεί-
δητον εὐλάβειαν. Μὴ ὡς ὕδατι λιτῷ πρόσεχε τῷ λουτρῷ·
ἀλλὰ τῇ μετὰ τοῦ ὕδατος δεδομένῃ πνευματικῇ χάριτι. Ὥσπερ
γὰρ τὰ τοῖς βωμοῖς προσφερόμενα, τῇ φύσει ὄντα λιτὰ, μεμο-
λυσμένα γίγνεται τῇ ἐπικλήσει τῶν εἰδώλων· οὕτως ἀπεναντίας
τὸ λιτὸν ὕδωρ Πνεύματος ἁγίου καὶ Χριστοῦ καὶ Πατρὸς
τὴν ἐπίκλησιν λαβὸν, δύναμιν ἁγιότητος ἐπικτᾶται.
4
Ἐπειδὴ γὰρ διπλοῦς ὁ ἄνθρωπος, ἐκ ψυχῆς καὶ σώματος
συγκείμενος, διπλοῦν καὶ τὸ καθάρσιον· τὸ μὲν ἀσώματον, τῷ ἀσω-
μάτῳ, τὸ δὲ σωματικὸν, τῷ σώματι. Καὶ τὸ μὲν ὕδωρ καθαίρει τὸ
σῶμα, τὸ δὲ Πνεῦμα σφραγίζει τὴν ψυχήν· ἵνα [πνεύματι] ἐῤῥαντισ-
μένοι τὴν καρδίαν, καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ,
προσέλθωμεν τῷ Θεῷ. Μέλλων τοίνυν εἰς τὸ ὕδωρ καταβαίνειν,
μὴ τῷ ψιλῷ τοῦ ὕδατος πρόσεχε· ἀλλὰ τῇ τοῦ ἁγίου Πνεύμα-
τος ἐνεργείᾳ τὴν σωτηρίαν ἐκδέχου· ἄνευ γὰρ ἀμφοτέρων ἀδύνα-
τόν σε τελειωθῆναι. Οὐκ ἐγώ εἰμι ὁ τοῦτο λέγων, ἀλλ' ὁ Κύ-
ριος Ἰησοῦς [Χριστὸς] ὁ τοῦ πράγματος τὴν ἐξουσίαν ἔχων,
φησί· Ἐὰν μή τις γεννηθῇ [ἄνωθεν, καὶ ἐπιφέρει λέγων] ἐξ
ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν
τοῦ Θεοῦ. Οὐδὲ ὁ τῷ ὕδατι βεβαπτισμένος, μὴ καταξιωθεὶς δὲ
τοῦ Πνεύματος, τελείαν ἔχει τὴν χάριν· οὐδὲ κἂν ἐνάρετός τις
γένηται τοῖς ἔργοις, μὴ λάβῃ δὲ τὴν δι' ὕδατος σφραγίδα, εἰσ-
ελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Τολμηρὸς ὁ λόγος,
ἀλλ' οὐκ ἐμός· Ἰησοῦς γὰρ ὁ ἀποφηνάμενος· καί μοι λαβὲ τὴν
τῶν λόγων ἀπόδειξιν ἀπὸ τῆς θείας γραφῆς. Κορνήλιος ἦν
ἀνὴρ δίκαιος, ἀγγέλων ὀπτασίας καταξιωθεὶς, στήλην ἀγαθὴν ἐν
οὐρανοῖς παρὰ τῷ Θεῷ τὰς ἑαυτοῦ προσευχὰς καὶ ἐλεημοσύνας
ἀναστήσας. Ἦλθεν ὁ Πέτρος, καὶ τὸ Πνεῦμα ἐπεχύθη τοῖς
πιστεύσασι, καὶ ἐλάλησαν γλώσσαις ἑτέραις, καὶ προεφήτευσαν·
καὶ μετὰ τὴν τοῦ Πνεύματος χάριν ἡ γραφή φησιν, ὅτι προσέ-
ταξεν αὐτοὺς ὁ Πέτρος ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ βαπτισ-
θῆναι· ἵνα τῆς ψυχῆς διὰ τῆς πίστεως ἀναγεννηθείσης, μετα-
λάβῃ καὶ τὸ σῶμα διὰ τοῦ ὕδατος τῆς χάριτος.
5
Εἰ δέ τις ποθεῖ γνῶναι, διὰ τί δι' ὕδατος, καὶ μὴ
δι' ἑτέρου τῶν στοιχείων ἡ χάρις [δίδοται], τὰς θείας γραφὰς
ἀναλαβὼν εὑρήσει. Μέγα γάρ τι τὸ ὕδωρ, καὶ τῶν τεσσάρων
τοῦ κόσμου στοιχείων τῶν φαινομένων τὸ κάλλιστον. Ἀγγέλων
ἐνδιαίτημα ὁ οὐρανὸς, ἀλλ' ἐξ ὑδάτων οὐρανοί· γῆ τὸ τῶν
ἀνθρώπων χωρίον, ἀλλ' ἐξ ὑδάτων ἡ γῆ· καὶ πρὸ πάσης τῶν
γενητῶν τῆς ἑξαημέρου κατασκευῆς, Πνεῦμα Θεοῦ ἐπεφέρετο
ἐπάνω τοῦ ὕδατος. Ἀρχὴ τοῦ κόσμου τὸ ὕδωρ· καὶ ἀρχὴ τῶν
εὐαγγελίων ὁ Ἰορδάνης. Ἐλευθερία τῷ Ἰσραὴλ ἀπὸ τοῦ Φαραὼ
διὰ τῆς θαλάσσης· καὶ ἐλευθερία ἁμαρτιῶν τῷ κοσμῷ, διὰ
τοῦ λουτροῦ τοῦ ὕδατος ἐν ῥήματι Θεοῦ. Ὅπου διαθήκη πρός τινας,
ἐκεῖ καὶ τὸ ὕδωρ. Μετὰ τὸν κατακλυσμὸν, ἐτέθη διαθήκη πρὸς
Νῶε· διαθήκη τῷ Ἰσραὴλ ἐξ ὄρους Σινᾶ· ἀλλὰ μετὰ ὕδατος,
καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου. Ἡλίας ἀναλαμβάνεται, ἀλλ'
οὐ χωρὶς ὕδατος· πρῶτον γὰρ διαβαίνει τὸν Ἰορδάνην, εἶτα ἱππη-
λατεῖ τὸν οὐρανόν. Πρῶτον ὁ ἀρχιερεὺς λούεται, εἶτα θυμιᾷ·
πρῶτον γὰρ Ἀαρὼν ἐλούσατο, εἶτα γέγονεν ἀρχιερεύς. Πῶς γὰρ
ἐνεχώρει τῶν ἄλλων ὑπερεύχεσθαι, τὸν δι' ὕδατος οὔπω κεκαθα-
ρισμένον; Καὶ σύμβολον ἔκειτο τοῦ βαπτίσματος, λουτὴρ ἔνδον
τῆς Σκηνῆς ἀποκείμενος.
6
Παλαιᾶς τὸ τέλος καὶ τῆς καινῆς διαθήκης ἀρχὴ τὸ
βάπτισμα. Ἰωάννης γὰρ ἦν ἀρχηγὸς, οὗ μείζων ἐν γεννητοῖς
γυναικῶν οὐδὲ εἷς· τέλος μὲν προφητῶν. Πάντες γὰρ οἱ προ-
φῆται καὶ ὁ νόμος ἕως Ἰωάννου· τῶν δὲ εὐαγγελικῶν πραγ-
μάτων ἀπαρχή. Ἀρχὴ γὰρ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ,
[φησι] καὶ τὰ ἑξῆς· Ἐγένετο Ἰωάννης ἐν τῇ ἐρήμῳ βαπτίζων.
Κἂν Ἡλίαν [τὸν Θεσβίτην] εἴποις τὸν ἀναληφθέντα· ἀλλ' οὐκ
ἔστι μείζων Ἰωάννου. Μετετέθη ὁ Ἐνὼχ, ἀλλ' οὐκ ἔστι μείζων
Ἰωάννου. Μωσῆς μέγιστος νομοθέτης, καὶ πάντες [θαυμα-
στοὶ] οἱ προφῆται· ἀλλ' οὐ μείζονες Ἰωάννου. Οὐκ ἐγὼ προ-
φήτας προφήταις τολμῶ συγκρίνειν· ἀλλ' ὁ δεσπότης αὐτῶν τε
καὶ ἡμῶν, ὁ Κύριος Ἰησοῦς ἀπεφήνατο· Μείζων ἐν γεννητοῖς
γυναικῶν Ἰωάννου οὐκ ἐγήγερται· οὐκ ἐν γεννητοῖς παρθένων,
ἀλλὰ γυναικῶν. Τῷ μεγάλῳ δούλῳ πρὸς τοὺς συνδούλους ἡ σύγ-
κρισις· τῷ υἱῷ δὲ πρὸς οἰκέτας, ἀσύγκριτος ἡ ὑπεροχὴ καὶ ἡ
χάρις. Βλέπεις πηλίκον ἄνθρωπον ἀρχηγὸν ταύτης τῆς χάριτος
ὁ Θεὸς εἵλατο; ἀκτήμονα καὶ φιλέρημον, οὐ μισάνθρωπον·
ἀκρίδας ἐσθίοντα, καὶ πτεροφυήσαντα τὴν ψυχήν· μέλιτος ἐμφο-
ρούμενον, καὶ μέλιτος ἡδύτερά τε καὶ ὠφελιμώτερα λαλοῦντα·
ἔνδυμα περικείμενον ἀπὸ τριχῶν καμήλου, καὶ τῆς ἀσκήσεως τὸν
τύπον ἐν ἑαυτῷ δεικνύντα· ὃς καὶ ὑπὸ Πνεύματος ἁγίου, ἔτι ἐν
γαστρὶ μητρὸς κυοφορούμενος, ἡγιάσθη. Ἡγιάσθη καὶ Ἱερε-
μίας, ἀλλ' οὐκ ἐπροφήτευσεν ἐν γαστρί· μόνος δὲ Ἰωάννης κυο-
φορούμενος, ἐσκίρτησεν ἐν ἀγαλλιάσει· καὶ σαρκὸς ὀφθαλμοῖς
μὴ βλέπων, τὸν δεσπότην ἐγνώριζε τῷ πνεύματι. Ἐπειδὴ γὰρ με-
γάλη βαπτίσματος ἦν ἡ χάρις, ἐδεῖτο καὶ μεγάλου τοῦ προ-
στάτου.
7
Οὗτος ἐβάπτιζεν ἐν τῷ Ἰορδάνῃ, καὶ ἐξεπορεύετο πρὸς
αὐτὸν πᾶσα ἡ Ἱεροσόλυμα, βαπτισμάτων ἀπαρχῆς ἀπολαύουσα·
τὸ γὰρ ἁπάντων ἀγαθῶν ἀξίωμα ἐν Ἱεροσολύμοις. Ἀλλὰ γνῶτε
οἱ Ἱεροσολυμῖται, πῶς οἱ ἐξερχόμενοι ἐβαπτίζοντο ὑπ' αὐτοῦ,
ἐξομολογούμενοι τὰς ἁμαρτίας αὑτῶν. Πρῶτον ἐδείκνυον τὰ τραύ-
ματα, εἶτα ἐπῆγεν ἐκεῖνος τὰ ἰατρεύματα, καὶ τοῖς πιστεύουσιν
ἐδίδου λύτρωσιν αἰωνίου πυρός. Καὶ εἰ θέλεις αὐτὸ τοῦτο
πεισθῆναι, ὅτι λύτρωσίς ἐστι τὸ βάπτισμα Ἰωάννου πυρὸς ἀπει-
λῆς, ἄκουε λέγοντος αὐτοῦ· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν
ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; μὴ οὖν ἔσο λοιπὸν ἔχιδνα,
ἀλλὰ ἐχίδνης γέννημά ποτε γενόμενος, ἀπόδυσαί, φησι, τῆς
πρώτης ἁμαρτητικῆς ζωῆς τὴν ὑπόστασιν. Πᾶς γὰρ ὄφις εἰς στε-
νὸν ἐνδύνας ἀποτίθεται τὸ γῆρας, καὶ τὴν παλαιότητα διὰ τῆς
ἀποθλίψεως ἐκδυσάμενος, νεάζει λοιπὸν τῷ σώματι· οὕτως εἴσ-
ελθε καὶ σὺ διὰ τῆς στενῆς καὶ τεθλιμμένης θύρας· ἀπόθλι-
ψον σεαυτὸν διὰ τῆς νηστείας, ἐκβίασαί σου τὴν ἀπώλειαν· ἀπό-
δυσαι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ εἰπὲ
τὸ ἐν Ἄσμασιν ἐκεῖνο· Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐν-
δύσομαι αὐτόν; Ἀλλ' ἴσως ἐστί τις ἐν ὑμῖν ὑποκριτὴς, ἀν-
θρωπάρεσκος, καὶ τὸ μὲν εὐλαβὲς ὑποκρινόμενος, μὴ ἀπὸ καρ-
δίας δὲ πιστεύων, Σίμωνος ἔχων τοῦ μάγου τὴν ὑπόκρισιν· οὐχ
ἵνα μεταλάβῃ τῆς χάριτος προσελθὼν, ἀλλ' ἵνα πολυπραγμονήσῃ
τὸ διδόμενον· ἀκουέτω καὶ οὗτος παρὰ Ἰωάννου· Ἤδη δὲ καὶ
ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον
μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται· ἀδυσ-
ώπητος ὁ δικαστὴς, ἄφελε τὴν ὑπόκρισιν.
8
Τί οὖν δεῖ ποιεῖν; καὶ τίνες εἰσὶν οἱ καρποὶ τῆς με-
τανοίας; Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι· [ἀξιόπιστος
ἦν ὁ διδάσκων, ἐπειδὴ καὶ πρῶτος ἐπετέλει τὸ διδασκόμενον·
οὐκ ἐδυσωπεῖτο λέγειν· οὐ γὰρ ἐπεῖχεν ἡ συνείδησις [κωλύουσα]
τὴν γλῶσσαν] καὶ ὁ ἔχων βρώματα, ὁμοίως ποιείτω. Πνεύμα-
τος ἁγίου χάριτος ἀπολαῦσαι θέλεις, καὶ βρωμάτων αἰσθητῶν
πένητας οὐκ ἀξιοῖς; τὰ μεγάλα ζητεῖς, καὶ μικρῶν οὐ μεταδί-
δως; κἂν τελώνης, κἂν πόρνος ᾖς, ἔλπιζε τὴν σωτηρίαν. Οἱ τε-
λῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ·
καὶ μάρτυς ὁ Παῦλος λέγων· Οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι,
οὔτε οἱ καθεξῆς, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Καὶ ταῦ-
τά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε· οὐκ εἶπε,
τινές ἐστε, ἀλλὰ, ταῦτά τινες ἦτε· ἡ ἐν τῇ ἀγνοίᾳ ἁμαρτία συγ-
χωρεῖται, ἡ δὲ ἐπίμονος κακία καταδικάζεται.
9
Ἔχεις καύχημα τοῦ βαπτίσματος, αὐτὸν τὸν υἱὸν
τοῦ Θεοῦ τὸν μονογενῆ. Τί γάρ μοι λοιπόν ἐστι λέγειν περὶ ἀν-
θρώπου; Μέγας Ἰωάννης, ἀλλὰ τί πρὸς τὸν Κύριον; μεγαλόφω-
νος ἡ φωνὴ, ἀλλὰ τί πρὸς τὸν Λόγον; κάλλιστος ὁ κήρυξ, ἀλλὰ
τί πρὸς τὸν βασιλέα; καλὸς ὁ βαπτίζων ἐν ὕδατι, ἀλλὰ τί πρὸς
τὸν βαπτίζοντα ἐν ἁγίῳ Πνεύματι καὶ πυρί; Πνεύματι ἁγίῳ καὶ
πυρὶ τοὺς Ἀποστόλους ἐβάπτισεν ὁ Σωτὴρ, ὅτε ἐγένετο ἄφνω
ἐκ τοῦ οὐρανοῦ ἦχος, ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλή-
ρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι· καὶ ὤφθησαν αὐτοῖς
διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός· καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκα-
στον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου.
10
Εἴ τις μὴ λάβοι τὸ βάπτισμα, σωτηρίαν οὐκ ἔχει·
πλὴν μόνων μαρτύρων, οἳ καὶ χωρὶς τοῦ ὕδατος λαμβάνουσι τὴν
βασιλείαν. Λυτρούμενος γὰρ τὴν οἰκουμένην ὁ Σωτὴρ διὰ τοῦ
σταυροῦ, καὶ τὴν πλευρὰν νυγεὶς, ἐξήγαγεν αἷμα καὶ ὕδωρ· ἵνα
οἱ μὲν ἐν καιροῖς εἰρήνης ἐν ὕδατι βαπτισθῶσιν, οἱ δὲ ἐν και-
ροῖς διωγμῶν ἐν οἰκείοις αἵμασι βαπτισθῶσι. Καὶ τὸ μαρτύ-
ριον γὰρ οἶδε βάπτισμα καλεῖν ὁ Σωτὴρ, λέγων· Δύνασθε τὸ
ποτήριον πιεῖν ὃ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι,
βαπτισθῆναι; Καὶ οἱ μὲν μάρτυρες ὁμολογοῦσι, θέατρον τῷ κόσ-
μῳ γενόμενοι καὶ ἀγγέλοις καὶ ἀνθρώποις· σὺ δὲ μετ' ὀλίγον
ὁμολογήσεις. Ἀλλὰ οὔπω σοι περὶ τούτων ἀκούειν καιρός.
11
Ἡγίασε τὸ βάπτισμα ὁ Ἰησοῦς βαπτισθεὶς αὐτός. Εἰ
ὁ υἱὸς τοῦ Θεοὺ ἐβαπτίσθη, τίς ἔτι βαπτίσματος καταφρονῶν
εὐσεβεῖ; Ἐβαπτίσθη δὲ, οὐχ ἵνα ἁμαρτιῶν λάβῃ συγχώρησιν,
[ἀναμάρτητος γὰρ ἦν] ἀλλὰ ἀναμάρτητος ὢν ἐβαπτίσθη, ἵνα χά-
ριν θείαν καὶ ἀξίαν παράσχῃ τοῖς βαπτιζομένοις. Ὥσπερ γὰρ,
ἐπειδὴ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς
[παραπλησίως] μέτεσχε τῶν αὐτῶν, ἵνα τῆς ἐνσάρκου παρου-
σίας αὐτοῦ κοινωνοὶ γενόμενοι, καὶ τῆς θείας αὐτοῦ χάριτος κοι-
νωνοὶ γενώμεθα· οὕτως ἐβαπτίσθη Ἰησοῦς, ἵνα καὶ διὰ τούτου
πάλιν ἡμεῖς τῇ κοινωνίᾳ λάβωμεν μετὰ τῆς σωτηρίας τὴν ἀξίαν·
Ὁ δράκων ἦν ἐν τοῖς ὕδασι κατὰ τὸν Ἰὼβ, ὁ δεχόμενος τὸν
Ἰορδάνην ἐν τῷ ὀφθαλμῷ αὐτοῦ· ἐπεὶ οὖν ἔδει συντρίψαι
τὰς κεφαλὰς τοῦ δράκοντος, καταβὰς ἐν τοῖς ὕδασιν ἔδησε τὸν
ἰσχυρὸν, ἵνα ἐξουσίαν λάβωμεν πατεῖν ἐπάνω ὄφεων καὶ σκορ-
πίων· οὐ μικρὸν ἦν τὸ θηρίον, ἀλλὰ φοβερόν. Πᾶσα ναῦς
ἁλιευτικὴ βύρσαν μίαν οὐρᾶς αὐτοῦ ἐνεγκεῖν οὐκ ἠδύνατο· ἔμ-
προσθεν αὐτοῦ ἔτρεχεν ἡ ἀπώλεια, λυμαινομένη τοὺς ἀπαντῶν-
τας· προσέδραμεν ἡ ζωὴ, ἵνα λοιπὸν ὁ θάνατος φιμωθῇ, ἵνα
οἱ σωθέντες ἅπαντες εἴπωμεν· Ποῦ σου θάνατε τὸ νῖκος; ποῦ
σου ᾅδη τὸ κέντρον. Λύεται δὲ τοῦ θανάτου τὸ κέντρον διὰ
τοῦ βαπτίσματος.
12
Κατέρχῃ μὲν γὰρ εἰς τὸ ὕδωρ φορῶν τὰς ἁμαρτίας.
ἀλλ' ἡ τῆς χάριτος ἐπίκλησις σφραγίσασα τὴν ψυχὴν, οὐ συγχω-
ρεῖ λοιπὸν ὑπὸ τοῦ φοβεροῦ καταποθῆναι δράκοντος. Νεκρὸς
ἐν ἁμαρτίαις καταβὰς, ἀναβαίνεις ζωοποιηθεὶς ἐν δικαιοσύνῃ. Εἰ
γὰρ σύμφυτος ἐγένου τῷ ὁμοιώματι τοῦ θανάτου τοῦ Σωτῆρος,
καὶ τῆς ἀναστάσεως καταξιωθήσῃ. Ὥσπερ γὰρ Ἰησοῦς τὰς οἰ-
κουμενικὰς ἁμαρτίας ἀναλαβὼν ἀπέθανεν, ἵνα θανατώσας τὴν
ἁμαρτίαν ἀναστῇ ἐν δικαιοσύνῃ· οὕτω καὶ σὺ καταβὰς εἰς τὸ
ὕδωρ, καὶ τρόπον τινὰ ἐν τοῖς ὕδασιν ἐνταφεὶς, ὥσπερ ἐκεῖνος
ἐν τῇ πέτρᾳ, ἐγείρῃ πάλιν ἐν καινότητι ζωῆς περιπατῶν.
13
Εἶθ' ὅταν τῆς χάριτος καταξιωθῇς, τότε σοι πρὸς
τὰς ἀντικειμένας δυνάμεις παλαίειν δίδωσι τὴν ἐξουσίαν.
Ὥσπερ γὰρ μετὰ τὸ βάπτισμα τεσσαράκοντα ἡμέρας ἐπειράζετο·
οὐχ ὅτι καὶ πρὸ τούτου νικᾷν οὐκ ἠδύνατο, ἀλλ' ὅτι πάντα
τάξει καὶ ἀκολουθίᾳ πράττειν ἐβούλετο· οὕτω καὶ σὺ πρὸ τοῦ
βαπτίσματος τοῖς ἀντικειμένοις παλαίειν μὴ τολμήσας, λαβὼν δὲ
τὴν χάριν καὶ λοιπὸν θαρσῶν, τοῖς τῆς δικαιοσύνης ὅπλοις ἀγω-
νίζου τότε, καὶ εἰ θέλεις, εὐαγγελίζου.
14
Ἰησοῦς Χριστὸς Θεοῦ υἱὸς ἦν· ἀλλ' οὐ πρὸ τοῦ
βαπτίσματος εὐηγγελίσατο· εἰ ὁ δεσπότης αὐτὸς μετήρχετο κατὰ
τάξιν τὸν καιρὸν, ἆρά γε οἱ δοῦλοι τολμᾷν ἀτάκτως ὀφείλομεν;
Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν, ὅτε κατῆλθεν ἐπ' αὐτὸν
τὸ Πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡσεὶ περιστερά· οὐχ ἵνα
Ἰησοῦς τοῦτο ἴδῃ πρῶτος· [ᾔδει γὰρ καὶ πρὸ τοῦ σωματικῶς
ἐλθεῖν] ἀλλὰ ἵνα θεωρήσῃ ὁ βαπτίζων Ἰωάννης. Ἐγὼ γὰρ, φη-
σὶν, οὐκ ᾔδειν αὐτόν· ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι,
ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ
μένον ἐπ' αὐτὸν, ἐκεῖνός ἐστιν. Ἐὰν καὶ αὐτὸς ἔχῃς ἀν-
υπόκριτον εὐλάβειαν, κατέρχεται καὶ ἐπὶ σὲ τὸ Πνεῦμα τὸ ἅγιον,
καὶ φωνή σοι πατρικὴ ἄνωθεν ἐπηχεῖ· οὐχ, οὗτός ἐστιν ὁ υἱός
μου, ἀλλ' οὗτος νῦν γέγονεν υἱός μου. Ἐπ' ἐκείνου μὲν γὰρ τὸ,
ἔστιν· ἐπειδὴ ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν
Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· ἐπ' ἐκείνου τὸ, ἔστιν· ἐπειδὴ πάν-
τοτέ ἐστιν υἱὸς Θεοῦ· ἐπὶ δὲ σοῦ τὸ, νῦν γέγονεν· ἐπειδὴ
οὐ κατὰ φύσιν ἔχεις, ἀλλὰ κατὰ θέσιν τὴν υἱοθεσίαν λαμβά-
νεις· ἐκεῖνος ἀΐδιός ἐστι· σὺ δὲ ἐκ προκοπῆς…
χάρι…
The complete text is available when the reading interface loads.