The Greek Library Catalogue

Anonymous

Additamentum ad catechesis illuminandorum sextae decimae caput tertium

Edition reference
Additamentum ad catechesis illuminandorum sextae decimae caput tertium, ed. Reischl and Rupp, op. cit., vol. 2 (1860; repr. 1967) 248–249.
CTS identifier
urn:cts:greekLit:tlg2110.tlg004.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

δημιουργὸν πάσης οὐσίας, τὸ σύνθρονον τῆς τοῦ πατρὸς καὶυἱοῦ δόξης, τὸ βασιλεῦον ἀνάρχως καὶ ἀτελευτήτως ἅμα πατρὶκαὶ υἱῷ, παρόντων (legendum παρουσῶν, vel potius παριουσῶν,praetereuntibus) τῶν γεννητῶν ὑποστάσεων, τὸ ἁγιάζον τὰ λει-τουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλ-λοντας κληρονομεῖν σωτηρίαν, τὸ καταβὰν ἐπὶ τὴν ἁγίαν καὶμακαρίαν παρθένον Μαριάμ, ἐξ ἧς ἐγεννήθη ὁ Χριστὸς κατὰσάρκα, καὶ ἐπ' αὐτὸν τὸν κύριον σωματικῷ εἴδει περιστερᾶςἐν Ἰορδάνῃ ποταμῷ, τὸ γενόμενον ἐπὶ τοὺς ἀποστόλους ἐνἡμέρᾳ πεντηκοστῆς ἐν εἴδει πυρίνων γλωσσῶν, τὸ δοτικὸν καὶπαρεκτικὸν πάντων τῶν ἐν ἐκκλησίᾳ πνευματικῶν χαρισμά-των, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, τὸ ἐκ θεότητος πατρὸςκαὶ υἱοῦ ὑπάρχον, τὸ ὁμοούσιον πατρὸς καὶ υἱοῦ ὑπάρχον,ἀχώριστόν τε καὶ ἀδιαίρετον. Τάδ' ἔνεστιν ἐν τῆδε τῆ δέλτω. Προκατήχησις α, κατηχή-σεις ιη φωτιζομένων, καὶ μυσταγωγικαὶ ε. Κατήχησις εἰσαγωγικὴ τοῖς τῶ βαπτίσματι προσελθοῦσι.καὶ ἀνάγνωσις ἐκ τοῦ Ἡσαΐου· λούσασθε καθαροὶ γένεσθεκαὶ τὰ ἑξῆς. Κατήχησις περὶ μετανοίας καὶ ἀφέσεως ἁμαρτιῶν, καὶπερὶ ἀντικειμένου. καὶ ἀνάγνωσις ἐκ τοῦ Ἰεζεκιὴλ δικαιοσύνηδικαίου ἐπ' αὐτὸν ἔσται καὶ τὰ ἑξῆς. Κατήχησις περὶ βαπτίσματος καὶ ἀνάγνωσις ἐκ τῆςπρὸς ῥωμαίους· ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς χν ιν.καὶ τὰ ἑξῆς. Κατήχησις περὶ τῶν δέκα δογμάτων ἀγροθιγῶς. καὶἀνάγνωσις ἐκ τῆς πρὸς κολοσσαεῖς. βλέπετε μήτις ὑμᾶςἔσται ὁ συλαγωγῶν καὶ τὰ ἑξῆς. Κατήχησις περὶ πίστεως. καὶ ἀνάγνωσις ἐκ τῆς πρὸςἑβραίους· ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις καὶ τὰἑξῆς. Κατήχησις περὶ θυ μοναρχίας εἰς τὸ πιστεύω εἰς ἕναθν καὶ κατὰ αἱρέσεων. καὶ ἀνάγνωσις ἐκ τοῦ ἡσαΐου· ἐγκαινί-ζεσθε πρόσμε νῆσοι καὶ τὰ ἑξῆς. Κατήχησις περὶ πρς καὶ ἀνάγνωσις ἐκ τῆς πρ ἐφεσί-ους· τούτου χάριν κάμπτω τὰ γόνατάμου πρὸς τὸν πρα καὶτὰ ἑξῆς. Κατήχησις περὶ παντοκράτορος. καὶ ἀνάγνωσις ἐκ τοῦἱερεμίου· ὁ θς ὁ μέγας καὶ ὁ ἰσχυρὸς κς. καὶ τὰ ἑξῆς. Κατήχησις εἰς τὸ ποιητὴν οὐρανοῦ καὶ γῆς ὁρατῶν τεπάντων καὶ ἀοράτων. καὶ ἀνάγνωσις ἐκ τοῦ ἰώβ· τίς οὗτοςὁ κρύπτωνμε βουλὴν καὶ τὰ ἑξῆς. Κατήχησις εἰς τὸ καὶ εἰς ἕνα κν ἰν χν. καὶ ἀνάγνωσιςἐκ τῆς πρὸς κορινθίους α· καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοί.καὶ τὰ ἑξῆς. Κατήχησις περὶ τῆς ἐκ πρς τοῦ ὑιοῦ γεννήσεως πρὸἀιώνων καὶ θεότητος αὐτοῦ, καὶ εἰς τὸ δι' οὗ τὰ πάντα. καὶἀνάγνωσις ἐκ τῆς πρὸς ἑβραίους ἐπιστολ πολυμερῶς καὶ πο-λυτρόπως πάλαι ὁ θς λαλήσας καὶ τὰ ἑξς. Κατήχησις περὶ τῆς ἐκ παρθένου γεννήσεως ἐκ πνςἁγίου καὶ ἐνανθρωπήσεως τοῦ χυ. καὶ ἀνάγνωσις ἐκ τοῦ ἡσαΐου·καὶ προσέθετο κς λαλῆσαι τῶ ἄχαζ λέγων καὶ τὰ ἑξῆς. Κατήχησις εἰς τὸν σταυρωθέντα καὶ ταφέντα. καὶἀνάγνωσις ἐκ τοῦ ἡσαΐου· κε, τίς ἐπίστευσεν τῆ ἀκοῆ ἡμῶνκαὶ τὰ ἑξῆς. Κατήχησις περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ χυκαὶ τῆς εἰς οὐρανοὺς ἀνόδου, καὶ θρόνου τοῦ ἐκ δεξιῶν τοῦπρς. καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς κορινθίους α· γνωρίζω δὲὑμῖν ἀδελφοὶ τὸ ἐυαγγέλιόνμου καὶ τὰ ἑξῆς. Κατήχησις περὶ τῆς δευτέρας ἐνδόξου παρουσίας τοῦχυ, καὶ ἀτελευτήτου βασιλείας, καὶ περὶ ἀντιχρίστου. καὶ ἀνά-γνωσις ἐκ τοῦ δανιήλ· ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησανκαὶ τὰ ἑξῆς. Κατήχησις περὶ ἁγίου πνς τοῦ παρακλήτου. καὶ ἀνά-γνωσις ἐκ τῆς πρὸς κορινθίους α· περὶ δὲ τῶν πνικῶν ἀδελ-φοὶ καὶ τὰ ἑξῆς. Κατήχησις τῶν περὶ ἁγίου πνς καὶ λοιπά. καὶ ἀνά-γνωσις ἐκ τῆς πρὸς κορινθίους α ὧ μὲν γὰρ διὰ τοῦ πνςδίδοται λόγος σοφίας καὶ τὰ ἑξῆς. Κατήχησις περὶ καθολικῆς ἐκκλησίας, καὶ περὶ νε-κρῶν ἀναστάσεως, καὶ περὶ ζωῆς αἰωνίου, καὶ περὶ ἄλλωνκατηχήσεων καὶ ἐπίλογος σωφροσύνης. καὶ ἀνάγνωσις ἐκ τοῦἰεζεκιήλ· καὶ ἐγένετο ἐπ' ἐμὲ χείρ κυ καὶ ἐξήγαγένμε ἐν πνικαὶ τὰ ἑξῆς. Μυσταγωγικαὶ κατηχήσεις ε ἰωάννου ἐπισκόπου ἱεροσο-λύμων. Κατήχησις μυσταγωγικὴ, καὶ ἀνάγνωσις ἐκ τῆς πέτρουκαθολικῆς ἐπιστολῆς α· νήψατε, γρηγορήσατε, ὅτι ὁ ἀντίδικοςὑμῶν διάβολος ἕως τοῦ ἀυτῶ τὸ κράτος καὶ ἡ δόξα εἰς τοὺςἀιῶνας τῶν ἀιώνων. ἀμήν. Κατήχησις μυσταγωγικὴ περὶ βαπτίσματος. καὶ ἀνά-γνωσις ἐκ τῆς πρὸς ῥωμαίους ἐπιστολ· ἢ ἀγνοεῖτε ὅτι ὅσοιἐβαπτίσθημεν εἰς χν ιν εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημενκαὶ τὰ ἑξῆς. Κατήχησις μυσταγωγικὴ περὶ χρίσματος, καὶ ἀνάγνωσιςἐκ τῆς ἰωάννου καθολικῆς ἐπιστολῆς καὶ ὑμεῖς χρίσμα ἔχετεἐν ἑαυτοῖς ἀπὸ τοῦ ἁγίου καὶ τὰ ἑξῆς. Κατήχησις μυσταγωγικὴ περὶ σώματος καὶ αἵματοςχυ. καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς κορινθίους ἐπιστολῆς α ἐγὼγὰρ ἔλαβον ἀπὸ τοῦ κυ ὃ καὶ παρέδωκα ὑμῖν καὶ τὰ ἑξῆς. Κατήχησις μυσταγωγικὴ καὶ ἀνάγνωσις ἐκ τῆς πέτρουἐπιστολῆς α διὸ ἀποθέμενοι πᾶσαν κακίαν καὶ δόλον καὶ κα-ταλαλιὰν καὶ τὰ ἑξῆς.{Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν}{ΚΥΡΙΛΛΟΥ}{ἀρχιεπισκόπου Ἱεροσολύμων}{ΟΜΙΛΙΑ}{ΕΙΣ ΤΟΝ ΠΑΡΑΛΥΤΙΚΟΝ}{τὸν ἐπὶ τὴν κολυμβήθραν.} Ὅπου ἂν φανῇ Ἰησοῦς, ἐκεῖ καὶ ἡ σωτηρία. κἄν τεγὰρ ἴδῃ τελώνην καθήμενον ἐπὶ τοῦ τελωνίου, τοῦτον ἀπό-στολον ποιεῖ καὶ εὐαγγελιστήν, κἄν τε μετὰ νεκρῶν ταφῇ,νεκροὺς ἐγείρει. καὶ τυφλοῖς μὲν τὸ βλέπειν χαρίζεται, κωφοῖςδὲ τὸ ἀκούειν. καὶ τὰς κολυμβήθρας περιέρχεται, οὐ τὰς οἰ-κοδομὰς ζητῶν, ἀλλὰ τοὺς νοσοῦντας ἰατρεύων. Ἐν γὰρ τοῖς Ἱεροσολύμοις ἦν προβατικὴ κολυμβήθραπέντε στοὰς ἔχουσα, τέσσαρας μὲν περιτρεχούσας, μέσην δὲτὴν πέμπτην, ἐν ᾗ κατέκειτο πλῆθος ἀσθενούντων. καὶ ἀπι-στία ἦν πολλὴ τῶν Ἰουδαίων. ὁ δὲ τῶν ψυχῶν καὶ σωμάτωνἰατρὸς καὶ θεραπευτὴς μέτρῳ τὴν ἴασιν ἐχαρίζετο, τὸν πολυ-χρόνιον πρῶτον θεραπεύων, ἵνα τάχιον ἀπαλλαγῇ τῶν ἀλγη-δόνων. οὐ γὰρ μία ἡμέρα ἦν αὐτῷ κατακεῖσθαι, ὡς οὐδὲ δευ-τέρα, οὐδὲ πρῶτος μὴν ἢ ἐνιαυτός, ἀλλ' ὀκτὼ καὶ τριάκονταἔτη. κατακείμενος πολυχρονίῳ νόσῳ γνώριμος ἦν τοῖς ὁρῶσιν,καὶ δεικνύων τοῦ θεραπεύοντος τὴν ἐνέργειαν. ἐγνωρίζετο γὰρὑπὸ πάντων διὰ τὸν χρόνον ὁ παραλυτικός. ὁ δὲ ἀρχιατρὸςἐδείκνυ μὲν τὴν δύναμιν, ἠθετεῖτο δὲ ὑπὸ τῶν κακῶς ἐκδε-χομένων. Περιερχόμενος δὲ τὴν κολυμβήθραν ἴδεν, οὐκ ἐξ ἐρω-τήσεως μαθών, ἀλλ' ἐκ θεϊκῆς ἐνεργείας τὸ λεῖπον ἀπεπλή-ρωσεν. ἰδών, οὐκ ἐρωτῶν, ἐκ πόσου χρόνου κατάκειται, ἀλλ'ἰδὼν ἔγνω, ὁ καὶ πρὸ τοῦ ἰδεῖν εἰδώς. εἰ γὰρ ἐπὶ τῶν κατὰκαρδίαν οὐ χρείαν εἶχεν ἵνα τις αὐτὸν ἐρωτήσῃ περὶ τοῦ ἀν-θρώπου (αὐτὸς γὰρ ᾔδει, τί ἦν ἐν τῷ ἀνθρώπῳ), πολὺ δὲμᾶλλον περὶ τῶν νοσημάτων, ὧν ἔξωθεν ἡ ἐπαγωγή. Εἶδεν τινὰ κατακείμενον καὶ πλείστῃ νόσῳ βεβαρη-μένον. ἁμαρτιῶν γὰρ εἶχε πολὺ φορτίον καὶ νόσου πολυχρό-νιον ἀλγηδόνα. πρὸς τοῦτον ἐρώτημά πως λέγει τὸ ποθούμενον·θέλεις ὑγιὴς γενέσθαι; καὶ οὐκ εἶπεν τὶ ἄλλο, ἀλλὰ κατέλειπεντῇ μεσότητι τῆς ἐρωτήσεως. διπλῆ γὰρ ἦν ἡ ἐρώτησις. ἐπειδὴγὰρ οὐ μόνον ἐνόσει τὸ σῶμα, ἀλλὰ καὶ τὴν ψυχήν, (κατὰτὸ ὕστερον ὑπ' αὐτοῦ εἰρημένον, ἴδε ὑγιὴς γέγονας, μηκέτιἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται,) ἠρώτα αὐτόν· θέ-λεις ὑγιὴς γενέσθαι; ὢ μεγάλης ἰατροῦ δυνάμεως, ἐπὶ τῷ θέ-λειν τὴν βοήθειαν τιθεμένου. ἐπειδὴ γὰρ ἐκ πίστεως ἡ σωτη-ρία, διὰ τοῦτο ἤκουσε τὸ θέλεις, ἵνα τὸ θέλειν ἐπαγάγῃ τὴν