Homilia in occursum domini
- Edition reference
- Homilia in occursum domini [Sp.], ed. Reischl and Rupp, op. cit., vol. 2, 444–456.
- CTS identifier
urn:cts:greekLit:tlg2110.tlg007.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
8
νῦν ἀπολύεις με τῶν αἰωνίων δεσμῶν νῦν ἀπολύεις με τῆς φθορᾶς.
νῦν ἀπολύεις με τοῦ θανάτου. νῦν ἀπολύεις με τῆς λύπης, ὁ
ἐμὸς υἱὸς καὶ θεός.
Ὃν ἐν τῷ ναῷ Συμεὼν ἐναγκαλιζόμενος καὶ τὸ ξένον
τῆς οἰκονομίας μυστήριον πᾶσι τοῖς ἔθνεσι καὶ Ἰουδαίοις
εὐαγγελιζόμενος σκιρτᾷ καὶ ἀγαλλιᾷ, καὶ λαμπρᾷ καὶ διαπρυ-
σίῳ φωνῇ περὶ αὐτοῦ ἀνακέκραγε λέγων· οὗτός ἐστιν ὁ ὢν
καὶ προὼν καὶ ἀεὶ τῷ πατρὶ συμπαρών, ὁμοούσιος, ὁμόθρονος,
ὁμόδοξος, ὁμοδύναμος, ἰσοδύναμος, παντοδύναμος, ἄναρχος,
ἄκτιστος, ἀναλλοίωτος, ἀπερίγραπτος, ἀόρατος, ἄῤῥητος, ἀκατά-
ληπτος, ἀψηλάφητος, ἀκατανόητος, ἀτέκμαρτος.
9
Οὗτός ἐστι τῆς πατρικῆς δόξης τὸ ἀπαύγασμα. οὗτός
ἐστιν ὁ χαρακτὴρ τῆς πάντων συστάσεως. τοῦτο τὸ φῶς τῶν
φώτων, ἐκ πατρικῶν ἀνατέλλον τῶν κόλπων. οὗτος ὁ θεὸς τῶν
θεῶν, καὶ ἐκ θεοῦ θεὸς γνωριζόμενος. οὗτος ἡ πηγὴ τῆς ζωῆς
ἐκ πηγῆς τῆς τοῦ πατρὸς ζωῆς προερχόμενος. οὗτος ὁ ποτα-
μὸς τοῦ θεοῦ, ἐξ ἀβύσσου θείας ἐκπορευόμενος, ἀλλ' οὐ χω-
ριζόμενος. οὗτος ὁ θησαυρὸς τῆς ἀγαθότητος τῆς πατρικῆς καὶ
ἀεννάου μακαριότητος. τοῦτο τὸ ὕδωρ τῆς ζωῆς καὶ τὸ ζωὴν
τῷ κόσμῳ χαριζόμενον. οὗτος ἡ ἀκτὶς ἡ ἄκτιστος, ἐκ προφώ-
του ἡλίου γεννώμενος, ἀλλ' οὐ τεμνόμενος.
10
Οὗτός ἐστιν ὁ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι θεὸς λόγος
λόγῳ μόνῳ τὰ πάντα συστησάμενος. οὗτός ἐστιν ὁ ἑωσφόρος
πρὸ ἑωσφόρου τὰς ἀσωμάτους διακοσμήσας δυνάμεις τῶν οὐ-
ρανίων, ἀσωμάτων, ἀοράτων στρατευμάτων καὶ ταγμάτων. οὗ-
τός ἐστιν ὁ τανύσας τὸν οὐρανὸν μόνος καὶ περιπατῶν ἐπὶ
θαλάσσης ὡς ἐπὶ ἐδάφους. οὗτός ἐστιν ὁ ὀμίχλῃ σπαργανώσας
τὴν ἄβυσσον. οὗτός ἐστιν ὁ στερεώσας τὴν γῆν ἐπὶ τῶν ὑδά-
των. οὗτός ἐστιν ὁ ψάμμῳ περιτειχίσας τὴν θάλασσαν. οὗτός
ἐστιν ὁ διορίσας τὸ φῶς ἀπὸ τοῦ σκότους. οὗτός ἐστιν ὁ τὴν
κυκλικὴν τῶν ἀστέρων συντάξας διακόσμησιν. οὗτός ἐστιν ὁ
πάντα τὸν ὁρώμενον καὶ νοούμενον κόσμον ἐν σοφίᾳ συστησά-
μενος. οὗτος ὁ χερσὶν ἀχειροπλάστοις ἐκ πηλοῦ διαπλάσας καὶ
μορφώσας τὸν ἄνθρωπον. οὗτός ἐστιν ὁ κατ' εἰκόνα θεοῦ
δημιουργήσας ἡμᾶς, καὶ νῦν αὐτὸς κατ' εἰκόνα τὴν ἡμετέραν
γενόμενος ἄνθρωπος.
Ἄνθρωπος, ἀλλὰ μὴν καὶ θεὸς ὁ αὐτός. ἄνθρωπος τὸ
ὁρώμενον, ὅλως ὡς κἀγὼ αὐτὸς μετὰ τῶν ἐμῶν, ἵνα με καθα-
ρίσας σώσῃ, θεὸς τὸ νοούμενον, τέλειος ἐκ τελείου πατρὸς
τὴν οὐσίαν ἔχων. ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων δεσποτικῇ νῦν
τὴν ἐμὴν μορφὴν ἔλαβε τὴν δουλικήν, οὐ μειώσας τῆς θεότη-
τος τὸ ἀξίωμα, ἀλλ' ἁγιάσας τῆς ἐμῆς φύσεως τὸ φύραμα. ἄνω
ὅλος καὶ κάτω ὅλος ὁ αὐτὸς γνωριζόμενος, ἄνω γεννηθεὶς
ἀχρόνως καὶ κάτω ἀσπόρως, τῶν ἄνω ποιητὴς ὡς θεὸς καὶ
κάτω ποίημα ὡς ἄνθρωπος.
11
Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἄκουε, Ἰσραήλ.
κύριος ὁ θεός σου οὗτός ἐστιν ὃν ἐγὼ ὁ σὸς ἱερεὺς Συμεὼν
ἐν ἀγκάλαις βαστάζων μεγάλῃ κηρύττω τῇ φωνῇ τῷ λαῷ ἐν
τῷ ναῷ διαμαρτυρόμενος. διὸ προσέχετε λαός μου τὸν λόγον
μου, κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου.
τοῦτο τὸ παιδίον ἐστί, περὶ οὗ Ἰσαΐας προεκήρυξε λέγων, ὅτι
παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται τὸ
ὄνομα αὐτοῦ μεγάλης βουλῆς (τῆς τοῦ πατρός) ἄγγελος, θαυ-
μαστός, σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής, ὦ Ἰσραήλ,
ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. εἰ οὖν θεὸς ἰσχυ-
ρὸς τοῦτο τὸ παιδίον, περὶ αὐτοῦ δῆλον ὅτι εἴρηκε Δαβίδ·
ὀφθήσεται ὁ θεὸς τῶν θεῶν ἐν Σιών. περὶ τούτου παιδίου
Ἱερεμίας βοᾷ· ὅτι ὁ θεὸς ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώ-
ποις συνανεστράφη.
12
Τοῦτο τὸ παιδίον ἐστὶν ὁ πάλαι τῷ Ἰσραὴλ τὴν θά-
λασσαν διαῤῥήξας καὶ τὸν φαραὼ βυθίσας καὶ τὸν νόμον δοὺς
τοῖς Ἰσραηλίταις καὶ τὸ μάννα ἐπομβρίσας καὶ στύλῳ πυρὸς
τὸ γένος τῶν Ἑβραίων ὁδηγήσας καὶ πέτραν ῥήξας καὶ βάτον
πυροδρόσου φλογὸς ἄφλεκτον φυλάξας. τοῦτο τὸ παιδίον τεσ-
σαρακονταετῆ φονευτὴν Μωσέα τοῦ αἰγυπτιακοῦ λαοῦ πεποίηκε
καὶ τεσσαράκοντα ἔτη ποιμένα προβάτων ἀνέδειξε καὶ τεσσα-
ράκοντα ἔτη ὁδηγὸν τῷ Ἰσραὴλ κατέστησε, καὶ τεσσαράκοντα
ἡμέρας νηστεῦσαι ἐδυνάμωσεν, ὡς καὶ αὐτὸ τὸ παιδίον μετὰ
τὸ βάπτισμα τεσσαράκοντα ἡμέρας ἐνήστευσε καὶ μετὰ τεσσα-
ράκοντα ἡμέρας τῆς ἐκ νεκρῶν ἀναστάσεως εἰς τὴν ἄνω Ἱερου-
σαλὴμ ἀνελήλυθε καὶ μετὰ τεσσαράκοντα ἡμέρας τῆς ἐκ παρ-
θένου γεννήσεως νῦν εἰς τὴν ἐπίγειον Ἱερουσαλὴμ εἰσελήλυθε.
13
Περὶ τούτου τοῦ παιδίου Ἀμβακοὺμ προεκήρυξε λέ-
γων· ὁ θεὸς ἀπὸ Θαιμὰν ἥξει, τουτέστιν ἐκ τοῦ νότου. ἐκ νότου
γὰρ τῆς Ἱερουσαλήμ, ἐκ Βηθλεέμ, νῦν ἐν Σιὼν εἰσελήλυθε. διὰ
τοῦτο τὸ παιδίον Μωυσῆς ὑμῖν διεμαρτύρετο λέγων ὅτι προ-
φήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν,
καὶ πᾶς ὁ μὴ ἀκούων αὐτοῦ ἐξολοθρευθήσεται ἡ ψυχὴ αὐτοῦ.
Περὶ τούτου τοῦ παιδίου ὁ προφήτης Δαβὶδ ηὔχετο λέγων·
ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ ἐμφάνηθι, ἐξέγειρον τὴν δυ-
ναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. καὶ πάλιν· ταχὺ
προκαταλαμβανέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου κύριε. καὶ πάλιν·
κύριε κλῖνον τοὺς οὐρανούς σου καὶ κατάβηθι. καὶ ἄλλως· σὺ
κύριε ὁ θεὸς τῶν δυνάμεων πρόσσχες τοῦ ἐπισκέψασθαι πάντα
τὰ ἔθνη. διὸ γνῶτε ἔθνη καὶ ἡττᾶσθε.
14
Ἴδετε Ἰουδαῖοι καὶ πείσθητε ὅτι τοῦτο τὸ παιδίον
ὑμνοῦσιν ἄγγελοι, τούτῳ προσκυνοῦσιν ἀρχάγγελοι, τοῦτο τρέ-
μουσιν ἐξουσίαι, τοῦτο δοξάζουσι δυνάμεις, τούτῳ δουλεύουσι
τὰ χερουβίμ, τοῦτο θεολογεῖ τὰ σεραφίμ. τούτῳ δουλεύει ὁ
ἥλιος, τούτῳ λειτουργεῖ σελήνη, τούτῳ ὑπακούει τὰ στοιχεῖα,
τούτῳ ὑποτάσσονται αἱ πηγαί. τοῦτο τὸ παιδίον ἰδοῦσαι πύλαι
ᾅδου συνετρίβησαν, πύλαι δὲ οὐράνιοι ἀνεπετάσθησαν, καὶ
ᾅδης ἰδὼν ἐτρόμαξε. τοῦτο τὸ παιδίον θάνατον κατήργησε,
τὸν διάβολον ᾔσχυνε, τὴν κατάραν ἔλυσε, τὴν λύπην κατέ-
παυσε, τὸν ὄφιν συνέτριψε, τὸ μεσότοιχον διέκοψε, τὸ πο-
νηρὸν χειρόγραφον τῶν ἁμαρτιῶν διέῤῥηξε, τὴν ἁμαρτίαν ἐπά-
τησε, τὴν πλάνην κατέλυσε, τὴν κτίσιν ἀνέστησε. τοῦτο τὸ
παιδίον τὸν Ἀδὰμ διέσωσε, τὴν Εὔαν ἀνέπλασε, τὰ ἔθνη ἐκά-
λεσε, τὸν κόσμον ἐφώτισε.
15
Διὸ δεῦτε καὶ ὑμεῖς φιλόχριστοι καὶ φιλόθεοι. τῇ τοῦ
κυρίου καὶ δεσπότου ὑπαντῇ φαιδροὶ πάντες καὶ καθαροὶ
ὑπαντήσωμεν, μὴ νομικῶς, ἀλλὰ πνευματικῶς, μὴ γαστρὶ τρυ-
φῶντες, ἀλλὰ πνεύματι σκιρτῶντες, μὴ οἴνῳ μεθύοντες, ἀλλὰ
τῷ πνεύματι ζέοντες. οὕτως σήμερον φαιδροὶ φαιδρῶς τὰς
λαμπάδας κοσμήσωμεν. οὕτως ὡς υἱοὶ φωτὸς τοὺς κηροὺς τῷ
φωτὶ τῷ ἀληθινῷ Χριστῷ προσαγάγωμεν, διότι φῶς εἰς ἀπο-
κάλυψιν ἐθνῶν τῷ κόσμῳ ἐπέφανε. διὸ ὡς φῶτα ἐκ φωτὸς
ὑπὲρ χιόνα ἀναλάμψωμεν, ὑπὲρ γάλα τυρωθέντες, ὑπὲρ λίθον
σάπφειρον αὐγασθέντες, ὑπὲρ περιστερὰς ἀσπίλους εἰς οὐρανοὺς
ἀναπτάντες, οὕτως ἐν νεφέλαις εἰς θεοῦ ὑπάντησιν ἐξέλθωμεν.
16
Ἅπαντες σήμερον καὶ διὰ παντὸς τὰ τῆς ἑορτῆς βοή-
σωμεν. μετὰ ἀγγέλων χορεύσωμεν. μετὰ ποιμένων καταυγασθῶ-
μεν. μετὰ μάγων προσκυνήσωμεν. μετὰ τῆς Βηθλεὲμ ἑορτά-
σωμεν. μετὰ τῆς Σιὼν ὑπαντήσωμεν. μετὰ τοῦ ναοῦ ἁγιασθῶ-
μεν. μετὰ τῆς παρθένου μεγαλύνοντες ἀγαλλιασθῶμεν. μετὰ
Ἰωσὴφ προσενέγκωμεν ὡς δύο τρυγόνας τὴν ψυχὴν καὶ τὸ
σῶμα. μετὰ Συμεὼν Χριστὸν ἐναγκαλισώμεθα, καὶ μετὰ Ἄννης
ἀνθομολογησώμεθα. ὅπως τῶν αἰωνίων ἀγαθῶν ἐντὸς γενώ-
μεθα χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ κυρίου καὶ
θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ
κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. ἀμήν.
{Κυρίλλου Ἱεροσολύμων ἐκ τῆς εἰς τὸ εὐαγγέλιον ὁμιλίας,ἔνθα ὁ κύριος τὸ ὕδωρ οἶνον ἐποίησεν.} Ἐσπούδασε μήτε δι' ὅλου φανερῶσαι τὴν ἑαυτοῦ θεότηταμήτε εἰς τὸ παντελὲς ἀποκρύψαι. ἐσπούδασε μὴ φανερῶσαιδιὰ τοὺς τότε, ἐσπούδασε μὴ ἀποκρύψαι διὰ τοὺς μετὰ ταῦτα,ἀλλὰ δεῖξαι καὶ τῆς θεότητος αὐτοῦ καὶ τῆς ἀνθρωπότητοςαὐτοῦ τρανὰς τὰς ἐνεργείας, ἵνα μήτε ἡ θεία δύναμιςἀμβλυνθῇ μήτε ἡ ἀνθρωπίνη φύσις ἀπιστηθῇ. ἐπειδὴ γὰρἔμελλεν αἵρεσις ἀνακύπτειν ἡ λέγουσα, ὅτι „φάντασμα ἦν τὸσῶμα καὶ ἐξ οὐρανοῦ κατῆλθεν, οὐ γὰρ ἂν ἔλαβε τοῦφθαρτοῦ σώματος σάρκα ἡ ἄφθαρτος φύσις, οὐδ' ἂν κατε-δέξατο ῥύπον ἢ μολυσμὸν ἢ σπῖλον“, ἵνα πιστώσηται ὁ θεὸςτῶν ἀνθρώπων τὸ γένος, ὅτι τοῦτο ἐγένετο, ὅ ἐσμεν, μένωνὃ ἦν, διὰ τοῦτο συνεχώρησε τῇ σαρκὶ πάσχειν τὰ ἴδια.{Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου.} Ἐγεννήθη, ἐθαυματούργησεν, ἔδειξε τὴν διπλῆν ἐνέρ-γειαν, πάσχων μὲν ὡς ἄνθρωπος, ἐνεργῶν δὲ ὡς θεὸς ὁαὐτός· οὐ γὰρ ἄλλος καὶ ἄλλος, εἰ καὶ ἄλλως καὶ ἄλλως.{Κυρίλλου ἐπισκόπου Ἱεροσολύμων εἰς τὸ «Ἐγὼ πο-ρεύομαι πρὸς τὸν πατέρα μου· καὶ ὃ ἐὰν αἰτήσητε ἐν τῷ ὀνό-ματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ».} Ἐπ' ἀμφοτέρων τῶν περὶ 〈τῆς〉 θεότητος καὶ τῆς ἀνθρωπότητοςλεγομένων τίθησιν τὸ ἐγώ, ὡς τὴν μὲν διάνοιαν τῶν ῥημάτων ἐκ τῆςἀκολουθίας φαίνεσθαι, τὴν δὲ διάγνωσιν τῶν φύσεων ἐκ τῆς διαφορᾶςτῶν λεγομένων. ἐκ δὲ τοῦ διαλέγεσθαι ἐν ἀμφοτέραις ὡσὰν περὶ ἑνόςτινος τὴν τοῦ προσώπου συνάφειαν σημαίνει. Ἔγραψέ ποτε Κύριλλος, ὁ γράψας τὴν ἐπιστο-λὴν Κωνσταντίνῳ, ἀλλ' ὁ μετ' ἐκεῖνον διαδεξάμε-νος τὸν θρόνον αὐτοῦ, πρὸς Ἰούλιον τῆς Ῥώμης ἐπί-σκοπον, ἔγραψε λέγων, ὅτι Μέγας τόπος καὶ στέρη-σις γίνεται εἰς τὰς μεγάλας καὶ λαμπρὰς ἑορτὰς,ὅτι τελοῦνται ἐν μιᾷ ἡμέρᾳ, καὶ τὰ ἀναγνώσμα-τα, καὶ ἡ ἀκολουθία ἀπομένουσιν ἡμιτελῆ τῶνδύο ἑορτῶν, διὰ τὸ μὴ δύνασθαι τὴν γέννησινκαὶ τὸ βάπτισμα ἐκτελέσαι τοῦ Κυρίου. Ὡς δὴοὐ δυνάμεθα ἐν μιᾷ ἡμέρᾳ ἀπαντῆσαι εἰς τό-πον τοῦ βαπτίσματος (ἐπεὶ ἡ Βηθλεὲμ τρίαμίλια ἀπέχει ἀπὸ Ἱερουσαλὴμ κατὰ νότον, καὶ ὁἸορδάνης ιεʹ μίλια ἀπέχει κατὰ ἀνατολὰς),προσταξάτω οὖν ἡ ἁγιωσύνη σου ἐρευνῆσαιπάντα τὰ συγγράμματα τῶν Ἰουδαίων, ἅτινασκυλεύσας ὁ Καῖσαρ Τίτος ἀπήγαγεν ἀπὸ Ἱερου-σαλὴμ εἰς Ῥώμην. Ἴσως εὕροις βεβαίως τὴν ἡμέραν τῆς γεννήσεως τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν. Τότε Ἰούλιος ὁ Ῥώμης ἐπιμελῶς ἐζήτει περὶ τῆςαἰτήσεως ταύτης· καὶ συναγαγὼν πάντα τὰ γράμ-ματα τῶν Ἰουδαίων, τὰ αἰχμαλωτισθέντα καὶ ἀχθέν-τα εἰς Ῥώμην, εὗρε σύγγραμμά τι Ἰωσήππου τοῦχρονογράφου, συγγραφὲν παρ' αὐτοῦ· ὅτι ἐν μηνὶτῷ ζʹ ἐν τῇ ἑορτῇ τῆς Σκηνοπηγείας, εἰς τὴν ἡμέραντοῦ ἱλασμοῦ, ὤφθη ὁ ἄγγελος τοῦ Θεοῦ, καὶ κωφω-θεὶς ὁ ἱερεὺς διέμεινεν ἄλαλος, ἕως οὗ ἔτεκεν ἡ γυνὴαὐτοῦ Ἐλισάβετ ἐν γήρῃ [l. γήρει]. Ἔγραψε δὲ ὁ πατριάρχης Ἱεροσολύμων ὁ Ἰουβε-νάλιος τῷ πατριάρχῃ Ῥώμης Ἰουλίῳ περὶ τού-του, ὅτι Οὐ δύναμαι ἐν μιᾷ ἡμέρᾳ ἀπαντῆσαι εἰςΒηθλεὲμ, καὶ εἰς τὸν Ἰορδάνην. Καὶ γὰρ Ἰορ-δάνης ἀπέχει τῆς πόλεως Ἱερουσαλὴμ κατὰἀνατολὰς μίλια κεʹ· ἡ δὲ ἁγία Βηθλεὲμ, κατὰ νό-τον τῆς πόλεως, μίλια ἕξ· καὶ οὐ δύναμαι ἐν μιᾷἡμέρᾳ τὰς δύο ἑορτὰς ἀποτελεῖν. Παρακαλῶ οὖντὴν σὴν ὁσιότητα, Πάτερ, ἵνα ἐρευνήσῃς τὰ ὑπο-μνήματα, ἢ καὶ δώσῃς ἡμῖν ἐν ἀκριβεῖ ἐρεύνῃδιὰ γραφῆς σου, τίμιε, τὴν περὶ τούτων εἴδησιν,ἐν ποίᾳ ἡμέρᾳ ἐτέχθη Χριστὸς ὁ Κύριος, καὶ ἐνποίᾳ ἡμέρᾳ ἐβαπτίσθη. Ὡς γὰρ ἀκριβῶς ἔγνωμεν,ὅτι τὰ ἐξ ἀρχῆς ὑπομνήματα ἐξ Ἱεροσολύμων εἰςσιανοῦ. Ταύτην τὴν γραφὴν δεξάμενος Ἰούλιος ὁ πατριάρ-χης Ῥώμης, ἐρευνήσας τὰ ὑπομνήματα, εὗ-ρεν, ὅτι τῇ εἰκοστῇ πέμπτῃ τοῦ Δεκεμβρίου ἐγεννήθηὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ μετὰ τριάκονταχρόνους τῆς αὐτοῦ γεννήσεως ἐβαπτίσθη ὑπὸ Ἰωάν-νου, ἐν τῷ Ἰορδάνῃ ποταμῷ, τῇ Ϛʹ Ἰανουαρίου μη-νός. Κατὰ τὴν ἔρευναν οὖν ταύτην χωρίσαντες οἱ Πα-τέρες τὴν ἑορτὴν, γογγυσμὸς ἦν ἐν τοῖς πολλοῖς, etc.{ΚΑΤΗΧΗΣΙΣ Βʹ ΦΩΤΙΖΟΜΕΝΩΝ,Ἐν Ἱεροσολύμοις, Περὶ μετανοίας, καὶ ἀφέσεωςἁμαρτιῶν· καὶ περὶ Ἀντικειμένου· καὶ ἀνά-γνωσις ἐκ τοῦ προφήτου Ἰεζεκιήλ· Ζῶ ἐγὼ, λέ-γει Κύριος, ὅτι οὐ βούλομαι τὸν θάνατοντοῦ ἁμαρτωλοῦ, ὡς ἐπιστρέψαι καὶ ζῇν αὐτὸν,καὶ τὰ ἑξῆς.} Αʹ. Δεινὸν ἡ ἁμαρτία, καὶ νόσος χαλεπωτάτη τῆςψυχῆς ἡ παρανομία· ὑποτέμνουσα μὲν τὰ νεῦρα ταύ-της, καὶ πυρὸς αἰωνίου γιγνομένη παραίτιος· κα-κὸν αὐτεξούσιον· καὶ ὅτι αὐτοπροαιρέτως ἁμαρτάνο-μεν, λέγει που σαφῶς ὁ προφήτης· Ἐγὼ δὲ ἐφύτευσάσε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν· πῶςἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία; Ἡφυτεία καλὴ, ἧς ὁ καρπὸς ἐκ προαιρέσεως κακός·καὶ διὰ τοῦτο ὁ φυτουργὸς μὲν ἀναίτιος, ἡ δὲ ἄμπε-λος κατακαυθήσεται πυρί· ἐπειδὴ εἰς ἀγαθὸν ἐφυ-τεύθη, καὶ εἰς κακὸν ἐκαρποφόρησεν· Ἐποίησε γὰρὁ Θεὸς τὸν ἄνθρωπον εὐθῆ, κατὰ τὸν Ἐκκλησια-στὴν, καὶ αὐτοὶ ἐζήτησαν λογισμοὺς πολλούς·καὶ ὁ Ἀπόστολος δέ φησιν· Αὐτοῦ γάρ ἐσμεν ποίη-μα, κτισθέντες ἐπὶ τοῖς ἔργοις ἀγαθοῖς, οἷς προ-ητοίμασεν ὁ Θεὸς, ἵνα ἐν αὐτοῖς περιπατήσω-μεν. Ὁ μὲν οὖν Κτίστης, ἀγαθὸς ὢν, ἐπὶ ἀγαθοῖςἔκτισεν· τὰ δὲ καλῶς κτισθέντα ὑπ' αὐτοῦ, εἰς πο-νηρίαν ἐτράπη αὐτοπροαιρέτως. Δεινὸν ἡ ἁμαρτία,ἀλλ' οὐκ ἀθεράπευτον· δεινὸν τῷ κατέχοντι, εὐ-ίατον τῷ πιστεύοντι. Ὑπόθου μοι κατέχειν ἐν χειρίτινα τὸ πῦρ· ἕως κατέχῃ, φλέγει ὁ ἄνθραξ· ἀπό-θου τὸν ἄνθρακα, συναπέθου τὸ φλέγον. Εἰ δέτις νομίζει μὴ κατακαίεσθαι ἁμαρτάνων, τούτῳ λέ-γει ἡ Γραφή· Ἀποθήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲἰμάτια οὐ κατακαύσει; Καὶ ἡ ἁμαρτία τὰ νεῦρατῆς ψυχῆς ὑποτέμνεται, συντρίβει τὰ ὀστᾶ τῆς δια-νοίας, ἐπικαλύπτει τὸ φωτεινὸν τῆς ψυχῆς. Βʹ. Ἀλλ' ἐρεῖ τις· Τί ποτέ ἐστιν ἡ ἁμαρτία; ζῶόνἐστιν; ἄγγελός ἐστιν; δαίμων ἐστί; τί ἐστι τὸ ἐνερ-γοῦν; Οὐκ ἔστιν ἐχθρὸς ἔξωθεν ἐπεισαγόμενος,ἀλλὰ βλάστημα κακὸν αὐξάνον ἀπὸ σοῦ. Ὀρθὰβλέπε τοῖς ὄμμασι σου, καὶ οὐκ ἔστιν ἐπιθυμία.Κάτεχε τὰ σὰ, καὶ μὴ αἶρε τὰ ἀλλότρια· καὶ ἁρπαγὴκεκοίμηται. Μνημόνευε τῆς κρίσεως, καὶ οὔτε πορ-νεία, οὔτε μοιχεία, οὔτε φόνος ἰσχύει παρὰ σοί· ὅτανδὲ ἐπιλάθῃ τοῦ Θεοῦ, τότε λοιπὸν ἄρχῃ πηγάζεινπηγὰς κακῶν. Γʹ. Οὐ μόνον δὲ τούτου σὺ ἀρχηγὸς εἶ, ἀλλὰκαὶ ἄλλος ὑποβολεὺς ἀρχηγὸς, ὁ διάβολος. Ὑποβάλ-λει πᾶσιν ἐκεῖνος, ἀλλ' οὐκ ἐπικρατεῖ τῶν μὴ πειθο-μένων. Διὰ τοῦτο λέγει ὁ Ἐκκλησιαστής· Ἐὰνπνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπονσου μὴ ἀφῇς. Ἀπόκλεισον τὴν θύραν, καὶ μάκρυνονἀπὸ σοῦ, καὶ οὐ βλάψει σε. Ἐὰν δὲ δέξῃ τὸσπέρμα τῆς ἐπιθυμίας, αὔξει διὰ τῶν λογισμῶν,ῥίζας βάλλει, ἐκδεσμεῖ σου τὴν διάνοιαν, εἰς βόθρονσε φέρει κακῶν. Ἀλλὰ πολλάκις λέγεις· Πιστόςεἰμι, καὶ οὐ περιγίνεταί μου δαίμων. Καὶ πέτρανἔῤῥηξεν πολλάκις ῥίζα εὑρεθεῖσα. Μὴ δέξαι τὸν σπό-ρον, ἐπεὶ διαῤῥήσσει τὴν πίστιν· πρὶν ἀνθήσῃ,προῤῥίζον ἔξελε τὸ κακόν· μὴ ῥᾳθυμήσας ἐξ ἀρ-