Catechesis ad illuminandos 2
- Edition reference
- Catechesis ad illuminandos 2 (exemplar alterum), MPG 33: 409–424.
- CTS identifier
urn:cts:greekLit:tlg2110.tlg011.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
33
412
χῆς, πέλυκας ὕστερον καὶ πῦρ πολυπραγμο-
νῇς. Ἀρχόμενος ὀφθαλμιᾷν θεραπεύου κατὰ
καιρὸν μικρὸν, ἵνα μὴ τυφλωθήσῃ, καὶ τότε ζητή-
σῃς τὸν ἰατρόν.
Δʹ. Ἀρχηγὸς μὲν οὖν ἁμαρτίας ὁ διάβολος, γεννή-
τωρ τῶν κακῶν. Τοῦτο δὲ Ἰησοῦς εἶπεν ὁ Κύ-
ριος, οὐκ ἐγώ· αὐτὸς εἶπεν περὶ αὐτοῦ· Ὅτι ἀπ'
ἀρχῆς ὁ διάβολος ἁμαρτάνει· πρὸ αὐτοῦ ἥμαρτεν
οὐδείς. Ἥμαρτεν, οὐκ ἐκ φύσεως τὸ ἁμαρτάνειν λα-
βὼν, ἐπεὶ ἀνατρέχει ἡ ἁμαρτία εἰς τὸν κατασκευά-
σαντα· ἀλλ' ἀγαθὸς κατασκευασθεὶς, διάβολος γέγο-
νεν, ἐκ τῆς πράξεως λαβὼν τὴν προσηγορίαν. Ἀρχάγ-
γελος ὢν, διάβολος ἐκλήθη ἀπὸ τοῦ διαβάλλειν
ἀγαθὸς ὢν Θεοῦ ὑπηρέτης, γέγονεν Σατανᾶς· ὁ γὰρ
Σατανᾶς τὸν διάβολον ἑρμηνεύει. Οὐκ ἐμὰ ταῦτα τὰ
διδάγματα, ἀλλὰ ὠφελήθημεν παρὰ Ἰεζεκιήλ. Ἐκεῖ-
νος λαβὼν θρήνους ἐπ' αὐτὸν, λέγει· Σὺ ἀποσφρά-
γισμα ὁμοιώματος, ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ
ἐγεννήθης· καὶ μετ' ὀλίγα· Ἐγεννήθης ἄμωμος
ἐν ταῖς ἡμέραις σου, ἄχρις οὗ εὑρέθη τὰ ἀδική-
ματα ἐν σοί. Οὐκ ἔξωθεν ἐπεισηνέχθη· ἐγέννη-
σας τὸ κακόν. Καὶ διὰ τὰς ἁμαρτίας σου ἐτραυμα-
τίσθης, καὶ ἐπὶ τὴν γῆν ἔῤῥιψά σε. Ὁ Κύριος πά-
λιν ἐν Εὐαγγελίοις λέγει· Ἐθεώρουν τὸν Σατανᾶν
413
ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα ἐπὶ τὴν
γῆν. Βλέπεις Παλαιᾶς συμφωνίαν πρὸς Καινήν;
Οὗτος πεσὼν συναπέστησεν πολλούς· οὗτος ἐκβάλλει
τὰς ἐπιθυμίας τοῖς πειθομένοις· ἐκ τούτου μοιχεία,
πορνεία, καὶ πᾶν εἴ τι κακόν. Διὰ τοῦτον ὁ προπάτωρ
ἡμῶν ἐκ παρακοῆς πέπτωκεν, καὶ ἀντὶ παραδείσου
αὐτομάτως φέροντος καρποὺς, ἀκανθοφόρον ἔσχεν
γῆν.
Εʹ. Τί οὖν; ἐρεῖ τις· ἀπολώλαμεν· ἡ ἁμαρτία δει-
νὸν, καὶ οὐκ ἔστι σωτηρία; πεπτώκαμεν, καὶ οὐκ
ἔστιν ἀναστῆναι; ἐτυφλώθημεν, καὶ οὐκ ἔστιν ἀνα-
βλέψαι; χωλοὶ γεγόναμεν, καὶ οὐκ ἕστιν ἀρτιποδῆ-
σαι; ἵνα ἄρτι τὸ σύντομον εἴπωμεν, ἀπεθάνομεν,
οὐκ ἔστιν ἀναστῆναι; Ἆρα ὁ τὸν Λάζαρον τετρα-
ήμερον ἐγείρας τὸν ὀδωδότα, οὐ δύναται ἀναστῆσαι; ὁ
τὸ τίμιον αἷμα ὑπὲρ ἡμῶν ἐκχέας, οὐ δύναται ἡμᾶς
ῥύσασθαι τῆς ἁμαρτίας; Μὴ ἀπογνῶμεν ἑαυτοὺς,
ἀδελφοὶ, μὴ ῥίψωμεν ἑαυτούς· ὥσπερ τι δεινόν ἐστι
μὴ πιστεύειν εἰς μετάνοιαν. Ὁ μὴ προσδοκῶν γὰρ
τὴν σωτηρίαν, προστίθησι τὰ κακά· ὁ δὲ τὴν ἰατρείαν
ἐλπίσας, εὐμαρῶς λοιπὸν ἑαυτοῦ φείδεται. Λῃστὴς ὁ
μὴ δωρεὰν προσδοκῶν, εἰς ἀπόνοιαν αὔξει· ἐλπίσας
δὲ, εἰς μετάνοιαν χωρεῖ πολλάκις. Εἶτα ὄφις μὲν ἀπο-
τίθεται τὸ γῆρας· ἡμεῖς δὲ οὐκ ἀποτιθέμεθα τὴν
ἁμαρτίαν; Καὶ ἀκανθώδης γεωργηθεῖσα γῆ, εἰς καρ-
ποφόρον μετέβαλεν· ἡμεῖς δὲ διδασκόμενοι οὐ βελτιω-
σόμεθα; Ἐπιδέχεται ἡ φύσις τὴν σωτηρίαν, ζητεῖ δὲ
τὴν προαίρεσιν.
Ϛʹ. Φιλάνθρωπος ὁ Θεὸς, φιλάνθρωπος δὲ οὐκ ὀλί-
γον. Μὴ εἴπῃς· Ἐπόρνευσα, ἐμοίχευσα, τὰ δεινά μοι
πέπρακται· ἆρα συγχωρήσει ὁ Θεός; Ἄκουε τί λέγει
ὁ Ψαλμῳδός· Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότη-
τός σου, Κύριε! Οὐ νικᾶ σου τὰ συναχθέντα ἁμαρ-
τήματα τὸ πλῆθος τῶν οἰκτιρμῶν τοῦ Θεοῦ· οὐ νικᾷ
σου τὰ τραύματα τὴν ἰατρικὴν ἐμπειρίαν. Δὸς μόνον
σεαυτὸν διὰ πίστεως· λέγε τῷ ἰατρῷ τὴν κάκωσιν,
εἰπὲ καὶ αὐτὸς κατὰ τὸν Δαβίδ· Εἶπα· Ἐξαγορεύσω
κατ' ἐμοῦ τὴν ἁμαρτίαν μου τῷ Κυρίῳ, καὶ σὺ
ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.
Ζʹ. Θέλεις ἰδεῖν Θεοῦ φιλανθρωπίαν, εἰ τοῖς ῥητοῖς
τῆς Γραφῆς οὐ πάνυ πιστεύεις, νεωστὶ εἰσελθὼν εἰς
τὴν κατήχησιν; Θέλεις ἰδεῖν ἄλλους οὕτως σωθέντας,
ἵνα πιστεύσῃς, ὅτι καὶ ἐπὶ σοῦ δυνατὸν οὕτω γε-
νέσθαι; θέλεις ἰδεῖν Θεοῦ φιλανθρωπίαν πολλήν;
Παρήκουσεν Ἀδὰμ ὁ πρωτόπλαστος Θεοῦ. Οὐκ
ἠδύνατο εὐθέως ἐπαγαγεῖν τὸν θάνατον; ἀλλ' ὁ φιλ-
ανθρωπότατος ἐκβάλλει μὲν τοῦ παραδείσου, κατ-
έναντι δὲ κατοικίζει, ἵνα βλέπων ἐκ μετανοίας σωθῇ.
Κάϊν ἀδελφοκτόνος, εὑρετὴς τῶν κακῶν, ἀρχηγὸς
τῶν φόνων, φθονερὸς πρῶτος καὶ ἀνελὼν, τί καταδι-
κάζεται; Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς.
Μέγα τὸ ἁμάρτημα, μικρὰ ἡ τιμωρία.
Ηʹ. Φιλανθρωπία μὲν ἀληθῶς, ἀλλ' ἕτι μικρά. Λό-
γισαι τὰ ἐπὶ Νῶε. Ἥμαρτον οἱ γίγαντες παρανομίᾳ
416
τοσαύτῃ, ὥστε κατακλυσμὸς ἔμελλεν ἔρχεσθαι. Τῷ
πεντακοσιοστῷ ἔτει λέγει τῷ Νῶε, τῷ ἑξακοσιοστῷ
ἐπάγει τὸν κατακλυσμὸν ἐπὶ τὴν γῆν. Βλέπεις πλά-
τος φιλανθρωπίας Θεοῦ εἰς ἑκατὸν ἔτη ἐπιτεινόμενον;
Ὅπερ ἐποίησε τότε, παραχρῆμα οὐκ ἠδύνατο ποιῆ-
σαι; ἀλλ' ἐπίτηδες παρέτεινεν, ἔνδοσιν διδοὺς μετα-
νοίας. Βλέπεις Θεοῦ ἀγαθότητα; Εἴθε μετενόησαν οἱ
τότε! καὶ ἐτύγχανον Θεοῦ φιλανθρωπίας.
Θʹ. Ἐλθὲ λοιπὸν καὶ ἐπὶ τοὺς ἄλλους τοὺς ἐκ μετα-
νοίας σωθέντας, κἂν ἐν γυναιξίν. Ἐπόρνευσας, ἐμό-
λυνας τὸ σῶμα, ἄχρηστος γέγονας· ἆρα ἔστι σω-
τηρία; ἐρεῖς. Ἀπόβλεψον, ὦ γύναι, εἰς τὴν Ῥαὰβ,
καὶ θάρσησον εἰς τὴν σωτηρίαν. Ἡ φανερῶς καὶ δη-
μοσίᾳ πορνεύσασα σώζεται. Πῶς ἐσώθη ἐκείνη; Ἐπί-
στευσεν· εἶπεν μόνον· Ὁ Θεὸς ὑμῶν, ὁ Θεὸς ἐν
οὐρανῷ καὶ ἐπὶ γῆς. Ὁ Θεὸς ὑμῶν· ἑαυτῆς γὰρ
οὐκ ἐτόλμησεν εἰπεῖν διὰ τὴν ἀσέλγειαν. Μίμησαι
τὴν πίστιν, καὶ δέξαι τὴν σωτηρίαν. Καὶ θέλεις γνῶ-
ναι, ὅτι ἐσώθη; ἀνάγραπτόν ἐστιν ἐν Ψαλμοῖς· Μνη-
σθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος. Ὢ μεγάλης Θεοῦ
βουλῆς καὶ φιλανθρωπίας, καὶ πορνῶν μνημονευού-
σης ἐν Γραφαῖς! ἀλλ' οὐχ ἁπλῶς· Μνησθήσομαι
Ῥαὰβ καὶ Βαβυλῶνος, ἀλλὰ, τοῖς γινώσκουσί με.
Ἔστι καὶ ἐπὶ ἀνδρῶν σωτηρία καὶ ἐπὶ γυναικῶν.
Ιʹ. Κἂν ὁλόκληρος λαὸς ἁμάρτῃ, οὐ νικᾷ τὴν τοῦ
Θεοῦ φιλανθρωπίαν. Ἐμοσχοποίησεν ὁ λαὸς, καὶ οὐκ
ἀπέστη ὁ Θεὸς τῆς φιλανθρωπίας· ἠρνήσαντο οἱ ἄν-
θρωποι Θεὸν, ἀλλ' ὁ Θεὸς αὐτὸν οὐκ ἠρνήσατο.
Οὗτοι οἱ θεοὶ τοῦ Ἰσραήλ· καὶ πάλιν ὁ Θεὸς τοῦ
Ἰσραὴλ ὁ σωτήρ. Καὶ οὐ μόνος ὁ λαὸς ἥμαρτεν,
ἀλλὰ καὶ Ἀαρὼν ὁ ἀρχιερεύς· Μωϋσῆς ἐστιν ὁ λέ-
γων· Καὶ ἐπὶ Ἀαρὼν ἐγένετο ὀργὴ Κυρίου, καὶ
ἐδεήθην, φησὶν, ὑπὲρ αὐτοῦ, καὶ συνεχώρησεν
αὐτῷ ὁ Θεός. Μωϋσῆς δυσωπεῖ τὸν Θεὸν ὑπὲρ ἀρχι-
ερέως· καὶ Υἱὸς μονογενὴς αἰτῶν οὐ δυσωπεῖ τὸν Θεόν;
Εἶτα τὸν Ἀαρὼν πταίσαντα οὐκ ἐκώλυσεν εἰσελθεῖν
εἰς ἀρχιερωσύνην· σὲ δὲ ἐξ ἐθνῶν ἐλθόντα κωλύσει
ἐλθεῖν εἰς σωτηρίαν; μετανόησον καὶ αὐτὸς ὁμοίως,
καὶ οὐ κεκώλυταί σοι ἡ χάρις. Ἄληπτόν σου παρά-
στησον τὸν τρόπον· φιλάνθρωπος γὰρ ἀληθῶς ὁ Θεὸς,
καὶ οὐ δύναται ὁ πᾶς χρόνος ἐξειπεῖν τὴν τοῦ Θεοῦ
φιλανθρωπίαν· οὐδ' ἂν πᾶσαι αἱ γλῶσσαι συνέλθω-
σιν ὁμοῦ, οὐδὲ μέρος τῆς τοῦ Θεοῦ φιλανθρωπίας
διηγήσασθαι δυνήσονται. Ἡμεῖς δὲ λέγομεν μέρος
τῶν γεγραμμένων, ἀλλ' οὐκ οἴδαμεν ὅσα καὶ ἀγγέλοι;
συνεχώρησεν· συγχωρεῖ γὰρ κἀκείνοις, ἐπειδὴ εἷς
μόνος ἀναμάρτητος ὁ τὰς ἁμαρτίας καθαρίσας.
Καὶ περὶ μὲν ἐκείνων αὔταρκες, ἡμεῖς δὲ λοιπὸν τὰ
περὶ ἡμῶν.
417
ΙΑʹ. Θέλεις σοι καὶ ἄλλους τύπους μετανοίας παρα-
στήσω; θέλεις ἐλθεῖν καὶ ἐπὶ τὸν Δαβίδ; θέλεις
ἰδεῖν τὸν μακάριον; λάβε τύπον μετανοίας. Ἐξ-
έπεσεν ὁ μέγας. Μετὰ κοίτην, τὸ δειλινὸν περιπατῶν
ἐπὶ τοῦ δώματος, εἶδεν ἀδιαφόρως, καὶ ἔπαθεν ἀνθρώ-
πινον. Ἐτελέσθη ἡ ἁμαρτία, ἀλλ' οὐ συναπέθανεν ἡ
εὐγνωμοσύνη. Ἦλθεν Ναθὰν ὁ προφήτης ἔλεγχος,
ταχὺς ἰατρός. Ὠργίσθη, φησὶν, ὁ Θεὸς, καὶ ἥμαρ-
τες. Τῷ βασιλεύοντι ὁ ἰδιώτης ἔλεγεν· βασιλεὺς ὁ
πορφυροφόρος οὐκ ἐπήρθη· οὐ γὰρ προσεῖχε τῷ λα-
λοῦντι, ἀλλὰ τῷ ἀποστείλαντι· οὐκ ἐτύφωσεν αὐτὸν
τὸ περιεστὼς στῖφος τῶν στρατιωτῶν· ἔβλεπε γὰρ
τὸν ἀγγελικόν· Τὸν γὰρ ἀόρατον ὁρῶν ἐκαρτέρησεν.
Καί φησιν τῷ ἐλθόντι, δι' ἐκείνου τῷ ἀποστείλαντι
ἀποκρινόμενος· Ἡμάρτηκα τῷ Κυρίῳ. Βλέπεις βα-
σιλέως ταπεινοφροσύνην; βλέπεις ἐξομολόγησιν; Μὴ
γὰρ ᾔδει εἰ ἦν ἔλεγχος; μὴ γὰρ ᾔδεισαν οἱ πολ-
λοί; Ὀξέως ἐπράχθη τὸ πρᾶγμα, οὐ προφήτης παρ-
ῆν, ἔλεγχος οὐ παρῆν· κἀκεῖνος ὁμολογεῖ τὸ κακόν.
Ἐπειδὴ εὐγνωμόνως ὡμολόγησεν, ὀξυτάτην ἔσχε τὴν
ἰατρείαν. Καὶ πάλιν Ναθὰν ὁ ἐλέγξας· Καὶ Κύριος
παρεβίβασε τὴν ἁμαρτίαν σου. Βλέπεις ὀξυτάτην
θυμοῦ μεταβολήν; Πλὴν παροξύνων παρώξυνας
τοὺς ἐχθροὺς Κυρίου. Πολλοὺς ἔσχες τοὺς ἐχθροὺς,
ἀλλ' ἐφρούρει σε ἡ σωφροσύνη· νῦν δὲ παρ-
ώξυνας διὰ τὴν γενομένην ἁμαρτίαν.
ΙΒʹ. Ἀλλ' εἰ καὶ μάλιστα ἐκεῖνος εἶπεν, Παρεβί-
βασε Κύριος τὸ ἁμάρτημά σου, οὐκ ἀπέστη τῆς
μετανοίας ὁ βασιλεύς· περιεβάλετο σάκκον ἀντὶ πορ-
φύρας, ἀντὶ χρυσοκολλήτων θρόνων ἐπὶ σποδοῦ καὶ
γῆς καθήμενος· ἀλλὰ καὶ σποδὸν ἔχων βρῶσιν, κα-
θὼς αὐτός φησιν· Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφα-
γον. Ἐξέτηξεν δάκρυσιν τὸν ἐπιθυμητὴν ὀφθαλμόν.
Οἱ ἄρχοντες παρεκάλουν φαγεῖν ἄρτον, καὶ οὐκ ἐπεί-
θετο· εἰς ἑβδόμην ὁλόκληρον ἡμέραν παρέτεινε τὴν
νηστείαν. Βασιλεῖς οὕτως ἐξομολογοῦνται, σὺ ὁ ἰδιώ-
της οὐκ ὀφείλεις ἐξομολογεῖσθαι; Καὶ μετὰ τὴν τοῦ
Ἀβεσσαλὼμ ἐπανάστασιν, πολλῶν οὐσῶν ὁδῶν τῆς
φυγῆς, διὰ τοῦ ὄρους τῶν Ἐλαιῶν φεύγει, μονονουχὶ
τὸν Λυτρωτὴν ἐπικαλούμενος. Καταρωμένου αὐτὸν
τοῦ Σεμεῒ, λέγει· Ἄφετε αὐτὸν, ὅπως ἐπίδῃ ὁ
Θεὸς ἐπὶ τὴν ταπείνωσίν μου.
ΙΓʹ. Βλέπεις, ὅτι καλὸν τὸ ἐξομολογήσασθαι; βλέ-
πεις, ὅτι ἔστι σωτηρία; Καὶ Σολομῶν ἐκπέπτωκεν·
ἀλλά φησιν, τί καὶ λέγει· Ὕστερον ἐγὼ μετενόησα.
Καὶ ὁ Ἀχαὰβ γέγονε παρανομώτατος, εἰδωλολάτρης,
ἐξαίσιος, ὁ προφητοκτόνος, ὁ ἀλλότριος τῆς εὐσεβείας,
ἀλλοτρίων ἀγρῶν ἐπιθυμητής. Ἀλλ' ὅτε τὸν Ναβου-
θαὶ ἀπέκτεινεν, ἐλθόντος Ἠλίου τοῦ προφήτου, καὶ
μόνον ἐπαπειλήσαντος, περιεβάλετο σάκκον, καὶ ἔῤ-
ῥηξε τὰ ἱμάτια· καὶ τί φησιν ὁ φιλάνθρωπος Θεός;
Ἑώρακας πῶς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου
420
μου; Μονονουχὶ ἡμεροῖ τὸ διάπυρον τοῦ προφήτου
συγκαταβῆναι· Οὐκ ἐπάξω γὰρ, φησὶ, τὴν κακίαν
ἐν ταῖς ἡμέραις αὐτοῦ. Καὶ μετὰ τὴν ἄφεσιν οὐκ
ἀπέστη τῆς πονηρίας· καὶ συνεχώρει ὁ συγ-
χωρῶν, οὐκ ἀπιδὼν τὸ μέλλον, ἀλλὰ τῷ προσκαίρῳ
τὸ δέον ἀποδιδούς. Δικαίου γὰρ δικαστοῦ ἐστι πρὸς
ἕκαστον τῶν γεγενημένων δικαίως ἀποκοίνασθαι.
ΙΔʹ. Πάλιν ὁ Ἱεροβοὰμ εἱστήκει ἐπὶ τοῦ θυσια-
στηρίου. Ξηρὰ γίνεται αὐτοῦ ἡ χεὶρ, ἐπειδὴ ἐκέλευ-
σεν συλληφθῆναι τὸν προφήτην. Αὐτῇ τῇ πείρᾳ ἐπι-
γνοὺς τὴν ἐνέργειαν τοῦ ἐλθόντος, λέγει· Δεήθητι
τοῦ Κυρίου, καὶ κατασταθῇ ἡ χείρ μου. Διὰ τὸ
εἰπεῖν τὸν Ἱεροβοὰμ, Δεήθητι, ἰάσατο ὁ προφήτης·
σὲ ἆρα ὁ Χριστὸς οὐ δύναται ἰάσασθαι; Γέγονε καὶ
Μανασσῆς παρανομώτατος, ὁ τὸν Ἡσαΐαν πρίσας·
τί τούτου παρανομώτατον; Αἰχμάλωτος ἀπῆλθεν εἰς
Βαβυλῶνα, ἐπάξια παθὼν τῆς αὑτοῦ προαιρέσεως
ὑπὸ τῶν ἐχθρῶν. Ἀλλὰ τί λέγει ἡ Γραφή; Ἐταπει-
νώθη Μανασσῆς, καὶ ἐξωμολογήσατο τῷ Κυρίῳ,
καὶ εἰσήκουσε Κύριος, καὶ ἐπανήγαγεν αὐτὸν εἰς
τὴν βασιλείαν. Ὁ τὸν προφήτην πρίσας διὰ μετα-
νοίας ἐσώθη· καὶ σὺ τῇ μετανοίᾳ ἀπιστεῖς;
ΙΕʹ. Βούλεσθε γνῶναι τὸ ἰσχυρὸν τοῦτο τῆς σωτη-
ρίας ὅπλον, πόσον ἐξομολόγησις ἰσχύει καὶ κατὰ τῶν
πολεμίων; Ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας Ἐζε-
κίας δι' ἐξομολογήσεως ἐτρέψατο. Καὶ τοῦτο ἔτι
δὲ μικρόν· ἀπόφασιν Θεοῦ ἔλυσε διὰ μετανοίας. Νο-
σήσαντι γὰρ αὐτῷ Ἡσαΐας φησίν· Ἀποθνήσκεις σὺ,
καὶ οὐ ζήσῃ. Ποία ἐλπὶς, ποία σωτηρία ἢ προσδο-
κία, τοῦ προφήτου λέγοντος; Ἀλλ' οὐκ ἀπέστη τῆς
μετανοίας· ἀλλὰ μεμνημένος τοῦ γεγραμμένου, Ὅταν
ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ, ἀπε-
στράφη εἰς τὸν τοῖχον, καὶ τείνας τὴν διάνοιαν διὰ
τῆς προσευχῆς εἰς τὸν οὐρανὸν, Κύριε, φησὶν, μνή-
σθητί μου· αὔταρκες γὰρ εἰς ἰατρείαν τὸ σὲ μνη-
σθῆναί μου. Οὐχ ὑποβέβλησαι χρόνοις, ἀλλ' αὐτὸς εἶ
τῆς ζωῆς νομοθέτης· οὐ γὰρ κατὰ γένεσιν καὶ πλο-
κὴν ἄστρων ζῶμεν, ἀλλ' ὅτε βούλει. Καὶ ᾧ τὸ ζῇν εἰς
ἀπελπισίαν περιέστη, τούτῳ πεντεκαιδεκαετὴς χρό-
νος εἰς ζωὴν προσετέθη· καὶ τὸ σημεῖον, δέκα ἀνα-
βαθμοὺς ὁ ἥλιος ὑπέστρεψε. Διὰ δὲ τὸν Ἰησοῦν ὁ
ἥλιος ἐξέλειψεν, οὐκ ἀναποδίσας, ἀλλ' ἐκλιπὼν, καὶ
δείξας τὴν διαφορὰν ἑκατέρων. Καὶ ὁ μὲν ἴσχυσεν
ἀπόφασιν Θεοῦ λῦσαι· Ἰησοῦς δὲ οὐ χαρίζεται ἄφ-
εσιν ἁμαρτιῶν; Ἀπόστρεψον καὶ στέναξον καὶ αὐ-
τός· ἀπόκλεισον τὴν θύραν· πρόσευξαι ἵνα σοι ἀφεθῇ,
ἵνα σου περιέλῃ τὰς φλόγας τὰς καυστικάς· ἰσχύει
421
γὰρ ἐξομολόγησις σβέσαι καὶ πῦρ, ἰσχύει καὶ λέοντας
ἡμερῶσαι.
ΙϚʹ. Εἰ δὲ ἀπιστῇς, ἐννόησον τί συγκατέβη ποτὲ
τοῖς περὶ τὸν Ἀνανίαν. Εἰς τὴν κάμινον τοῦ πυρὸς
ποίας ἀνέῤῥηξαν πηγάς; πόσον ὕδατος μέτρον τὴν
ἐπὶ τεσσαράκοντα ἐννέα πήχεις ἀνερχομένην φλόγα
σβέσαι δύνατον ἦν; Ἀλλ' ὅπου μεγάλως ἡ φλὸξ ὑπερ-
ανέβη, ἐκεῖ πηγὴ μετανοίας ἐξεχύθη πολλὴ, λεγόν-
των αὐτῶν· Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἷς ἐποίησας
ἡμῖν· καὶ, Ἡμάρτομεν, καὶ ἠνομήσαμεν, καὶ
ἠδικήσαμεν. Εἶτα τὰς μὲν καμίνου φλόγας ἔπαυ-
σεν ἡ μετάνοια· ἀπιστεῖς δὲ, ὅτι δύναται καὶ τὸ
τῆς γεέννης ἀποσβέσαι πῦρ; Ἀλλὰ ἐρεῖ μοί τις τῶν
ὀξέως ἀποκρινομένων, ὅτι τοῖς παροῦσιν ἀνοίκειος ἡ
διήγησις· διὰ γὰρ τὸ μὴ θελῆσαι τοὺς περὶ τὸν Ἀνα-
νίαν εἰδωλολατρῆσαι, τὴν παράδοξον δύναμιν ἔδωκεν
ὁ Θεός. Συμπεριφερόμενος δὲ τῷ τοιούτῳ, καὶ τὸ τῶν
ὑποδειγμάτων ὁρῶν δαψιλὲς, ἔρχομαι λοιπὸν καὶ ἐφ'
ἕτερον τύπον μετανοίας.
ΙΖʹ. Τίνα γὰρ ὑπόνοιαν ἔχεις περὶ Ναβουχοδο-
νόσορ; Οὐκ ἤκουσας ἀπὸ τῶν Γραφῶν, ὅτι δυσσεβέ-
στατος ἦν, καὶ ἀγριώτατος τὸν τρόπον, καὶ λεοντώδη
τὴν προαίρεσιν ἔχων; οὐκ ἤκουσας, ὅτι τὰ ὀστέα
τῶν βασιλέων ἐκ τῶν τάφων ἐξήνεγκεν εἰς τὸ φῶς;
οὐκ ἔγνως, ὅτι τὸν λαὸν αἰχμάλωτον ἀπήγαγεν; οὐκ
ἤκουσας, ὅτι τοὺς ὀφθαλμοὺς τοῦ βασιλέως ἐξετύφλω-
σε, προδείξας αὐτῷ τὰ τέκνα σφαττόμενα; οὐκ ἤκου-
σας, ὅτι τὰ χερουβὶμ ἥρπασεν, οὐ λέγω τὰ νοητὰ
καὶ ἐπουράνια, ἀλλὰ τὰ ἐν τῷ ναῷ κατεσκευασμένα,
τὰ ἐπὶ τὸ ἱλαστήριον τῆς κιβωτοῦ, ὧν ἀνάμεσον ἐλά-
λει ὁ Κύριος; Οὗτος ὁ Ναβουχοδονόσορ τὸ καταπέ-
τασμα τῆς ἁγιωσύνης κατέσπασε, τὸ θυσιαστήριον
ἀνέτρεψε, καὶ λαβὼν τὰ σκεύη πάντα εἰς εἰδωλεῖον
ἀπήνεγκεν· αὐτὸν τὸν ναὸν ἐνέπρησε. Πόσων ἦν τι-
μωριῶν ἄξιος, ἐπὶ τῷ ἀνελεῖν βασιλέας, ἐπὶ τῷ ἐμ-
πρῆσαι τὰ ἅγια, ἐπὶ τῷ τὸν λαὸν αἰχμαλωτῆσαι,
ἐπὶ τῷ τὰ ἱερὰ σκεύη ναοῖς εἰδώλων ἐναποθέσθαι;
ἆρ' οὐκ ἦν μυρίων θανάτων ἄξιος;
ΙΗʹ. Ἀλλ' εἶδες τὸ μέγεθος αὐτοῦ τῶν κακῶν·
ἐλθὲ λοιπὸν ἐπὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· Ἀπ-
εθηριώθη λοιπὸν, ὁ θηριώδη καὶ ὠμοτάτην ἔχων τὴν
προαίρεσιν· ἀπεθηριώθη δὲ οὐχ ἵνα ἀπόληται, ἀλλ'
ἵνα διὰ μετανοίας σωθῇ. Ὄνυχας ἔσχεν τῶν ὀρνέων·
ἁρπακτικὸς γὰρ ἦν τῶν ἁγίων. Τρίχας ἔσχεν ὡς λέον-
τες· ὡς γὰρ λέων ἁρπάζων ἦν καὶ ὠρυόμενος.
Χόρτον ἤσθιε ὡς βοῦς· κτηνώδης γὰρ ἦν, οὐκ
εἰδὼς τὸν δεδωκότα τὴν βασιλείαν. Ἐβάφη αὐτοῦ
τὸ σῶμα ἀπὸ τῆς δρόσου· ἐπειδὴ μετὰ τὸ γενέσθαι
424
τὸ μέσον τῆς καμίνου τοῖς περὶ τὸν Ἀνανίαν ὡς
πνεῦμα δρόσου διασυρίζον, ἰδὼν οὐκ ἐπίστευσεν. Ἀλλ'
ὕστερον μετανοεῖ σωφρονισθεὶς, ὥς φησιν αὐτός·
Ἐγὼ Ναβουχοδονόσορ τοὺς ὀφθαλμούς μου εἰς
τὸν οὐρανὸν ἀνέλαβον, καὶ τὸν Ὕψιστον ηὐλό-
γησα, καὶ τῷ ζῶντι εἰς τοὺς αἰῶνας ᾔνεσα. Καὶ
ἐπειδὴ πολυετῶς μαστιγωθεὶς ἦν, ᾔνεσεν εἰς τοὺς
αἰῶνας τῷ ζῶντι, καὶ ὡμολόγησεν τὸν τὴν βασιλείαν
δεδωκότα, καὶ ἐπέγνω τὸν βασιλέα τῶν βασιλευόντων.
Καὶ πολλὰ μὲν τοῖς πράγμασιν ἁμαρτὼν, λόγοις δὲ
μόνον ἐξομολογούμενος, τῆς ἀφάτου φιλανθρωπίας
τοῦ Θεοῦ ἀπήλαυσεν. Ὁ καὶ πάντων παρανομώτα-
τος, θείᾳ κρίσει καὶ φιλανθρωπίᾳ τοῦ παιδεύοντος,
πάλιν μὲν τὸ βασιλικὸν περιέθετο διάδημα, πάλιν δὲ
τοὺς ἀρχοντικοὺς ἀπέλαβε θρόνους.
ΙΘʹ. Εἴ τις οὖν ἐν ὑμῖν ἐξ ἐθνῶν, ἢ εἰς Χριστιανοὺς
βλασφημήσας ποτὲ, ἢ Ἐκκλησίαις ἁγίαις ἐν διωγμοῖς
ἐπιβουλεύσας πάρεστιν, ἐχέτω τῆς σωτηρίας ὑπο-
γραμμὸν τὸν Ναβουχοδονόσορ· ἐξομολογείσθω παρα-
πλησίως, ἵνα καὶ τῆς ἀμνηστίας τῆς ὁμοίας τύχῃ.
Εἴ τις ἐπιθυμῶν ἐμολύνθη πάθεσιν, τὴν τοῦ μακα-
ρίου Δαβὶδ ἀναλαμβανέτω μετάνοιαν· εἴ τις ἠρνήσατο
κατὰ Πέτρον, ὑπεραποθνησκέτω πάλιν ὑπὲρ τοῦ
Κυρίου Ἰησοῦ. Ὁ γὰρ ἐκείνῳ κλαύσαντι τῆς
ἀποστολῆς μὴ βασκήνας, οὐδέ σοι φθονήσει τῶν
εὐαγγελικῶν μυστηρίων. Καὶ γυναιξὶ μὲν ὑπογραμ-
μὸς ἔστω εἰς σωτηρίαν ἡ Ῥαάβ· ἀνδράσι δὲ τὸ λεχθὲν
τῶν παλαιῶν ἀνδρῶν ποικίλον ὑπόδειγμα.
Κʹ. Πάντες δὲ εἰς τὴν Θεοῦ φιλανθρωπίαν ἀποβλέ-
ποντες, εὐέλπιδες γίνεσθε· οὐχ ἵνα τοῖς αὐτοῖς
πάλιν ἁμαρτήμασιν περιπίπτωμεν, ἀλλ' ἵνα τῆς λυ-
τρώσεως ἀπολαύσαντες, καὶ τῆς χάριτος ἄξια πρά-
ξαντες, τὸ καθ' ἡμῶν χειρόγραφον ἀγαθοεργίαις ἐξ-
αλεῖψαι δυνηθῶμεν· τῇ δυνάμει τοῦ Μονογενοῦς, τοῦ
Υἱοῦ τοῦ Θεοῦ, καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
μεθ' οὗ ἡ δόξα τῷ Πατρὶ, σὺν τῷ ἁγίῳ Πνεύματι, καὶ
νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν [Ἀθανασίου τοῦ μεγά-λου ἀρχιεπισκόπου ἀλεξανδρείας] λόγος αʹ περὶ μετα-νοίας. Δεῖνον ἡ ἁμαρτία καὶ νόσος χαλεπωτάτη ψυ-χῆς ... αὐτῆς τὰ νεῦρα, πυρὸς δὲ .. αὐτεξ. βλάστημα προ-αιρέσεως, καὶ ὅτι γε (ut prior ἔκδοσις) .. om. σαφῶς ...ὁ καρπὸς κακὸς, ἐκ προαιρέσεως γὰρ τὸ κακὸν, ὁ φυ-τουργὸς ἀναίτιος. Λοιπὸν ἡ ἀμπ.. ἐκαρποφόρησεν ἐκπροαιρέσεως .. ἄνθρωπον ἐπ' εὐθείᾳ .. ἐπὶ ἔργοις ἀγα-θοῖς, ὥς φησιν ὁ ἀπόστολος. Ὡς κτίστης ἀγαθὸς ..τὸ δὲ καλῶς κτισθὲν .. ἐθεράπευον ἀεὶ τῷ κατέχοντι·ὑπόθου γάρ μοι .. ἕως ὅτου .. ἀπέθετο τὸν ἄνθρακακαὶ συναπέθετο τὸ φλέγον ... οὕτως καὶ ἡ ἁμαρτίατ. ν. τ. ψ. ὑποτέμνουσα .. καὶ ἐπικαλύπτει .. Ἀλλ' ἐρεῖ τάχα ... τί ποτε ἄρα ἐστὶν .. κακὸναὐτοπροαιρέτως αὐξάνον .. ἔστιν ἐν σοὶ .. τῆς κρίσεως,ὦ ἄνθρωπε .. οὐ φθόνος .. Οὐ μόνον .. καὶ οὐ βλέψει σε .. ἐκδεσμεύει .. εἰςβόρβορόν σε φέρει κακῶν .. ἀλλὰ λέγεις .. ῥίζα μίᾳ ..πρὶν ἀνθέῃ, ἄνελε τὸ κακὸν, μὴ πελύκης? .. ἀρχόμενοςἀλγεῖν τὸν ὀφθαλμὸν, ἰατρεύου εὐκαίρως, ἵνα μὴ τυφλω-θῇς καὶ τότε ἐπιζητήσῃς τὸν ἰατρόν. Ἀρχηγὸς ἁμαρτίας ὁ δ. γεννήτωρ .. Ἰησοῦς ὁΧριστὸς εἴρηκε .. κατασκευασθεὶς ἐξ οἰκείας προαιρέ-σεως .. λαβὼν καὶ τὴν .. ἀρχ. γὰρ ὢν .. ὁ γὰρ σατα-νᾶς ἀντικείμενος λέγεται .. ταῦτα διηγήματα, ἀλλ' ἅπερἐμάθομεν .. λαβὼν θρῆνον .. ἡμέραις σου, ἀφ' ἦς ἡμέραςἐκτίσθης, ἄχρις .. ἐν σοί. Πάνυ καλῶς τὸ εὑρέθη ἐν σοὶ,τὸ γὰρ κακὸν οὐκ ἔξωθεν (cf. priorem textum) ..ἀλλ' αὐτὸς ἐγέννησε τὸ κακόν· διὰ γὰρ τοῦτο εἴρηται·Ὑψώθη ἡ καρδία σου ἐπὶ τῷ κάλλει σου, καὶ .. σε. Καὶτοῦτο συμφώνως ὁ Κύριος .. οὗτος ἐμβάλλει .. πειθομέ-νοις αὐτῷ .. πᾶν εἶδος κακίας .. Τί οὖν; ἀπολώλαμεν .. ἡ ἁμαρτία δεινὴ .. οὐκἔστιν ὀρθοποδῆσαι; ἵνα οὖν συντόμως εἴπωμεν· ἀπε-θάνομεν, καὶ οὐκ ε. α...λάζαρον τετρ. στήσας, ἄνθρωπε,τὸν ὀδωδότα, οὐκ εὐκοπώτερόν σε τὸν ζῶντα δύναταιἀναστῆσαι (fere ut I. loco) .. ἐκχέσας, οὐ δύναταί σεῥύσασθαι .. μὴ ῥίψωμεν ἑαυτοὺς εἰς ἀνέλπιστον κατά-στασιν (cf. ibid.) .. Καὶ γὰρ δεινόν ἐστιν τὸ μὴ πι-στεύειν τῇ μετανοίᾳ, μετανοίᾳ γὰρ ὁ μὴ πρ. τ. σ. ἀφει-δῶς προστίθησι τὰ κακά .. Καὶ γὰρ λῃστὴς ὁ μὴ κόλα-σιν προσδοκῶν, τὴν ἀπόνοιαν αὔξει .. μετεβλήθη .. διδ.οὐ καρποφορήσομεν .. Φιλάνθρωπος οὐκ ὀλίγον· μὴ εἴπῃς ... πολλάμοι δεινὰ .. ἆρα συγχωρήσει; ἆρα παρέξει τὴν ἀμνη-στίαν; .. ἁμαρτήματα τὴν ἰατρικὴν ἐμπειρίαν τοῦ δεσπό-του· ταῦτα εἰδὼς, ὦ ἄνθρωπε, ἐπίδος σεαυτὸν μετὰπίστεως, λέγε .. κατ' ἐμοῦ τὴν ἀνομίαν μ. τ. κ. καὶ γε-νήσεται καὶ ἐπὶ σοὶ παραπλήσιον τὸ ἑξῆς εἰρημένον(cod. —ῷ ε . εἰρημένῳ) καὶ ἀφῆκας. A voce φιλανθρωπίαν semel scripta, ad eam-dem iterum positam fit transitus, omissis 5 ver-sibus, caetera editis auctiora ad primam ἔκδοσινaccedunt· Παρήκουσεν Ἀδὰμ ὁ πρῶτος ἄνθρωπος τοῦΘεοῦ· ἀλλ' οὐκ ἠδύνατο εὐθέως ἐπαγαγεῖν αὐτῷ τὸνθάνατον; ἤκουσε γὰρ μὴ φαγεῖν· τὸ δὲ μὴ φαγεῖν νη-στείας ἐστὶ καὶ ἐγκρατείας ὑπόθεσις. Ἀλλ' ὅρα τι ποιεῖὁ φιλάνθρωπος· ἐκβάλλει μὲν αὐτὸν τοῦ παραδείσου (τῆςγὰρ διατριβῆς ἐκείνης ἀνάξιος ἦν διὰ τὴν ἁμαρτίαν)κατοικίζει δὲ κατεναντίον τοῦ παραδείσου, ἵνα βλέπωνὅθεν ἐξέπεσεν καὶ ἐκ ποίας τρυφῆς καὶ ἐξ οἵων εἰς οἷακατηνέχθη, λοιπὸν ἐκμετανοίας σωθῇ, καὶ λυθρωθῇ (sic)τῆς πικρᾶς γεύσεως. Κάϊν ὁ πρωτότοκος ἄνθρωπος γέ-γονεν ἀδελφοκτόνος, εὑρετὴς κακῶν, ἀρχηγὸς τοῦ φό-νου, φθονερὸς, πάσης κακίας δημιουργὸς, καὶ αὐτὸς γὰραἴτιος τῆς κακίας ἐγένετο. Τοῦ ἀγαθοῦ γὰρ ἐφθόνησε,καὶ ἀνεῖλε τὸν ἀδελφὸν, καὶ ἀνελὼν καταδικάζεται. Ἔφηγὰρ ὁ Θεὸς πρὸς αὐτόν· Ἔσῃ στένων καὶ τρέμων ε. τ. γ.Μέγα τὸ ἁμάρτημα, μικρὰ δὲ ἡ καταδίκη. Φιλανθρωπία μὲν οὖν ἀληθῶς καὶ αὕτη Θεοῦ(rursus respicit priorem scripturam), ἀλλ' ἔτι μικρὰταῦτα πρὸς τὰ μέλλοντα ῥηθήσεσθαι. Ἀναλόγισαι γάρμοι ... καὶ παρανομία πολλή· τότε τῆς γῆς κατεχύθη,καὶ διὰ ταύτην κατακλυσμὸς ἔμελλεν ἐπέρχεσθαι· καὶτῷ φʹ μὲν ἔτει τὴν ἀπειλὴν ἐφέρει ὁ Θεὸς, τῷ δὲχʹ ἐπάγει .. παρατεινόμενον. Ἆρα γὰρ ὅπερ ε. τ. μετὰτὴν ἑκατονταετίαν, καὶ παραχρῆμα .. καιρὸν μετανοίαςδιδοὺς .. οἱ τότε ἄνθρωποι .. φιλανθρωπίας, εἰ ἐνήστευ-σαν, οὐκ ἂν τοιαῦτα ἔπαθον. Ἴσως καὶ εἰς γυναιξὶν (vide I. locum) ἐρεῖ τις·ἐπόρνευσα καὶ ἐμοίχευσα, καὶ ἐμόλυνα τὸ σῶμα παν-τοίαις ἀκολασίαις, ἄχρηστος γέγονα ... εἰς Ῥαὰβ τὴνπόρνην, καὶ οὐ πόρνην τὴν προαίρεσιν, καὶ θάρσησονκαὶ σὺ εἰς τὴν ἑαυτῆς σωτηρίαν. Εἰ γὰρ ἡ φανερῶςκαὶ δημοσίως πορνεύσασα, πρὸ τῆς χάριτος διὰ με-τάνοιαν σώζεται, ἆρα ἡ ἅπαξ ποτὲ πορνεύσασα, μετὰτὴν χάριν, διὰ μετανοίας καὶ νηστείας οὐ σώζεται;Πῶς γὰρ ἐσώθη ἡ Ῥαὰβ, ἄκουσον· ἐπίστευσεν .. γυναι-κῶν ὁμοίως ἡ διὰ μετάνοιαν προξενουμένη. Κἂν ὁλόκληρος δὲ .. αὐτοὺς οὐκ ἠρνήσατο .. πά-λιν συνήθως ... σωτὴρ ἠμῶν ἐγένετο .. Εἶτα Μωϋσῆςὑπὲρ ἀρχιερέως αἰτῶν δυσωπεῖ τὸν θεὸν, καὶ υἱὸς ..σὲ δὲ ἐξελθόντα ἐκ τῆς ἀτόπου ὁδοῦ κεκώλυκεν ἐλθεῖνεἰς σωτηρίαν; μετανόησον, ἀδελφὲ, καὶ αὐτὸς .. κατ'ἀξίαν ἐξειπεῖν αὐτοῦ τὴν φιλ.. τῶν ἀνθρώπων ὁμοῦ ..τῆς τούτου φιλ.. ἡμῶν εἴπωμεν. Ἐλθὲ καὶ ἐπὶ τὸν Δαυίδ· ἴδε τὸν μακάριον πῶςνηστείαις καὶ ψαλμῳδίαις ἑαυτὸν καθώπλισεν, λάβε ..οὐ συναπέθανε τῇ ἁμαρτίᾳ· τοῦτο γάρ ἐστιν τὸ περι-σπούδαστον, τὸ μὴ συναποθνήσκειν τῇ ἁμαρτίᾳ. Ἦλ-θεν .. ἰατρὸς τοῦ τραύματος .. ὅτι ἥμαρτες .. ἀλλ' οὐ