The Greek Library Author

Anonymous

In natalitia domini

Authority group
Amphilochius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
In natalitia domini (orat. 1), ed. C. Datema, Amphilochii Iconiensis opera, Turnhout: Brepols, 1978: 5–9.
CTS identifier
urn:cts:greekLit:tlg2112.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1t

{Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου εἰς τὰ γενέθλια τοῦ

2t

μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.}

3

Ὁ μὲν πνευματικὸς οὗτος καὶ λαμπρὸς λειμών, ὁ τῷ τῶν

4

οὐρανίων ἀνθῶν κάλλει πεποικιλμένος καὶ ταῖς ἀποστολικαῖς καὶ

5

ἀχράντοις εὐωδιάζων ἀποφοραῖς, τύπον ἔχειν τοῦ θείου παρα-

6

δείσου μοι φαίνεται. Ὃν γὰρ τρόπον ὁ αἰσθητὸς ἐκεῖνος καὶ

7

ἀκήρατος χῶρος δένδρεσιν ἀφθάρτοις καὶ καρποῖς ἀθανάτοις

8

καὶ μυρίοις ἄλλοις ὑπερλάμπροις φαιδρύνεται κάλλεσιν, οὕτω δὴ

9

καὶ οὗτος ὁ θεοειδέστατος τῆς ἱεροπρεπεστάτης ἐκκλησίας

10

θίασος νοητοῖς καὶ ἀρρήτοις καταλαμπρύνεται μυστηρίοις, ὧν

11

κρηπὶς ἡμῖν ἀρραγὴς καὶ θεμέλιος ἀστεμφὴς καὶ ἀρχὴ σωτήριος

12

καὶ κορυφὴ πανσεβάσμιος ἡ σήμερον τῶν ἁγίων Χριστοῦ τοῦ

13

ἀληθινοῦ θεοῦ ἡμῶν γενεθλίων ἐστὶν ἑορτή· δι' ἣν καὶ τὰ παλαιὰ

14

πεπροφήτευται τυπικῶς καὶ τὰ νέα διαρρήδην εἰς πᾶσαν τὴν

15

οἰκουμένην κεκήρυκται, δι' ἣν οὐρανὸς ἠνέῳκται καὶ γῆ εἰς θεῖον

16

ὕψος 〈με〉μετεώρισται, δι' ἣν παράδεισος ἀνθρώποις ἀποδέδοται

17

καὶ θανάτου κράτος κατήργηται, δι' ἣν φθορᾶς δύναμις πεπάτηται

18

καὶ διαβόλου σέβας ὀλέθριον πέπαυται, δι' ἣν ἀνθρώπινα πάθη

19

τεθανάτωται, ἀγγελικῆς δεσποτείας βίος ἀνακεκαίνισται, δι' ἣν

20

πλάνη δαιμόνων δεδίωκται, θεοῦ σοφία καὶ πάναγνος παρουσία

21

μεμήνυται. Οὐκ ἄγγελος γάρ, φησίν, οὐδὲ πρέσβυς, ἀλλ' αὐτὸς ὁ

22

κύριος ἥξει καὶ σώσει αὐτούς. Ὦ θείων εὐαγγελίων πλοῦτος

23

ἀμύθητος! Ὦ πανσόφων μυστηρίων γνῶσις ἀνεκδιήγητος! Ὦ

24

θείων καὶ ἀφράστων δωρεῶν θησαυρὸς ἀνεξάλειπτος! Ὦ

25

προνοητικῆς φιλανθρωπίας χάρις ἀναρίθμητος! Αὐτὸς γάρ,

26

φησίν, ὁ κύριος ἥξει καὶ σώσει ἡμᾶς. Ἥξειν πρὸς ἡμᾶς τίνα τρόπον,

27

ὦ θεῖε προφῆτα, κηρύττεις τὸν κύριον; Παρρησιάσομαι γὰρ ἐν

28

τούτῳ τῷ μέρει πρός σε τὸ τῶν παλαιῶν ἀνδρῶν πρόσωπον ἀνα-

29

δεδεγμένος, τῶν ταῦτα [εἰς] τὴν πανύμνητον μὴ ἑορτασάντων

30

πανήγυριν, μήτε δὲ τοῦ καινοῦ καὶ πανάγνου τοκετοῦ τῆς ἀχράν-

31

του παρθένου πεπειραμένων, μήτε μὴν τὸν οὐράνιον θεασαμένων

32

κήρυκα, φημὶ δὴ τὸν θεοειδέστατον ἀστέρα, μήτε τὰ τῶν ἁγίων

33

ἀγγέλων ἑωρακότων σκιρτήματα, μήτε τὰς θείας ἀκηκοότων

34

φωνὰς ἃς πρὸς τοὺς ἱερεῖς ποιμένας ἀνευφημοῦντες τὸν γεγεν-

35

νημένον σωτῆρα γεγηθότες ἀπήγγελλον, μήτε μὴν τῶν μάγων τὰ

36

δῶρα συνιέντων καὶ τὴν προσκύνησιν τὴν θεϊκήν· ἐκείνων ἀναδε-

37

ξάμενος τὸ πρόσωπον ἐρωτήσαιμί σε τὸν τρόπον τῆς παρουσίας.

38

Κατέπληττεν γὰρ αὐτοὺς εἰκότως λίαν τὸ λόγιον καὶ μικροῦ δεῖν

39

τῷ πλήθει τοῦ δέους ἐξίστασθαι παρεσκεύαζεν τῶν φρενῶν. Οὐ

40

γὰρ εἶχον νοεῖν ὅτι ὁ ἀθάνατος θεὸς πρὸς ἀνθρώπους γεωδεστά-

41

τους ἥξει καὶ ὁ ἀψηλάφητος πρὸς τοὺς αἰσθήτους, ὁ ἀθεώρητος

42

πρὸς τοὺς ὁρατούς. Πῶς γὰρ ἂν καὶ ἥξειν τὸν θεὸν ᾠήθησαν, καὶ

43

πῶς ὁραθήσεται; Ἐνίοις μὲν ἐδόκει πρότερον ὡς ὤφθη τῷ

44

Ἀβραὰμ δι' ἀγγέλων, ἢ δ' αὖ πάλιν ὡς ὤφθη τῷ Μωϋσῇ διὰ

45

πυρὸς ἐν τῇ βάτῳ, ἢ καθ' ὃν τρόπον ὤφθη τῷ Ἠσαΐᾳ διὰ τῶν

46

σεραφίμ, ἢ τῷ Ἰεζεκιὴλ διὰ τῶν χερουβίμ. Οὕτω γὰρ πάντες θεὸν

47

ἑωρακέναι διαμφοτέροις τρόποις μεμαρτυρήκασιν. Ποῖος τοίνυν

48

τούτων τῶν τρόπων εἰς θεωρίαν θεοῦ ἐστιν ἄξιος; Δῆλον ὅτι οὐδὲ

49

εἷς.

50

Πόθεν δὲ μάλιστα τοῦτο πιστούμεθα; Ἐκ τῆς ἑτέρας τοῦ

51

προφήτου φωνῆς λεγούσης· Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς

52

ἀνθρώποις συνανεστράφη. Ὀπτασίας μὲν γὰρ ἐκεῖνα καὶ οὐ

53

συναναστροφῆς ὑπῆρχε τεκμήρια, ταῦτα συναναστροφῆς καὶ οὐκ

54

ὀπτασίας τυγχάνει κηρύγματα. Πῶς οὖν φησιν· Αὐτὸς ὁ κύριος

55

ἥξει καὶ σώσει ἡμᾶς; Λέγῃς ἂν ἡμῖν, ὦ μακάριε, πῶς ὁ

56

ἀσχημάτιστος σχηματίζεται, ὁ ἀκίνητος ἀπὸ τῶν οὐρανίων

57

θρόνων ἐπὶ τῆς γῆς πάλιν ἀντιμεθίσταται; Εἴπῃ δ' ἂν πρὸς αὐτοὺς

58

ἀπαντῶν ὁ θεῖος οὗτος ἀνήρ, ὅτι δι' ἑτέρων λογίων τὸν τρόπον

59

ἠκούσατε τῆς παρουσίας, τί περισσῶς πολυπραγμονεῖτε ἐνταῦθα

60

τὸ λόγιον. Ἢ λέληθεν ὑμᾶς τὸ εἰρημένον ὅτι Ἡ παρθένος ἐν γαστρὶ

61

ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι

62

μεθερμηνευόμενον Μεθ' ἡμῶν ὁ θεός; Ἢ οὐκ ἀκηκόατε τὸ

63

γεγραμμένον ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ

64

ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς

65

ἄγγελος, θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων

66

εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος; Ἐκ τούτων τῶν λόγων τὸν

67

τρόπον τῆς παρουσίας ἐπέγνωτε. Παρθένος γὰρ ἄφθαρτος

68

ἀποκυήσει σωματικῶς τὸν λύχνον τὸν ἄφθαρτον, μέχρι γὰρ

69

σαρκὸς δεῖ συγκαταβῆναι πρὸς ἡμᾶς τὸν πανσεβάσμιον τοῦ θεοῦ

70

λόγον, ἵνα δὴ τοὺς ἀσωμάτῳ θεότητι παρ' αὐτοῦ δεδημιουργημέ-

71

νους ἀνακαινίσῃ διὰ σαρκώσεως, παλαιωθέντας διὰ τὴν ἁμαρτίαν

72

καὶ ἀφθάρτους κατασκευάσῃ διὰ τῆς ὁμοιότητος τῆς πρὸς τὴν

73

φθοράν.

74

Ταῦτα τοῦ προφήτου πρὸς αὐτοὺς εἰρηκότος ἐροῦμεν καὶ

75

ἡμεῖς. Ὦ παιδίον οὐρανοῦ παλαιότερον! Ὦ τρισόλβιος υἱός,

76

ὅστις ἐπ' ὤμων ἥκει τὴν ἑαυτοῦ βαστάζων ἀρχὴν καὶ οὐ παρ' ἑτέ-

77

ρου ζητῶν αὐτὴν κομίσασθαι! Ἔμφυτον γὰρ τῷ λόγῳ τῶν πάντων

78

ἄρχειν ὡς υἱῷ καὶ οὐκ ἐπείσακτον ὡς ποιήματι· Ἡ ἀρχὴ γάρ,

79

φησίν, ἐπὶ τοῦ ὤμου αὐτοῦ. Ὦ μεγαλώνυμον γέννημα! Μεγάλης

80

γὰρ βουλῆς, φησίν, ἄγγελος καὶ θεὸς ἰσχυρὸς ὀνομάζεται. Ὦ

81

παντοδύναμος ἐξουσία! Θαυμαστὸς γὰρ σύμβουλος καὶ ἄρχων

82

εἰρήνης ἐστίν. Πῶς τοίνυν δοξάσωμεν τὴν σήμερον ἑορτήν; Πῶς

83

μακαρίσωμεν τὴν ἐπὶ τοῦ παρόντος μυστικωτάτην πανήγυριν;

84

Τίς γὰρ ἐξιχνιάσει τὸν ταύτης τῆς ἡμέρας πλοῦτον ἀθάνατον;

85

Ποίοις μεγαλήχοις καὶ ὑψηλοτάτοις ῥήμασιν ἀνακηρύξωμεν τὸ

86

πανύμνητον τοῦτο καὶ τροπαιοῦχον τῆς ἀφθαρσίας μυστήριον;

87

Ὦ ἡμέρα μυρίων ὕμνων ἀξία, ἐν ᾗ ἀνέτειλεν ἡμῖν τὸ ἄστρον τὸ ἐξ

88

Ἰακὼβ καὶ ὁ ἄνθρωπος ὁ οὐράνιος, ὃς ὤφθη ἐξ Ἰσραήλ, καὶ

89

ἐπεδήμησεν ἡμῖν ὁ ἰσχυρὸς θεὸς καὶ ὁ τῆς δικαιοσύνης ἐπεσκίασεν

90

ἥλιος καὶ ὁ τῶν θείων ἀρετῶν ἠνέῳκται θησαυρὸς καὶ τὸ τῆς

91

αἰωνίου ζωῆς φυτὸν ἀνθρώποις ἐβλάστησεν καὶ ἡ ἀνατολὴ ἐκ τοῦ

92

ὕψους ἐπέλαμψεν καὶ ὁ τῶν οὐρανίων καὶ ἐπιγείων δεσπότης ἐκ

93

παρθενικῶν λαγόνων ὑπὲρ κόσμου λυτρώσεως εἰς κόσμον

94

φθαρτὸν ἐλήλυθεν. Ἐγεννήθη γὰρ ἡμῖν σήμερον σωτήρ, ὅς ἐστιν

95

Χριστὸς κύριος, ὅστις φῶς ὑπάρχει ἐθνῶν καὶ σωτηρία οἴκου

96

Ἰσραήλ. Ὢ τοῦ θαύματος! Ἐπὶ φάτνης ὡς παιδίον ηὐλίζετο ὁ ὑπὸ

97

τῶν οὐρανῶν μὴ περιγραφόμενος, καὶ γυναικείαις ἀγκάλαις

98

ἐθάλπετο ὁ λόγῳ βραχεῖ τὰ πάντα συστησάμενος, καὶ ἐγαλουχεῖ-

99

το ὑπὸ τῶν ἀμιάντων τῆς ἁγίας παρθένου μασθῶν ὁ πάσαις ταῖς

100

ὑπερκοσμίαις δυνάμεσιν τὸ εἶναι κεχαρισμένος. Ἐγένετο γάρ,

101

φησίν, καθὼς μαρτυρεῖ τὸ εὐαγγέλιον, ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ

102

ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν

103

πρωτότοκον καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ,

104

διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.

105

Τίς ἡ καινὴ καὶ παράδοξος αὕτη μυσταγωγία; Τίς ἡ

106

παντοδύναμος καὶ φθαρτοποιὸς τῆς θείας προνοίας εὐμένεια; Τί

107

τὸ δεινὸν καὶ πάνσοφον κατὰ τοῦ διαβόλου στρατήγημα;

108

Ἠλευθέρωται κόσμος διὰ παρθένου, ὁ διὰ ταύτης τὸ πρὶν ὑπὸ τὴν

109

ἁμαρτίαν πεσών. Διὰ παρθενικοῦ τοκετοῦ τεταρτάρωται δαι-

110

μόνων ἀοράτων τὰ τοσαῦτα καὶ τηλικαῦτα συστήματα. Σύμμορ-

111

φος τοῖς δούλοις ὁ δεσπότης γέγονεν, ἵνα οἱ δοῦλοι γένωνται

112

σύμμορφοι πάλιν θεοῦ. Ὦ Βεθλεέμ, πόλις ἡγιασμένη καὶ τοῖς

113

ἀνθρώποις συγκεκληρωμένη! Ὦ φάτνη, ὦ φάτνη συμμέτοχε τῶν

114

χερουβὶμ καὶ ὁμότιμε τῶν σεραφίμ! Ὁ γὰρ αἰωνίως ὑπ' ἐκείνων

115

τῶν θρόνων ἐποχούμενος θεϊκῶς, νῦν ἐν σοὶ σωματικῶς πάλιν

116

αὐλίζεται. Ὦ Μαρία, ὦ Μαρία, ἡ τὸν τῶν ἁπάντων δημιουργὸν

117

πρωτότοκον κεκτημένη! Ὦ ἀνθρωπότης, ἡ τὸν ἀΐδιον τοῦ θεοῦ

118

λόγον σωματικῶς οὐσιώσασα καὶ τῶν ἐπουρανίων καὶ νοερῶν

119

δυναμέων ἐν τούτῳ τῷ μέρει προτετιμημένη! Οὐ γὰρ ἠξίωσεν

120

Χριστὸς μορφωθῆναι πρὸς τὰς τῶν ἀρχαγγέλων μορφάς, οὔτε

121

μὴν πρὸς τὰς τῶν ἀρχῶν καὶ δυνάμεων καὶ ἐξουσιῶν ἀτρέπτους

122

εἰκόνας, ἀλλὰ πρὸς σὲ τὴν κατενεχθεῖσαν εἰς τροπὴν καὶ τοῖς

123

ἀλόγοις ζῴοις παρασυμβεβλημένην. Οἱ μὲν γὰρ ὑγιαίνοντες οὐ

124

χρείαν ἔχουσιν ἰατροῦ, ἡ δὲ νόσῳ συχνῇ κατασχεθεῖσα τηλικού-

125

του καὶ τοιούτου τετύχηκεν ἰατροῦ, ὡς μείζονος τῆς ὑγείας

126

εὐτυχής ἐστιν σωτηρίας τοῦ νοσήματος δραπετεύσαντος. Ἀλλὰ

127

ποῦ νῦν ὁ δυσμενὴς καὶ ἀβρόντητος, ὁ ἀλάστωρ καὶ παμμίαρος

128

δράκων, ὁ μετεωρίζειν εἰς ὕψος τὸν ἑαυτοῦ θρόνον ἐπαγγειλάμε-

129

νος;

130

Διό, ἀδελφοὶ μακαρίας κλήσεως ἐπουρανίου μέτοχοι, πρὸς

131

υἱοθεσίαν θεοῦ καὶ ἀδελφότητα κεκλημένοι, εὐχαριστεῖν ὀφείλο-

132

μεν τῷ καλέσαντι ἡμᾶς καὶ παρέχειν ἑαυτοὺς ἀξίους εἶναι τοῦ

133

παρέχοντος ἡμῖν τὴν ἀδελφότητα καὶ ὡς υἱοὺς ἀξίους εἶναι τοῦ

134

δωρουμένου ἡμῖν τὴν υἱότητα καὶ δεξαμένου ἡμᾶς εἰς υἱοθεσίαν.

135

Ἑκόντες οὖν καὶ ἐξ ἀγάπης δουλεύσωμεν αὐτῷ ἕτοιμοι ὄντες

136

πρὸς πᾶσαν δικαιοσύνης κατόρθωσιν, ἁγνείᾳ κοσμούμενοι,

137

ἀκτημοσύνην διώκοντες, λόγοις θεοῦ προσκαρτεροῦντες, εὐχαῖς

138

ἁγίαις καὶ ὕμνοις θεοῦ ἱεροῖς ἀνακείμενοι, μετασχηματίζοντες

139

ἑαυτοὺς ἀπὸ τοῦ αἰῶνος τούτου, ἐπιλανθανόμενοι τῶν γηΐνων

140

καὶ θνητῶν ἐπιθυμιῶν, νικῶντες τῷ ἀγαθῷ τὸ κακόν, μηδενὶ κακὸν

141

ἀντὶ κακοῦ ἀποδιδόντες, μὴ λογιζόμενοι ἑαυτοῖς διατρίβειν ἐν τῇ γῇ,

142

ἀλλ' ἐν οὐρανῷ πολιτεύεσθαι, μετ' ἀγγέλων ἀναστρέφεσθαι, τῷ

143

θρόνῳ τῆς οὐρανίου βασιλείας παραστῆναι. Ταῦτα τῶν ἱερῶν

144

ἀποστόλων τὰ διδάγματα, ἐν τούτοις Χριστὸς ἡμῖν τὴν μακαρίαν

145

καὶ αἰώνιον διαθήκην διέθετο. Θαυμασάτω τὴν ἀρετὴν ὑμῶν ὁ

146

κόσμος, αἰσχυνθήτωσαν Ἰουδαῖοι τὸν νέον καὶ ἐκλεκτὸν λαὸν

147

θεωροῦντες, ὅσῳ κάλλει κεκόσμηται πνευματικῷ, ὅσῃ λαμ-

148

πρότητι καταυγάζει τὸν κόσμον. Διὰ τοῦτο γὰρ ἡμᾶς μεμιγμένους

149

ἐν τοῖς ἔθνεσιν ἀφῆκεν, ἵνα φαινώμεθα ὡς φωστῆρες ἐν κόσμῳ, ἵνα

150

σπέρμα σωτηρίας ὦμεν εἰς ἐπιστροφὴν θεωρούμενοι πᾶσιν τοῖς

151

συνοῦσι καὶ συντυγχάνουσιν. Ὁρᾶτε μή τις δι' ὑμᾶς τῶν ἐθνικῶν

152

βλασφημήσει θεόν· εὐφημείσθω δὲ ἐν ἡμῖν ὁ καλέσας καὶ ἁγιάσας

153

καὶ σώσας. Ὁ βίαιος καὶ θρασὺς θαυμασάτω τὴν ἐπιείκειαν ἡμῶν

154

καὶ μετριότητα· ὁ λοιδορῶν ἀντευφημούμενος ἐντρεπέσθω· ὁ

155

περὶ χρημάτων φιλονεικῶν καὶ δικάζεσθαι βουλόμενος ἀταράχους

156

ἡμᾶς εὑρισκέτω περὶ χρήματα μὴ νομίζοντας ἑαυτοὺς ἔχειν

157

κτῆσιν ἐπίγειον, ἀλλὰ κρατοῦντας τὴν ἐπουράνιον· ὁ διὰ

158

παρακλήσεως φιλικῆς προσιέμενος ἡμᾶς εἰς ἡδονὰς κοσμικὰς

159

εὑρισκέτω σεμνούς, ἀμετακινήτους, σωφροσύνην ποθοῦντας,

160

οὐχ ἡδονῇ δελεαζομένους, ἵνα εἴδωσιν πόσον ἰσχύει πνεύματος

161

ἁγίου συνοίκησις φύσιν σαρκὸς ἐκνεκρώσαντος. Ὁ πρόχειρος

162

εἰς ἐπιορκίαν εὑρισκέτω μηδὲ ὀμνύειν ἀνεχομένους ἡμᾶς, ἀλλὰ

163

δεδοικότας τὸ τοῦ θεοῦ προσφέρειν ὄνομα περὶ ταπεινῶν καὶ

164

γηΐνων πραγμάτων. Οὕτω γὰρ ἐσόμεθα πάντες διδάσκαλοι τῶν

165

ἐντυγχανόντων ἡμῖν ἐν οἱῳδήποτε πράγματι. Οὕτω δὲ πολιτευό-

166

μενοι ἀληθῶς γενησόμεθα ζύμη ἁγία καὶ δι' ἡμῶν ζυμωθήσεται ὁ

167

κόσμος εἰς σωτηρίαν καὶ πόλυς ἐξ ἡμῶν καρπὸς εὑρεθήσεται τῷ

168

κυρίῳ πεφυλαγμένος καὶ δοξασθήσεται ὁ θεὸς ἐν ἡμῖν κατὰ τὸν

169

λέγοντα κύριον· Ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ, ἵνα ὑμεῖς καρπὸν πολὺν

170

φέρητε καὶ γένησθέ μοι μαθηταί. Δοξασθεὶς δὲ ὑφ' ἡμῶν ὁ κύριος

171

δοξάσει ἡμᾶς τῇ αἰωνίῳ δόξῃ, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν,

172

ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Χαίρειν κελεύω τὸν καλόν τε κἀγαθὸνυἱὸν Σέλευκον, εὐγενοῦς ῥίζης κλάδον.χαίρειν δὲ καὐτὸς εὔχομαι τῷ σῷ βίῳμαθήμασίν τε καὶ τρόποις φρονῶν μέγα.Πρῶτον μὲν οὖν φόβον τε καὶ πόθον ἔχεθεοῦ· θεὸς γὰρ πᾶσιν ἀρχὴ καὶ τέλοςτοῖς εὖ φρονοῦσι γίγνεται παντὸς βίου.Τὸ δεύτερον δὲ τὸν τρόπον ἄσκει, τέκνον,πρᾶον, ταπεινόν, ἐγκρατῆ, στερρόν, γλυκύν,ἀβάσκανον, δίκαιον, ἀνδρεῖον, σοφόν,σεμνόν, φίλεργον, εὐσταθῆ καὶ σώφρονα.κόσμος γὰρ οὗτος καὶ νέοις καὶ πρεσβύταιςμὴ χρήμασιν τοσοῦτον, ἀλλὰ τῷ τρόπῳπλουτεῖν· τὸ σὸν γὰρ τοῦτο· τὰ δὲ χρήματαπαίζει πλανῶντα τὴν φιλόπλουτον νόσον,ἄλλοις ἀπ' ἄλλων προσγελᾶν πεφυκότα,πόρνης ἀπίστου τὸν τρόπον μιμούμεναπολλοὺς ἐραστὰς ποικίλως μωκωμένης,συνόντα καὶ φεύγοντα καὶ κολλώμενατούτοις ἐκείνοις, οὐδενὶ δὲ γνησίως.τὸ γὰρ βέβαιον οὐκ ἔχει πλούτου φύσιςλάβροις θαλάσσης κύμασιν εἰκασμένηκυρτουμένοις, πίπτουσιν ἀστάτῳ φορᾷ.σὺ τοίνυν, ὦ παῖ, τοῖς τρόποις πλουτῶν ἀεὶθησαυρὸν ἕξεις οὐ κλοπαῖς συλώμενον,οὐ συκοφάνταις ἐν μέσῳ προκείμενον,οὐδ' αὖ τυράννων χερσὶν ἐξαντλούμενονἢ βαρβάρων ὅπλοισιν ἐκπορθούμενον,μένοντα δ' ἔνδον τῶν ἀσωμάτων δόμωνψυχῆς ταμείοις ἀσφαλῶς τηρούμενον,ὃν οὔτε λάβρον ἐσθίει πυρὸς μένος,οὐδ' αὖ καλύψει κῦμα ποντίου σάλου.Τοῦτον τὸν ὄντως ὄντα σὸν καὶ γνήσιονπλοῦτον φυλάττων σμῆχε τοῖς μαθήμασιν,βίβλοις ποιητῶν, ἱστορικῶν συγγράμμασιν,καὶ ταῖς τρεχούσαις ῥητόρων εὐγλωττίαιςλεπταῖς τε μερίμναις φιλοσόφων ἀσκούμενος.τούτοις δ' ἅπασιν ἐμφρόνως ἐντύγχανεσοφῶς ἀπ' αὐτῶν συλλέγων τὸ χρήσιμον,φεύγων δ' ἑκάστου τὴν βλάβην κεκριμένως,σοφῆς μελίττης ἔργον ἐκμιμούμενος,ἥτις ἐφ' ἅπασιν ἄνθεσιν καθιζάνει,τρυγᾷ δ' ἑκάστου πανσόφως τὸ χρήσιμοναὐτὴν ἔχουσα τὴν φύσιν διδάσκαλον.σὺ δ' ἐκ λογισμοῦ τῶν μὲν ἀφθόνως δρέπουτῶν ὠφελούντων. εἰ δέ τι βλάβην φέρει,συνεὶς τὸ φαῦλον ὀξέως ἀφίπτασο.ὠκύπτερος γάρ ἐστιν ἀνθρώποις ὁ νοῦς.ὥσθ' ὅσα μὲν αὐτοῖς εἰς ἀρετὴν ἐγκώμιαὑμνοῦσιν αὐτὴν ἐγράφη καὶ τοὔμπαλινκακίαν ψέγουσιν, ταῦτα σὺ σπουδῇ μαθὼνκαὶ νοῦν φύλασσε καὶ χάριν τῆς λέξεως.ἃ δ' εἰς θεοὺς ἔγραψαν ἐν λήρῳ πλατεῖμύθους ἀσέμνους, δαιμόνων διδάγματα,μύθους γέλωτος ἀξίους καὶ δακρύων,ταῦθ' ὡς βρόχους τε καὶ πάγας ἀποστρέφου.ἄμφω δ' ἀναγνούς, τοὺς θεοὺς καὶ τοὺς λόγους,θεοὺς γελοίους καὶ λόγους ἐρασμίους,καταφρόνει μὲν τῶν φιληδόνων θεῶν,λόγους δὲ τιμῶν, ὥσπερ ἐξ ἑνὸς φυτοῦ,καὶ τὰς ἀκάνθας φεῦγε καὶ ῥόδον δρέπου.καὶ τῶν μὲν ἔξω σοι λόγων οὗτος νόμοςἄριστος. οἷς δὲ πᾶσαν ἁρμόττει νέμεινσπουδήν, ἐροῦμεν, ἀλλὰ μικρὸν ὕστερον.Ἐκεῖνο γάρ σοι πρῶτον εἰπεῖν βούλομαι.φεύγειν κατάκρον τῶν κακῶν ὁμιλίαςκαὶ τὰς σὺν αὐτοῖς ἡδονὰς χρὴ τὸν νέον.πολλοὶ γάρ εἰσιν, ὡσπερεὶ βοσκήματαψώρας γέμοντα καὶ νοσήματός τινος,οἳ τοὺς νέους πειρῶσι τοὺς ἁπλουστέρουςπαρατριβόμενοί τ' ἐν δόλῳ πανουργίαςὥσπερ νόσου θέλουσι τῆς πονηρίαςαὐτοὺς ἀναπιμπλᾶν, ὥστε τῇ τῶν πλειόνωνκοινωνίᾳ σφῶν τοῖς κακοῖς ἐπισκοτεῖν.τούτους φυλάττου. καὶ γάρ, ὡς Παύλῳ δοκεῖ,φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.Ναὶ μὴν ἐκεῖνο σφόδρα σοι τηρητέον·μίσει θεάτρων, θηρίων, ἱπποδρόμωνἄσεμνον ᾠδήν, δύσεριν κακῶν θέαν,βίου ματαιότητας, ὕδραν ἡδονῶν,ἀνδρῶν ἀσελγῶν ἀπρεπῆ μαθήματαοἷς οὐδέν ἐστιν αἰσχρὸν ἢ τὸ σωφρονεῖν.οἱ μὲν γὰρ αὐτῶν, αἰσχύνης ὑπηρέται,τέχνην ἔχουσι τὸ φρονεῖν ταῖς ὕβρεσιν,μῖμοι γελοίων κονδύλοις εἰθισμένοι,