The Greek Library Author

Anonymous

Iambi ad Seleucum

Authority group
Amphilochius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
Iambi ad Seleucum, ed. E. Oberg, Amphilochii Iconiensis iambi ad Seleucum [Patristische Texte und Studien 9. Berlin: De Gruyter, 1969]: 29–40.
CTS identifier
urn:cts:greekLit:tlg2112.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

86

αἰδῶ τεμόντες τοῖς ξυροῖς πρὸ τῶν τριχῶν,

87

ἀσελγὲς αἰσχρότητος ἐργαστήριον,

88

οἷς πάντα πάσχειν καὶ ποιεῖν, ἃ μὴ θέμις,

89

ἐν ταῖς ἁπάντων ὄψεσιν τέχνης μέρος.

90

ἄλλοι δ', ἐκείνων ἔθνος ἀθλιώτερον,

91

τῶν ἀρρένων τὴν δόξαν ἐξορχούμενοι,

92

μελῶν λυγισμοῖς συγκατακλῶντες φύσιν

93

ἄνδρες γυναῖκες, ἄρρενες θηλυδρίαι.

94

οὐκ ἄνδρες, οὐ γυναῖκες ἀψευδεῖ λόγῳ.

95

τὸ μὲν γὰρ οὐ μένουσι, τὸ δ' οὐκ ἔφθασαν.

96

ὃ μὲν γάρ εἰσιν, οὐ μένουσι τῷ τρόπῳ,

97

ὃ δ' αὖ κακῶς θέλουσιν, οὔκ εἰσιν φύσει,

98

ἀσωτίας αἴνιγμα καὶ γρῖφος παθῶν,

99

ἄνδρες γυναιξὶ καὶ γυναῖκες ἀνδράσιν.

100

τί δ' ἂν λέγοι τις ᾀσμάτων αἰσχρῶν νόσους

101

μέλη τε θηλύνοντα καρδίας τόνον,

102

αὐλούς, χορείας πορνικῶν βακχευμάτων,

103

οἷς καὶ γέρας νέμουσιν οἱ τρισάθλιοι;

104

ταῦτ' οὖν ἐπαίνων καὶ θέας καὶ τέρψεως

105

ἢ δακρύων τε καὶ στεναγμῶν ἄξια;

106

γέλως τυραννεῖ καὶ φύσις μοιχεύεται

107

καὶ ποικίλη φλὸξ ἡδονῶν ἐξάπτεται.

108

καὶ κτίζεται θέατρα τῆς ἀτιμίας,

109

ὡς μηδὲ λάθρα τὰς νόσους ἀσχημονεῖν,

110

ἀλλ' ἆθλα κεῖσθαι τῶν κακῶν μαθημάτων.

111

σὺ δὲ βδελύττου ταῦτα, μὴ χράνῃς κόρας,

112

φεύγων ἁπάσας ὀμμάτων διαφθοράς,

113

ὡς ἂν φυλάττοις τὰς κόρας μοι παρθένους.

114

Πλέον δὲ φεῦγε τὰς μιαιφόνους θέας

115

τῶν γαστριμάργων, ὧν θεὸς ἡ κοιλία.

116

δοῦλοι γὰρ ὄντες γαστρὸς αἰσχίστης νόσου

117

ὑπηρετοῦσι τοῖς κακοῖς προστάγμασιν.

118

ἡ δ' ὡς πικρὰ δέσποινα τῶν λοιπῶν μελῶν

119

ἔνδον κάθηται θηρσὶ πωλοῦσα μέλη,

120

λάβρως κατεσθίουσα τὰ τιμήματα,

121

γαστὴρ ἄσωτος θηρίων εἰς γαστέρας

122

τυραννικῶς ὠθοῦσα συγγενῆ μέλη.

123

τούτων κάθηνται τῶν παθῶν ἀγνώμονες

124

ἄνδρες θεαταί. κἂν μὲν ἄνθρωπος φύγῃ

125

θῆρας, στένουσιν ὡς πλέον τῶν θηρίων

126

παιχθέντες αὐτοὶ καὶ μάτην καθήμενοι.

127

ἀνδρὸς δ' ἁλόντος καὶ στενὸν μυκωμένου

128

πικρὸν βοῶντος καὶ κόνιν ἀμωμένου

129

πάσης θεατῶν ὄψεως οἶκτος ἅπας

130

ἐδραπέτευσε καὶ σὺν ἡδονῇ κρότος

131

μέγιστος, ἢν ἴδωσιν αἱμάτων ῥοάς.

132

χαίρουσι γὰρ βλέποντες, ἃ θρηνεῖν ἔδει,

133

καὶ θηρίοις νέμουσιν εὐνοίας ῥοπὴν

134

καὶ τοῖς ἑλοῦσιν ἐγκελεύονται πλέον

135

θήγοντες ὀργὰς ὥσπερ ἐμφορούμενοι

136

καὶ σάρκας ἀνδρῶν θηρσὶ συμμασσώμενοι.

137

χ' οἱ μὲν κακοὶ πρατῆρες οἰκείων μελῶν

138

τροφῆς τε δοῦλοι καὶ πάλιν θηρῶν τροφή,

139

ζῶντες στυγητοὶ καὶ θανόντες ἄθλιοι

140

τοιοῦτον ἔσχον τοῦ βίου πικρὸν τέλος.

141

μελῶν δὲ τὰ μὲν ἐντέθαπται θηρίοις,

142

τὰ δ' ὑπ' ὀδοῦσι νηλεῶς δαρδάπτεται,

143

ἡμισπάρακτα δ' ἄλλα ποικίλαις στροφαῖς

144

ᾄττει περισπαίροντα καὶ φυγῆς ἔτι

145

καιρὸν νομίζει καὶ δρόμον φαντάζεται.

146

μὴ δὴ μιάνῃς ὄμμα σὸν θεαμάτων

147

ὠμῶν μολυσμοῖς μηδὲ γυμνάσῃς ὁρᾶν

148

ἄνδρας θανόντας, θηρία πεπλησμένα,

149

τάφους τρέχοντας, συγγενεῖς δὲ κειμένους.

150

Καὶ μὴν τὸ πολλοῖς μᾶλλον ἡμερώτερον

151

δοκοῦν θέαμα πωλικῶν ἱπποδρόμων,

152

καὶ τοῦτο λοιμός ἐστι καὶ ψυχῶν νόσος.

153

πόλεις διασπᾷ, δῆμον εἰς στάσεις φέρει,

154

μάχας διδάσκει, λοίδορον θήγει στόμα,

155

τέμνει πολιτῶν φίλτρα, συγκρούει γένη,

156

καταισχύνει γέροντας, ἐκμαίνει νέους,

157

ἔχθρας ἀνάπτει φιλτάτων, πατεῖ νόμους.

158

κακῶν δὲ τούτων ἄλγιον τολμᾷ κακόν.

159

κινεῖ γόητας τοῖς μανεῖσι συμμάχους

160

νίκης βοηθούς, καὶ τρέφει νόσῳ νόσον.

161

ἐπὰν γὰρ ἐκκαυθῶσιν εἰς θερμὴν ἔριν,

162

πρὸς τοὺς γόητας εὐθὺς αὐτοῖς ὁ δρόμος.

163

οἱ δ' αὖ καλοῦσι δαιμόνων πονηρίαν

164

συνεργὸν αὐτοῖς πτωμάτων, συντριμμάτων,

165

φόνων. κακοῖς γὰρ δαιμόνων χαίρει στρατός.

166

οὐκοῦν ἐναργῶς καὶ τὸ δόξαν ἥμερον

167

ἐριστικὸν θέαμα τῶν ἱπποδρόμων

168

ψυχῶν ὄλεθρός ἐστι, σωμάτων μάχη,

169

καὶ πρός γε τούτοις χρημάτων σαφὴς βλάβη.

170

πόσους μὲν οἴκους ἀθρόως κατέσπασεν;

171

πόσους προσαιτεῖν πλουσίους ἠνάγκασεν;

172

πόσας δὲ τὸ πρὶν εὐνομουμένας πόλεις

173

ἄρδην καθεῖλεν; ὡς γὰρ ἡβῶσα στάσις

174

φόνοις δυναστῶν ἔχρανε δήμου χέρας,

175

χήρωσεν ἀνδρῶν τὰς πόλεις νόμῳ ξίφους,

176

πῦρ καὶ σίδηρος τὰς πόλεις ἐνείματο

177

σφαγαῖς κολάζων τὰς σφαγάς, φόνοις φόνους.

178

τίς οὖν θεᾶσθαι σωφρόνων ἀνέξεται

179

γοητείας ἅμιλλαν, οὐχ ἵππων τάχος,

180

στάσιν φόνον τίκτουσαν, ἄστεων νόσον;

181

Σὺ δ' ἀντὶ τούτων χαῖρε τοῖς μαθήμασιν,

182

ἐξ ὧν ὅτι κράτιστον ἀσκήσεις τρόπον.

183

ἐπὰν δὲ τὸν νοῦν μετρίως προγυμνάσῃς

184

ὡς ἐν παλαίστρᾳ ποικίλοις συγγράμμασιν,

185

αὐταῖς ἐνάθλει ταῖς θεοπνεύστοις γραφαῖς

186

διττῶν διαθηκῶν συλλέγων πλοῦτον μέγαν,

187

τῆς μὲν παλαιᾶς, τῆς δέ γε καινῆς ἀεί.

188

καινὴ γάρ ἐστι δευτέρα γεγραμμένη

189

καὶ μεθ' ἑαυτὴν μηκέθ' ἕξουσα τρίτην.

190

ταύταις ἅπασαν ἀσμένως σπουδὴν νέμε,

191

παρ' ὧν μαθήσῃ χρηστὸν ἐξασκεῖν τρόπον

192

καὶ τὸν ἀληθῆ καὶ μόνον θεὸν σέβειν.

193

Μονὰς γάρ ἐστι καὶ τριὰς ἀίδιος,

194

πατὴρ σὺν υἱῷ καὶ παναγίῳ πνεύματι,

195

τριὰς προσώποις εὐκρινής, μονὰς φύσει.

196

μήτ' οὖν ἀριθμῷ συγχέῃς ὑποστάσεις,

197

μήτ' αὖ θεὸν σὺ προσκυνῶν τέμῃς φύσιν.

197a

φύσει γὰρ ὄντως ἡ τριὰς οὐ τέμνεται.

198

μία τριὰς γάρ, εἷς θεὸς παντοκράτωρ.

199

τοῦτ' ἐστι λεπτὸν εὐσεβὲς μυστήριον.

200

στενὴ γὰρ ὄντως τῆς ἀληθείας ὁδός,

201

ἀτραπὸς ἀμφίκρημνος, ἐκτεθλιμμένη,

202

ἧς ἐξολισθήσαντες ἐξ ἐναντίων

203

κατερράγησαν εἰς βαθύκρημνον πλάνην,

204

Σαβέλλιος μὲν πρὸς Ἰουδαίους βλέπων,

205

εἰδωλολάτρας δ' Ἄρειος μιμούμενος,

206

ὁ μὲν προσώπων συγχέων ὑπόστασιν,

207

ὁ δ' αὖ μερίζων δυσσεβῶς τὴν οὐσίαν.

208

σὺ δ' ἀκλινῶς φύλαττε τὴν μέσην ὁδόν,

209

ὡς χρὴ διαιρῶν, καὶ συνάπτων ὡς θέμις.

210

συνάπτεται γὰρ ἡ τριὰς ἀσυγχύτως,

211

ὥσπερ ἀτμήτως ἡ μονὰς χωρίζεται.

212

ἡ γὰρ φύσις ἄτμητος, αἱ δ' ὑποστάσεις

213

ἀεὶ μένουσι παντελῶς ἀσύγχυτοι.

214

Τούτων φύλαξ μοι διαμένοις τῶν δογμάτων

215

καὶ γνήσιος μὲν ἐργάτης τῶν ἐντολῶν,

216

σοφὸς δ' ἁπάσαις μυστικαῖς θεωρίαις,

217

ἀεὶ προκόπτων, μήποτ' ἐκφυσώμενος.

218

μείζων ἐπανθήσει γὰρ οὕτως ἡ χάρις.

219

ὁρᾷς ὁ πιστὸς Μωϋσῆς, ὁ τοῦ θεοῦ

220

ἄνθρωπος, εἰκὼν τοῦ κατ' ἀρετὴν βίου,

221

ὅπως ἅπασαν ἐκμαθὼν Αἰγυπτίων

222

σοφίαν τὰ πρῶτα κἀν βαθεῖ πλούτῳ τραφεὶς

223

ἑκὼν φυγάς τε καὶ πένης ἐγίγνετο,

224

κἀν ταῖς ἐρήμοις τῆς ἐν Αἰγύπτῳ τρυφῆς

225

θῆσσαν τράπεζαν ποιμένων ἠλλάξατο

226

δόξης τυράννων προκρίνας σκληρὸν βίον,

227

ἕως τελείων ἄξιος θεαμάτων

228

κριθεὶς μέγιστον ἀγγέλου μυστήριον

229

εἶδε φανέντος ἐκ φλογὸς πυρὸς βάτου.

230

εἶτ' ἀξιωθεὶς καὶ θεοῦ πρῶτον τότε

231

φωνῆς ἀκοῦσαι καὶ λαβὼν ἐξουσίαν

232

λαῷ στένοντι δούλειον λύει ζυγὸν

233

ἄρχει τε παντὸς τοῦ γένους ψήφῳ θεοῦ.

234

λαβὼν τοσοῦτον ὕψος οὐκ ἐπαίρεται,

235

ἀλλ' ἰσχνόφωνον καὶ βραδύγλωσσόν τινα

236

φησὶν ἑαυτὸν ἀσθενὴς εἶναι λέγων,

237

ὡς ἂν φρονῶν ταπεινὸν ἰσχυρὸς μένῃ.

238

τούτου φύλαττε τοῦ βίου τὴν εἰκόνα

239

μορφῶν σεαυτὸν τῷ τρόπῳ τῷ Μωσέως.

240

Καὶ τὴν μάθησιν τῶν παρ' Ἕλλησιν λόγων

241

ὥσπερ δικαστὴς ἔννομον ψῆφον φέρων

242

ὑπηρετεῖσθαι τάξον, ὥς ἐστι πρέπον,

243

τῇ τῶν ἀληθῶν δογμάτων παρρησία

244

τῇ πανσόφῳ τε τῶν γραφῶν θεωρία.

245

καὶ γὰρ δίκαιον τὴν σοφίαν τοῦ πνεύματος

246

ἄνωθεν οὖσαν ἐκ θεοῦ τ' ἀφιγμένην

247

δέσποιναν εἶναι τῆς κάτω παιδεύσεως

248

ὥσπερ θεραπαίνης μὴ μάτην φυσωμένης,

249

ὑπηρετεῖν δὲ κοσμίως εἰθισμένης.

250

τῇ τοῦ θεοῦ γὰρ ἡ κάτω δουλευέτω.

251

Πλὴν ἀλλ' ἐκεῖνο προμαθεῖν μάλιστά σοι

252

προσῆκον· οὐχ ἅπασα βίβλος ἀσφαλὴς

253

ἡ σεμνὸν ὄνομα τῆς γραφῆς κεκτημένη.

254

εἰσὶν γάρ, εἰσὶν ἔσθ' ὅτε ψευδώνυμοι

255

βίβλοι· τινὲς μὲν ἔμμεσοι καὶ γείτονες,

256

ὡς ἄν τις εἴποι, τῶν ἀληθείας λόγων.

257

αἱ δ' αὖ νόθοι τε καὶ λίαν ἐπισφαλεῖς

258

ὥσπερ παράσημα καὶ νόθα νομίσματα,

259

ἃ βασιλέως μὲν τὴν ἐπιγραφὴν ἔχει,

260

κίβδηλα δ' ἐστί, ταῖς ὕλαις δολούμενα.

261

Τούτων χάριν σοι τῶν θεοπνεύστων ἐρῶ

262

βίβλων ἑκάστην· ὡς δ' ἂν εὐκρινῶς μάθῃς,

263

τὰς τῆς παλαιᾶς πρῶτα διαθήκης ἐρῶ.

264

ἡ πεντάτευχος τὴν κτίσιν, εἶτ' ἔξοδον,

265

λευιτικὸν δὲ τὴν μέσην βίβλον ἔχει,

266

μεθ' ἣν ἀριθμούς, εἶτα δευτερονόμιον.

267

τούτοις Ἰησοῦν προστίθει καὶ τοὺς κριτάς,

268

ἔπειτα τὴν Ῥοὺθ βασιλειῶν τε τέσσαρας

269

βίβλους, παραλειπομένων δέ γε ξυνωρίδα.

270

Ἔσδρας ἐπ' αὐταῖς πρῶτος, εἶθ' ὁ δεύτερος.

271

ἑξῆς στιχηρὰς πέντε σοι βίβλους ἐρῶ·

272

στεφθέντος ἄθλοις ποικίλων παθῶν Ἰὼβ

273

ψαλμῶν τε βίβλον, ἐμμελὲς ψυχῶν ἄκος,

274

τρεῖς δ' αὖ Σολομῶντος τοῦ σοφοῦ, παροιμίας,

275

ἐκκλησιαστὴν ᾆσμά τε τῶν ᾀσμάτων.

276

ταύταις προφήτας προστίθει τοὺς δώδεκα,

277

Ὠσηὲ πρῶτον, εἶτ' Ἀμὼς τὸν δεύτερον,

278

Μιχαίαν, Ἰωήλ, Ἀβδίαν καὶ τὸν τύπον

279

Ἰωνᾶν αὐτοῦ τοῦ τριημέρου πάθους,

280

Ναοὺμ μετ' αὐτούς, Ἀββακούμ, εἶτ' εἴνατον

281

Σοφονίαν, Ἀγγαῖόν τε καὶ Ζαχαρίαν

282

διώνυμόν τε ἄγγελον Μαλαχίαν.

283

μεθ' οὓς προφήτας μάνθανε τοὺς τέσσαρας,

284

παρρησιαστὴν τὸν μέγαν Ἠσαίαν

285

Ἱερεμίαν τε συμπαθῆ, καὶ μυστικὸν

286

Ἰεζεκιήλ, ἔσχατον δὲ Δανιήλ,

287

τὸν αὐτὸν ἔργοις καὶ λόγοις σοφώτατον.

288

τούτοις προσεγκρίνουσι τὴν Ἐσθήρ τινες.

289

Καινῆς διαθήκης ὥρα μοι βίβλους λέγειν.

290

εὐαγγελιστὰς τέσσαρας δέχου μόνους·

291

Ματθαῖον, εἶτα Μάρκον, ᾧ Λουκᾶν τρίτον

292

προσθεὶς ἀρίθμει τὸν Ἰωάννην χρόνῳ

293

τέταρτον, ἀλλὰ πρῶτον ὕψει δογμάτων.

294

βροντῆς γὰρ υἱὸν τοῦτον εἰκότως καλῶ

295

μέγιστον ἠχήσαντα τῷ θεοῦ λόγῳ.

296

δέχου δὲ βίβλον Λουκᾶ καὶ τὴν δευτέραν

297

τὴν τῶν καθολικῶν πράξεων ἀποστόλων.

298

τὸ σκεῦος ἑξῆς προστίθει τῆς ἐκλογῆς,

299

τὸν τῶν ἐθνῶν κήρυκα, τὸν ἀπόστολον

300

Παῦλον σοφῶς γράψαντα ταῖς ἐκκλησίαις

301

ἐπιστολὰς δὶς ἑπτά· Ῥωμαίοις μίαν,

302

ᾗ χρὴ συνάπτειν πρὸς Κορινθίους δύο,

303

τὴν πρὸς Γαλάτας τε καὶ πρὸς Ἐφεσίους, μεθ' ἣν

304

τὴν ἐν Φιλίπποις, εἶτα τὴν γεγραμμένην

305

Κολασσαεῦσι, Θεσσαλονικεῦσιν δύο,

306

δύο Τιμοθέῳ, Τίτῳ καὶ Φιλήμονι

307

μίαν ἑκατέρῳ καὶ πρὸς Ἑβραίους μίαν.

308

τινὲς δέ φασι τὴν πρὸς Ἑβραίους νόθον

309

οὐκ εὖ λέγοντες· γνησία γὰρ ἡ χάρις.

310

εἶεν, τί λοιπόν; καθολικῶν ἐπιστολῶν

311

τινὲς μὲν ἑπτά φασιν, οἱ δὲ τρεῖς μόνας

312

χρῆναι δέχεσθαι· τὴν Ἰακώβου μίαν,

313

μίαν δὲ Πέτρου τῶν τ' Ἰωάννου μίαν.

314

τινὲς δὲ τὰς τρεῖς καὶ πρὸς αὐταῖς τὰς δύο

315

Πέτρου δέχονται, τὴν Ἰούδα δ' ἑβδόμην.

316

τὴν δ' ἀποκάλυψιν τὴν Ἰωάννου πάλιν

317

τινὲς μὲν ἐγκρίνουσιν, οἱ πλείους δέ γε

318

νόθον λέγουσιν. οὗτος ἀψευδέστατος

319

κανὼν ἂν εἴη τῶν θεοπνεύστων γραφῶν.

320

Αἷς εἰ σὺ πεισθῇς, ἐκφύγοις κόσμου πάγας,

321

ματαιότητα δ' ἐλπίδων ῥίψαις κάτω,

322

πλοῦτον δὲ τὸν φεύγοντα δαψιλεῖ χερὶ

323

σπείραις πένησιν ἀσφαλὲς μένων θέρος.

324

ἐν οὐρανοῖς γὰρ τὸ σπαρὲν θησαυριεῖς.

325

Χριστῷ δ' ἕποιο τῷ σοφῷ θεοῦ λόγῳ.

326

ἆ τρίσμακάρ τις, ἆ τρισόλβιος σύ γε

327

πολλοῖς γέρουσι καὶ νέοις φωστὴρ φανείς.

328

λάμπει γὰρ ἄστρων μᾶλλον εὐσεβὴς βίος.

329

καί σε προφητῶν, μαρτύρων, ἀποστόλων

330

χορὸς περιστὰς ὥσπερ οἰκεῖον μέλος

331

στέψει προπέμπων ἐπινίκιον κρότον.

332

τρυγῶν δ' ἄπαυστον δόξαν ἡσθήσῃ τότε,

333

μέσος χορεύων ἀγγέλων στεφηφόρος.

334

Ἔρρωσο καὶ μέμνησο τῶν γεγραμμένων.

335

Τὴν σεμνότητος, ἁγνείας, ἀσκήσεως

336

ἔμψυχον εἰκὼ πίστεώς τε σφραγῖδα

337

Ὀλυμπιάδα πρόσειπε τὴν σὴν τιτθίδα.

338

Ἢν ἐθέλῃσθα, Σέλευκε, μαθεῖν τὸν ἀριθμὸν ἰάμβων,

339

τρεῖς ἑκατοντάδας ἴσθι, τόσας δεκάδας, μονάδας τρεῖς.

340

αἰεὶ γάρ σε, τέκος, τριάδος φίλον εὔχομαι εἶναι.

{Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου εἰς τὴν θεοτόκον καὶ εἰςτὸν Συμεῶνα καὶ Ἄνναν.} Πολλοὶ τῶν μεγάλων ἀνθρώπων τὴν παρθενίαν θαυμάζου-σιν· καὶ γάρ ἐστι θαυμαστὴ ὡς τῶν ἀγγέλων σύμφυτος, ὡς τῶνἄνω δυνάμεων συνόμιλος, ὡς τῶν ἀσωμάτων φύσεων σύνδρο-μος, ὡς τῆς ἁγίας ἐκκλησίας λαμπαδοῦχος, ὡς τὸν κόσμοννικῶσα, ὡς τὰ πάθη πατοῦσα, ὡς τὰς ὀρέξεις χαλινοῦσα, ὡς τῇΕὔᾳ μὴ κοινωνοῦσα, ὡς λύπης ἀπηλλαγμένη, ὡς ἁγνείαςἐπειλημμένη, ὡς στεναγμῶν λελυτρωμένη, ὡς τὴν καταδεδικασ-μένην ἀπόφασιν μὴ προσδεχομένη τὴν φάσκουσαν· Πληθύνωνπληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνακαὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει.Θαυμαστὴ τοιγαροῦν ἡ παρθενία ὡς ἀδούλωτον κτῆμα, ὡςἐλεύθερον ἐνδιαίτημα, ὡς ἀσκητικὸν ἐγκαλλώπισμα, ὡς τῆςἀνθρωπίνης ἕξεως ἀνωτέρα, ὡς τῶν ἐπ' ἀνάγκαις παθῶνἀπολυθεῖσα, ὡς συνεισελθοῦσα τῷ νυμφίῳ Χριστῷ εἰς τὸνθάλαμον τῆς τῶν οὐρανῶν βασιλείας. Καὶ τὰ μὲν τῆς παρθενίαςκλέη ταῦτα καὶ τὰ παραπλήσια τούτων. Ὁ δὲ τίμιος γάμοςὑπέρκειται παντὸς δώρου γηΐνου, ὡς ἔγκαρπον δένδρον, ὡςἀστειότατον φυτόν, ὡς ῥίζα τῆς παρθενίας, ὡς γεωργὸς τῶνλογικῶν καὶ ἐμψύχων κλάδων, ὡς εὐλογία τῆς τοῦ κόσμουαὐξήσεως, ὡς παρήγορος τοῦ γένους, ὡς δημιουργὸς τῆςἀνθρωπότητος, ὡς τῆς θεϊκῆς εἰκόνος ζωγράφος, ὡς τὸνδεσπότην εὐλογοῦντα κεκτημένος, ὡς πάντα τὸν κόσμον φέρεινδεχόμενος, ὡς ἐκείνῳ πολιτευόμενος ὃν καὶ ἐνανθρωπῆσαιἐδυσώπησεν, ὡς δυνάμενος λέγειν μετὰ παρρησίας· Ἰδού, ἐγὼ καὶτὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός. Περίελε τὸν τίμιον γάμον καὶ οὐχεὑρήσεις τὸ τῆς παρθενίας ἄνθος· ἔνθεν γὰρ καὶ οὐκ ἄλλοθεν τὸτῆς παρθενίας ἄνθος ἀναλέγεται. Ταῦτα δὲ λέγοντες οὐ μάχηνπαρεισβάλλομεν μεταξὺ παρθενίας καὶ γάμου· ἑκάτερα δὲ ὡςἀλληλόχρεα θαυμάζομεν. Ἐπειδὴ τῶν ἑκατέρων ὁ δεσπότηςπρονοητής, οὐκ ἀντιταλαντεύει ἕτερον τῷ ἑτέρῳ· πρὸς πάντα γὰρτὰ ἑκάτερα μέρη τῆς θεοφοβίας ἔχεται. Δίχα γὰρ τῆς εὐσεβοῦςθεοφοβίας οὔτε παρθενία σεμνὴ οὔτε γάμος τίμιος. Ταῦτα δέ μοι τῷ λόγῳ προήχθη διὰ τὸ ἐν τῷ νόμῳ γραφὲν καὶἐν τῇ χάριτι βεβαιωθὲν καὶ καθόλου λεχθὲν καὶ καθόλου μὴεὑρεθὲν καὶ ἐν τῷ κυρίῳ μόνῳ πληρωθέν· περὶ τοῦ γαμικοῦ φημιπρωτοβόλου καρποῦ. Ποίου τούτου; Ἤκουες ἀρτίως τοῦεὐαγγελιστοῦ λέγοντος· Καὶ ἐγένετο ὅτε ἐπλήσθησαν αἱ ἡμέραι ὀκτὼτοῦ περιτεμεῖν τὸ παιδίον, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸκληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτόν. Καὶ ὅτεἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν, ἀνήγαγον αὐτὸν εἰς τὸἱερὸν καὶ παρέστησαν αὐτὸν τῷ κυρίῳ, καθώς ἐστι γεγραμμένον ἐννόμῳ κυρίου· πᾶν ἄρρεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται.Εἶδες τοῦ γάμου τὴν εὐλογίαν καὶ τὸ κατὰ κοινοῦ λεχθὲν ἐπὶ τοῦκυρίου μόνου εὑρεθέν; Ὅπερ, πᾶν ἄρρεν διανοῖγον μήτραν ἅγιον τῷκυρίῳ κληθήσεται, εἰς τὸν κύριον μόνον τὴν ἀναφορὰν κέκτηται,οὐχὶ δὲ καὶ εἰς ἄλλον τινά, εἰ καὶ ὅτι καθολικῶς εἴρηται. Καὶ γὰρπᾶσα φύσις παρθένου πρῶτον ἐκ συνουσίας ἀνδρὸς διανοίγεται·ἡ μήτρα καὶ εἶθ' οὕτως τίκτει. Ἐπὶ δὲ τοῦ σωτῆρος ἡμῶν οὐχοὕτως, ἀλλὰ χωρὶς συνουσίας αὐτὸς διανοίξας τὴν μήτραν τῆςπαρθένου ἀφράστως προῆλθεν, ὥστε τό· Πᾶν ἄρρεν διανοῖγονμήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται, εἰς τὸν κύριον μόνονἀναφέρεται. Μὴ ἆρα ὁ Κάϊν ἅγιος, ὁ ἐν βεβηλότητι τὸ ζῆνἀπορρήξας, ἐπειδὴ πρὸ πάντων οὗτος τῆς μητρικῆς μήτραςἔξαρχος γέγονεν; Μὴ ἆρα ὁ Ἡσαῦ ἅγιος, ὁ πολέμιος καὶ μαχαίραςκληρονόμος, ἐπειδὴ καὶ οὗτος τῆς μητρικῆς νηδύος πρῶτοςἐξέπεσεν; Μὴ ἆρα ὁ Ῥουβὴμ ἅγιος, ὁ τὴν πατρικὴν κοίτηνὑβρίσας καὶ κατάρας ἀπόφασιν ἀναζέσας, ἐπειδὴ καὶ οὗτος τῆςπολυγόνου κοιλίας τῆς Λίας πρῶτος ἐξῆλθεν; Οὐδεὶς τούτωνἅγιος, πάντες οὗτοι ἐν ἐπιτιμίοις. Ἐξ ὧν δείκνυται ὅτι εἰς τὸνκύριον τὴν ἀναφορὰν ἔχει τό· Πᾶν ἄρρεν διανοῖγον μήτραν ἅγιον τῷκυρίῳ κληθήσεται, κατὰ τὸν Γαβριὴλ τὸν εἰρηκότα πρὸς τὴνπαρθένον· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστουἐπισκιάσει σοι, διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ.