In occursum domini
- Authority group
- Amphilochius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
- Edition reference
- In occursum domini (orat. 2), ed. Datema, op. cit., 37–73.
- CTS identifier
urn:cts:greekLit:tlg2112.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
66
Ἔστι δὲ πάντως εἰπεῖν τινα τῶν ἀντιλεγόντων, ὅτι εἰ τοίνυν
67
εἰς τὸν κύριον τὴν ἀναφορὰν ἔχει τό· Πᾶν ἄρρεν διανοῖγον μήτραν
68
ἅγιον τῷ κυρίῳ κληθήσεται, οὐκ ἔμεινεν ἡ παρθένος παρθένος.
69
Ἐφώνησε γὰρ ἡ γραφὴ ὅτι Πᾶν ἄρρεν διανοῖγον μήτραν· ἀνέῳκτο
70
πάντως ἡ παρθενικὴ μήτρα, εἰ εἰς τὸν κύριον τὴν ἀναφορὰν
71
κέκτηται. Ἄκουε συνετῶς· πρὸς μὲν τὴν παρθενικὴν φύσιν
72
οὐδ' ὅλως αἱ παρθενικαὶ πύλαι ἠνεῴχθησαν βουλήσει τοῦ ἀρτίως
73
κυοφορηθέντος κατὰ τὸ φάσκον περὶ αὐτοῦ ῥητόν· Αὕτη ἡ πύλη τοῦ
74
κυρίου, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ ἔσται ἡ πύλη κεκλεισμένη.
75
Ὡς πρὸς τὴν παρθενικὴν τοίνυν φύσιν οὐδ' ὅλως ἠνεῴχθησαν αἱ
76
παρθενικαὶ πύλαι· ὡς δὲ πρὸς τὴν δύναμιν τοῦ τεχθέντος
77
δεσπότου οὐδὲν κέκλεισται τῷ κυρίῳ, ἀλλὰ πάντα ἠνέῳκται.
78
Οὐδὲν τὸ παρεμποδίζον, οὐδὲν τὸ παρενοχλοῦν· πάντα τῷ κυρίῳ
79
ἠνέῳκται. Ὅθεν καὶ αἱ ἄνω ὑπέρταται δυνάμεις ταῖς κάτω
80
παρεγγυῶσαι κεκράγασι λέγουσαι· Ἄρατε πύλας, οἱ ἄρχοντες
81
ὑμῶν, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Θαυμαστὴ τοιγαροῦν
82
ἡ παρθενία, ἡ ἀληθὴς παρθενία, ἐπειδή ἐστι καὶ ἐν παρθενίᾳ
83
διαφορά· αἱ μὲν νυστάξασαι, αἱ δὲ γρηγορήσασαι. Θαυμαστὸς καὶ
84
ὁ γάμος, ὁ ἀληθὴς γάμος καὶ τίμιος· πολλοὶ γὰρ ἐφύλαξαν καὶ
85
πολλοὶ παρεσάλευσαν. Θαυμαστὴ δὲ καὶ ἡ χηροσύνη· καλὸν γὰρ
86
τῶν τριῶν ταγμάτων ἀπομνημονεῦσαι.
87
Καί, ὡς προεῖπον, θαυμαστὴ καὶ ἡ χηροσύνη, ἡ ὄντως
88
χηροσύνη, ἡ τὸν τῶν ἀμιάντων ἄθλων ἀγῶνα νικήσασα· οἵα γέγονεν
89
ἡ ἀρτίως ἡμῖν παραναγνωσθεῖσα Ἄννα ἡ προφῆτις, ἡ καλῶς
90
γηράσασα καὶ ὡς ἀετὸς ἀνακαινισθεῖσα. Ἤκουες ἀρτίως τοῦ
91
εὐαγγελιστοῦ Λουκᾶ λέγοντος· Καὶ ἦν Ἄννα προφῆτις, θυγάτηρ
92
Φανουήλ, ἐκ φυλῆς Ἀσήρ, αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς,
93
ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς· καὶ αὕτη χήρα
94
ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἥτις ἐν νηστείαις καὶ δεήσεσιν
95
ἐλάτρευεν ἐν τῷ ἱερῷ νύκτα καὶ ἡμέραν. Εἶδες ἐν τίσιν καὶ οἵα ἡ χήρα
96
Ἄννα ἐν τοῖς θείοις εὐαγγελίοις ἐγκεκαλλώπισται; Ὄντως ἄννα
97
ἡ Ἄννα· συνέδραμεν τῇ τῶν τρόπων εὐδοξίᾳ ἡ τοῦ ὀνόματος
98
προσηγορία. Ἀκουέτωσαν αἱ γυναῖκες καὶ ζηλούτωσαν τὴν
99
ἔνδοξον Ἄνναν· τὸν ὅμοιον δρόμον τρεχέτωσαν, ἵνα τῶν ἴσων
100
στεφάνων ἀπολαύσωσιν. Μηδεὶς ἀπροστασίαν προφασίσηται,
101
ἵνα μὴ τὴν ἁγνείαν τῆς μονογαμίας ἀποσείσηται.
102
Στέφανος τῶν χηρῶν ἡ Ἄννα· γυνὴ τὸ σχῆμα, προφῆτις τὸ
103
τάγμα· ἐν χηροσύνῃ διάγουσα, ἐν βασιλείᾳ διατρεφομένη·
104
κεχαλασμένη τὸ σῶμα, νενευρωμένη τὴν ψυχήν· ἐρρυσιδωμένη
105
τὴν ὄψιν, διατεταμένη τὴν φρόνησιν· τῷ γήρᾳ συγκύπτουσα,
106
ὀρθοβατοῦσα τῇ γνώσει· τῇ πολυετίᾳ πεπαλαιωμένη, σφριγῶσα
107
τῇ θεογνωσίᾳ· νηστεύουσα καὶ μὴ ἀδηφαγοῦσα· δεομένη καὶ μὴ
108
ῥεμβομένη· τῷ ἱερῷ σχολάζουσα, ἀλλοτρίους οἴκους μὴ περι-
109
τρέχουσα· ψάλλουσα, μὴ φλυαροῦσα· προφητεύουσα, μὴ μυθολο-
110
γοῦσα· τὰ θεῖα μελετῶσα, τὰ ἄσεμνα μὴ προξενοῦσα. Ὑπερέβαλεν
111
ἡ Ἄννα τὴν παρὰ τοῦ ἀποστόλου μακαριζομένην χήραν. Ποίαν
112
ταύτην; Ἄκουε Παύλου λέγοντος· Χήρα καταλεγέσθω μὴ ἔλαττον
113
ἐτῶν ἑξήκοντα, εἰ ἐτεκνοτρόφησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ
114
δεομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν. Ὑπερέ-
115
βαλεν αὕτη τὴν ὑπὸ τοῦ ἀποστόλου μακαρισθεῖσαν καὶ τοῖς ἔτεσι
116
καὶ τοῖς πολιτεύμασιν. Ἡ γὰρ προφητείας ἀξιωθεῖσα καὶ
117
πνεύματος ἁγίου δοχεῖον ὑπάρξασα καὶ πᾶσι τοῖς προσδεχομέ-
118
νοις τὴν τοῦ κυρίου ἔνσαρκον παρουσίαν τὰ σύμβολα τῆς
119
παρουσίας μηνύσασα, πῶς οὐχ ὑπερηκόντισε πάσας τοῦ
120
εὐαγγελιστοῦ περὶ αὐτῆς εἰρηκότος, καθὼς ἀρτίως ἤκουες· Καὶ
121
αὕτη, φησίν, ἡ Ἄννα αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ κυρίῳ
122
καὶ ἐλάλει πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ. Εἶδες
123
τῆς Ἄννης τὴν μεγαλειότητα; Ὑπὲρ τοῦ κυρίου συνηγόρει ἐπὶ
124
αὐτοῦ τὰ αὐτοῦ κατενώπιον αὐτοῦ λαλοῦσα. Ὢ τῶν παραδόξων
125
πραγμάτων! Χήρα, ἀλλὰ τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς ἐδρίμυττε
126
καὶ δριμύττουσα πάντα τὸν λαὸν ἐψυχαγώγει μηνύουσα τὴν
127
μέλλουσαν ἔσεσθαι λύτρωσιν ἐν Ἱερουσαλὴμ τῇ τοῦ κυρίου
128
ἐπιστασίᾳ, λέγουσα πρὸς τοὺς παρόντας καὶ τὰ σύμβολα τοῦ
129
κυρίου μηνύουσα. Βρέφος ἑώρα ἡ Ἄννα τὸν κύριον, δῶρα καὶ
130
καθάρσια ὑπὲρ αὐτοῦ καὶ μετ' αὐτοῦ προσφερόμενα, καὶ οὐ
131
προσέκοψε τῇ ἐλαχιστότητι τῆς ἡλικίας· θεὸν ὡμολόγησεν τὸ
132
βρέφος ἡ Ἄννα, ἰατρόν, λυτρωτὴν ἰσχυρόν, ἁμαρτιῶν ἀναιρέτην.
133
Μὴ ἁπλῶς παραδράμῃς τῆς Ἄννης τὰ ῥήματα. Πᾶσι τοῖς
134
παροῦσι μηνύουσα τὴν τοῦ κυρίου ἐνέργειαν ἔλεγεν πρὸς τοὺς
135
συνηθροισμένους· Οὐχ ὁρᾶτε τὸ παιδίον τοῦτο τὸ μαζὸν ἕλκον,
136
τὸ θηλὴν δανειζόμενον, τὸ μητρῴοις κόλποις προσαναπαυόμε-
137
νον, τὸ ποσὶ τὴν γῆν βηματίσαι τέως μὴ καταδεχόμενον, τὸ
138
ὀκταήμερον περιτεμνόμενον; Οὐχ ὁρᾶτε τὸ παιδίον τοῦτο; Τοῦτο
139
τοὺς αἰῶνας ἐθεμελίωσεν, τοῦτο τοὺς οὐρανοὺς ἐκαμάρωσε,
140
τοῦτο τὴν γῆν ἐπλάτυνε, τοῦτο τὴν θάλασσαν ἐχαράκωσε ψάμμῳ.
141
Τοῦτο τὸ παιδίον ἐκβάλλει ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ, τοῦτο τὸ
142
παιδίον ἐπὶ Νῶε τοὺς καταράκτας ἀνέῳξεν τοῦ κατακλυσμοῦ,
143
τοῦτο τὸ παιδίον βροχῆς στήμονας κατεργάζεται, τοῦτο τὸ
144
παιδίον ὡσεὶ ἔριον χιόνα τινάσσει, τοῦτο τὸ παιδίον τοὺς
145
προπάτορας ἡμῶν ἐκ γῆς Αἰγύπτου διὰ τῆς Μωσαϊκῆς βακτηρίας
146
ἠλευθέρωσεν, τοῦτο τὸ παιδίον τὴν Ἐρυθρὰν θάλασσαν ἀνέτεμε
147
καὶ ὡς διὰ χλοηφόρου πεδίου διήγαγεν καὶ ἐν τῇ ἐρήμῳ
148
ἐπομβρίσαν τὸ μάννα γῆν ῥέουσαν γάλα καὶ μέλι ἐκληροδότησεν·
149
τοῦτο τὸ παιδίον τὸν ναὸν τοῦτον διὰ τῶν πατέρων εἰς ὕψος
150
ἐπαρθῆναι παρεσκεύασεν, τοῦτο τὸ παιδίον ὅρκους πρὸς
151
Ἀβραὰμ τιθέμενον ἔλεγε· Πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τὰ
152
ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς
153
θαλάσσης. Περὶ τούτου τοῦ παιδίου ὁ προφητικὸς χορὸς
154
παράκλησιν προσφέρων ἔλεγεν· Ἐξέγειρον τὴν δυναστείαν σου καὶ
155
ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. Μή, ὅτι παιδίον, τῷ παιδίῳ προσκόψητε.
156
Τὸ αὐτὸ καὶ παιδίον καὶ τῷ πατρὶ συνάναρχον, τὸ αὐτὸ καὶ
157
χρόνοις συναριθμούμενον, τὸ αὐτὸ καὶ ἀγενεαλόγητον, τὸ αὐτὸ
158
καὶ παιδίον ψελλίζον, τὸ αὐτὸ καὶ στόμα καὶ σοφίαν χαριζόμενον·
159
τὸ μὲν γὰρ διὰ τὴν ἐκ παρθένου γέννησιν, τὸ δὲ διὰ τὸ
160
ἀκατάληπτον τῆς ὑπάρξεως. Ἐπειδὴ καὶ τοῦτο Ἠσαΐας παρέστη-
161
σεν φάσκων· Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν. Τὸ μὲν
162
ἐγεννήθη, τὸ δὲ ἐδόθη· τὸ μὲν διὰ τὸ ὁρώμενον, τὸ δὲ διὰ τὸ
163
νοούμενον.
164
Ταῦτα τῆς Ἄννης τὰ προφητεύματα, ταῦτα τῆς γυναικὸς τὰ
165
ἀριστολογήματα, ταῦτα τῆς χήρας τὰ κατορθώματα, τῆς ὄντως
166
χήρας, τῆς καλῶς τὸν βίον ἀνταλλαξάσης, τῆς τὸν ἄνδρα
167
προπεμψάσης καὶ τὸν κύριον ὑποδεξαμένης. Ἑπτὰ ἔτη τῷ ἀνδρὶ
168
συνέζησε ἀπὸ τῆς παρθενίας ἐτῶν ἑβδομάδα πληρώσασα καὶ ἐν τῷ
169
ἑβδόμῳ ἔτει τὴν ἀνδρικὴν ὁμιλίαν καταπαύσασα. Καλῶς ἐσαββά-
170
τισε, καλῶς τὴν κυριακὴν τῆς χάριτος κατέλαβε. Τρυγόνος τάξιν
171
ἡ Ἄννα μετῆλθεν· οὐκ ἐποιήσατο λήθην τοῦ συζύγου, οὐκ
172
ἠθέτησε τὴν πρώτην πίστιν, οὐκ ἀνήγαγεν ὑβριστὴν τῇ κλίνῃ,
173
οὐκ ἐπέθηκεν ἄλλῳ τὸ τῆς μονογαμίας ξύλον. Εἶχεν ἐν τῇ κλίνῃ
174
τὴν μνήμην, ὡς ζῶντα τὸν τεθνεῶτα· οὐκ ἐρύπωσε τὴν νυμφικὴν
175
σινδόνα, οὐχ ἥψατο αὐτῆς ὁ ἔλεγχος Παύλου λέγοντος· Ὅταν δὲ
176
καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα ὅτι τὴν
177
πρώτην πίστιν ἠθέτησαν. Ὄντως κρίματος ἀξία ἡ τὴν μνήμην
178
συνθάψασα τῷ θεοζεύκτῳ συζύγῳ, καὶ μάλιστα τέκνου ἢ τέκνων
179
παρόντων διὸ καὶ ὁ νόμος τοῦ γάμου πεφυτούργηται· εἰ δὲ μὴ
180
πρόσεστι τῇ νέᾳ χήρᾳ τέκνον, εἰκὸς αὐτὴν ἐπὶ δεύτερον γάμον
181
ὁρμᾶν τῷ ἔρωτι τῆς φιλοτεκνίας νυττομένην. Ἐπειδὴ καὶ τοῦτο
182
παραινῶν ὁ μακάριος Παῦλος κέκραγεν· Βούλομαι νεωτέρας
183
χήρας γαμεῖν· εἶτα δεικνὺς τί τὸ σύμβολον τῆς προκοπῆς τοῦ
184
δευτέρου γάμου προσέθηκε λέγων· Βούλομαι νεωτέρας χήρας
185
γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν. Ὥστε περὶ τῆς παιδοποιΐας ἡ
186
προσθήκη τοῦ δευτέρου γάμου· ὅταν δὲ πρόσεστι τῇ ὁρμησάσῃ
187
νέᾳ χήρᾳ πρὸς γάμον τέκνα, περιττὸς λοιπὸν ὁ τοιοῦτος σπόρος
188
τῶν λογικῶν σταχύων ἀντεριζόντων.
189
Πάλιν οὖν τῷ λόγῳ ἐπανέλθωμεν· τί οὖν ὁ εὐαγγελιστής;
190
Καλὸν γὰρ τῆς πάσης πραγματείας ἐπιλαβέσθαι. Ἤκουες ἀρτίως
191
τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος πῶς ὁ Συμεὼν πρὸς τὴν
192
παρθένον ἔφη· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν
193
τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον, καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν
194
διελεύσεται ῥομφαία. Τί ἐστι Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται
195
ῥομφαία; Ἄκουε συνετῶς. Τοῦ Συμεῶνος εἰρηκότος περὶ τοῦ
196
κυρίου εἰς ἐξάκουστον τῶν παρθενικῶν ἀκοῶν τό· Ἰδοὺ οὗτος
197
κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον
198
ἀντιλεγόμενον, ἠγανάκτησεν εἰκὸς ἡ μήτηρ τοῦ κυρίου κατὰ τοῦ
199
Συμεῶνος λέγουσα πρὸς αὐτόν· Οὐκ οἶδας τί διαγορεύεις,
200
ἄνθρωπε. Ἐπὶ τὸν Χριστὸν σκυθρωπὰ καταγγέλλεις; Οὐκ οἶδας
201
τὴν σύλληψιν τοῦ παιδίου καὶ ὡς περὶ κοινοῦ τόκου σημεῖον
202
ἀντιλογίας μηνύεις. Οὐδεμία πτῶσις ἐν αὐτῷ, ὕψωσις δὲ πολλὴ
203
καὶ συγκατάβασις τοῖς εὐεργετουμένοις. Τί οὖν οὐκ εὐλογεῖς
204
φάσκων· Ἰδοὺ οὗτος κεῖται οὐκ εἰς πτῶσιν, ἀλλ' εἰς ἀνάστασιν
205
πολλῶν ἐν τῷ Ἰσραήλ· διὰ τί δὲ Καὶ εἰς σημεῖον ἀντιλεγόμενον; Ὁ
206
δὲ Συμεὼν πρὸς τὴν παρθένον· Ἀρκεῖ σοι, παρθένε, τὸ μητέρα σε
207
κληθῆναι· ἱκανόν σοι τὸ τροφὸν εὑρεθῆναι τοῦ τρέφοντος τὸν
208
κόσμον· μέγα σοι τὸ σαρκὶ βαστάσαι τὸν τὰ πάντα βαστάζοντα. Ὁ
209
ἐν σοὶ νῦν Χριστὸς κατοικήσας καὶ ἐν ἐμοὶ νῦν ὁ αὐτὸς τὰ περὶ
210
αὐτοῦ λαληθῆναι παρεσκεύασεν ὅτι Οὗτος κεῖται εἰς πτῶσιν καὶ
211
ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ· εἰς πτῶσιν τῶν ἀπίστων
212
Ἰουδαίων, εἰς ἀνάστασιν δὲ τῶν πιστευόντων ἐθνῶν. Ἰδοὺ οὗτος
213
κεῖται εἰς πτῶσιν καὶ εἰς ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς
214
σημεῖον ἀντιλεγόμενον· σημεῖον ἀντιλογίας τὸν σταυρὸν προσαγο-
215
ρεύσας. Ἐπειδὴ ἐν αὐτῷ τῷ σταυρῷ πολλοὶ τῶν ἀπίστων
216
ἀντιλογίας ῥήματα προσήνεγκαν τῷ κυρίῳ λόγοις καὶ ἔργοις
217
κωμῳδοῦντες, καλάμῳ τύπτοντες, ὄξος ποτίζοντες, χολὴν
218
προσάγοντες, ἀκάνθινον στέφανον περιτιθέντες, λόγχῃ τὴν
219
πλευρὰν νύττοντες, χερσὶ ῥαπίζοντες, ὀνειδιστικοῖς λόγοις
220
βοῶντες· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Τοῦτο οὖν
221
ἑρμηνεύων ἔλεγε· Καὶ εἰς σημεῖον ἀντιλεγόμενον. Πολλοὶ ἀντεῖπον
222
ὅτε Πέτρος ἠρνεῖτο καὶ πάντες οἱ ἀπόστολοι ὡς ἀποίμαντα
223
πρόβατα διεσκορπίζοντο. Ἐν τῷ οὖν σταυρικῷ σημείῳ
224
καὶ αὐτῆς τῆς παρθένου ἐπεπλήρωτο ἡ καρδία λύπης· διὸ καὶ
225
ἔλεγε· Διὰ τί μὴ προετελεύτησα; Διὰ τί δὲ τὴν ἡμέραν ταύτην
226
κατέλαβον; Παρθένος μεμένηκα καὶ μείζονα μητέρων τοῖς
227
σπλάγχνοις δάκνομαι. Τούτους τοὺς ἀπείρους διαλογισμοὺς τῆς
228
παρθένου ῥομφαίαν ὁ Συμεὼν προσηγόρευσεν ὡς νύττοντας τὰ
229
ἐνδόσθια, ὡς σκάνδαλα προσοίσοντας, καθὼς ὁ κύριος προεῖπε·
230
Πάντες ἐν ἐμοὶ σκανδαλισθήσεσθε ἐν τῇ νυκτὶ ταύτῃ. Ὅθεν καὶ
231
ἐπήγαγεν ὁ Συμεὼν φάσκων· Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν
232
διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν
233
διαλογισμοί. Ὁρᾷς πῶς τοὺς ἀπείρους διαλογισμοὺς ῥομφαίαν
234
προσηγόρευσεν ὡς νύττοντας τὰ ἐνδόσθια, ὡς ἁπτομένους
235
νεφρῶν καὶ μυελῶν; Τούτοις δὲ περιέπεσεν ἡ παρθένος μηδέπω
236
τὴν δύναμιν τῆς ἀναστάσεως εἰδυῖα καὶ ὅτι ἐκ γειτόνων ἡ
237
ἀνάστασις οὐδέπω ἐγίνωσκεν. Ὅθεν μετὰ τὴν ἀνάστασιν οὐκέτι
238
ῥομφαία δίστομος, ἀλλ' εὐφροσύνη καὶ ἀγαλλίασις. Σημεῖον
239
τοίνυν ἀντιλογίας τὸ σταυρικὸν σημεῖον ὁ Συμεὼν προσηγόρευ-
240
σεν, ἐν ᾧ καιρῷ ῥομφαία λογισμῶν τὴν ψυχὴν τῆς παρθένου
241
διῆλθεν. Ἔστι δὲ πάντως εἰπεῖν τινα· Καὶ πόθεν ἡμῖν ἡ ἀπόδειξις;
242
Ἐξ αὐτῶν τῶν τοῦ κυρίου διδαγμάτων. Ἄκουε αὐτοῦ λέγοντος·
243
Ἡ γενεὰ αὕτη γενεὰ πονηρά ἐστιν· σημεῖον ἐπιζητεῖ καὶ σημεῖον οὐ
244
δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. Ὥσπερ γὰρ ἦν
245
Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως
246
ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ
247
τρεῖς νύκτας. Ὁρᾷς πῶς τὸ σταυρικὸν πάθος σημεῖον προσηγο-
248
ρεύθη, οὐ μόνον ἐν τῇ καινῇ διαθήκῃ, ἀλλὰ καὶ ἐν τῇ παλαιᾷ;
249
Σφόδρα γὰρ τὰ παλαιὰ συμφωνεῖ τῇ νέᾳ. Ἐπειδὴ εἷς καὶ ὁ αὐτὸς
250
θεὸς ὁ κἀκεῖ νομοθετήσας καὶ ὧδε βραβεύσας. Καὶ τίς τούτου
251
μάρτυς; Αὐτὸς ὁ κύριος. Ἄκουε αὐτοῦ λέγοντος ἐν τῷ προφήτῃ
252
Ἰεζεκιὴλ πρὸς τοὺς θεριστὰς ἀγγέλους, τὴν καθολικὴν συντέ-
253
λειαν μηνύοντος· Μὴ φείσησθε τοῖς ὀφθαλμοῖς ὑμῶν καὶ μὴ ἐλεήσητε
254
πρεσβύτην μηδὲ νεανίσκον καὶ παρθένον καὶ παιδίον καὶ γυναῖκας
255
θανατώσατε εἰς ἐξάλειψιν, τοῖς δὲ ἐπιφερομένοις ἐπὶ τῶν μετώπων
256
τὸ σημεῖον μὴ ἅψησθε. Ἴδετε τὸ σημεῖον τῆς παλαιᾶς καὶ τῆς νέας.
257
Αὐτὸ γάρ ἐστιν ὁ σταυρὸς ὁ τὸν κόσμον σῴζων, διὰ Ἰησοῦ
258
Χριστοῦ τοῦ κυρίου ἡμῶν, αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς
259
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
{Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου λόγος εἰς τὸν τετραήμερονΛάζαρον} Φέρε πάλιν εἰς μέσον τὸν εὐαγγελιστὴν Ἰωάννην· καλὸν γὰρτὴν ἀπαρχὴν τῆς ἀναστάσεως σκοπῆσαι. Ἤκουες γὰρ αὐτοῦἀρτίως λέγοντος· Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰςβηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν. Εἶδες τὴνἀπαρχὴν τῆς ἀναστάσεως ἐν Λαζάρῳ προτυπωθεῖσαν, ἣν ὁπιστὸς ὄχλος ἐγνώρισεν; Οἱ ὄχλοι ἐγνώρισαν καὶ οἱ ἀρχιερεῖςἐλοιδόρησαν τὴν θαυματουργίαν εἰς βασκανίαν μεταβαλόντες.Ὄντως ἐβάσκαναν τὴν ἀνάστασιν Λαζάρου, ὅτι μετὰ τὴνἀνάστασιν αὐτοῦ, ἣν ἤκουες, συνεβουλεύσαντο αὐτὸν ἀποκτεῖ-ναι. Εἶδες βασκανίας ὑπερβολήν; Ὃν ὁ κύριος ἤγειρεν, αὐτοὶἀποκτεῖναι διενοήθησαν, μὴ συνειδότες ὅτι κἂν αὐτοὶ ἀποκτείνω-σι, πάλιν κοῦφον τῷ κυρίῳ ἀναστῆσαι τὸν φίλον. Συνεβουλεύσαν-το τὸν Λάζαρον ἀποκτεῖναι· οὐδὲν οὕτως ἐδρίμυττε τοὺςἸουδαίους ὡς ἡ ἀνάστασις τοῦ Λαζάρου. Τοῦτο μόνον τὸ θαῦμαοὐκ ἴσχυσαν συκοφαντῆσαι. Τὴν ἀνάβλεψιν τοῦ ἐκ γεννητῆςτυφλοῦ ἐσυκοφάντησαν λέγοντες· Οὗτός ἐστιν· οὐκ ἔστιν οὗτος·ὅμοιος αὐτοῦ ἐστιν. Τὴν ἔγερσιν τῆς θυγατρὸς Ἰαήρου ἐσυκο-φάντησαν λέγοντες ὡς κατηνέχθη καὶ οὐ τελείῳ θανάτῳπαρεδόθη. Τὴν ἀνάστασιν τοῦ υἱοῦ τῆς χήρας τοῦ μονογενοῦςἐσυκοφάντησαν λέγοντες ὡς τὸν θάνατον ἐσχηματίσατο καὶ οὐχὑπὸ τῆς τυραννίδος τοῦ θανάτου κατεπόθη. Τὴν ξηρανθεῖσανσυκῆν ἐσυκοφάντησαν λέγοντες ὡς τρυγωνισθεῖσαν καὶ οὐχ ὡςδεσποτικῷ ῥήματι ξηρανθεῖσαν. Τὴν τοῦ ὕδατος εἰς οἶνονμεταβολὴν ἐσυκοφάντησαν λέγοντες ὡς ἤδη τῶν ἐν τῷ δείπνῳμεθυσθέντων καὶ μὴ εἰδότων τὴν χλεύην. Τὴν ἀνάστασιν μόνηντοῦ Λαζάρου οὐκ ἴσχυσαν συκοφαντῆσαι. Ἤ|δεισαν τὸν Λάζαρον·ἐπίσημος ἦν ὁ ἀνήρ. Ἠκολούθησαν τῇ κηδίᾳ, εἶδον τὸν τάφονσφραγιζόμενον, παρεμυθήσαντο κατὰ τὸ εἰωθός, ὡς ἐν περιδείπ-νῳ θανάτου, Μάρθαν καὶ Μαρίαν τὰς ἀδελφὰς Λαζάρου.