The Greek Library Author

Anonymous

In Lazarum

Authority group
Amphilochius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
In Lazarum (orat. 3), ed. Datema, op. cit., 85–92.
CTS identifier
urn:cts:greekLit:tlg2112.tlg004.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

32

Ἔγνωσαν ὅτι τέσσαρας ἡμέρας εἶχεν ἀκριβῶς ἐν τῷ μνημείῳ

33

κατατεθείς, καὶ ὅτι τετραήμερος νεκρὸς πάντοθεν ἔξαρθρος, τῶν

34

σαρκῶν μειωθέντων, τῶν ὀστέων ἐκγομφωθέντων, τῆς νευρο-

35

στασίας διασπασθείσης, τῶν ἐνδοσθίων σκορπισθέντων, τῆς

36

γαστρὸς ἐκχυθείσης. Ταῦτα συνειδότες ὡς εἶδον ἀθρόον τὴν

37

ἀνάστασιν Λαζάρου σῶαν, ἀρτίαν ὡς ἀπὸ τόρνου, στίλβουσαν τῇ

38

παλινβιωσίᾳ, ἐταράχθησαν. Μικροῦ δεῖν ἀπέψυξαν μὴ εὑρίσκον-

39

τες λόγους προφασιλογίας, τὸ πῶς συκοφαντήσουσι τὴν

40

ἀνάστασιν Λαζάρου τῆς τοῦ κυρίου πραγματείας τοῦτο κατα-

41

σκευασάσης.

42

Τί ἐστι, τῆς τοῦ κυρίου πραγματείας τοῦτο παρασκευα-

43

σάσης; Ἄκουε διὰ βραχέων. Ἡνίκα Λάζαρος τὴν παροῦσαν

44

ζωὴν ἀπεδύσατο φυσικῶς, οὐκ ἦν ὁ κύριος ἐν Βηθανίᾳ παρὼν τοῖς

45

σωματικοῖς ὀφθαλμοῖς, τῇ δὲ θεότητι πανταχοῦ παρὼν καὶ τὰ

46

πάντα πληρῶν. Μετὰ γὰρ τέσσαρας ἡμέρας τοῦ ταφῆναι τὸν

47

Λάζαρον, ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν τὴν ἀνάστασιν τοῦ φίλου

48

κωμῳδῆσαι. Ὅθεν καὶ τοῦ κυρίου παραγενομένου ἐν Βηθανίᾳ, ὡς

49

ἤκουσε Μάρθα ἡ ἀδελφὴ Λαζάρου, ἔδραμεν, ἔσπευσε, προσέπε-

50

σεν ἐν παρακλήσει αἱρετικὴν πρεσβείαν προσφέρουσα. Προσπε-

51

σοῦσα γὰρ ἔφασκε τῷ κυρίῳ λέγουσα· Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν

52

ἀπέθανεν ὁ ἀδελφός μου. Καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεόν, δώσει

53

σοι ὁ θεός. Ὁ δὲ κύριος αὐτὸς πέλαγος ὢν μακροθυμίας

54

ἀπεκρίνατο λέγων· Τί λέγεις, Μάρθα; Κύριον καλεῖς, καὶ κύριον

55

οὐκ ἐννοεῖς; Οὐκ ἤμην ὧδε; Μικρὸν καρτέρησον· ἐν τάχει γὰρ

56

παρὰ τοῦ ἀδελφοῦ σου μαθήσῃ. Ἀναστήσεται γὰρ ὁ ἀδελφός σου.

57

Συγγινώσκω σοι, Μάρθα· μεθύεις γὰρ τῇ λύπῃ—ὥσπερ αὐτῇ

58

εἶπεν· καλῶν μεθύων τις σφάλλεται—, ὅτε ἐκνήψεις, τότε

59

σωφρονισθήσῃ. Ἀναστήσεται γὰρ ὁ ἀδελφός σου. Ἡ δὲ Μάρθα καὶ

60

οὕτως συμπεριενεχθεῖσα ἀνθρωπίνοις ῥήμασιν ἀνθυπένεγκε τῷ

61

κυρίῳ λέγουσα· Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ὁ δὲ

62

κύριος πρὸς αὐτήν· Τί βαμβαίνεις, ὦ Μάρθα; Τί εἰς μακρὰς

63

ἐλπίδας τὴν ἀνάστασιν ἀναδύῃ; Ἡ ἀνάστασίς σοι διαλέγεται, καὶ

64

περὶ τῆς ἀναστάσεως διαλέγῃ; Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ

65

πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται.

66

Ταῦτα τοῦ κυρίου διαλεγομένου μικροῦ δεῖν πᾶσα ἡ πόλις

67

Βηθανία κατέδραμεν εἰς τὴν παρουσίαν τοῦ κυρίου, οὐ θαυμάσαι

68

ἀλλὰ γελάσαι. Οὐκ εἶχον γὰρ ἐλπίδα τετραήμερον νεκρὸν

69

ἀναστῆσαι. Τί οὖν ὁ κύριος; Ὡς εἶδε τοσοῦτον πλῆθος

70

καταδραμὸν καὶ ὅτι ἄξιοί εἰσι καὶ ἱκανοῦσι πρὸς μαρτυρίαν τοῦ

71

μέλλοντος παρ' αὐτοῦ ἀνεγείρεσθαι, ἀποκριθεὶς πρὸς αὐτοὺς ἔφη·

72

Ποῦ τεθείκατε Λάζαρον; Ἆρ' οὐκ ᾔδει τὸν τόπον ὁ τοῦ τόπου

73

δεσπότης; Ἤ|δει τὸν τόπον, ἀλλ' ἐπραγματεύσατο τὸν τρόπον,

74

ὅπως πάντες αὖθις ἀναγκασθέντες ἐπακολουθήσωσι τῷ Ἰησοῦ,

75

ἵνα αὐτοψὶ δεξάμενοι τὴν ἀνάστασιν ἀναμφίβολοι κήρυκες

76

γένωνται. Ποῦ τεθείκατε αὐτόν; Οἱ δὲ ἐπερωτηθέντες εἶπον πρὸς

77

αὐτόν· Ἔρχου καὶ ἴδε. Τοῦ δὲ κυρίου βαδίζοντος καὶ ἐπὶ τὸν τάφον

78

σπεύδοντος ὁ ἀκολουθῶν ὄπισθεν ὄχλος ἀντέβαλε πρὸς ἑαυτὸν

79

λέγων· Τί θέλει οὗτος τὸν τάφον Λαζάρου θεάσασθαι; Εἰ υἱός ἐστι

80

τοῦ θεοῦ, τοῦτον ἀναστήσει. Τῶν γὰρ προσφάτως τελευτη-

81

σάντων, ὧν ἤγειρεν, οὐκ ἐπιστάμεθα. Πόθεν οὖν ἴσμεν, εἰ τελείῳ

82

θανάτῳ παρεδόθησαν; Τοῦτον ἀναστήσει, καὶ γνῶσιν λαμβάνο-

83

μεν ὅτι ἀληθῶς θεοῦ υἱός ἐστιν. Ὅθεν καὶ ἡ Μάρθα τοῖς λόγοις

84

τούτοις συμπεριενεχθεῖσα προσῆλθε τῷ κυρίῳ καὶ αὐτὴ λέγουσα·

85

Ποῦ πορεύῃ, δέσποτα; Τί θέλεις τὸν τάφον ἰδεῖν Λαζάρου; Τί τὴν

86

ὀδύνην ἡμῶν ἀναζέεις; Τί τὸ πένθος ἐπεγείρεις; Τί θέλεις τὸν

87

τάφον ἰδεῖν; Οὐδὲν γὰρ ὀνήσεις, δέσποτα· ἤδη ὄζει, τετραήμερος

88

γάρ ἐστιν. Ὁ δὲ κύριος πρὸς τὴν Μάρθαν· Οὐκ εἶπόν σοι ὅτι ἐὰν

89

πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ θεοῦ; Ἐμοὶ λέγεις· Ἤδη ὄζει. Ἡ ἀδελφή

90

σου μυρίζει, καὶ σὺ καπνίζῃ τῇ ἀπιστίᾳ; Θέλω τὸν τάφον ἰδεῖν τοῦ

91

φίλου μου.

92

Ταῦτα εἰπὼν ὁ κύριος ἐπὶ τὸν τάφον ἐπορεύετο. Καὶ

93

πλησιάσας τῷ τάφῳ μόνον εἶδε τὸ μνημεῖον, εὐθέως ἐδάκρυσε.

94

Τίς ἡ χρεία δακρύειν ὃν ἤμελλεν ἐγείρειν; Ἐδάκρυσε. Δι' ὅ;

95

Ἄκουε συνετῶς. Πάντα ὁ κύριος σοφῶς ἐπραγματεύσατο·

96

ἐδάκρυσε γὰρ ἐπὶ τὸν τάφον, ὅπως τῶν ἀκολουθησάντων τὴν

97

γνώμην δημοσιεύσῃ, οἵαν ἔχουσι περὶ αὐτοῦ τὴν ὑποψίαν. Διὸ καὶ

98

ὡς εἶδον αὐτὸν δακρύσαντα, ἀνθρώπινα πάλιν παθόντες οἱ

99

ἀκολουθοῦντες ὄχλοι ἤρξαντο πρὸς ἑαυτοὺς ἀντιβάλλειν καὶ

100

λέγειν· Ἴδε πῶς ἐφίλει αὐτόν. Ὁ νεκροὺς ἐγείρας καὶ τυφλοὺς

101

ὀμματώσας οὐκ ἠδύνατο ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ, εἰ ἄρα

102

οὕτως ἐφίλει αὐτόν; Ὁ δὲ κύριος ὡς εἶδεν αὐτοὺς ἔτι ἀνθρώπινα

103

λαλοῦντας, ἀπεκρίνατο πρὸς αὐτούς· Κοῦφον μὲν ἦν μοι

104

παρακατασχεῖν τὴν ζωὴν Λαζάρου ὡς καὶ τοῦ Ἠλία καὶ τοῦ

105

Ἐνώχ, ἀλλ' οὐδεὶς ὑμῶν ἐγίνωσκεν ὅτι τῇ ἐμῇ θελήσει ἡ ζωὴ

106

Λαζάρου παρακατέχεται. Διὰ τοῦτο συνεχώρησα ὑπὸ τοῦ

107

θανάτου αὐτὸν καταποθῆναι, ὅπως ἀκριβῶς μάθητε ὅτι ζωῆς καὶ

108

θανάτου τὴν ἐξουσίαν ἔχω. Καὶ εὐθὺς πρὸς αὐτοὺς ὁ κύριος,

109

καθὼς ἴστε πάντες σαφῶς· Ἀποκυλίσατε τὸν λίθον. Ἰουδαίοις

110

ἐπέτρεπεν· Ἀποκυλίσατε τὸν λίθον. Βλέπε πῶς πάντα σοφῶς

111

ἐπραγματεύσατο μάρτυρας ἀκριβεῖς τῆς ἀναστάσεως Λαζάρου

112

καθιστῶν. Ἀποκυλίσατε τὸν λίθον. Τοῖς μαθηταῖς ἐπέτρεπεν ὄρη

113

μετάγειν λόγῳ, καὶ αὐτὸς λόθον οὐκ ἀπεκύλιεν; Ἀλλὰ πάντα

114

σοφῶς, καθὼς προεῖπον, πραγματευόμενος πρὸς λυσιτέλειαν

115

ἔλεγεν τοῖς Ἰουδαίοις· Ἀποκυλίσατε τὸν λίθον, ὅπως ἐξ αὐτῆς τῆς

116

νεκροφόρου ἀποφορᾶς μάθωσιν ὅτι ἐσάπη καὶ οὐκ ἐκλάπη.

117

Ἀποκυλίσατε τὸν λίθον. Τῶν δὲ ἀποκυλισάντων μετὰ γογγυσμοῦ—

118

ἐδρίμυττεν γὰρ αὐτοὺς ἡ νεκροφόρος δυσήνιος ἀποφορά—,

119

ἀποκυλισάντων δὲ τῶν παρόντων τὸν λίθον, εὐθέως ἐβόησεν ὁ

120

κύριος λέγων· Λάζαρε δεῦρο ἔξω. Δεσπότης ὁ καλῶν, οὐδεὶς ὁ

121

ἀντιλέγων. Λάζαρε, δεῦρο ἔξω· πληροφόρησον Μάρθαν τὴν

122

ἀδελφήν σου ὡς κελεύω καὶ οὐχ ἱκετεύω. Λάζαρε, δεῦρο ἔξω. Πρὸ

123

τοῦ κατέλθω, ἔξελθε· ἐν σοὶ τὸν ἀρραβῶνα, ἐν ἐμοὶ δὲ τὸ τέλειον.

124

Λάζαρε, δεῦρο ἔξω.

125

Σὺ δὲ ἀκούων, ὦ φίλε, Λάζαρε, δεῦρο ἔξω, μὴ οἴου τὸν κύριον

126

πολλὰς φωνὰς βεβληκέναι. Ἅπαξ ἐλάλησε καὶ ὃν ἔπλασεν ἤγειρεν·

127

οὔτε γὰρ ὡς Ἠλίας ἔκλαυσεν οὔτε ὡς Ἐλισσαῖος ἠπόρησε.

128

Μονοφθόγγῳ φωνῇ διύπνισε τὸν παρ' αὐτῷ καθεύδοντα εἰπών·

129

Λάζαρε, δεῦρο ἔξω. Εἷς ὁ λόγος καὶ διάφορα τὰ θαύματα. Μόνον ὁ

130

κύριος ἐφώνησε· Λάζαρε, δεῦρο ἔξω, καὶ εὐθέως αἱ σάρκες

131

ἀπεπληροῦντο, αἱ τρίχες ἀντεφυτεύοντο, αἱ ἁρμονίαι συνεδεσ-

132

μοῦντο, αἱ φλέβες καθαρῷ αἵματι ἀντεγεμίζοντο. Ὁ ᾅδης κάτωθεν

133

κοπτόμενος τὸν Λάζαρον προέπεμπεν. Ἡ ψυχὴ Λαζάρου

134

παρακρατουμένη καὶ ὑπὸ τῶν ἁγίων ἀγγέλων παρακαλουμένη τὸ

135

ἴδιον εἰς τὸ ἴδιον μετεχωνεύετο. Καὶ τὸ πάντων ἐνδοξότερον ἦν

136

ὅτι πανταχόθεν δεδεμένος ἦν τοὺς πόδας καὶ τὴν ὄψιν κηρίαις καὶ

137

ἀνεμποδίστως ἐβάδιζεν. Διὸ καὶ ὁ κύριος δραστικώτερον πρὸς

138

τοὺς παρόντας ὄχλους παρεκελεύετο λέγων· Λύσατε αὐτὸν καὶ

139

ἄφετε ὑπάγειν. Βλέπε τὴν τοῦ κυρίου πραγματείαν καὶ πῶς τὰ

140

πάντα σοφῶς οἰκονομεῖ. Πρὸς πληροφορίαν τῶν παρόντων

141

ἔλεγε· Λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν· ὡς τὸν λίθον ἀπεκυλίσατε

142

καὶ τὸν τάφον ὑπεδείξατε καὶ τῆς ὀσφρήσεως μετήσχετε, καὶ τὰ

143

νεκροτάφια λύσατε· τὸ μὲν ὡς εὐλογίαν τηροῦντες, τὸ δὲ ὡς

144

μάρτυρες φυλάττοντες. Ἐὰν ἀπιστήσωσιν οἱ ἀρχιερεῖς καὶ οἱ

145

φαρισαῖοι ὡς οὐκ ἀνέστη Λάζαρος, δείξατε τὰ νεκροτάφια·

146

ἐμφανίσατε τὰ σουδάρια ὡς ὁ παράλυτος τὸν κράβαττον. Ἡμεῖς

147

δὲ τὰ βαΐα τῶν φοινίκων βαστάζοντες εἴπωμεν· Ὡσαννὰ ἐν τοῖς

148

ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. Αὐτῷ ἡ δόξα

149

καὶ τὸ κράτος σὺν τῷ παναγίῳ καὶ ζωοποιῷ πνεύματι νῦν καὶ ἀεὶ

150

καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου λόγος εἰς τὴν γυναῖκα τὴνἁμαρτωλὸν τὴν ἀλείψασαν τὸν κύριον μύρῳ καὶ εἰς τὸνφαρισαῖον.} Ἱκανῶς ἡμᾶς πρώην ἐψυχαγώγησεν ὁ Χριστὸς παρὰ Ζακ-χαίῳ ἑστιώμενος· ὅπου γὰρ Χριστὸς ἑστιᾶται καὶ τοῖς ἀνθρώ-ποις συνανακλίνεται καὶ ποτοῦ καὶ τραπέζης ἀπολαύει τῆςἡμετέρας, πάντα πρὸς τὸν τῆς εὐφροσύνης μετάγεται λόγον. Τίςγὰρ τελωνῶν ἢ πορνῶν καὶ τῶν τὰ ἄρρητα ἐργασαμένων δεινὰτὸν οὐρανοῦ καὶ γῆς ποιητὴν στέγην ὑπελθόντα τελωνικὴνβλέπων καὶ τὸν τῶν σταχύων δοτῆρα ἄρτον ἀνθρώπινον μετὰχεῖρας λαμβάνοντα καὶ τὸν τῶν βοτρύων χορηγὸν τῇ κοινωνίᾳτοῦ ποτοῦ τὰς ληνοὺς εὐλογοῦντα, μὴ ἑορτὴν καὶ πανήγυρινθέσθαι τὸ πρᾶγμα δικαιώσειεν; Αὕτη ἀληθῶς ἑορτή, αὕτηἀληθῶς ἀγγελικῆς ἑστιάσεως εὐφροσύνη, τὸ τὸν δεσπότην μετὰδούλων, τὸν θεὸν μετὰ ἀνθρώπων, τὸν δικαστὴν μετὰ τῶνὑπευθύνων ὁρᾶν κοινῆς ἀπολαύοντα τραπέζης. Διὰ τοῦτο γὰρἐπὶ γῆς ἦλθεν οὐκ ἔρημον καταλιπὼν τὸν οὐρανόν, καὶ ἄνθρωποςγέγονεν οὐκ ἀποδὺς τὸ εἶναι θεός, ἵνα καὶ τὴν θάλασσαν πλέωντοὺς εἰς τὸ βιωτικὸν χειμαζομένους πέλαγος ἐκ τοῦ βυθοῦἀνασύρῃ τῆς ἁμαρτίας καὶ κώμας καὶ πόλεις περιϊών, στενωποὺςκαὶ ἀτραποὺς καὶ δρόμους περιτρέχων τοὺς ἐν ταῖς τριόδοιςπλανωμένους ὡς ἀποίμαντα πρόβατα ἐπὶ τὴν ἰδίαν ἐπαναγάγῃποίμνην. Αὐτὸς γάρ ἐστιν ὁ τὸ ἀπολωλὸς πρόβατον ἐπιζητῶν, ὁτὰ ἐννενήκοντα ἐννέα καταλιπὼν καὶ περὶ τὴν τοῦ ἑνὸς παραγε-νόμενος ζήτησιν. Ἐζήτει γὰρ τὸ ἓν οὔτε τῶν πολλῶν κατα-φρονῶν οὔτε τοῦ πλήθους τὸ ἓν προκρίνων. Ἀλλὰ τὰ μὲνἐννενήκοντα ἐννέα κατελίμπανεν, ἔδει γὰρ ἀσφαλῶς αὐτὰ ἐν τῇμάνδρᾳ αὐλίζεσθαι· τὸ δὲ ἓν περιϊὼν ἐζήτει, ἵνα μὴ θοίνη τῷδιαβόλῳ γένηται. Πρόβατον γὰρ ἀποίμαντον θηρσὶν ἕτοιμονδεῖπνον καὶ ψυχὴ ἀσφράγιστος δαίμοσιν εὐεπιβούλευτος. Ὅθενπρώην τὸν Ζακχαῖον ὡς πρόβατον ἐκ στόματος λύκου ἀφήρπασεκαὶ τῇ μάνδρᾳ συνέμιξε καὶ σφραγίδος ἠξίωσεν. Ὡς γὰρ ποιμὴνπρόβατον ἀποπλανηθὲν θηρᾶσαι θέλων χειρόηθες ζῷον ἐᾷ, ἵναἀπολύτως νεμόμενον τὸ ἀποπηδῆσαν ἑλκύσῃ θήραμα, οὕτω καὶ ὁτοῦ θεοῦ λόγος τὴν σάρκα ἣν ἐκ τῆς παρθένου ἀνέλαβεν, ὡςπρόβατον ἐν νομῇ, ἐν τῇ τραπέζῃ Ζακχαίου ἀφῆκεν, ἵνα τῷ κοινῷτῆς ἑστιάσεως νόμῳ ἑλκύσας αὐτὸν πρὸς συνουσίαν λανθα-νόντως τῇ οἰκείᾳ συζεύξῃ ποίμνῃ. Ἀλλὰ τοῦτο μὴ συνιέντες οἱ φαρισαῖοι ἐγόγγυζον ὁρῶντεςαὐτὸν μετὰ τελωνῶν ἐσθίοντα. Ἀλλ' ἐκεῖνοι μὲν ὡς ἀσκὸςπαλαιὸς διαρρηγνύσθωσαν, οὐ γὰρ δύνανται τὸν νέον τῆς διδασ-καλίας δέξασθαι οἶνον· ἡμεῖς δὲ κατόπιν τοῦ φιλανθρώπουβαδίσωμεν ποιμένος. Ὁ γὰρ Ζακχαῖον τὸν τελώνην τῇ λογικῇτῶν ἀποστόλων συνάψας ποίμνῃ, αὐτὸς καὶ τὴν πόρνην τὴνἁμαρτωλόν, τὴν μυρίων κακῶν ἐργάτιν, ἐκ τοῦ φάρυγγος τοῦδιαβόλου ὡς ἀμνάδα ἑλκύσας τῇ ἀνεπηρεάστῳ ἀπέδωκενμάνδρᾳ. Ἵνα δὲ γνῶτε καὶ τοῦ Χριστοῦ τὴν φιλανθρωπίαν καὶ τῶνφαρισαίων τὴν ἀλογίαν καὶ τῆς ἁμαρτωλοῦ τὴν παλινοδίαν, αὐτὰςὑμῖν τὰς εὐαγγελικὰς παραθήσομαι ῥήσεις· ἐὰν γὰρ τοῦ ὕφουςτοῦ ἀναγνώσματος ἐπακούσητε, ῥᾳδίως καὶ τῆς ἑρμηνείας τὴνἔννοιαν ἀναμάσσεσθε. Ἠρώτησε, φησί, τις τῶν φαρισαίων τὸνἸησοῦν, ἵνα φάγῃ μετ' αὐτοῦ. Καὶ εἰσελθὼν εἰς τὸν οἶκον τοῦφαρισαίου ἀνεκλίθη. Ὢ χάριτος ἀφράστου! Ὢ φιλανθρωπίαςἀρρήτου! Καὶ φαρισαίοις συνεστιᾶται καὶ τελώνας οὐκ ἀποσείεταικαὶ πόρνας προσδέχεται καὶ Σαμαρείτιδι διαλέγεται καὶ Χανα-ναίαν λόγου ἀξιοῖ καὶ τῇ αἱμορροούσῃ τὸ κράσπεδον παραχωρεῖ.Ναί, ἰατρὸς γάρ ἐστι πάντων ἐφαπτόμενος τῶν παθῶν, ἵνα πάν-τας ὠφελήσῃ, πονηροὺς ἅμα καὶ ἀγαθούς, ἀχαρίστους καὶ εὐγνώ-μονας. Ὅθεν καὶ νῦν ὑπὸ τοῦ φαρισαίου κληθεὶς εἰσέρχεται εἰςοἰκίαν τέως μεστὴν κακῶν. Ὅπου γὰρ φαρισαῖος, ἐκεῖ πονηρίαςὁρμητήριον, ἁμαρτίας καταγώγιον, ὑπεροψίας ὑποδοχή. Ἀλλὰκαὶ οὕτως αὐτοῦ διακειμένης τῆς οἰκίας οὐκ ἀπαξιοῖ παραγε-νέσθαι ὁ κύριος. Εἰκότως· ὥσπερ γὰρ ὁ ἥλιος οὐ καταβλάπτεταιβορβόρῳ τὰς οἰκείας ἀκτῖνας ἐπιβάλλων, ἀλλὰ τοὐναντίον καὶτὴν ἐνοῦσαν ἀηδίαν περιμάσσεται μηδὲν αὐτὸς ὑβριζόμενος,οὕτω καὶ ὁ Χριστὸς ὡς ἥλιος δικαιοσύνης πάντα ἐναγῆ καὶ βέβη-λον τόπον καταλαμβάνει καὶ τὴν δυσώδη ἁμαρτίαν ταῖς ἀκτῖσιναὐτοῦ τῆς ἀγαθότητος ἀναλίσκει, οὐχ ὕβριν, οὐ μείωσιν, οὐ μο-λυσμὸν ὑπομένων κατὰ τὸν τῆς θεότητος λόγον. Ὅθεν ἐπένευσεν εὐκόλως τῷ φαρισαίῳ καλοῦντι, ἠρεμῶν,σιωπῶν, ἀνεξέλεγκτον αὐτοῦ τὸν βίον ἀφείς. Πρῶτον μέν, ἵναἁγιάσῃ τοὺς κληθέντας, τὸν καλέσαντα, τῆς οἰκίας τὸ σύστημα,τῆς πολυτελείας τὰ βρώματα· ἔπειτα δεικνὺς ὡς οὐ φάσμα ἦν ἡἐνανθρώπησις, ἐκ τῆς ἀνακλίσεως, τῆς βρώσεως, τῆς πόσεως,τῆς τῶν σιτίων δαπάνης. Ἄλλως δέ, ἐπειδὴ ἤμελλεν ἡ πόρνηπροσιέναι καὶ τὸν θερμὸν ἐκεῖνον καὶ διάπυρον τῆς μετανοίαςδεικνύναι τρόπον, διὰ τοῦτο καλοῦντι τῷ φαρισαίῳ ἐπινεύειταχέως, ἵνα ἐπ' ὄψεσι γραμματέων καὶ φαρισαίων τὰ οἰκεῖαἐκτραγῳδήσασα κακὰ διδάξῃ αὐτοὺς πῶς δεῖ τοὺς ἁμαρτωλοὺςἐπὶ ταῖς ἁμαρτίαις στυγνάζοντας ἐξευμενίζεσθαι θεόν. Ἰδοὺ γάρ,φησί, γυνὴ ἐν τῇ πόλει, ἥτις ἦν ἁμαρτωλός. Γυνή, ἡ εὐόλισθοςφύσις, τὸ πρῶτον δίκτυον τοῦ διαβόλου, ἡ τῆς πλάνης εἰσαγωγή,ἡ τῆς παραβάσεως διδάσκαλος, ἡ βοηθὸς μὲν γεναμένη, πολεμίαδὲ ἀναδειχθεῖσα, ἡ γεναμένη κατὰ φύσιν καλή, ἐκ προαιρέσεωςδὲ ἀποδειχθεῖσα κακή, ἡ θανάτου πρόξενος, ἡ τὸ κάλλος τοῦξύλου δείξασα καὶ ὅλον τὸν παράδεισον ἀπολέσασα. Καὶ ἰδοὺγυνή, φησίν, ἐν τῇ πόλει, ἥτις ἦν ἁμαρτωλός, τὰ τῆς Εὔας φέρουσαβάρη, πολλοῖς κακοῖς βριθομένη. Ἐρῶ δὲ αὐτῆς τῶν προτέρωνκακῶν τὴν δαψίλειαν, ἵνα γνῶτε αὐτῆς τῆς μετανοίας τὴν πολυτέ-λειαν. Ὁ θεὸς ἐκ τῆς πλευρᾶς τοῦ Ἀδὰμ ὀστέον λαβὼν καὶ τοῦτοσαρκώσας τὴν Εὔαν εἰργάσατο, ἣν δὲ γυναῖκα καλέσας ἔδωκεβοηθὸν τῷ Ἀδάμ. Ἀλλὰ μετὰ τὸ ἁμαρτεῖν καὶ παραβῆναι τὸννόμον καὶ ἐκβληθῆναι τοῦ παραδείσου καὶ θάνατον τὸ ἐπιτίμιονλαβεῖν, ἵνα μὴ τῷ θανάτῳ δαπανώμενον ἄρδην τὸ γένος ἀπώλη-ται, γάμον ἐπιστρατεύει τῷ θανάτῳ, ἵν' ὁ μὲν σπείρῃ, ὁ δὲ θερίζῃ, ὁμὲν τέμνῃ, ὁ δὲ βλαστάνῃ. Καὶ ὅτι μετὰ τὸ θανάτῳ ὑποβληθῆναι ἡτοῦ γάμου ἐδόθη χάρις, δῆλον ἐκ τοῦ τὸν Ἀδὰμ μετὰ τὴν ἔξοδοντοῦ παραδείσου συναφθῆναι τῇ Εὔᾳ. Γέγραπται γὰρ ὅτι μετὰ τὸἐξελθεῖν ἐκ τοῦ παραδείσου, τότε ἔγνω Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ.Πρὸ τῆς ἁμαρτίας οὖν παρθενία ἦν ἀμόλυντον τηροῦσα τὸνχιτῶνα τῆς φύσεως, μετὰ δὲ τὴν παράβασιν, μετὰ τὴν τοῦθανάτου ἀπόφασιν ὁ γάμος ἀντεισήχθη, ἵνα ἀντλοῦντα τὸνθάνατον νικήσῃ βρύων καὶ τρυγῶντα ἡττήσῃ φύων. Ἐπεὶ οὖν ἐπὶδιαδοχῇ τοῦ γένους καὶ ἐπὶ αὐξήσει τῆς φύσεως ὁ τοῦ γάμουἐδόθη νόμος, τῷ μὲν ἀνθρώπῳ ἡδόνην ἐνέσπειρε, τὸ δὲ θῆλυθωπευτικὸν ἐποίησεν· οὐχ ἵνα ἑταιρικῶς πρὸς μίξεις ἐρεθίζων-ται, ἀλλ' ἵνα ἐννόμως πρὸς γάμον συνάπτωνται. Ὅθεν ἡ μὲν