The Greek Library Author

Anonymous

In mulierem peccatricem

Authority group
Amphilochius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
In mulierem peccatricem (orat. 4), ed. Datema, op. cit., 107–126.
CTS identifier
urn:cts:greekLit:tlg2112.tlg005.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

109

ἔνθεσμος τοῦ γάμου μῖξις τιμία παρὰ τῷ θεῷ, ἡ δὲ πρὸς χάριν τῶν

110

ἡδονῶν ἐκτελουμένη θανάτῳ ὑποβέβληται. Τίμιος γὰρ ὁ γάμος καὶ

111

ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός. Αἱ οὖν χάριν

112

παιδογονίας ἐννόμως τοῖς ἀνδράσι μιγνύμεναι ἀνέγκλητοί εἰσιν,

113

ὥσπερ ἡ Σάρρα καὶ ἡ Ῥεβέκκα καὶ ἡ Ῥαχήλ, καὶ εἴ τις ἄλλη

114

ἀπ' αὐτῆς· αἱ δὲ λόγῳ ἡδυπαθείας τοὺς νέους πρὸς ἀκολασίαν

115

διεγείρουσαι, ὡς φθείρουσαι τὸν ναὸν τοῦ θεοῦ, παραδίδονται

116

φθορᾷ. Εἴ τις γάρ, φησί, φθείρει τὸν ναὸν τοῦ θεοῦ, φθερεῖ τοῦτον ὁ

117

θεός. Ὧν καὶ αὕτη μία ἦν, ἡ μετὰ χεῖρας ἁμαρτωλός. Τὴν γὰρ

118

φύσιν καπηλεύουσα καὶ ταῖς ἔξωθεν βαφαῖς τὰς παρειὰς φοινίσ-

119

σουσα καὶ τέχνῃ βιαζομένη φανῆναι καλή, τοὺς νέους πρὸς

120

ἀκολασίαν ὑπέσυρεν, ἀπροόπτως αὐτοὺς εἰς τὸ τῆς πορνείας

121

ἀποκλίνουσα βάραθρον.

122

Ταῦτα δὲ λέγω οὐ κωμῳδῶν αὐτὴν ἐφ' οἷς ἔδρασε πρίν,

123

ἀλλ' ἐπαινῶν αὐτὴν ἀφ' οἵων οἵα γέγονεν ἄφνω· λέγω γὰρ τί ἦν, ἵνα

124

δείξω τί γέγονεν νῦν· λέγω αὐτῆς τῆς ἁμαρτίας τὰ πταίσματα, ἵνα

125

δείξω τῆς μετανοίας τὰ κατορθώματα. Ἀλλ' αὕτη ἡ τῷ σώματι

126

οὐκ ἀμέμπτως χρησαμένη τὸ πρίν, τοὺς μὲν διὰ βοστρύχων

127

σαγηνεύουσα, τοὺς δὲ διὰ δακρύων φαρμάττουσα, τοὺς δὲ

128

δι' ἀλείμματος γοητεύουσα, πάντας δὲ πανταχόθεν ἐπὶ τὸν βόρ-

129

βορον τῆς ἀκολασίας προσκαλουμένη, τὸν αἰσχρὸν αὐτῆς καὶ

130

ἡδυπαθῆ ἔρωτα εἰς θεῖον καὶ ἐπουράνιον μεταβάλλει φίλτρον. Ὡς

131

εἶδε γὰρ τὸν Ἰησοῦν ποτὲ μὲν ἀδέως τῇ Σαμαρείτιδι διαλεγόμε-

132

νον, ποτὲ δὲ τὴν Χαναναίαν προσιέμενον, ἄλλοτε τῆς αἱμορ-

133

ροούσης ἀνακηρύττοντα τὴν κλοπήν, καὶ πῆ μὲν τελώναις συν-

134

εσθίοντα, πῆ δὲ τῶν φαρισαίων τοὺς οἴκους καταλαμβάνοντα,

135

ἐλογίσατο· Εἰ πόρνας καὶ ἁμαρτωλοὺς καὶ τελώνας προσίεται,

136

μέχρι πότε ἀκαθέκτως οἰστρῶσα τὸ τῆς ἁμαρτίας πέλαγος

137

ἀντλῶ; Οὐ μένω νέα, οὐ μένω καλή· πάντα γὰρ παρέρχεται,

138

πάντα μαραίνεται, καὶ ἄνθη καὶ κρίνα καὶ τῶν προσώπων τὰ

139

κάλλη. Τί οὖν πάθω ἐφ' οἷς ἔδρασα; Ἤδη γὰρ τὸ τῆς γεέννης πῦρ

140

ἐννοῶ, ἤδη μου τὴν ψυχὴν μετάγνωσις λαμβάνει, ὅτι ἐπ' ὀλέθρῳ

141

τῶν νέων βιαζομένη φανῆναι καλὴ ἐν ταῖς ἀγυίαις τῆς πόλεως, ἐν

142

ταῖς ἀγοραῖς, ἐν ἀμφόδοις ἔτρεχον, δίκτυον μὲν τοὺς πόδας

143

ἔχουσα καὶ σαγήνην τὴν γλῶσσαν. Ὢ πόσους νεανίσκους

144

κατέθελγον μεστὸν ἀναιδείας βλέμμα περιφέρουσα! Ἐπὶ λύμῃ

145

γὰρ τῶν θεατῶν ὡραϊζομένη πῆ μὲν πολυπλόκοις σειραῖς τὴν

146

κεφαλὴν ἐπύργουν, πῆ δὲ νομάδας πλοκάμων ἐκ κορυφῆς εἴων

147

κατὰ μετώπου πλανᾶσθαι· ἄλλοτε δὲ τὰς παρειὰς ἐφοίνισσον καὶ

148

τοὺς ὀφθαλμοὺς κατέγραφον, καὶ ἄλλοτε δακρύων λιβάδας

149

ἠφίουν τῇ κολακείᾳ ἐκτραχηλίζουσα τὴν ψυχήν. Τίς οὖν ἐπὶ

150

τούτοις γένωμαι; Τίνα ἰατρὸν εὕρω τῶν ἀπείρων τούτων παθῶν;

151

Ἐὰν ἀνθρώποις τὰ κατ' ἐμαυτὴν εἴπω, ἀνωφελής μοι γίνεται τῆς

152

ἐξαγορεύσεως ὁ τρόπος. Ἀλλὰ καλύψω τὰ κακά; Ἀλλ' οὐ δύνα-

153

μαι λαθεῖν· τίνα γὰρ λάθω θεὸν λαθεῖν μὴ δυναμένη; Ποῦ οὖν

154

φύγω πανταχοῦ τὸν δικαστὴν εὑρίσκουσα τὸν μὴ φαινόμενον

155

μέν, πανταχοῦ δὲ διελέγχοντά μου τὰ κακά; Μία μοι σωτηρίας

156

ὑπολέλειπται ἐλπίς, ἕν μοι ἐφόδιον πρόκειται ζωῆς, τὸ τὸν

157

Ἰησοῦν ἐπιγνῶναι καὶ αὐτῷ προσδραμεῖν. Ὁ γὰρ τελώνας

158

προσδεχόμενος οὐκ ἀπαναίνεται πόρνην, ὁ φαρισαίοις συνεσ-

159

θίων οὐ παραιτεῖται τῆς ἁμαρτωλοῦ τὰ δάκρυα. Ἐπεὶ οὖν ἔγνων

160

ὡς παρὰ Σιμῶνι φαρισαίῳ κατάγεται, ἀνδρὶ λεπρῷ καὶ ἁμαρτω-

161

λῷ, δραμοῦμαι πρὸς αὐτόν. Ἀλλὰ τί αἰτήσω προσελθοῦσα;

162

Ὀφθαλμῶν ὑγίειαν; Ἀλλὰ πρόσκαιρος ἡ χάρις. Νόσου ἀπαλ-

163

λαγήν; Ἀλλὰ μικρὸν τὸ κατόρθωμα, ὁ γὰρ αἰώνιος θάνατος τοῦ

164

παρόντος ἐστὶ βαρύτερος. Πάντα παρεῖσα τὰ τοῦ σώματος τὸ τῆς

165

ψυχῆς ἐπιζητήσω ἴαμα. Μίαν γὰρ εὑρίσκω λύσιν τῶν ἐπηρτη-

166

μένων κακῶν, ἐὰν τὸν δικαστὴν ἴδω, ἐὰν προλάβω τῆς κολάσεως

167

τὸν καιρόν. Μιμήσομαι Ῥαὰβ τὴν πόρνην, γυναικὸς τὸν ἐνάρετον

168

μεταδιώξω τρόπον· οὐδὲν γὰρ παρ' ἡμῶν βούλεται θεὸς ἢ γνώμης

169

ἐναλλαγήν.

170

Ταῦτα εὐσεβῶς ἐπισκεψαμένη καὶ τὴν διάνοιαν πρὸς πίστιν

171

ἐπαλείψασα ἐπεισέρχεται τῷ Ἰησοῦ ὅπου ἀνέκειτο τὴν προτέραν

172

ἀναίδειαν εἰς ὑπόθεσιν παρρησίας λαβοῦσα. Καὶ λέγει μὲν αὐτῷ

173

οὐδέν· οὐ γὰρ ἐτόλμα, ᾔδει γὰρ ὡς ὁ τῶν λογισμῶν ἔφορος οὐ

174

δεῖται λόγων. Τί γὰρ εἰπεῖν εἶχε τῷ τὰ πάντα εἰδότι; Ὅτι

175

ἥμαρτεν; Ὅτι πολλῶν κακῶν ἐργάτις γέγονεν; Ὅτι ἐρῶσα καὶ

176

ἐρωμένη τὴν πάνδημον ἡδονὴν ἐθεράπευσεν; Ταῦτα θεῷ δῆλα

177

ἦν, οὐ πραττόμενα μόνον, ἀλλὰ καὶ ἐν τῷ ἀφανεῖ τῆς ψυχῆς

178

βουλευτηρίῳ γυμνούμενα. Εἰδυῖα οὖν ὡς πάντα οἶδε καὶ λαθεῖν

179

αὐτὸν δύναται οὐδέν, θυροῖ μὲν τὴν γλῶσσαν, λαλεῖ δὲ τοῖς

180

δάκρυσι. Στᾶσα γάρ, φησί, παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, ἤρξατο

181

βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσιν. Ἀλλ' εἰ καὶ μὴ τῇ γλώσσῃ

182

ἐλάλει, ἀλλὰ στεναγμοῖς ἀλαλήτοις ἐφθέγγετο τὸν συντριμμὸν

183

τῆς καρδίας ἐκκαλύπτουσα, τὸ πλῆθος τῶν ἁμαρτιῶν θριαμ-

184

βεύουσα, τοὺς ἀτόπους λογισμούς, τὰς ἐναγεῖς ἐνθυμήσεις, τὰς

185

βεβήλους πράξεις, τὰς παρανόμους ὁμιλίας ἐκπομπεύουσα·

186

οὐδὲν γὰρ ἦν τῶν πεπραγμένων αὐτῇ κακῶν, ὃ μὴ δάκρυσιν

187

ἐξετραγῴδει. Ἤ|δει γὰρ ὅτι ὧν ὡμολόγει τὴν ἀμνηστίαν ἐλάμβα-

188

νεν. Εἶπα γάρ, φησίν, Ἐξαγορεύσω τὴν ἀνομίαν μου τῷ κυρίῳ καὶ σὺ

189

ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. Καὶ οὐ μόνον ἀλαλήτως

190

ἐφθέγγετο τοῖς στεναγμοῖς τῆς καρδίας δυσωποῦσα τὸν κύριον,

191

ἀλλὰ καὶ σχήματι τὸ τῆς μετανοίας διέγραφε κάλλος. Ἐδάκρυσεν

192

μὲν ὡς πολλὰ γελάσασα τοῖς καλοῖς δάκρυσι τὸν κακὸν ἐκπλύ-

193

νουσα γέλωτα, ταῖς δὲ ῥανίσι τῶν ὀφθαλμῶν τὸν τῶν παρειῶν

194

ἐκπλύνουσα ῥύπον, ἵνα ἐν οἷς ἥμαρτεν, ἐν τούτοις καὶ ἀπο-

195

λογήσηται, ἐν οἷς ἠνόμησεν, ἐν τούτοις τὸν νομοθέτην ἐξιλεώση-

196

ται. Ὥσπερ γὰρ τὴν κοίτην ἣν ἐκθέσμως ἐμόλυνε συμπλοκῇ,

197

δάκρυσιν ἀπέπλυνεν ὁ Δαβίδ· Λούσω γάρ, φησί, καθ' ἑκάστην

198

νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω, οὕτω

199

καὶ αὕτη δι' ὧν ὀφθαλμῶν πολλοὺς τῶν νέων εἰς ἀκολασίαν

200

ὑπέσυρε δακρύων ἀφεῖσα πηγὰς τὸν δύσπλυτον τῆς ἁμαρτίας

201

ἀπέπλυνε ῥύπον, αὐτὴ ἑαυτῇ λοῦτρον μετανοίας προβαλλομένη

202

τὰ δάκρυα. Τὰ μὲν γὰρ δάκρυα ὡς ὕδωρ αὐτὴ παρεῖχε, τὴν δὲ

203

ἄφεσιν ἀοράτως παρὰ τοῦ Χριστοῦ ὑπεδέχετο. Ἀλλὰ μὴν καὶ τὸν

204

Ἀβραὰμ τάχα οὐ μιμουμένη μόνον, ἀλλὰ νικῶσα, τοὺς πόδας

205

ἀπέπλυνε τοῦ Χριστοῦ. Ὁ μὲν γὰρ νιπτῆρα θεὶς ὕδασιν ἀπέπλυ-

206

νεν καὶ λεντίῳ κατέμασσεν, αὕτη δὲ οὐχ ὕδωρ ἀντλήσασα, ἀλλὰ

207

κρήνας δακρύων ἀφεῖσα τοὺς πόδας ἀπέπλυνε τοῦ Ἰησοῦ.

208

Φεισαμένη δὲ μὴ δάκρυσιν ἁμαρτωλοῖς ἁγίους ἐνυβρίσῃ πόδας,

209

τὸ τῶν τριχῶν κάλλος ὡς λέντιον ὑποβαλοῦσα ἀπέμασσε τοὺς

210

πόδας. Καὶ ἦν ἰδεῖν ὅλον δι' ὅλου τὸ γύναιον πρὸς θεραπείαν τοῦ

211

Ἰησοῦ καμπτόμενον· οἱ μὲν γὰρ ὀφθαλμοὶ ἄνωθεν ὡς κρῆναι

212

δακρύων ἔπεμπον ὀχετούς, ἡ δὲ ψυχὴ ὥσπερ νιπτὴρ ὑποκειμένη

213

τὰς ἐκ τῶν ποδῶν ἀποσταζούσας ἐδέχετο ῥανίδας, οἱ δὲ πλόκα-

214

μοι ἀπέμασσον λεντίου πληροῦντες σχῆμα, αἱ δὲ χεῖρες τὸ

215

ἀλάβαστρον τοῦ μύρου καταχέουσαι τοὺς θείους ἤλειφον πόδας

216

μύρῳ τὸ μύρον τιμῶσαι· Μύρον γάρ, φησίν, κενωθὲν ὄνομά σοι.

217

Εἶδες πῶς ἐνίκησε τὴν ἀχάριστον τῶν Ἰουδαίων γνώμην

218

γυνὴ ἁμαρτωλὸς καὶ θείων ἄμοιρος νόμων. Οἱ μὲν γὰρ λίθοις

219

αὐτὸν ἔβαλλον, ἡ δὲ τοῖς τῆς εὐωδίας ηὔφραινε μύροις.

220

Ἀλλ' Ἰουδαῖοι μὲν ὡς ἀχάριστοι, ὡς ἀσύνετοι καὶ ἀγνώμονες,

221

κακοῖς ἠμείβοντο τὸν εὐεργέτην λίθοις τὸν ἀκρογωνιαῖον φιλο-

222

φρονούμενοι λίθον· ἡ δὲ μύρῳ ἤλειφε τοὺς πόδας τοὺς μέλλοντας

223

δι' αὐτὴν πανημέριον ἐπὶ τῆς ἰκρίας ἰστᾶσθαι τοῦ σταυροῦ. Καὶ τί

224

λέγω ὅτι τὸν ἀχάριστον τῶν Ἰουδαίων ἐνίκησε δῆμον, ὅπου γε

225

ὅλον τῶν ἁγίων ὑπερηκόντισε τὸν χορόν; Ἔλαβε γὰρ χάριν ἣν

226

οὐκ ἔλαβον βασιλεῖς, ἧς οὐκ ἔτυχον δυνάσται· Βασιλεῖς γὰρ

227

Θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι καὶ προσκυνήσουσιν αὐτῷ

228

πάντες οἱ βασιλεῖς τῆς γῆς. Καὶ δὴ κατὰ τὸν προφήτην καὶ ἔδωκαν

229

τὰ δῶρα καὶ πόρρωθεν προσεκύνησαν, ἀλλ' οὐδεὶς αὐτῶν τοῦ

230

Ἰησοῦ τοὺς πόδας ἐφίλησε. Πῶς γάρ; Ἦλθον μάγοι λαβόντες

231

ἀστέρα τῆς ἡγεσίας σύμμαχον, ἀλλὰ πόρρωθεν ἐδωροφόρουν

232

τῆς οἰκείας τάξεως τὸ μέτρον γινώσκοντες. Ὁ οὐρανὸς γάρ μοι,

233

φησίν, θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ἐπαινείσθω

234

τοίνυν ἡ γυνὴ ὡς ὅλης τῆς γῆς τὴν τιμὴν ὑποδεξαμένη, ὡς ἁψα-

235

μένη ποδῶν ἀχράντων ὧν τὸν χοῦν ἔθνη καὶ πατριαὶ λείξουσι, κα-

236

τὰ τὸ εἰρημένον ὅτι τὸν χοῦν τῶν ποδῶν αὐτοῦ λείξουσι. Ἥψατο

237

ποδῶν ἀχράντων, ἐμερίσατο πρὸς Ἰωάννην τοῦ Χριστοῦ τὸ

238

σῶμα. Ὁ μὲν γὰρ ἐπὶ τοῦ στήθους ἀνέπεσε, θείαν γὰρ αὐτόθεν

239

ἔμελλε διδασκαλίαν ἀπομάσσεσθαι· ἡ δὲ τοὺς ὑπὲρ ἡμῶν βαδίζον-

240

τας πόδας ὑπήλειφεν. Ἀλλ' ὁ Χριστὸς μέν, ὁ μὴ τὴν ἁμαρτίαν

241

κρίνων, ἀλλὰ τὴν μετάνοιαν ἐπαινῶν, ὁ μὴ τὰ παρελθόντα κο-

242

λάζων, ἀλλὰ τὰ μέλλοντα δοκιμάζων, ἀμνηστίᾳ παρελθὼν τὰ

243

προλαβόντα αὐτῆς κακὰ τιμᾷ τὴν γυναῖκα καὶ ἐπαινεῖ τὴν μετά-

244

νοιαν, δικαιοῖ τὰ δάκρυα καὶ στεφανοῖ τὴν πρόθεσιν.

245

Ὁ δὲ φαρισαῖος ὁρῶν τὸ θαῦμα πλήττεται τὴν διάνοιαν καὶ

246

φθόνῳ βαλλόμενος οὐ παραδέχεται τῆς γυναικὸς τὴν μετάνοιαν,

247

ἀλλὰ καὶ τὴν οὕτω τιμήσασαν τὸν κύριον ἐπιρραπίζει τῇ λοιδορίᾳ

248

καὶ τοῦ τιμηθέντος ἐλαττοῖ τὸ ἀξίωμα ἄγνοιαν αὐτοῦ καταψηφι-

249

ζόμενος. Ἰδὼν γάρ, φησίν, ὁ φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν

250

ἑαυτῷ· Οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνή,

251

ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν. Ὦ ἄφρον καὶ ἀσύνετε καὶ

252

τὰ ὅλα φαρισαῖε! Ταῦτα λέγων οὐ τῆς γυναικὸς διελέγχεις τὸν

253

τρόπον, ἀλλὰ τῆς ἰδίας κατηγορεῖς προαιρέσεως ἀγνοεῖν αὐτὸν

254

λέγων τίς ποτε ὑπῆρχε ἡ γυνή. Οὐκοῦν οὐχ ὡς θεὸν πάντα

255

γινώσκοντα τῇ κλήσει ἐτίμησας· οὐκ αἰδῇ οὖν, ὦ λαμπρὲ κατήγο-

256

ρε καὶ συκοφάντα, ὅτι καλεῖς μὲν αὐτὸν ὡς θεὸν καὶ εὐλογῆσαι

257

δυνάμενον, καταβοᾷς δὲ αὐτοῦ ὡς ἀνθρώπου καὶ μηδὲν ὑπὲρ

258

ἡμᾶς εἰδότος. Οὗτος, φησίν, εἰ ἦν προφήτης. Καὶ πόσον σου

259

βελτίων, ὦ φαρισαῖε, ἡ ἐν Σικήμοις γυνή, ἡ μὴ προφήτην εἰδυῖα

260

καὶ ἐκ πρώτης ὄψεως τὸν σωτῆρα εὐγνωμόνως ὁμολογήσασα.

261

Κύριε γάρ, φησί, θεωρῶ ὅτι προφήτης εἶ σύ. Πόσῳ δέ σου

262

θαυμασιωτέρα καὶ αὕτη ἡ ἁμαρτωλός, ἧς τὴν μὲν ἁμαρτίαν ὁρᾷς,

263

τὴν δὲ μετάνοιαν οὐ βλέπεις. Ἀλλὰ καὶ κατακρίνεις ἣν ὁ κριτὴς

264

δικαιοῖ, καὶ μέμφῃ καὶ ψέγεις ἣν ὁ θεὸς ἀποδεξάμενος στεφανοῖ,

265

ὅτι ἰδοῦσα παρά σοι θεὸν ἐν ἀνθρώπου μορφῇ κατακείμενον ἔγνω

266

καὶ ἐτίμησε· καὶ τὰ τῆς ψυχῆς ἐκκαλύψασα τραύματα ἔλεον ᾔτησε

267

καὶ τῶν βεβιωμένων τὴν ἀμνηστίαν. Σὺ δὲ τιμήσας τῇ κλήσει

268

ἀτιμάζεις τῇ λοιδορίᾳ λέγων· Εἰ ἦν προφήτης ἐγίνωσκεν ἂν τίς καὶ

269

ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ. Ἄθλιε! Ἐπειδὴ τὰ σὰ οὐκ ἤλεγξε

270

κακά, ἄγνοιαν αὐτοῦ καταψηφίζῃ; Ἐπειδὴ τὴν πολλοῖς κακοῖς

271

βεβαρημένην σου στέγην ὑπῆλθεν, ἀναιρεῖς αὐτοῦ τὴν γνῶσιν;

272

Ἀλλ' ἐπειδὴ ἠξίωσας αὐτὸν τὴν σὴν ὑπελθεῖν στέγην, ἀνακλιθῆ-

273

ναι μετά σου καὶ χεῖρα ἐπιβαλεῖν τοῖς ἐδέσμασί σου, ἐπένευσε καὶ

274

οὐκ ἀπηξίωσεν, ἕνα αὐτὸν τῶν πολλῶν νομίζεις; Ἄξιος δὲ ἦσθα

275

ξενοδοχῆσαι θεὸν ἢ τράπεζαν παραθῆναι τῷ ἑτοιμάζοντι τράπε-

276

ζαν ἐν ἐρήμῳ; Ἀλλὰ φιλάνθρωπος ὢν οὐ παρῃτήσατο καὶ παρὰ

277

τῶν σῶν οἰκετῶν πόμα καὶ σιτίον ὑποδέξασθαι. Τί οὖν αἰτιᾶσαι

278

φιλάνθρωπον δεσπότην, ὦ φαρισαῖε, ὁμοίως εἰς πάντας τὸν τῆς

279

χρηστότητος ζυγὸν ταλαντεύοντα; Τί δὲ τὸν κώνωπα τῆς γυναι-

280

κὸς διϋλίζων τὴν κάμηλον τῶν οἰκείων κακῶν καταπίνεις; Καὶ

281

ἐπὶ σοὶ μὲν μακρόθυμον εἶναι τὸν θεὸν βούλῃ, ἐπὶ ταύτῃ δὲ

282

ἀπότομον; Τί ἐπ' ἀλλοτρίοις ἐγκλήμασι παροξύνεις τὸν δικαστήν,

283

ἐπὶ τοῖς οἰκείοις συγγνώμην αἰτῶν; Τί συνεφωνήσατε σὺ καὶ

284

Ἰούδας πειρᾶσαι τὸν κύριον; Σὺ μὲν γὰρ ὡς καθαρὸς ἀπὸ ῥύπου

285

ἐπὶ τοῖς ἁμαρτήμασι διασύρων τὴν ἄνθρωπον ἄγνοιαν καταψη-

286

φίζῃ θεοῦ, ὁ δὲ ὡς φιλόπτωχος ἀγανακτεῖ λέγων· Τίς ἡ ἀπώλεια

287

τοῦ μύρου τούτου; Ἠδύνατο γὰρ πραθῆναι πολλοῦ καὶ δοθῆναι

288

πτωχοῖς. Ὢ τῆς ἀγνώμονος γνώμης! Ὢ τῶν ἀχαρίστων τρόπων!

289

Ἀπώλειαν τίθεις, Ἰούδα, τὴν θεραπείαν τοῦ Χριστοῦ καὶ μάταιον

290

ἀνάλωμα καλεῖς τὸ εἰς τιμὴν προχωρῆσαν θεοῦ;

291

Πόσον ἐδώκαμεν ὧν ἐλάβομεν; Λογισώμεθα ἀφ' οὗπερ ὁ

292

κόσμος ἀνεδείχθη, πόσοι παρὰ τῆς αὐτοῦ φύσεως ἐλέους ῥέουσι

293

ποταμοί, καὶ οὐ λογίζεται θεὸς ζημίαν τὴν ἀφθονίαν. Πόσας ἡ γῆ

294

εὐωδίας βλαστάνει; Πόας ῥόδων καὶ κρίνων, καὶ στύρακα,

295

νάρδον καὶ στακτὴν καὶ τὰ ἄλλα ἀφ' ὧν τὸ καλὸν κατασκευάζεται

296

μύρον. Καὶ οὐ λογίζεται θεὸς ἀπώλειαν. Καὶ ἵνα μικρὸν ἀλάβα-

297

στρον μύρου τοῖς ποσὶ τοῦ Χριστοῦ ἐπιχεθῇ, γογγύζεις; Μὴ οὖν

298

προῖκα αὐτὸ ἔλαβεν, ἵνα γογγύσῃς; Ἔλαβεν μύρον καὶ ἔδειξε

299

μετανοίας τρόπον· ἔλαβε δάκρυα καὶ ἔστησε πηγὴν ἁμαρτη-

300

μάτων. Ποία οὖν ἐστιν ἀπώλεια, εἰ ἐσώθη ἡ γυνή, δι' ἣν ὁ

301

παράδεισος ἀπεκλείσθη, δι' ἣν Ἀδὰμ συνεξεβλήθη; Ἀλλὰ λυπεῖ

302

σε τοῦτο, Ἰούδα; Εἰκότως· καὶ γὰρ τὸν διάβολον ἐλύπησεν αὐτῆς

303

ἡ σωτηρία. Εἶδεν γὰρ δι' αὐτῆς λοιπὸν τὸ γένος πρὸς μετάνοιαν

304

μεταβαλλόμενον καὶ δάκνεται καὶ ἀνιᾶται οὐκ ἔχων λοιπὸν

305

δίκτυον δι' οὗ θηράσει τὸν ἄνθρωπον· ὅθεν καί σε εἰς τὸ γογγύσαι

306

παρώρμησεν. Εἰς τί, φησίν, ἡ ἀπώλεια αὕτη; Ἠδύνατο γὰρ πραθῆναι

307

πολλοῦ. Ἤδη πρᾶσις, Ἰούδα; Ἤδη προδοσίας μελέτη, κακῶν

308

αἰνιγμάτων ἀρχή; Ἀλλ' ὁ Ἰησοῦς οὐκ ἐλέγχει αὐτοῦ τὴν νόσον,

309

οὐ γυμνοῖ τὸ φιλάργυρον, ἵνα μὴ τὴν μέλλουσαν προδοσίαν

310

ἀνακρούσηται. Χριστὸς δὲ ἐπιπλήττων λέγει· Τί κόπους παρέχετε

311

τῇ γυναικί; Τί πρὸς τοῖς προλαβοῦσι κακοῖς κακίζετε τὴν ἄνθρω-

312

πον; Αὐτάρκως ἔκαμε τὸ τῶν γυναικῶν γένος· μηδεὶς αὐτῶν τὴν

313

σωτηρίαν ἐμποδιζέτω, μηδεὶς κοπούτω τὴν λούσασαν μύρῳ

314

τοὺς πόδας τοὺς ὑπὲρ αὐτῆς βαδίσαντας ἐπὶ γῆς. Τοὺς πτωχοὺς

315

γὰρ ἔχετε μεθ' ἑαυτῶν, λάβετε δὲ κἀμὲ μετὰ τῶν πτωχῶν· δι' ὑμᾶς

316

γὰρ ἐπτώχευσα πλούσιος ὤν, ἵνα ὑμεῖς τῇ ἐμῇ πτωχείᾳ

317

πλουτήσητε. Ἀναιρεῖτέ με καὶ οὐκ ἐγκαλῶ· ἐνταφιάζει με αὕτη

318

καὶ γογγύζετε; Βαλοῦσα γὰρ αὕτη τὸ μύρον ἐπὶ τοῦ σώματός μου

319

πρὸς τὸ ἐνταφιάσαι με πεποίηκεν. Οὐκ αἰδῇ οὖν, Ἰούδα, ὅτι αὕτη

320

μὲν ἁμαρτωλὸς οὖσα μύροις με τιμᾷ, σὺ δὲ ἀπόστολος ὢν πράσει

321

με καθυβρίζεις; Καὶ ἡ μὲν γυνὴ τὰ πρὸς τάφον ἑτοιμάζει, ὁ δὲ

322

μαθητὴς τῷ θανάτῳ προδίδωσιν. Ἁμαρτωλός ἐστιν ἡ γυνή, οἶδα·

323

ἀλλ' οὐδὲν εἶχέ μοι χαρίσασθαι ἢ πηγὴν δακρύων, πηγῇ τὴν πηγὴν

324

ἐξευμενίζουσα, ἀκτήμονι διδασκάλῳ ἄϋλον ἱλαστήριον προσκο-

325

μίζουσα. Ἀλλὰ καὶ δοκιμάζεις, ἄθλιε, τὸ μύρον τριακοσίων

326

δηναρίων ἄξιον λέγων· δοκιμάζεις δὲ οὐχ ἵνα αὐτῆς τὴν μεγα-

327

λοψυχίαν ἐπαινέσῃς, ὅτι ὅλον τὸν ἐκ κακῶν συναχθέντα πλοῦτον

328

εἰς τιμὴν μύρου κατανάλωσεν, ἀλλ' ἵνα γογγύζων δείξῃς ὡς

329

ἀπεύκτῳ περιέπεσας κακῷ τοσοῦτον ζημιωθείς. Ἀλλ' οὐ μέγα, εἰ

330

τριακοσίων δηναρίων στέρησιν δυσχεραίνεις, ὅπου τριάκοντα

331

λαβὼν ἀπέδου με τὸν κύριον. Τί γάρ, φησί, θέλετέ μοι δοῦναι, κἀγὼ

332

ὑμῖν παραδώσω αὐτόν. Ἄθλιε, δοῦλος δεσπότην πωλεῖ; Ἀντέ-

333

στραπται ἡ τάξις· καὶ ἐγὼ μὲν σὲ τῆς ἁμαρτίας τῷ οἰκείῳ ὠνοῦμαι

334

αἵματι, σὺ δὲ μὲ τριάκοντα ἀπεμπολεῖς ὀβολῶν; Εἶτα δὲ ἄνθρω-

335

πος θεὸν πωλεῖ; Δεδόσθω δὲ ὅτι πωλεῖ, τίς ὁ ὠνούμενος; Πόσου

336

δέ τις ἀγοράσει θεόν; Τί δὲ καὶ εὔωνον ποιεῖς τὸ πρᾶγμα;

337

Τριάκοντά τις ὀβολῶν θεὸν πωλεῖ ἐν ἀνθρώπου μορφῇ, ὡς

338

οἰκέτην, ὡς βάρβαρον; Κἂν διάκρινον, πόσου μὲν τὸν ἐνοικοῦντα

339

θεόν, πόσου δὲ τὸν φαινόμενον ἄνθρωπον; Τί μοι, φησί, θέλετε

340

δοῦναι; Σὺ τί θέλεις λαβεῖν; Ἐκεῖνοι γὰρ οὐδὲν ἔχουσι δοῦναι

341

ἀντάξιον θεοῦ. Καὶ ἔστησαν αὐτῷ, φησί, τριάκοντα ἀργύρια. Τριά-

342

κοντα ὀβολῶν ἄμισθόν τις ἰατρὸν πωλεῖ, ἰατρὸν τυφλοὺς ὀμμα-

343

τοῦντα, χωλοὺς πρὸς δρόμον ἐγείροντα; Ταῦτα λέγω, ἵνα σου

344

κατηχήσω τὴν διάνοιαν, ὅτι κόπους παρέχετε τῇ γυναικί, ὅτι τὸν

345

ἐν νεκροῖς ἐλεύθερον καὶ πρὸ τοῦ θανάτου ὡς νεκρὸν ἐτίμησεν,

346

ὅτι διὰ τοῦ μύρου τῆς ταφῆς καὶ τῆς ἀναστάσεως τὴν χάριν

347

προεσήμανεν. Ἀλλὰ σὺ μὲν καρπὸν τῆς προδοσίας τὸν σχοῖνον

348

ἕξεις, ταύτης δὲ ἡ μνήμη, ὅπου ἂν κηρυχθῇ τὸ εὐαγγέλιον, ἀνεξά-

349

λειπτος ἔσται. Εἶπε καὶ γέγονε τὸ ἔργον οὕτως· ὅτι τὸ τοῦ

350

Ἀαρών, τὸ τοῦ Ἐλεάζαρ πέπαυται μύρον καὶ τὸ κέρας ἤργησε, τὸ

351

δὲ ἀλάβαστρον ταύτης παντὶ τῷ αἰῶνι συνεπεκτείνεται ἀκένωτον

352

ἔχον τῆς μνήμης τὴν εὐωδίαν.

353

Ἀλλὰ πρὸς μὲν τὸν Ἰούδαν οὕτως, πρὸς δὲ τὸν φαρισαῖον

354

γογγύζοντα Χριστὸς οὕτως λέγει· Σίμων, ἔχω σοί τι εἰπεῖν. Ὢ

355

χάριτος ἀφράστου! Ὢ φιλανθρωπίας ἀρρήτου! Θεὸς καὶ ἄνθρω-

356

πος κοινολογοῦνται καὶ προτίθησι πρόβλημα καὶ κανόνα φιλ-

357

ανθρωπίας ἐκλύων αὐτοῦ τὴν πονηρίαν. Σίμων γάρ, φησίν, ἔχω

358

σοί τι εἰπεῖν· ἔχω εἰπεῖν ὃ μηδενὶ τῶν παλαιῶν εἶπον, οὐ πατριάρχῃ,

359

οὐ προφήτῃ, οὐ νομοθέτῃ. Τότε μὲν γὰρ ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ,

360

ὀδόντα ἀντὶ ὀδόντος ἐζήτουν τὸ δίκαιον ἀπαιτῶν· ἀλλ' ἐπειδὴ οὐ

361

δύνασθε φέρειν τὸ δίκαιον, χάριν ἀντεισάγω τῷ νόμῳ, ἀλάλητόν

362

σοι μυστήριον ἐρῶ. Ὁ δέ φησι· διδάσκαλε εἰπέ. Δύο χρεωφειλέται

363

ἦσαν ἑνὶ ἀνδρί. Ὅρα θεοῦ σοφίαν· ἀποσιωπᾷ τὴν γυναῖκα, ἵνα μὴ

364

κακουργήσῃ τὴν ἀπόκρισιν. Ὁ εἷς, φησίν, ὤφειλε δηνάρια

365

πεντακόσια καὶ ὁ ἕτερος πεντήκοντα. Φοβερὸς τοῦ διηγήματος ὁ

366

τρόπος· γραμματεῖόν ἐστιν ὁ ἡμέτερος βίος ἀοράτως γράφων καὶ

367

λογισμοὺς καὶ πράξεις καὶ ὀφθαλμῶν ῥεμβασμοὺς καὶ ψυχῆς

368

κινήματα. Ἀλλὰ λύει τὸν φόβον ὁ φιλάνθρωπος δανειστής, ὁ τὰ

369

χειρόγραφα διαρρήσσων τῆς ἁμαρτίας καὶ οὐ μόνον διαρρήσσων

370

ἀλλὰ καὶ λεαίνων τοῖς ὕδασι τοῦ βαπτίσματος, ἵνα μὴ ἴχνος

371

στοιχείου ἢ συλλαβῆς ἀπομεῖναν ὑπόμνημα γένηται τῶν παρ-

372

ῳχηκότων κακῶν. Μὴ ἐχόντων οὖν, φησίν, αὐτῶν ἀποδοῦναι

373

ἀμφοτέροις ἐχαρίσατο. Εἶδες φιλάνθρωπον δανειστήν, πῶς δανεί-

374

ζει μέν, οὐκ ἀπολαμβάνει δέ; Πῶς δὲ ἀγνωμονούμενος οὐ ναρκᾷ,

375

ἀλλ' ἥπλωται αὐτοῦ τοῖς αἰτοῦσιν ἡ χείρ; Μὴ ἐχόντων, φησίν,

376

αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. Ἀφῆκε μὴ ἐχόντων, οὐχὶ

377

μὴ θελόντων· ἕτερον γὰρ μὴ ἔχειν καὶ ἕτερον μὴ θέλειν. Οἷόν τι

378

λέγω· θεὸς οὐδὲν παρ' ἡμῶν ζητεῖ ἢ μετάνοιαν, ὅθεν βούλεται

379

ἡμᾶς χαίρειν ἀεὶ καὶ προστρέχειν τῇ μετανοίᾳ. Ἐὰν οὖν θελόντων

380

ἡμῶν μετανοῆσαι τὸ πλῆθος τῶν ἁμαρτιῶν ἄτονον τὴν μετάνοιαν

381

ἡμῶν δείξῃ, οὐ παρὰ τὸ μὴ θέλειν, ἀλλὰ παρὰ τὸ μὴ ἔχειν οὐκ

382

ἐκτίννυμεν τὸ χρέος. Διὰ τοῦτο οὖν λέγει· Μὴ ἐχόντων αὐτῶν, ἵνα

383

δείξῃ ὅτι ἰδὼν αὐτοὺς βουλομένους διὰ μετανοίας ἀποδοῦναι τὸ

384

χρέος, μὴ δυναμένους δὲ διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν, ὡς

385

φιλάνθρωπος αὐτοῖς συνεχώρησε οὐκ ἀπὸ πράξεως ἀλλ' ἀπὸ

386

προαιρέσεως ἐλευθερώσας τῆς ὀφειλῆς τὸ ὑπόχρεον. Μὴ

387

ἐχόντων οὖν αὐτῶν ἀποδοῦναι μὴ μαστίξας, μὴ στρεβλώσας, μὴ

388

ὕβρει παραδοὺς ἀμφοτέροις ἐχαρίσατο.

389

Τίς οὖν αὐτὸν ὀφείλει πλέον ἀγαπῆσαι; Ἀποκριθεὶς δὲ ὁ Σίμων

390

εἶπεν· Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. Βλέπε τοῦ φαρι-

391

σαίου τὸ δεινόν· ὡς εἶδεν ἑαυτὸν τῷ λόγῳ ἤδη τῆς ἀληθείας

392

ἀποκλειόμενον, τὸ ὑπολαμβάνω τέθεικε φοβούμενος τελείαν τὴν

393

ἀπόκρισιν δοῦναι. Ὁ δὲ κύριος οὐ τὴν γνώμην αὐτοῦ ἀνέγραφεν,

394

ἀλλὰ τὴν ἀπόκρισιν ἁρπάσας λέγει αὐτῷ· Ὀρθῶς ἀπεκρίθης. Καὶ

395

στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· Βλέπεις ταύτην τὴν

396

γυναῖκα, τὴν ἁμαρτωλόν, τήν σοι μὲν ἀπηγορευμένην, ἐμοὶ δὲ

397

σῳζομένην; Εἰσῆλθον εἰς τὸν οἶκόν σου—σὸς γὰρ ὁ οἶκος καὶ οὐκ

398

ἐμός, ὁ λοιδορίας μεστός—ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας,

399

πόδας τοὺς διά σε κονισθέντας, τοὺς κόπον ὑπομείναντας ἵνα

400

κόπων τοὺς κοπιῶντας καὶ πεφορτισμένους ἐλευθερώσω. Ἐξ

401

ἡμισείας τὴν τιμὴν προσήνεγκας τὰ μὲν ἄνωθεν θαυμάσας, τὰ δὲ

402

κάτωθεν μὴ θεραπεύσας. Ἀλλὰ σὺ μὲν ὕδωρ εἰς τοὺς πόδας μου

403

οὐκ ἔδωκας, αὕτη δὲ πηγὰς δακρύων ἐκ τῶν βλεφάρων ἀφεῖσα

404

τῆς ἁμαρτίας αὐτῆς τὸν ῥύπον ἀπέσμηξε. Σύ μοι φίλημα οὐκ

405

ἔδωκας, ὡς εἴθε μή τε Ἰούδας ὁ φιλήματι τὴν προδοσίαν ἐργασά-

406

μενος· αὕτη δὲ ἀφ' ἧς εἰσῆλθεν οὐ διέλειπε καταφιλοῦσά μου τοὺς

407

πόδας. Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας, ἔλαιον γὰρ ἁμαρτωλοῦ

408

μὴ λιπανάτω τὴν κεφαλήν μου. Πῶς γὰρ εἶχες τὴν κεφαλὴν τιμῆσαι

409

ὁ ποδῶν ἀμελήσας; Αὕτη δὲ καὶ τοὺς πόδας μου προφητικῶς

410

ἤλειψε μύρῳ· Μύρον γάρ, φησίν, ἐκκενωθὲν ὄνομά σοι· ἐκκενωθέν,

411

οὐκ ἐκχυθέν. Ἐπειδὴ γὰρ τὸ σκεῦος τῆς Ἰουδαϊκῆς γνώμης

412

ὑπόσαθρον ἦν, διὰ τοῦτο ἐκ τῆς ἀλαβαστροθήκης ὑμῶν ἐν τοῖς

413

ποσί μου ἐξεκενώθη τὸ μύρον, ἵνα δι' ἐμοῦ εἰς τὰ ἔθνη μετοχε-

414

τευθῇ τῆς εὐωδίας ἡ χάρις. Οὗ χάριν λέγω σοι· Ἀφέωνται αὐτῆς αἱ

415

ἁμαρτίαι αἱ πολλαί· ὅτι σὺ μὲν ὁμορρόφιόν με δεξάμενος οὐδὲ

416

φιλήματί με ἐτίμησας οὐδὲ ἀλείμματί με ἐθεράπευσας, αὕτη δὲ

417

πολλῶν κακῶν ἀμνηστίαν λαβοῦσα ἐτίμησέ με ἐκ δακρύων καὶ

418

μύρων οἱονεὶ διφυῆ κρατῆρα κερασαμένη.

419

Μακαρίσωμεν οὖν τὴν ἄνθρωπον τὴν τὰ τῆς Εὔας καλύψα-

420

σαν κακά, τὴν ἁμαρτωλόν, τὴν πόρνην, τὴν πρόξενον τῶν

421

ἀγαθῶν, τὴν δείξασαν μετανοίας τρόπον καὶ γυμνώσασαν φιλ-

422

ανθρωπίας νόμον, τὴν αὐτὸν τὸν κριτὴν συνήγορον ἐσχηκυῖαν,

423

τὴν δάκρυσι νικήσασαν τὸν τῆς κρίσεως ὀδυρμόν. Ὅσοι οὖν

424

πάρεστε, ζηλώσατε ἅπερ ἠκούσατε καὶ τῆς πόρνης μὴ τὴν

425

ἡδονήν, ἀλλὰ τὸν θρῆνον μιμήσασθε. Ἡ ἡδονὴ μὲν γὰρ τὸν

426

θρῆνον ἐγέννησεν, ὁ θρῆνος δὲ τῶν κακῶν τὴν λύσιν προεξένη-

427

σε. Λούσατε οὖν ὑμῶν μὴ ὕδασιν, ἀλλὰ δάκρυσι τὸ σῶμα·

428

ἀλείψατε μὴ μύροις, ἀλλ' ἁγνείᾳ τὰ μέλη. Ἐνδύσασθε μὴ τὰ Σηρῶν

429

ὑφάσματα, ἀλλὰ τὸ ἄφθαρτον τῆς σωφροσύνης ἱμάτιον, ἵνα τῆς

430

αὐτῆς τύχητε δόξης, χάριν ἀναπέμποντες τῷ ἀμνῷ τοῦ θεοῦ τῷ

431

αἴροντι τὴν ἁμαρτίαν τοῦ κόσμου, ᾧ ἡ δόξα καὶ ἡ τιμή, σὺν τῷ

432

πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν

433

αἰώνων. Ἀμήν.

{Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου λόγος τῷ ἁγίῳ σαββάτῳ.} Ἐπιτάφιον ἑορτὴν τοῦ σωτῆρος ἡμῶν ἑορτάζομεν σήμερον.Καὶ ὁ μὲν παρὰ τοῖς νεκροῖς κάτω τοῦ θανάτου τὰ δεσμὰ διαλύωνκαὶ φωτὸς τὸν ᾅδην πληρῶν καὶ ἀφυπνίζων τοὺς κεκοιμημένους,ἡμεῖς δὲ χορεύομεν ὑπὲρ γῆν τὴν ἀνάστασιν φανταζόμενοι καὶ οὐδεδοίκαμεν τὴν φθοράν, μὴ κατισχύσῃ τῆς ἀφθαρσίας. Οὐ δώσειςγάρ, φησίν, τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Καὶ ἴσως ἡμῶν τὴν