The Greek Library Author

Anonymous

In diem sabbati sancti

Authority group
Amphilochius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
In diem sabbati sancti (orat. 5), ed. Datema, op. cit., 133–136.
CTS identifier
urn:cts:greekLit:tlg2112.tlg006.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

8

φιλοσοφίαν γελῶσι Ἰουδαῖοι καὶ Ἕλληνες· οἱ μὲν ἕτερον Χριστὸν

9

προσδεχόμενοι, οἱ δὲ τάφοις ἐναποκλείσαντες αὐτῶν τὰς ἐλπί-

10

δας, περὶ ὧν εἰκότως ὁ προφήτης φησίν· Οἱ τάφοι αὐτῶν οἰκίαι

11

αὐτῶν εἰς τὸν αἰῶνα. Ἀλλ' οἱ μὲν γελῶντες στενάζουσι—στενά-

12

ξουσι γὰρ ὕστερον ὁρῶντες εἰς ὃν ἐξεκέντησαν καὶ ἐξύβρισαν—,

13

ἡμεῖς δὲ δακρύοντες ἡδονῇ τὸ πάθος κεράσωμεν. Ἥρπασεν ὁ

14

θάνατος τὸν δεσπότην Χριστόν, ἀλλ' οὐ καθέξει παρ' ἑαυτῷ τὴν

15

ζωήν. Κατέπιεν ἀγνοήσας, ἀλλ' ἐξεμέσει πολλοὺς σὺν αὐτῷ.

16

Ἑκὼν κατέχεται νῦν, μετὰ ταύτην τὴν ἡμέραν σκυλεύσας τὸν

17

ᾅδην ἀνίσταται. Χθὲς ἠμαύρωσε τὸν ἥλιον σταυρωθεὶς καὶ

18

μεσούσης ἡμέρας ἐπεισῆλθεν νύξ, σήμερον ὁ θάνατος παραλύε-

19

ται ξένον νεκρὸν εἰσδεξάμενος. Χθὲς ἐπένθησεν ἡ κτίσις τὴν τῶν

20

Ἰουδαίων μανίαν ὁρῶσα καὶ στολὴν πενθικὴν τὸ σκότος ἐνεδύ-

21

σατο, σήμερον ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδε μέγα. Χθὲς

22

ἐδονήθη ἡ γῆ καὶ περὶ φυγῆς ἐβουλεύετο καὶ διαστῆναι τοῖς

23

ἐνοικοῦσιν ἠπείλει καὶ τὰ μὲν ὄρη ἐκόπτετο, ἐσχίζοντο δὲ αἱ

24

πέτραι· γυμνὸς δὲ ἦν ὁ ναὸς καθάπερ ἔμπνους τὸ ἱμάτιον διαρρή-

25

ξας, δι' ὧν ἔπαθε δεικνὺς ὡς ἐβεβηλώθη τὰ ἅγια. Τὰ ἄψυχα τοῦ

26

τολμήματος αἴσθετο, οἱ δὲ ταῦτα τολμῶντες ἀναισθήτους εἶχον

27

ψυχάς. Ἠγανάκτει τὰ στοιχεῖα καὶ μικροῦ τὴν τάξιν ἀπέλιπε καὶ

28

σύγχυσιν εἰργάσατο τοῦ παντός, εἰ μὴ τοῦ δημιουργοῦ τῆς

29

βουλήσεως ᾔσθετο, ὅτι μὴ ἄκων ὑβρίζετο.

30

Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Ξύλῳ τανύεται ὁ

31

λόγῳ τείνας τὸν οὐρανόν, καὶ δεσμοῖς περιβάλλεται ὁ δήσας

32

ψάμμῳ τὴν θάλασσαν, καὶ ποτίζεται χολὴν ὁ τὰς πηγὰς τοῦ

33

μέλιτος χαρισάμενος, καὶ στεφανοῦται ἀκάνθαις ὁ τὴν γῆν στε-

34

φανώσας τοῖς ἄνθεσι, καὶ τύπτεται μὲν καλάμῳ τὴν κεφαλὴν ὁ

35

πατάξας τὴν Αἴγυπτον ταῖς δέκα πληγαῖς καὶ τὴν κεφαλὴν τοῦ

36

Φαραὼ καλύψας τοῖς ὕδασιν, ἐμπτύεται δὲ τὸ πρόσωπον ὃν ἰδεῖν

37

οὐ φέρει τὰ χερουβίμ. Ταῦτα δὲ πάσχων ὑπὲρ τῶν σταυρούντων

38

προσηύχετο λέγων· Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν.

39

Ἀγαθότητι τὴν κακίαν νικᾷ, ἀπολογεῖται ὑπὲρ τῶν χριστο-

40

κτόνων εἰς σωτηρίαν αὐτοὺς σαγηνεύων, λύει τὸ ἔγκλημα τὴν

41

ἄγνοιαν αἰτιώμενος, οὐ χαλεπαίνει τῆς ἐκείνων παροινίας γινό-

42

μενος παίγνιον, δέχεται τὴν μέθην καὶ φιλανθρωπίᾳ καλεῖ πρὸς

43

μετάνοιαν. Τί δεῖ λέγειν τὰ πλείω; Οὐδὲν τῆς ἀγαθότητος ἀπωνά-

44

μενοι ἐγκλείουσι τάφῳ ὃν οὐδὲν τῶν ὄντων χωρεῖ καὶ σήμαντρα

45

ἐπιτιθέασι ἡμῖν τὴν σωτηρίαν φυλάττοντες καὶ δεδιότες τὴν

46

ἀνάστασιν στρατιώτας φύλακας ἐφιστῶσι τῷ μνήματι. Τίς εἶδε

47

νεκρὸν φυλαττόμενον; Μᾶλλον δὲ τίς εἶδε νεκρὸν πολεμούμενον;

48

Τίς ἤκουσε τελευτὴν ἀμφιβαλλομένην καὶ δέος ἐμποιοῦσαν τοῖς

49

ἐργασαμένοις; Τίς οὐκ ἐπαύσατο πρὸς ἐχθρὸν τὴν ψυχὴν ἀφει-

50

λάμενος; Τίς οὐ κατέλυσεν ἔχθραν ἀρκεσθεὶς θανάτῳ τοῦ δυσμε-

51

νοῦς; Τί ὃν ἀνήλωσας δειλιᾷς, ὦ Ἰουδαῖε; Τί φοβῇ ὃν ἀπέκτει-

52

νας; Τί τρέμεις τὸν μεταστάντα; Τί δέδοικας τὸν ἀναιρεθέντα; Τί

53

ὃν ἐσταύρωσας ἀγωνιᾷς; Ἔχεις ἀπὸ τῆς σφαγῆς τὴν ἀσφάλειαν.

54

Θάρρει· εἰ ψιλὸς ἄνθρωπος ὁ τεθνηκώς, οὐκ ἀνίσταται· εἰ ψιλὸς

55

ἄνθρωπος, καλῶς ἔπηξας τὸν σταυρόν· εἰ ψιλὸς ἄνθρωπος, οὐκ

56

ἀληθεύει Λύσατε τὸν ναὸν τοῦτον εἰπὼν καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ

57

αὐτόν· εἰ ψιλὸς ἄνθρωπος, τῷ θανάτῳ κατέχεται· εἰ ψιλὸς ἄνθρω-

58

πος, τί τὸν τάφον σφραγίζεις, ἀνόητε;

59

Περίμεινον τὴν τρίτην ἡμέραν καὶ ὄψῃ τῆς ἑαυτοῦ μανίας τὸν

60

ἔλεγχον. Παῦσαι περιεργαζόμενος καὶ θεάσῃ τῶν πραγμάτων

61

τὴν ἔκβασιν· παῦσαι λυττῶν κατὰ τῆς ἀληθείας· παῦσαι θεῷ

62

πολεμῶν καὶ τῷ πολεμεῖν κατατιτρώσκων ἑαυτόν· παῦσαι τὸν

63

ἥλιον τῆς δικαιοσύνης ὑβρίζων καὶ νομίζων τὰς ἀκτῖνας ἐκείνας

64

σβεννύειν· παῦσαι τὴν πηγὴν τῆς ζωῆς προσχῶσαι φιλονεικῶν·

65

παῦσαι τοῖς ἄρχουσι ἐνοχλῶν καὶ περὶ φρουρᾶς διαλεγόμενος·

66

παῦσαι τὸ ψεῦδος ὠνούμενος καὶ τοὺς ὁπλίτας κινῶν. Μὴ κάμῃς

67

ἀνόνητα, μὴ εἰς ἀσέβειαν ἀναλώσῃς τὰ σά, μὴ κατὰ θεοῦ φαντάζου

68

τὴν νίκην, μὴ δῷς μισθὸν στρατιώταις ἕτερα ἀνθ' ἑτέρων εἰπεῖν,

69

μὴ παρακοιμίσῃς τὸν ὄχλον τῷ μνήματι, μὴ θαρρήσῃς τοῖς

70

ὅπλοις. Ὅπλοις ἀνάστασις οὐ κωλύεται, οὐκ ἐμποδίζεται ταῖς

71

σφραγίσιν, οὐκ εἴργεται στρατιώταις, οὐ κλέπτεται χρήμασιν.

72

Ἀλλ' ἀπιστεῖς; Μὴ οὐκ εἶδες τὸν Λάζαρον πάλαι καθάπερ

73

ὕπνον τὸν θάνατον ἀποσεισάμενον; Εἶδες πῶς ἠκολούθησε τῷ

74

προστάγματι ὁ νεκρὸς καὶ ὁ δεσμὸς οὐκ ἐκώλυσε; Εἶδες πῶς σὺν

75

αὐταῖς κηρίαις ἐβάδιζε τὸ Δεῦρο ἔξω ἀκούσας; Εἶδες πῶς ἥρμο-

76

σεν ἡ φωνὴ τὸν διαλυθέντα θανάτῳ; Ὁ ἐκεῖνα δυνηθεὶς καὶ

77

ταῦτα δυνήσεται, ὁ τὸν δοῦλον ἀναστήσας αὐτὸς πολλῷ πλέον

78

ἐγείρεται, ὁ ζωογονήσας τὸν σεσηπότα οὐκ ἐάσει νεκρὸν ἑαυτόν.

79

Ἀλλὰ γὰρ ἡ τυφλότης τῶν Ἰουδαίων πολλὴ καὶ ὁρῶσα τὰ

80

θαύματα οὐχ ὁρᾷ· ὀφθαλμοὺς ἔχουσιν καὶ οὐ βλέπουσιν, ὦτα ἔχουσι

81

καὶ οὐκ ἀκούουσιν. Ὁ θεὸς γὰρ τοῦ αἰῶνος τούτου ἐτύφλωσε αὐτῶν

82

τὰς καρδίας πρὸς τὸ μὴ καταυγάσαι αὐτοῖς τὸ εὐαγγέλιον τῆς

83

δικαιοσύνης. Ἀλλ' ἐκείνους μὲν τέως ἐάσωμεν τῇ ἀπιστίᾳ, ἡμεῖς δὲ

84

λέγωμεν μετὰ τῶν περὶ Μαριὰν τὴν πιστὴν κατὰ διάνοιαν ἀνα-

85

πλάττοντες ἑαυτοῖς τοῦ σωτῆρος τὸν τάφον· Ἦραν ἡμῶν τὸν

86

κύριον καὶ οὐκ οἴδαμεν τί ἐποίησαν αὐτόν. Αὐτῷ ἡ δόξα σὺν τῷ

87

ἀχράντῳ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς

88

αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{Τοῦ ὁσίου πατρὸς ἡμῶν Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίουλόγος κατὰ αἱρετικῶν εἰς τό· Πάτερ εἰ δυνατόν ἐστιν παρ-ελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο.} Πάλιν ὡς στρατιώτης ἔννομος τὴν πρὸς τοὺς αἱρετικοὺςἀναδέχομαι μάχην, ταξιαρχοῦντος Στεφάνου τοῦ στρατηγοῦ τῆςεὐσεβείας. Ὥσπερ γὰρ Μωϋσέως προσευχομένου Ἰησοῦς ἐτρο-ποῦτο τοὺς πολεμίους, οὕτω κἀγὼ τοῦ μάρτυρος συνεργοῦντοςτοὺς ἐχθροὺς χειροῦμαι τῆς ἀληθείας. Ταῦτα λέγω οὐ περιουσίᾳλόγων θαρρῶν, ἀλλὰ τῇ προσευχῇ τοῦ μάρτυρος πεποιθώς· διὸκαὶ θαρρῶν ἐφάπτομαι τῶν λόγων. Οὐ δειλιῶ γὰρ αὐτῶν τὸν ἐνλόγοις ὄγκον. Ἀφοβοῦμαι τῆς κακοτέχνου ἀπάτης τὰ προβλήμα-τα. Ἔμαθον γὰρ μὴ φοβεῖσθαι φόβον οὗ οὐκ ἦν φόβος. Οἱ μὲν γὰρΧριστὸν φοβεῖσθαι καὶ δειλιᾶν τὸν θάνατον λέγουσιν, ἡμεῖς δὲ διὰΧριστὸν ὅσας ἐν σαρκὶ ζῶμεν ἡμέρας, τοσαυτάκις ἀποθανεῖναἱρούμεθα, ἵνα γυμνῇ τῇ κεφαλῇ θριαμβεύσωμεν τὴν ἀλήθειαν.Ὅθεν ὡς ἤδη τὴν νικῶσαν ψῆφον ἔχων χωρῶ κατ' αὐτῶν. Χρισ-τὸς γάρ με διὰ τοῦ προφήτου παραθαρρύνει λέγων· Υἱὲ ἀνθρώ-που, μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, διότι παροιστρήσουσιν ἐπὶ σὲκύκλῳ. Ἐν μέσῳ γὰρ σκορπίων σὺ κατοικεῖς. Σκορπίους γὰρνύττοντας οὐ φοβοῦμαι. Οὐ γὰρ γυμνῷ ποδὶ βαδίζω· ἔχω γὰρ τὰὑποδήματα τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἵνα κἂν δηχθῶ μὴβλαβῶ. Καὶ ὑποδησάμενοι, φησίν, τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦεὐαγγελίου τῆς εἰρήνης. Φέρε οὖν τοῖς ὑποδήμασι τῆς εἰρήνης τὴν πολύμορφον τῶναἱρετικῶν πατήσωμεν κεφαλήν, ἵνα δι' ὧν ἀφόβως κατ' αὐτῶνχωροῦμεν, διδάξωμεν αὐτοὺς ὡς μεγάλα σφάλλονται φόβον καὶδειλίαν τῇ ἐπὶ τοῦ μονογενοῦς προσάπτοντες φύσει. Οἱ γὰρπάντα ἀκρίτως καὶ ἀλογίστως νοοῦντες καὶ λαλοῦντες καὶ τὸΠάτερ εἰ δυνατὸν παρελθάτω τὸ ποτήριον τοῦτο μὴ συνιέντες δειλίαντοῦ Χριστοῦ καταψηφίζονται καὶ ἐνδεῆ αὐτὸν καὶ ἐλάττοναλέγουσιν τῷ πρὸς τὸν πατέρα προσεύχεσθαι καὶ ζητεῖν τῆςἐπικειμένης ἀνάγκης τὴν λύτρωσιν. Ἐπεὶ οὖν ἐφ' ὕβρει τοῦ θεοῦ