In illud: Pater si possibile est
- Authority group
- Amphilochius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
- Edition reference
- In illud: Pater si possibile est (orat. 6), ed. Datema, op. cit., 139–152.
- CTS identifier
urn:cts:greekLit:tlg2112.tlg007.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
33
τὸν τοῦ θεοῦ διαβάλλουσι λόγον καὶ ἐπ' ἀθετήσει τοῦ πνεύματος
34
τὸ γράμμα περιᾴδουσιν κωμῳδοῦντες καὶ διασύροντες τὴν τοῦ
35
Χριστοῦ οἰκονομίαν, καὶ δεινότητι φράσεως καὶ εὐφραδίᾳ ῥη-
36
μάτων τὰ ἰοβόλα αὐτῶν ἐπικαλύπτουσι δήγματα, τῶν ἀκεραιο-
37
τέρων ἀποσυλῶντες τὴν σωτηρίαν, δεῦρο ὡς λόγων ἄπειροι
38
αὐτὸν τὸν τοῦ θεοῦ ἐπικαλεσόμεθα λόγον, ἵνα αὐτὸς τῶν ἑαυτοῦ
39
λόγων ἑρμηνεὺς γενόμενος ἐκείνων μὲν στηλιτεύσῃ τὴν ἄνοιαν,
40
ἡμῶν δὲ στηρίξῃ τὴν διάνοιαν.
41
Φράσον ἡμῖν τῶν εἰρημένων τὴν ἔννοιαν, δέσποτα, ἀνάπτυξον
42
τὴν φυλλίδα τοῦ γράμματος καὶ δεῖξον τὸν καρπὸν τοῦ πνεύμα-
43
τος, ἵνα μὴ τῷ γράμματι προσέχοντες ἀποθάνωμεν, ἀλλ' ἵνα τῷ
44
πνεύματι προσδραμόντες τῆς ζωῆς ἀπολαύσωμεν. Τὸ γὰρ γράμμα
45
ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. Ἡμᾶς δίδαξον ὡς νήπιον, τοὺς
46
δὲ αἱρετικοὺς παίδευσον ὡς ἄφρονας· παιδευτὴς γὰρ εἶ ἀφρόνων
47
καὶ διδάσκαλος νηπίων. Ἡμῖν ὡς νηπίοις τὸν μαζὸν τῆς χάριτος
48
γύμνωσον καὶ τὴν θηλὴν τοῦ πνεύματος ἐπιδούς. Τὸ καθαρὸν τῆς
49
εὐαγγελικῆς διδασκαλίας ἐπιχεθῇ γάλα. Τῶν δὲ αἱρετικῶν τὴν
50
ἀφροσύνην δήλην ποίησον. Εἰ μὴ γὰρ ἦσαν ἄφρονες, οὐκ ἂν
51
ἐπ' ἀναιρέσει σου τῆς θεότητος βλασφημίας ὕφαναν δόγμα. Εἶπεν
52
γὰρ ἐν καρδίᾳ αὐτοῦ ἄφρων, φησίν, οὐκ ἔστι θεός. Γύμνωσον αὐτῶν
53
τὸ πρόσχημα τῆς ἀσεβείας, ἵνα φανῇ τὸ δρᾶμα τῆς ὑποκρίσεως.
54
Δεῖξον ὡς διὰ τοῦτο τὴν σὴν προσηγορίαν περιφέρουσι, ἵνα τῆς
55
οἰκείας προαιρέσεως τὴν βλασφημίαν ἐπικαλύψωσιν.
56
Εἰπὲ οὖν, δέσποτα, τίνος ἕνεκεν ἐπὶ τὸ πάθος ἐλθὼν παραιτῇ τὸ
57
παθεῖν, διὰ τί δὲ φοβῇ τὴν τῶν Ἰουδαίων ἀπειλήν, ὁ μὴ φοβεῖσθαι
58
τοὺς ἀποκτέννοντας τὸ σῶμα παρεγγυώμενος. Ὅλως δὲ εἰ φοβῇ
59
τὸν θάνατον, τί οὐ παραιτῇ τὸν θάνατον; Εἰ γὰρ ἐν σοὶ κεῖται τὸ
60
παθεῖν καὶ τὸ μὴ παθεῖν, περιττῶς λέγεις τό· Εἰ δυνατὸν παρελ-
61
θάτω. Ἐν σοὶ γάρ ἐστιν ἢ καταδέξασθαι ἢ παραιτήσασθαι τὸ
62
πάθος. Εἰ δὲ οὐκ ἐν σοὶ κεῖται, εἰκότως δειλιᾷς ὡς ἄκων καὶ παρὰ
63
γνώμην ἐπὶ τὸ πάθος ἑλκόμενος. Εἰ δὲ ἄκων τὸν ὑπὲρ ἡμῶν
64
θάνατον ἀναδέχῃ, πῶς λέγεις· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου
65
καὶ ἐξουσίαν ἔχω πάλιν τοῦ λαβεῖν αὐτήν, πῶς δὲ πάλιν ἐν ἑτέρῳ
66
χωρίῳ παίζων τῶν Ἰουδαίων τὴν ἀπειλὴν ἔλεγες· Λύσατε τὸν ναὸν
67
τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν; Ὁ τοίνυν πολλαχῶς
68
πολλάκις πρὸ τοῦ θανάτου τὸν θάνατον προτυπώσας καὶ πρὸ τοῦ
69
σταυροῦ τὸ τοῦ σταυροῦ τρόπαιον διαγράψας, ὁ εἰπὼν ὅτι δεῖ τὸν
70
υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι καὶ σταυρωθῆναι καὶ ταφῆναι
71
καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι, τί ἐλθὼν νῦν ὑπὸ τὸν σταυρὸν τὸν
72
θάνατον παραιτῇ; Εἰ γὰρ δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆ-
73
ναι, πῶς λέγεις· Εἰ δυνατὸν παρελθάτω τὸ ποτήριον τοῦτο; Ὅλως
74
δὲ εἰ τὸ μὴ παθεῖν ἐβούλου, τί τὸ παθητὸν ἐνεδύου σῶμα; Εἰ δὲ
75
σῶμα παθητὸν φορέσας ἐπὶ τὸ πάθος ἔρχῃ, τί λυπῇ καὶ δυσχεραί-
76
νεις; Πῶς δὲ ὅτε τὸν θάνατον διέγραφες, ὅτε τὸ πάθος ἱστόρεις,
77
ὅτε τὸν σταυρὸν προετύπους, πρὸς Πέτρον ἠγανάκτεις λέγοντα·
78
Ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο καὶ οὕτως ἠγανάκτεις ὡς
79
λέγειν· Ὕπαγε ὀπίσω μου, σατανᾶ, σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς
80
τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων; Εἰ οὖν ἀνθρώπινόν ἐστιν
81
φρόνημα, τὸ τὸν θάνατον παραιτεῖσθαι, τίνος ἕνεκεν νῦν ἐπιζη-
82
τεῖς ὃ πάλαι διεκώλυες; Πῶς δὲ νῦν ἐκκλῖναι τὸν θάνατον εὔχῃ, ὁ
83
πάλαι τῷ μαθητῇ ἐπιτιμῶν διὰ τὸ δειλιᾶν τοῦ θανάτου τὴν
84
προσβολήν; Οὐ σὺ εἶ ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν προ-
85
αναφωνούμενος; Οὐ περὶ σοῦ Ὠσηὲ ὁ προφήτης ἔλεγεν· Τάδε
86
λέγει κύριος· Ἐκ χειρὸς ᾅδου ῥύσομαι αὐτούς, ἵνα εἴπωσιν· Ποῦ ἡ
87
νίκη σου, θάνατε, ποῦ τὸ κέντρον σου, ᾅδη; Εἰ οὖν σὺ εἶ ὁ ἐκ τοῦ ᾅδου
88
ῥυόμενος, πῶς δειλιᾷς τὸν θάνατον; Εἰ δὲ σὺ τὸν θάνατον
89
δειλιᾷς, δι' οὗ τὸν θάνατον νικᾶν ἐλπίζομεν, ματαία ἡμῶν ἡ ἐλπίς,
90
ἀνόνητος ἡ προσδοκία. Ὅλως δὲ εἰ σὺ τὸν θάνατον φοβῇ, ἐν τίνι
91
ἕξομεν λοιπὸν τὰς τῆς ζωῆς ἐλπίδας, πῶς δὲ λέγεις· Ἐγώ εἰμι ἡ
92
ζωὴ καὶ ἡ ἀνάστασις; Ζωὴ γὰρ θάνατον οὐ φοβεῖται, ἀνάστασις
93
πάθος οὐ δειλιᾷ.
94
Ἀλλὰ σὺ εἶ ἡ ζωὴ καὶ ἡ ἀνάστασις. Τί μου οὖν φοβεῖς τὴν
95
ψυχήν, τί μου τοὺς τόνους τῆς διανοίας ἐκλύεις δειλίας προ-
96
φέρων ῥήματα; Μὴ φάσμα ἦν τὰ κατὰ τὸν Λάζαρον; Μὴ ὄναρ ἦν
97
τὰ κατὰ τὴν Ἰαείρου θυγατέρα; Μὴ σκιὰ ἦν τὰ κατὰ τὸν υἱὸν τῆς
98
χήρας; Ἀλλὰ ἀλήθεια ἦν τὰ γεγενημένα. Πῶς οὖν ὁ τὸν θάνατον
99
σκυλεύσας θάνατον φοβῇ, πῶς δὲ ὁ τοὺς νεκροὺς ὀδωδότας
100
μετ' ἐξουσίας ἐγείρων εὔχῃ καὶ δειλιᾷς τῷ θανάτῳ μὴ περιπε-
101
σεῖν; Τί δὲ ὅλως τὸ περιπεσεῖν φοβῇ; Κἂν γὰρ περιπέσῃς,
102
ἐλευθερώσῃ. Ὁ γὰρ ἑτέρους ἀνιστῶν, πολλῷ μᾶλλον τὸ ἑαυτοῦ
103
ἐγείρει σῶμα. Ἢ φράσον οὖν μοι τὴν ἔννοιαν, δέσποτα, ἢ παῦσαι
104
τοῦ ῥήματος καὶ μὴ διέλῃς μου τὴν ψυχήν, ἢ ὀκλᾶσαι ποιήσῃς τὸν
105
λογισμόν. Εἰ γὰρ σὺ εἶ ὁ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν, πῶς
106
νῦν ἀγνοεῖς πότερον δυνατόν ἐστιν ἢ ἀδύνατον παρελθεῖν τὸ
107
ποτήριον; Εἰ μὲν γὰρ ἀγνοεῖς, ψεύδεται Παῦλος λέγων ὅτι Οὐκ
108
ἔστι κτίσις ἀφανὴς ἐνώπιόν σου, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα
109
τοῖς ὀφθαλμοῖς αὐτοῦ. Εἰ δὲ γινώσκεις, πῶς λέγεις· Εἰ δυνατόν;
110
Ἀγνοοῦντός ἐστι πεῦσις καὶ οὐκ εἰδότος ἀπόφασις. Φράσον οὖν
111
ἡμῖν, δέσποτα, τῶν εἰρημένων τὴν ἔννοιαν. Νῦν γὰρ Εὐνόμιος
112
χαίρει, νῦν Ἄρειος εὐφραίνεται εἰς ὑπόθεσιν βλασφημίας τὸν
113
λόγον ἁρπάζοντες.
114
Ἀλλὰ μάτην χαίρονται. Οὐ γὰρ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει
115
κύριος. Οὐ φοβοῦμαι γὰρ τὸν θάνατον, ὥς φασιν· οὐ παραιτοῦμαι
116
τὸ πάθος, ὡς νομίζουσιν. Εἰ γὰρ μὴ ἤθελον διὰ θανάτου ζωὴν
117
χαρίσασθαι τῷ γένει τῶν ἀνθρώπων, οὐκ ἄν, λόγος ὢν ἀπαθής,
118
παθητὴν ὑπεισῆλθον σάρκα. Ἐπειδὴ δὲ εἶδον τὸ γένος τῶν
119
ἀνθρώπων ἀπάτῃ καὶ οὐκ ἀνάγκῃ, γοητείᾳ δαιμόνων καὶ οὐ βίᾳ
120
κρατούμενον, ὑπῆλθον τὸ ὑμέτερον σῶμα, ἵνα ἐκ τῶν ἐναντίων τὰ
121
ἐναντία κατασκευάσας διὰ πάσης ἐξαπάτης ἐλευθερώσω τὸν
122
ἄνθρωπον. Ἐπειδὴ γὰρ μέγα ἐφρόνει ὁ τύραννος, ὅτι τὴν ἁμαρ-
123
τίαν εὑρὼν καὶ διὰ τῆς ἁμαρτίας τὸν θάνατον εἰσαγαγὼν τὸν
124
Ἀδὰμ τὸν τοῦ παραδείσου πολίτην, τὸν χειροτονητὸν τῆς οἰκου-
125
μένης δεσπότην, δοῦλον καὶ λῃστὴν καὶ γηπόνον ἐποίησεν, διὰ
126
τοῦτο ἐπεχωρίασα τῇ γῇ ὡς βασιλεὺς τὴν σάρκα ὡς ἁλουργίδα
127
ἔχων, ἵνα τοῦ τυράννου ἀποκείρας τὸ θράσος τῇ μὲν ἀπάτῃ τὴν
128
ἀπάτην λύσω, τῇ δὲ ἁμαρτίᾳ τὴν δικαιοσύνην ἐπιστρατεύσω, τῷ
129
δὲ θανάτῳ τὴν ζωὴν ἐπαφήσω. Οὐ φοβούμενος οὖν τὸν θάνατον
130
δειλιῶ· οὐ γὰρ ἀκούσιον τὸ πρᾶγμα, ἀλλ' αὐτοπροαίρετον τὸ
131
κατόρθωμα. Ἐγὼ γάρ εἰμι ὁ ποιμὴν ὁ καλὸς ὁ τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ
132
τῶν προβάτων αὐθαιρέτως προιέμενος. Ὥσπερ οὖν ἐν μορφῇ θεοῦ
133
ὑπάρχων ἑαυτὸν ἐκένωσα μορφὴν δούλου λαβὼν μηδενὸς ἀναγκά-
134
σαντος, οὕτω καὶ ἑκοντὶ τὸν θάνατον ὑπομένω οὐ βίᾳ κρατούμε-
135
νος, ἀλλ' αὐθαιρέτως ἐπὶ τὸ πάθος ἐρχόμενος.
136
Διὰ τί δὲ ἔπαθες, δέσποτα; Διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν,
137
φησίν. Καὶ λέγω τὸν τρόπον. Ἐπειδὴ γὰρ ἀποφάσει θανάτου τὸ
138
γένος τῶν ἀνθρώπων ὑπεβλήθη διὰ τὸν ἐκ παρθενικῆς γῆς
139
πλασθέντα Ἀδάμ, ἐγὼ δὲ ἤμην ὁ τὴν ἀπόφασιν τοῦ θανάτου
140
ἐκβαλών, ἀδύνατον δὲ ἦν τῆς τιμωρίας ἀνεθῆναι τὸν ἄνθρωπον,
141
εἰ μὴ αὐτὸς ἐγὼ τὴν ἑαυτοῦ ἀνεκαλεσάμην ἀπόφασιν, διὰ τοῦτο
142
ἐκ παρθενικῆς γαστρὸς καθ' ὁμοιότητα τοῦ Ἀδὰμ ἀνθρώπου
143
μορφὴν λαβὼν ὑπομένω θάνατον, ἵνα καὶ ὡς θεὸς λύσω τὴν
144
ἀπόφασιν καὶ ὡς ἄνθρωπος ὑπὲρ ἀνθρώπων καταδέξωμαι τὸν
145
θάνατον. Τοῦτο δὲ ποιῶ, ἵνα μὴ αὐθεντίᾳ, ἀλλὰ συμπαθείᾳ τὸν
146
ἄνθρωπον ἐλευθερώσω. Εἰ γὰρ ἀνθρώπου ἁμαρτήσαντος θεὸς ἦν
147
ὁ κατορθώσας, οὐ μέγα ἦν τὸ κατορθούμενον. Νῦν δὲ διὰ τοῦτο
148
ἄνθρωπος γέγονα καὶ ὑπὲρ τοῦ καταλύσαντος τὸν νόμον τὸν
149
νόμον ἐπλήρωσα, ἵνα τῇ οἰκειότητι τοῦ κατορθώσαντος ἐνα-
150
βρύνηται τῶν ἀνθρώπων τὸ γένος. Ὅθεν καὶ νῦν εἰς πρόσωπον
151
τοῦ Ἀδὰμ δέχομαι τὴν ἀπόφασιν τοῦ θανάτου, ἵνα ἐκεῖνος δι' ἐμοῦ
152
λάβῃ τὴν χάριν τῆς ἀναστάσεως. Πταίσας ὁ Ἀδὰμ συνεισήνεγκε
153
τὸν θάνατον, κατορθώσας ἐγὼ ἀντεισήγαγον τὴν ἀνάστασιν. Καὶ
154
ἐπειδὴ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως, ἐβασί-
155
λευσεν δὲ ἐκ τοῦ τὸ σῶμα ὑποχείριον ἔχειν τὸ συνεργὸν τῆς
156
ἁμαρτίας, διὰ τοῦτο ἀνέλαβον τὸ αὐτὸ σῶμα τὸ δοκοῦν ὄργανον
157
εἶναι τῆς ἁμαρτίας, 〈ἵνα〉 καταργήσας τὴν ἁμαρτίαν ἐλεύθερον
158
ἁμαρτίας ἀποδείξω τὸν ἄνθρωπον. Ἄλλως δὲ ἐπειδὴ ζωὴν κακὴν
159
ἔζων οἱ ἄνθρωποι συμπεπλεγμένοι τῇ ἁμαρτίᾳ ὡς εἶναι αὐτῶν
160
τὴν ζωὴν θανάτου χείρονα, διὰ τοῦτο τὸν ἀγαθὸν θάνατον τῆς
161
κακῆς ζωῆς προκρίνας ὑπομένω θάνατον, ἵνα οἱ τῷ καλῷ θανάτῳ
162
κοινωνήσαντες τῆς ἀληθοῦς ζωῆς ἀπολαύσωσιν· ἀπολαύσωσιν
163
δὲ διὰ τοῦ βαπτίσματος· Ὅσοι γὰρ βαπτίζονται, εἰς τὸν θάνατόν μου
164
βαπτίζονται, ἵνα ὥσπερ ἠγέρθην ἐγὼ ἐκ νεκρῶν, οὕτως καὶ αὐτοὶ ἐν
165
καινότητι ζωῆς περιπατήσωσιν.
166
Καὶ μηδεὶς ἀμφιβάλλων λεγέτω ὅτι τὸ σκότος οὐκ ἐργάζεται
167
φῶς οὔτε τὸ μέλαν ἀποτελεῖ λευκότητα, πῶς ὁ θάνατος ἐγέννη-
168
σεν ζωήν; Ὅτι γὰρ ὑπὲρ φύσιν τὸ πρᾶγμα, δῆλον. Ἀλλ' ἐπ' ἐμοῦ
169
μὴ ζήτει φύσεως τάξιν. Ἐγὼ γάρ εἰμι ὁ δεσπότης τῆς φύσεως, ὁ
170
ποτὲ μὲν τὴν φύσιν κατὰ φύσιν φέρεσθαι συγχωρῶν, ποτὲ δὲ
171
αὐτὴν ὑπὲρ φύσιν ἡνιοχῶν. Ὅταν γάρ τι ἐξαίσιον οἰκονομῆσαι
172
θέλω, τότε καὶ ἡ φύσις τὴν ἑαυτῆς ἀρνησαμένη τάξιν ἐκεῖνα
173
πράττει, ἅπερ ἂν τὸ ἐμὸν παρακελεύηται νεῦμα. Καὶ τοῦτο δῆλον
174
ἐκ τῆς ὁρωμένης διακοσμήσεως, οἷόν τι λέγω· ὁ ἥλιος καὶ ἡ
175
σελήνη πῦρ εἰσιν κατὰ φύσιν, ὕδωρ δὲ τὸ κρυσταλλωθὲν στερέω-
176
μα, ὃ δὴ οὐρανὸν ἐκάλεσα· εἰ φύσεως οὖν δρόμον ἐπιζητεῖς, πῶς
177
τὸ πῦρ ὑπὸ τοῦ ὕδατος φυλάττεται ἢ τὸ κρυσταλλωθὲν στερέωμα
178
πῶς ὑπὸ τῆς θέρμης τοῦ πυρὸς οὐ διαλύεται καὶ διαρρεῖ; Καὶ ἵνα
179
σου τὴν ψυχὴν μὴ περὶ τὴν ὁρωμένην διακόσμησιν ἀσχολήσω,
180
ἐπ' αὐτήν σε τὴν οἰκονομίαν χειραγωγήσας πείθω ὡς οὐ χρὴ ἐπὶ
181
ταῖς παραδόξοις θαυματουργίαις φύσεως ἐπιζητεῖν δρόμον.
182
Ἀναλόγισαι γὰρ ὅτι θεὸς ὢν ἀνθρώπινον ὑπεδύην σῶμα. Τοῦτο
183
δὲ πρῶτον παρὰ φύσιν. Ἐπεὶ πῶς τὸ τριχῇ διάστατον σῶμα τὸ
184
ἀνθρώπινον τὸν ἀχώρητον, τὸν ἀμέτρητον, τὸν πανταχοῦ ὄντα,
185
τὸν πᾶσαν τὴν οἰκουμένην περιγράφοντα, τὸν μετροῦντα τὸν
186
οὐρανὸν σπιθαμῇ καὶ τὴν γῆν δρακὶ καὶ τὴν θάλατταν κοτύλῃ
187
χωρῆσαι ἠδύνατο, εἰπέ. Ὅτι γὰρ ἐχώρησεν δῆλον, ἐπειδὴ καὶ πᾶν
188
τὸ πλήρωμα τῆς θεότητος ἐνῴκησεν ἐν τῇ σαρκὶ σωματικῶς. Τὸ δὲ
189
πῶς ἐγὼ μὲν οἶδα, φησίν. Οἶδα γὰρ ἃ οἰκονομῶ, σὺ δὲ ἀκοῦσαι οὐ
190
δύνῃ· ὑπερβαίνει γὰρ ἀκοὴν θνητὴν ἡ τῶν ἀπορρήτων εἴδησις
191
οὕτως, ὅτι κἂν ποτὲ διὰ πλῆθος οἰκτιρμῶν ἑρμηνεῦσαί τι θέλω,
192
οὕτως ἑρμηνεύω, οὐχ ὡς ἡ φύσις ἔχει, ἀλλ' ὡς σὺ μαθεῖν δύνῃ·
193
διὰ τοῦτο γὰρ καὶ τῶν δοκήσει σοφῶν τὸν τῦφον καταστέλλων
194
ἔλεγον· Ὁ δοκῶν εἰδέναι τι, οὐδέπω οὐδὲν ἔγνωκεν, καθὼς δεῖ
195
γνῶναι. Ἐπεὶ ὅτι λόγος ὢν σὰρξ γέγονα, ἤκουσας, τὸ δὲ πῶς
196
ἀγνοεῖς. Πῶς γὰρ ἤμην ἐν τῇ σαρκί, ὡς σῶμα ἐν σώματι ἢ ὡς
197
ψυχὴ ἐν σώματι; Οὐκοῦν συνέπαθον τῷ παθητῷ σώματι,
198
ἀλλ' οὐκ ἔπαθον. Θεοῦ γὰρ φύσις οὐ περιπίπτει πάθει. Ὥσπερ
199
οὖν σὰρξ γέγονα οὐκ ἐκπεσὼν τοῦ εἶναι θεός, οὕτως καὶ πάθος
200
ὑπέμεινα οὐ περιπεσὼν πάθει. Ἐγεννήθην δι' οἰκονομίαν, ἀπέθα-
201
νον διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν· μᾶλλον δὲ διὰ τοῦτο
202
ἀπέθανον, ἐπειδὴ ἐγεννήθην. Μὴ ζητήσῃς οὖν ἐπ' ἐμοῦ ἢ γεννή-
203
σεως τάξιν ἢ θανάτου τρόπον. Ἃ γὰρ ἡ φύσις οὐ ποιεῖ, ταῦτα ἡ
204
δύναμις ἀποτελεῖ. Θεὸς οὖν ὢν ἀνθρώπινον ὑπῆλθον σῶμα.
205
Τοῦτο πρῶτον παρὰ φύσιν· ἀλλ' οὐ γέγονεν διὰ τὴν φύσιν ἀδύνα-
206
τον, ἐπειδὴ ἐν τῇ ἐμῇ ἐξουσίᾳ ἔκειτο, τοῦ πεποιηκότος τὴν φύσιν.
207
Συνεχώρησα δὲ πάλιν καὶ αὐτὸ τὸ σῶμα τῷ γενικῷ περιπεσεῖν
208
θανάτῳ, ἵνα ἡ ζωὴ ἡ τοῦ θανάτου δεσπόζουσα καὶ ἐν αὐτῷ τῷ
209
θανάτῳ τὴν τῆς ζωῆς ἐνέργειαν ἐπιδείξηται. Τὸ μὲν ζῶν ζῆν οὐ-
210
δὲν θαυμαστόν, τὸ δὲ ἀποθανὸν ζωῶσαι τοῦτο μέγα καὶ παράδο-
211
ξον. Διὸ καὶ λυθῆναι αὐτὸ συνεχώρησα καὶ μετὰ τὸ λυθῆναι
212
ἀνέστησα, ἵνα δείξω ὅτι καὶ τοῦ σώματος ὑποβληθέντος θανάτῳ
213
οὕτως ἀπαθὴς ἔμεινα, ὅτι οὐ μόνον τὸ ἑαυτοῦ σῶμα ἤγειρα, ἀλλὰ
214
καὶ τὰ τῶν προκεκοιμημένων δικαίων σώματα συνανέστησα.
215
Ἑκὼν οὖν φιλανθρωπίᾳ τὸν θάνατον ὑπομένω, ἑκὼν δὲ πάλιν
216
κατά τινα οἰκονομίαν τὸν θάνατον δειλιῶ. Δειλιῶ γὰρ τὸν θάνα-
217
τον, ἵνα ἀπατήσω τὸν θάνατον. Ὥσπερ ἐν τῇ ἐρήμῳ, εἰ μὴ
218
ἐπείνασα, οὐ προσήρχετο ὁ διάβολος. Διὰ τοῦτο δὲ ἐπείνασα, ἵνα
219
μὴ νομίσας ἄλλον εἶναι Ἀδὰμ προσενέγκῃ τὸ θήρατρον. Οὕτως
220
καὶ ὧδε διὰ τοῦτο τῆς δειλίας προφέρω ῥῆμα, ὡς δέλεαρ, ἵνα
221
ἑαυτῷ ἀγκιστρεύσω τὸν θάνατον. Ἐπειδὴ γὰρ εἶδεν ὁ διάβολος
222
πολλὰ σημεῖα πεποιηκότα, παραλυτικὸν νευρώσαντα, ἀλάλων
223
τὰς γλώσσας ἀρθρώσαντα, κωφῶν τὰ ὦτα ἀνοίξαντα, τυφλοὺς
224
ὀμματώσαντα, τῆς θαλάσσης τὸν φλυσμὸν εἰς γαλήνην μεταβα-
225
λόντα, τῆς αἱμορροούσης τὰς πηγὰς διὰ τῆς ἁφῆς τοῦ κρασπέδου
226
ξηράναντα, τὸν Λάζαρον λόγῳ ἐγείραντα, τὴν τοῦ Ἰαείρου
227
θυγατέρα ἀναστήσαντα, τὸν τῆς χήρας υἱὸν ἐκ νεκρῶν ἀνακαλε-
228
σάμενον, πάντα οὖν ταῦτα θεασάμενος καὶ ἐξ αὐτῶν τῶν πραγ-
229
μάτων πεισθείς, ὅτι ἐγώ εἰμι ὁ υἱὸς τοῦ θεοῦ ὁ ἐν μορφῇ τοῦ
230
ἀνθρώπου φανεὶς κατὰ τὴν τῶν προφητῶν πρόρρησιν, φοβεῖται
231
καὶ δέδιεν σταυρῷ με προσηλῶσαι καὶ θανάτῳ παραδοῦναι, ἵνα
232
μὴ νεκροῦ ὑπεισελθὼν σχῆμα τοὺς νεκροὺς ἐλευθερώσω. Τί οὖν
233
ποιῶ, ἵνα καὶ τοῦ διαβόλου τὴν δειλίαν εἰς ἀπόνοιαν μεταβάλω
234
καὶ τὸν θάνατον ἐπιδραμεῖν ποιήσω; Φεύγω ἵνα διώξῃ, δειλιῶ
235
ἵνα θαρρήσῃ, ταπεινοῖς κέχρημαι ῥήμασιν ἵνα με ἕνα τῶν πολλῶν
236
νομίσας προσδράμῃ καὶ καταπίῃ. Ἐὰν γὰρ ἐμὲ μὴ καταπίῃ, τοὺς
237
καταποθέντας ἐμέσαι οὐκ ἔχει. Ὅθεν δειλίας φθέγγομαι ῥήματα,
238
ἵνα τὸν ἀπατεῶνα ἐξαπατήσας τὴν ἀπάτην λύσω. Ῥήμασιν
239
ἐκεῖνος δολεροῖς ἠπάτησεν τὸν Ἀδάμ, ῥήμασιν ἐγὼ δειλοῖς
240
ἀπατῶ τὸν δολερόν. Ἀλλ' ἐκεῖνος μὲν ἀπατηλοὺς ἐφθέγξατο
241
λόγους, ἵνα τὸν ἄνθρωπον ἀπολέσῃ, ἐγὼ δειλίας φθέγγομαι
242
ῥήματα, ἵνα τὴν οἰκουμένην ἐλευθερώσω. Ἁλιεύς εἰμι ἁλιεῖς
243
ἁλιεύων. Ὥσπερ γὰρ ὁ ἁλιεὺς τῷ ἀγκίστρῳ τὸν σκώληκα περι-
244
θεὶς ἐκτείνει τὸν κάλαμον καὶ ποτὲ μὲν ἐνδίδωσιν τὸ ἄγκιστρον,
245
ποτὲ δὲ ἕλκει καὶ ὑποσύρει, ἵνα φεύγοντα τὸν σκώληκα δείξας
246
ἐπιδραμεῖν τὸν ἰχθὺν παρασκευάσῃ, οὕτως κἀγὼ τῷ ἀγκίστρῳ
247
τῆς θεότητός μου ὥσπερ σκώληκα περιθεὶς τὸ σῶμα—Ἐγὼ γάρ
248
εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος—ποτὲ μὲν ἕλκω τὸν θάνατον ὡς
249
δειλιῶν, ποτὲ δὲ ἐνδίδωμι τὸ ἄγκιστρον ὡς θαρρῶν, ἵνα ὁ
250
διάβολος ὥσπερ ἰχθὺς τῷ σκώληκι ἐφαλλόμενος, τουτέστιν τῇ
251
σαρκὶ ἐπερχόμενος, λανθανόντως τῷ ἀγκίστρῳ περιπέσῃ τῆς
252
θεότητος καὶ περιπεσὼν ἑλκυσθῇ, ὡς πληρωθῆναι ἐπ' αὐτῷ τὸ
253
ὑπὸ τοῦ Ἰὼβ εἰρημένον· Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ.
254
Οὐ φοβούμενος οὖν τὸν θάνατον εἶπον· Περίλυπός ἐστιν ἡ ψυ-
255
χή μου. Οὐδὲ δειλιῶν τὸ παθεῖν λέγω· Πάτερ εἰ δυνατὸν παρελθάτω
256
ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο. Πάντα γὰρ ποιῶ, ἵνα με ὁ θάνατος μὴ
257
διαφύγῃ. Δειλιῶ ὡς ἄνθρωπος, ἵνα καταποθεὶς ὡς ἄνθρωπος
258
ἐργάσωμαι ὡς θεός. Ταπεινοῖς κέχρημαι ῥήμασιν, ἵνα καταπιών
259
μου τὴν ζύμην τοῦ σώματος εὕρῃ τὸν ἄνθρακα τῆς θεότητος
260
δεινῶς αὐτὸν κατακαίοντα. Δειλιῶ, ἵνα μασήσηταί μου τὸ σῶμα,
261
κόκκον σινάπεως· εὑρήσει τὴν δριμύτητα τῆς θεότητος σφοδρῶς
262
αὐτὸν βασανίζουσαν. Δειλιῶ, ἵνα καταπίῃ με ὡς ἄνθρωπον. Ἐὰν
263
γάρ με καταπίῃ, εὑρήσει τὴν στερεὰν τῆς θεότητος πέτραν τοὺς
264
ὀδόντας αὐτοῦ συντρίβουσαν, ὡς πληρωθῆναι ἐπ' αὐτῷ τὸ γε-
265
γραμμένον ὅτι Ὁ θεὸς συνθλάσει τοὺς ὀδόντας αὐτοῦ ἐν τῷ στόματι
266
αὐτοῦ. Διὰ τοῦτο οὖν κρύπτω τῆς θεότητος τὴν αὐθεντίαν,
267
προβάλλω δὲ τῆς σαρκὸς τὴν δειλίαν, ἵνα μὴ τῇ δυνάμει τῆς
268
θεότητος θηρευθῇ, ἀλλ' ἵνα τῇ ἀσθενείᾳ τοῦ σώματος καθαιρεθῇ.
269
Ἵνα γὰρ μὴ μέγα φρονῇ ὡς ὑπὸ θεοῦ ἡττώμενος, διὰ τοῦτο διὰ τῆς
270
σαρκὸς αὐτὸν ἀπατῶ, ἵνα δι' ὧν ἐπεβούλευσεν ἐπιβουλευθῇ.
271
Νικῶ τοίνυν αὐτὸν διὰ τῆς ἀσθενείας τοῦ σώματος, ἵνα μὴ μέγα
272
φρονῇ ὡς ὑπὸ θείας δυνάμεως ἐλεγχόμενος. Τὸ γὰρ ὑπὸ τῆς
273
θεότητος ἡττηθῆναι αὐτόν, δόξαν αὐτῷ μᾶλλον ἢ ὕβριν ἔφερεν.
274
Ὅθεν νῦν αὐτὸν διὰ δειλῆς καὶ ταπεινῆς καὶ ἀσθενοῦς σαρκὸς
275
νικῶ, οὐ πειράζων ἀλλὰ πειραζόμενος, οὐ βάλλων ἀλλὰ βαλλόμε-
276
νος, οὐκ ἀποκτέννων ἀλλ' ἀποθνῄσκων, οὐ σταυρῶν ἀλλὰ σταυ-
277
ρούμενος, οὐ τύπτων ἀλλὰ τυπτόμενος, ἵνα μὴ ἐμοὶ τὰ τῆς νίκης
278
ἐπιγραφῇ, ἀλλ' ἵνα διὰ τῆς τοῦ ἀνθρώπου μορφῆς τῷ γένει τῶν
279
ἀνθρώπων τὰ βραβεῖα ἀπονεμηθῇ.
280
Διὰ τοῦτο οὖν δοκῶ δειλιᾶν, ἵνα ὁ μὲν διάβολος ὡς ἰχθὺς ἐπὶ
281
τὸ δέλεαρ πέσῃ, ὁ δὲ θάνατος ὥσπερ στρουθίον τῇ κόλλῃ προσ-
282
παγῇ. Ἐπειδὴ γὰρ ἠπάτησεν κακῶς, διὰ τοῦτο ἀπατᾶται καλῶς.
283
Ἐπειδὴ διὰ σωματικὴν ἡδονὴν ἐγοήτευσεν τὸ γένος τῶν
284
ἀνθρώπων, διὰ τοῦτο διὰ σώματος ἀπελαύνεται τοῦ γένους.
285
Ὅπερ ἐποίησεν πάσχει· ὃ εἰς τοὺς πολλοὺς ἔπραξεν, τοῦτο
286
παρ' ἑνὸς ὑπομένει. Ἀλλ' ὃ μὲν ἐποίησεν ἐκεῖνος, τοῖς πεπονθό-
287
σιν ὀλέθριον ἦν, ὃ δὲ ἐγὼ εἰς αὐτὸν ποιῶ, τῇ οἰκουμένῃ ἔσται
288
σωτήριον. Ἀπατῶ γὰρ διὰ τοῦ σώματος τὸν πλάνον, ἵνα ἐλεγχ-
289
θεὶς μηκέτι δύνηται πλανᾶν οὓς ἐπλάνα αὐτὸς τῷ σώματι· προσ-
290
φέρει τὸν θάνατον, ἐγὼ δι' αὐτοῦ παρέχω τὴν ἀνάστασιν. Ἄκων
291
εὐεργετεῖ τὸ γένος. Δι' ὧν γὰρ τὸν θάνατον προσάγει, τῆς ἀνα-
292
στάσεως πρόφασιν προσάγει. Ὁ πάντων ἐπίβουλος εὐεργέτης
293
τῆς οἰκουμένης γέγονεν ἄφνω· εὐεργέτησεν δὲ τὴν οἰκουμένην
294
πλανηθείς, πλάνην τῷ κόσμῳ συμφέρουσαν καὶ τρόπαιον κατὰ
295
τῆς ἑαυτοῦ τυραννίδος ἐπινοήσας. Ὥσπερ ὁ λίθον ἀκοντίζων
296
κατὰ πέτρας τὴν μὲν πέτραν οὐ διαρρήξει, τὸν δὲ λίθον συντρίψει,
297
οὕτως καὶ ὁ διάβολος κατὰ τοῦ σώματος τοῦ ἐμοῦ ὥσπερ λίθον
298
τὸν θάνατον ῥίψας τὸ μὲν ἐμὸν σῶμα οὐ διέφθειρεν—Οὐ δώσεις
299
γὰρ τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν—τὰ δὲ ἑαυτοῦ κέντρα συνέθλα-
300
σεν τῆς ἀντιτυπίας τὸ στερρὸν ὑπομεῖναι μὴ δυνάμενος.
301
Μηδεὶς οὖν μου δι' ἄγνοιαν δειλίαν καταψηφιζέσθω μηδὲ τα-
302
πεινὰ ῥήματα τῇ θεότητι ἐπιριπτέτω. Ποιμήν εἰμι κατὰ τὸν τῆς
303
θεότητος λόγον· Ὁ ποιμαίνων, γάρ φησιν, τὸν Ἰσραὴλ πρόσχες, ὁ
304
ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ, πρόβατον δὲ κατὰ τὴν τῆς
305
σαρκὸς οἰκονομίαν· Ὡς πρόβατον γὰρ ἐπὶ σφαγὴν ἤχθην καὶ ὡς
306
ἀμνὸς ἔναντι τοῦ κείροντος αὐτὸν ἄφωνος. Ἐπεὶ οὖν ἐφεδρεύει μοι ὁ
307
διάβολος, ἁρπάσαι μου τὴν σάρκα ὡς πρόβατον θέλων, δεδιὼς δὲ
308
ὡς ποιμένα τὴν θεότητα ὑπαναχωρεῖ καὶ φεύγει, διὰ τοῦτο
309
κρύπτω μου ὡς ποιμένα τὴν θεότητα, προΐεμαι δὲ τὴν σάρκα ὡς
310
πρόβατον, ἵνα θαρρήσας προσέλθῃ, προσελθὼν δὲ ἁρπάσῃ,
311
ἁρπάσας δέ μου τὴν σάρκα ὡς πρόβατον ἀναιρεθῇ τῇ διστόμῳ
312
μαχαίρᾳ τοῦ πνεύματος.
313
Παῦσαι οὖν, αἱρετικέ, δειλίαν μου καὶ ἄγνοιαν καταψηφιζό-
314
μενος. Δειλιῶ γάρ, ἵνα δείξω ἀφαντασίαστον τῆς σαρκὸς τὴν
315
ἀνάληψιν. Λέγω· Ἡ ψυχή μου τετάρακται, ἵνα μάθητε ὅτι οὐκ
316
ἄψυχον ἀνείληφα σῶμα, ὡς ἡ Ἀπολλιναρίου βούλεται πλάνη.
317
Μὴ τὰ πάθη οὖν τῆς σαρκὸς τῷ ἀπαθεῖ προσρίψῃς λόγῳ· θεὸς γάρ
318
εἰμι καὶ ἄνθρωπος, αἱρετικέ. Θεὸς ὡς ἐγγυᾶται τὰ θαύματα,
319
ἄνθρωπος ὡς μαρτυρεῖ τὰ παθήματα. Ἐπεὶ οὖν θεός εἰμι καὶ
320
ἄνθρωπος, εἰπὲ τίς ἐστιν ὁ παθών; Εἰ ὁ θεὸς ἔπαθεν, εἶπες τὸ
321
βλάσφημον· εἰ δὲ ἡ σὰρξ ἔπαθεν, τί τὸ πάθος προσάπτεις ᾧ τὴν
322
δειλίαν οὐκ ἐπιρίπτεις; ἄλλου γὰρ πάσχοντος ἄλλος οὐ δειλιᾷ
323
καὶ ἀνθρώπου σταυρουμένου θεὸς οὐ ταράττεται. Καὶ ὅτι ἡ σὰρξ
324
ἔπαθεν, ἀπαθοῦς μείναντος τοῦ λόγου, μάρτυς Ἠσαΐας, ὃς ἐν
325
πνεύματί με αἱμαγμένον θεασάμενος ἠρώτα· Ἵνα τί σου ἐρυθρὰ τὰ
326
ἱμάτια; Τὰ ἱμάτιά σου, φησίν, ἐρυθρά, καὶ οὐχὶ σύ. Τὸ μὲν γὰρ
327
σῶμα τιτρώσκεται, ὁ δὲ τῆς θεότητος οὐ παραβλάπτεται λόγος.
328
Μάρτυς δὲ καὶ Ἰακὼβ ὁ πατριάρχης ὁ περὶ ἐμοῦ λέγων· Πλυνεῖ ἐν
329
οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ.
330
Ποίαν στολήν; τὸ σῶμα. Ποίῳ αἵματι; τῷ ἐκ τῆς πλευρᾶς
331
ῥεύσαντι. Εἰ δὲ μὴ ἐκβάλλετέ μου τὴν μαρτυρίαν, ἐγὼ ἐμαυτῷ
332
μαρτυρῶ. Ἡ γὰρ μαρτυρία μου ἀληθής ἐστιν, κἂν μὴ θέλητε, ἣν
333
πρὸς Ἰουδαίους ἔλεγον· Τί με θέλετε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν
334
ἀλήθειαν ὑμῖν λελάληκα. Ἄνθρωπον εἶπεν, αἱρετικέ, μὴ οὖν θεόν.
335
Οὗτος οὖν ὁ ἀποκτανθεὶς ἄνθρωπος Ἰησοῦς παρὰ τῶν Ἰουδαίων
336
αὐτὸς δειλιᾷ. Καὶ μὴ συντάραττε τὸν λόγον τῇ σῇ ἀμαθείᾳ. Διὰ
337
τοῦτο δειλιῶ, ἵνα ὁ θάνατος ὡς ἀνθρώπῳ μοι συμπλακῇ καὶ ὡς
338
παρὰ θεοῦ ἡττηθῇ.
339
Ἀλλὰ καὶ δειλιῶν οὐ πάντη παραιτοῦμαι τὸ πάθος. Εἰ γὰρ
340
παρῃτούμην, οὐκ ἂν εἶπον· Πάτερ εἰ δυνατὸν παρελθάτω τὸ ποτή-
341
ριον. Ἤ|δειν γάρ, ὅτι οὐδὲν τῷ πατρὶ ἀδύνατον. Εἰ δὲ ἐγὼ μὲν
342
ᾔτησα παρενεχθῆναι τὸν θάνατον, αὐτὸς δὲ οὐ παρήγαγεν, δύο
343
ἀνακύπτει ἄτοπα. Εἰ γὰρ μὴ δυνάμενος οὐ παρήνεγκεν ἢ ἀφειδῶν
344
παρέδωκεν, εὑρίσκῃ, αἱρετικέ, ἐμοὶ μὲν δειλίαν, τῷ δὲ πατρὶ
345
ἀδυναμίαν προσάπτων. Ἀλλ' ἐμὲ μὲν δειλιᾶν λέγων συγγνώμην
346
ἔχεις διὰ τὴν σάρκα, τῷ δὲ πατρὶ ἀδυναμίαν προστρίβων
347
ἀσύγγνωστα πταίεις ἀσθενεστέραν θανάτου τὴν δύναμιν λέγων
348
τοῦ θεοῦ. Ἄλλως δὲ καὶ ἰσχυρότερόν με τοῦ πατρὸς ἀποφαίνῃ.
349
Καὶ λέγω τὸν τρόπον. Εἰ γὰρ ἐγὼ ζῶν μὲν ἐν σαρκὶ τὸν Λάζαρον
350
ἤγειρα, τὴν Ἰαείρου θυγατέρα, τὸν παῖδα τῆς χήρας, ἀποθανὼν δὲ
351
πάλιν ἐν σαρκὶ ὑπὲρ τοὺς πεντακοσίους νεκροὺς ἐκ τῶν τάφων
352
ἐσκύλευσα, ὁ δὲ πατὴρ ὁ ἐμὸς ὁ μήτε σαρκὸς μήτε θανάτου πεῖραν
353
λαβὼν ἕνα ἐμὲ ὅνπερ ἠγάπα παῖδα, ὡς αὐτὸς λέγει· Οὗτός μού
354
ἐστιν ὁ υἱὸς ἀγαπητός, ἐξελέσθαι ἐκ κινδύνων οὐκ ἐδυνήθη, ὅρα τί
355
πάσχεις, αἱρετικέ. Ὅτι τὸ ἴσον μοι μὴ διδοὺς γνώμῃ τὸ πλέον
356
παρέχεις ἄκων, καὶ ὃν δοκεῖς ἐπὶ ἀσθενείᾳ διασύρειν, ἰσχυρότε-
357
ρον τοῦ πατρὸς ἀποφαίνῃ· ὅτι ἐγὼ μὲν καὶ 〈μὴ〉 παρακληθεὶς
358
τὰς ἐν τῷ ᾅδῃ κατεχομένας ψυχὰς ἐρρυσάμην· Κύριε, γάρ φησιν,
359
ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, αὐτὸς δὲ καὶ παρακληθεὶς τὴν
360
τεταραγμένην μου ψυχὴν τῶν ἐπηρτημένων οὐκ ἠλευθέρωσεν
361
κακῶν. Ἀλλὰ μὴ γένοιτο! Οὔτε γὰρ ὁ πατὴρ ἢ ἀφειδῶν ἢ
362
ἀδυναμῶν οὐκ ἠλευθέρωσέν με τοῦ πάθους, οὔτε ἐγὼ παραιτού-
363
μενος τὸ πάθος ᾔτησα παρελθεῖν τὸ ποτήριον. Εἰ μὲν γὰρ ἀκού-
364
σιον τὸ πάθος, ἀληθῶς ἐδειλίων, εἰ δὲ αὐθαίρετος ὁ θάνατος,
365
ἔδοξα δειλιᾶν, ἵνα σοφισάμενος τὸν διάβολον ἐλευθερώσω τὸν
366
ἄνθρωπον.
367
Ὅθεν τοῦτο μὴ συνορῶν ὁ διάβολος εἵλκυσέν με ὡς κατα-
368
πίνειν μέλλων, ἀγνοῶν ὅτι καὶ τοὺς καταποθέντας ἐμέσαι εἶχεν.
369
Ἅμα γὰρ ἐπέστην τῷ ᾅδῃ, ἐσκύλευσα αὐτοῦ τοὺς τάφους,
370
ἐγύμνωσα τὰς θήκας. Ἐγύμνωσα δὲ οὐ φανερῶς μαχόμενος,
371
ἀλλ' ἀοράτως τὴν ἀνάστασιν παρεχόμενος. Οὐδένα γὰρ ἔλυον καὶ
372
πάντες ἀνίεντο, οὐδὲν ἐλάλουν καὶ ἐλευθερία ἐκηρύττετο, οὐδένα
373
ἐκάλουν καὶ πάντες συνέτρεχον. Ἅμα γὰρ ἐπέστην ὡς βασι-
374
λεύς, κατεφρονήθη ὁ τύραννος, ἔλαμψα ὡς φῶς καὶ διελύθη τὸ
375
σκότος. Ἦν γὰρ ἰδεῖν πάντα μὲν δεσμώτην ἐλευθερίαν βλέποντα,
376
πάντα δὲ αἰχμάλωτον ἀναστάσει χορεύοντα· οὕτως ὡς αὐτοὺς
377
τοὺς νεκροὺς ἐμὲ μὲν θαυμάζοντας ἐπὶ τῇ νίκῃ, τὸν δὲ θάνατον
378
διασύροντας ἐπὶ τῇ ἥττῃ καὶ λέγειν· Ποῦ σου, θάνατε, τὸ κέντρον,
379
ποῦ σου, ᾅδη, τὸ νῖκος;
380
Καὶ ταῦτα μὲν οὕτως. Ὑπὲρ δὲ τῶν εἰρημένων δόξαν ἀναπέμ-
381
ψωμεν τῷ παμβασιλεῖ τῶν ὅλων Χριστῷ, ὅτι αὐτῷ πρέπει δόξα,
382
τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀχράντῳ πατρὶ καὶ τῷ παναγίῳ
383
πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
{Τοῦ μακαρίου Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου περὶ τῶννεοφωτίστων καὶ εἰς τὴν ἀνάστασιν τοῦ σωτῆρος ἡμῶνἸησοῦ Χριστοῦ.} Ὁπόταν τὸ σκυθρωπὸν τοῦ χειμῶνος ὁ τοῦ ἔαρος καιρὸςδιαδέξηται, ποικίλοι ὄρνεις ἀνὰ τὸν αἰθέρα πετόμενοι μελιφώνοιςᾠδαῖς τὸ ἡδὺ τοῦ καιροῦ τοῖς ἀνθρώποις σημαίνουσιν· τότε καὶχελιδόνες ἡδύλαλοι ὀξείᾳ πτήσει τὸν ἀέρα τέμνουσαι καὶ τὰς τῶνἀνθρώπων κεφαλὰς παρατρέχουσαι δίκην ἄνθους τὴν οἰκείανκλαγγὴν τοῖς ὠσὶν τῶν ἀνθρώπων ἐμβάλλουσιν. Τότε ἔστιν ἰδεῖνκαθαρὸν τὸν ἀέρα καὶ νήνεμον καὶ τὰς τῶν ἀνθρώπων ὄψειςφαιδρὰς εἰς μίμημα τῆς γαλήνης μεταρρυθμιζομένας· καὶ γὰρὀρνέων φθογγαὶ τέρπουσιν ἀκοὴν καὶ ἀὴρ καθαρὸς φαιδρύνει τὸὄμμα καὶ ποικίλων ἀνθῶν στιλβότης ἡδύνει τὴν ὅρασιν καὶ ἡπολυμιγὴς πνοὴ τῶν βοτανῶν ἀνακτᾶται τὴν ὄσφρησιν. Καὶταύτην μὲν τὴν τερπνότητα τοῖς ἀνθρώποις παρέχει, ἀγαπητοί, τὸἐπίγειον καὶ ἐπίκηρον ἔαρ· τὸ δὲ θεῖον καὶ ἀκήρατον ἔαρ ἡμῶνΧριστὸς τὸν λειμῶνα τῆς ἐκκλησίας ἴων καὶ ῥόδων καὶ κρίνωνπνευματικῶν πυκάσας τῇ πίστει φαιδρύνει τὴν ὅρασιν καὶ ἀρωμά-των θείων τὴν δεξαμενὴν τῆς καρδίας ἡμῶν πληροῖ. Τίς γὰρ τῶν πιστῶν νῦν οὐκ εὐφραίνεται; Τίς δὲ νῦν οὐκἀγάλλεται, ὅτε ὁρᾷ τοὺς νεοφωτίστους ἐν εἰκόνι κρίνων λαμ-προῖς τοῖς κάλυξιν τῶν πέπλων καταλάμποντας καὶ ἐν μέσῃ τῇκαρδίᾳ κεκτημένους τὴν χρυσαυγοῦσαν πίστιν; Ἐνταῦθα εὑρή-σεις, ἀγαπητέ, ὀφθαλμοῖς καρδίας ἀτενίσας ἴου δίκην βαθυτάτουτὴν τῶν πιστῶν καρδίαν αἵματι Ἰησοῦ πορφυρίζουσαν· τὸ γὰρφλογόφυλλον ῥόδον ἐκ τῆς παρθένου Μαρίας ἀφθόρως ἐξήνθη-σεν. Ποῖος λειμὼν τοιαύτην εὐωδίαν κέκτηται οἵαν ὁ ἡμέτεροςλειμὼν τὴν τοῦ πνεύματος ἀρωματίζουσαν χάριν; Ὄσφρησαι τὸννεοφώτιστον καὶ εὑρήσεις ἐν αὐτῷ τὴν τοῦ πνεύματος ἀθάνατονεὐωδίαν, λέγω δὴ τὸ τοῦ οὐρανίου χρίσματος μύρον. Ὧδε τῶνπατέρων οἱ φοίνικες τοῖς βαΐοις τῆς νίκης κατεστεμμένοι γλυκυ-τέρους τοὺς καρποὺς τῆς ἀγάπης κυπρίζουσιν· ὧδε τὰ καλλί-φθογγα ὄρνεα τῶν ψαλμῳδῶν ὁμοφώνως τῷ θεῷ τοὺς ψαλμοὺςλυρῳδοῦσιν· ὧδε ἡ παρθενία δίκην στύρακος καθαρὸν τὸ θυμία-μα τῆς εὐχῆς τῷ θεῷ προσκομίζουσα χαίρει· ὧδε ἡ σωφροσύνηἱλαρὸν τὸν κλάδον τῆς ἁγνείας ὡς Ἀβραὰμ τὸν Ἰσαὰκ τῷ θεῷθυσιάζουσα τέρπεται· ὧδε τὰ τῶν ἐλεῶν στελέχη πολύκαρποντὸν κλάδον τῆς εὐποιΐας τοῖς πένησι προβαλλόμενα τέρπουσι μὲντὸν κύριον, τρέφουσι δὲ τὸν πτωχόν. Ἡ παρθενία ᾀδέτω λέγου-σα· Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, κύριε.Ὁ ἐλεήμων λεγέτω· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦθεοῦ· δίκαιος γὰρ ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳπληθυνθήσεται. Νῦν τὸ σκυθρωπὸν τοῦ διαβολικοῦ χειμῶνος πέφευγεν καὶτὸ ἱλαρὸν τοῦ οὐρανίου λειμῶνος ἀνέλαμψεν· νῦν τὸ πένθος τῶννεκρῶν ἐδραπετεύθη, τὸ γὰρ φέγγος τῆς ἀναστάσεως ἐλήλυ-θεν. Ἄ|σωμεν πάντες ὁμοῦ τὸ ᾆσμα τὸ καινόν, πρέπει γὰρ τῇκαινῇ πολιτείᾳ τὸ καινὸν καὶ μακάριον ᾆσμα. Ἄ|σωμεν τὸ ᾆσμα τὸκαινόν, ἰδοὺ γὰρ Ἀδὰμ ἀνεκαινίσθη, ἡ γὰρ παλαιὰ ἁμαρτίαἠφάνισται, ἰδοὺ γέγονεν πάντα καινά. Ἄ|σωμεν τὸ ᾆσμα τὸ καινόν,ἰδοὺ γὰρ Ἀδὰμ ἀνεκαινίσθη καὶ Εὔα εἰς οὐρανοὺς ἀνεκομίσθη, ὁγὰρ διάβολος εἰς τὸ πῦρ ἐσκελίσθη. Χρησώμεθα παρὰ Μαρίαςτῆς ἀδελφῆς Μωϋσέως τὸ ᾆσμα ἐκεῖνο, πρέπει γὰρ ἡμῖν νῦν ᾗπερτότε ἐκείνοις. Συμπαρέστω ἡμῖν καὶ ὁ τῶν ἁγίων ἐκείνων χορὸςκαὶ λεγέτω ὃ τότε ἐπὶ τῆς Ἐρυθρᾶς θαλάσσης ἐκελάδιζεν, τό·Ἄ|σωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται. Τί γὰρ πεποίηκεν;Ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν. Ἵππον καὶ ἀναβάτην· ἵππονμὲν τὴν θηλυμανῆ ἁμαρτίαν, ἀναβάτην δὲ τὸν ἐπὶ τῇ ἁμαρτίᾳκαθήμενον δαίμονα ἐν τῷ βαπτίσματι τοῦ λουτροῦ κατεπόντισεν.Ἄ|σωμεν οὖν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· τὸν γὰρ Φαραὼκαὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν, τουτέστιν τὸν διάβολονκαὶ τὸ σκοτεινὸν καὶ ἐναγὲς τῶν δαιμόνων αὐτοῦ στρατόπεδον ἐντῷ λουτρῷ τοῦ βαπτίσματος ἐθαλάσσωσεν. Οὐκέτι φοβοῦμαιἀκούειν· Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ· ἐν γὰρ τῷ βαπτίσματι τὴν γῆνἀπεθέμην καὶ οὐρανὸν ἐνεδυσάμην καὶ ἀκούω· οὐρανὸς εἶ καὶ εἰςοὐρανοὺς ἀπελεύσῃ· ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε Χριστὸνἐνεδύσασθε, καί· οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. Δεῖ ἡμᾶς νεφέλαις ἐπιβῆναικαὶ εἰς οὐρανοὺς ἀναδραμεῖν· οὐκ ἀμάρτυρος ὁ λόγος, ἄκουε τοῦΠαύλου λέγοντος· Ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦκυρίου εἰς ἀέρα καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα. Διὸ καθὼςἠκούσαμεν ἀρτίως τοῦ ψαλμῳδοῦ ἡμῖν παραινοῦντος καὶ λέγον-τος· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐ-φρανθῶμεν ἐν αὐτῇ. Ἀγαλλιασώμεθα οὖν οὐ μέθῃ καὶ κραιπάλῃσκοτούμενοι, αὕτη γὰρ οὐκ ἂν εἴη εὐφροσύνη ἀλλὰ ἀφροσύνη καὶσκοτομήνη καρδίας. Ἀγαλλιασώμεθα σκιρτῶντες τῷ πνεύματι,ἀγαλλιασώμεθα ἀγάπῃ ἑστιώμενοι, ἐλπίδι χαίροντες. Εἰ δὲ δεῖκαὶ ἑτέραν ἐννοεῖν εὐφροσύνην καρδίας, τὸν οὐράνιον ἄρτονκαθαραῖς παλάμαις ὑποδεξάμενοι τῇ ψυχῇ παραπέμψωμεν ζωῆςαἰωνίου ἐφόδιον ὄντα· καθαραῖς παλάμαις ὑποδεξάμενοι λέγωδέ, οὐχ ὕδατι κοινῷ πεπλυμέναις, ἀλλ' εὐποιΐαις λαμπρυνομέναις.Καὶ τὸ θεῖον καὶ οὐράνιον κρᾶμα ῥοδοείδεσι χείλεσιν ἀρυσώμεθα,οὐ φοίνικί τινι ἐρυθαίνοντες, ἀλλὰ τῷ αἵματι Ἰησοῦ Χριστοῦπορφυρίζοντες. Ὦ μεγάλης ὡς ἀληθῶς καὶ ἀγαθῆς ἡμέρας, ἐν ᾗ ὁ ἀμνὸςσφαγιάζεται καὶ ὁ κόσμος ἀγοράζεται καὶ ὁ ποιμὴν ἡμῶν ζῇ· Ἐγὼγάρ εἰμι, φησίν, ὁ ποιμὴν ὁ καλός. Ὦ μυστηρίου καινοῦ καὶθαύματος παραδόξου! Σταυρὸς ἔστη καὶ Χριστὸς ἐφηπλώθη καὶθάνατος ἄδικος ἦν τὸ φαινόμενον καὶ θάλαμος ἅγιος ἦν τὸγινόμενον, σταυρὸς ἦν τὸ φαινόμενον καὶ παστὸς ἦν τὸ τελούμε-νον· χθὲς ἀνέστη παστὸς καὶ σήμερον ἐτέχθη λαός. Ὦ θάνατοςΧριστοῦ, θανάτου θάνατος καὶ γλυκεῖαν ζωὴν ἐν τῷ πικροτάτῳθανάτῳ πηγάζων! Ὦ μυστηρίου Ἀβραμιαίου ἐν Χριστῷτελουμένου! Ἰσαὰκ ἐπὶ τὸ θυσιαστήριον συνεποδίζετο καὶ ἀμνὸς