The Greek Library Author

Anonymous

De recens baptizatis

Authority group
Amphilochius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
De recens baptizatis (orat. 7), ed. Datema, op. cit., 155–162.
CTS identifier
urn:cts:greekLit:tlg2112.tlg008.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

95

ἀντ' αὐτοῦ ἐσφάζετο, καὶ ὁ υἱὸς τοῦ θεοῦ ἐπὶ σταυροῦ ἀνεφέρετο

96

καὶ τῇ σαρκὶ ὑπὲρ ἡμῶν ἐσταυροῦτο καὶ πάσχουσα ἡ σὰρξ ἡ

97

θεότης οὐκ ἔπασχεν. Ἔστη τὸ ἱστίον τοῦ σταυροῦ ἐν τῷ πλοίῳ

98

τοῦ κόσμου καὶ ὁ κόσμος ἀναυάγητος ἔμεινεν· τούτῳ τῷ ἱστίῳ

99

τοῦ σταυροῦ ὁ πλέων ναυάγιον θανάτου οὐκ οἶδεν, ἀλλὰ εἰς

100

οὐρανοὺς ἀναπλέει. Οὐκέτι Εὔα φοβεῖται τὸν ὀνειδισμὸν τοῦ

101

Ἀδάμ, ἐν γὰρ Μαρίᾳ τὸ ταύτης πταῖσμα ἀνασέσωσται· οὐκέτι

102

Ἀδὰμ φοβεῖται τὸν ὄφιν, Χριστὸς γὰρ συνέτριψεν τὴν κεφαλὴν

103

τοῦ δράκοντος· Σὺ γάρ, φησίν, συνέτριψας τὴν κεφαλὴν τοῦ δράκον-

104

τος ἐπὶ τοῦ ὕδατος, τουτέστιν ἐπὶ τοῦ βαπτίσματος. Οὐκέτι πενθῶ,

105

οὐκέτι κλαίω λέγων· Ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναί

106

μοι ἄκανθαν· ἐλθὼν γὰρ ὁ Χριστὸς τὴν ἄκανθαν τῶν ἁμαρτιῶν

107

ἡμῶν ἐκριζώσας τῇ ἑαυτοῦ κεφαλῇ ἐπέθηκεν. Λέλυταί μου ἡ

108

ἀρχαία λύπη, λέλυται ἡ παλαιὰ ἀρὰ ἡ λέγουσα· Ἀκάνθας καὶ

109

τριβόλους ἀνατελεῖ σοι ἡ γῆ· ἐξηράνθησαν γὰρ αἱ ἄκανθαι, ἐξε-

110

ριζώθη ὁ τρίβολος καὶ τρίπλοκος στέφανος τῇ κεφαλῇ μου

111

ἐπετέθη. Τίς Ἰουδαίων καὶ Ἑλλήνων πιστεύει ὅτι ξύλον ἔστη καὶ

112

ζωὴν ἐξήνθησεν; καὶ καθ' ἑκάστην ἡμέραν ὑπὸ πιστῶν τρυγᾶται

113

καὶ ὁ καρπὸς ἀδαπάνητος μένει· καὶ πᾶσα φυλὴ καὶ πᾶν ἔθνος

114

πιστῶν ἐπὶ τοῦτο τὸ δένδρον βήματι ψυχῆς ἀναβαίνει καὶ τὸν

115

κόλπον τῆς διανοίας ἀθανάτου καρποῦ πληροῖ, καὶ πάντας

116

βαστάζει τὸ δένδρον καὶ πάντας χορτάζει καὶ σφραγίζει καὶ

117

πλουτίζει καὶ μετὰ ταῦτα εἰς οὐρανοὺς ἀκοντίζει.

118

Τί γὰρ δι' ἡμᾶς οὐχ ὑπέμεινεν κληθῆναι Χριστός; Οὐ δυνά-

119

μεθα ἐξαριθμήσασθαι αὐτοῦ τὰ ὀνόματα, ἐπιχείρω δὲ λέγειν,

120

ἀγαπητοί· θύρα, ὁδός, πρόβατον, ποιμήν, σκώληξ, λίθος, μαργα-

121

ρίτης, ἄνθος, ἄγγελος, ἄνθρωπος, θεός, φῶς, πηγή, ἥλιος δικαιο-

122

σύνης. Ὁ πολυώνυμος Χριστὸς καὶ εἷς ὑπάρχων, πολυώνυμος ὁ

123

υἱὸς καὶ εἷς ὢν οὐ τρεπόμενος, οὐ μεταβαλλόμενος, ἄτρεπτος γὰρ

124

ἡ θεότης· ἀλλ' ἑκάστῳ πράγματι κατὰ τὴν ἐνέργειαν ἁρμοζόμενος

125

ἴδιον ὄνομα ἑκάστῃ ἐνεργείᾳ τεθεικώς. Καὶ ἴδωμεν, ἀγαπητοί, εἰ

126

δυνάμεθα ἑκάστῳ ὀνόματι τὴν ἐνέργειαν παραστῆσαι.

127

Ὁδὸς ἤκουσεν· Ἐγὼ γάρ εἰμι, φησίν, ἡ ὁδὸς καὶ ἡ ἀλήθεια,

128

ἐπειδὴ αὐτὸς ἀρχηγὸς πασῶν τῶν ἀρετῶν καὶ τῆς εἰς οὐρανοὺς

129

ἀναβάσεως γέγονεν.

130

Ὁ αὐτὸς θύρα· Ἐγὼ γάρ εἰμι ἡ θύρα τῶν προβάτων, ἐπειδὴ

131

δι' αὐτοῦ καθάπερ διὰ θύρας εἰς τὴν τῶν οὐρανῶν βασιλείαν

132

εἰσερχόμεθα.

133

Ἅλας ἤκουσεν, ἐπειδὴ τὴν δυσωδίαν τῆς εἰδωλολατρείας τῶν

134

ἀνθρώπων ἀπέσμηξεν καὶ τὰς ψυχὰς ἡμῶν πρὸς νοστὸν εὐσε-

135

βείας τῇ πίστει ἤρτυσεν καὶ τὰ λελυμένα μέλη τῆς διανοίας τῇ

136

ἀληθείᾳ συνέσφιγξεν.

137

Πρόβατον ἤκουσεν· Ὡς γὰρ πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς

138

ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος· πρόβατον ἤκουσεν διὰ

139

τὴν σφαγὴν καὶ διὰ τὴν τῶν ἁγίων μελῶν αὐτοῦ μετάλημψιν καὶ

140

τὴν ἐκ τῆς τοῦ ἁγίου αἵματος αὐτοῦ σφραγίδος ἀθάνατον αὐτοῦ

141

φυλακήν.

142

Ποιμὴν ἤκουσεν· Ἐγὼ γάρ εἰμι ὁ ποιμὴν ὁ καλός, ἐπειδὴ τὰ

143

πεπλανημένα πρόβατα ἐπέστρεψεν καὶ τὸν ἀντίδικον ἡμῶν

144

λέοντα τῇ βακτηρίᾳ τοῦ σταυροῦ ἀπέκτεινεν.

145

Μαργαρίτης ἤκουσεν διὰ τὸ αὐτὸν ὥσπερ μαργαρίτην ἐν

146

μύακι ἀνὰ μέσον δύο πτυχῶν σώματος καὶ ψυχῆς παρθενικῆς

147

ἄνευ σπορᾶς ἀνδρὸς γεγεννῆσθαι ἢ διὰ τὸ εἶναι αὐτὸν κόσμιον

148

ψυχῆς ἢ διὰ τὸ πολυφεγγὲς αὐτοῦ καὶ καθαρὸν καὶ πανταχόθεν τῇ

149

αἴγλῃ τῆς θεότητος ἐξάστραπτον.

150

Φῶς ἤκουσεν, ἦν γὰρ τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα

151

ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, ἐπειδὴ τὴν ζοφερὰν πλάνην

152

τῆς παλαιᾶς σκοτομήνης ἀπὸ τῆς διανοίας ἡμῶν ἀπήλασεν καὶ

153

τοὺς ὀφθαλμοὺς τοῦ ἡγεμονικοῦ ἡμῶν νοῦ διήνοιξεν, ἵνα ἴδωμεν

154

ἀληθῶς οἷς προσεκυνοῦμεν τὸ πρίν, ὅτι οὐκ εἰσὶ θεοί, ἀλλ' ἔργα

155

χειρῶν ἀνθρώπων, λίθοι καὶ ξύλα.

156

Λίθος ἀκρογωνιαῖος ἤκουσεν, ἐπειδὴ τοὺς δύο λαοὺς καθάπερ

157

δύο τοίχους τῇ πίστει οἰκοδομήσας ἐπάνω αὐτῶν ἐπίκειται εἰς μίαν

158

ἁρμογὴν σωτηρίας συνάγων.

159

Ἥλιος δικαιοσύνης ἤκουσεν διὰ τὸ φωτεινὸν αὐτοῦ καὶ θερμόν

160

—οὐκ ἔστιν γὰρ ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ—, καὶ διὰ τὸ

161

δωδεκάκτινον φῶς τῶν ἀποστόλων.

162

Κόκκος σινάπεως ἤκουσεν, ἐπειδὴ σμικρύνει ἑαυτὸν καὶ συγ-

163

καταβαίνει ταῖς ἕξεσιν ἡμῶν παρὰ τὰς ἀρχὰς τῆς πίστεως,

164

εἶθ' ὁπόταν εἰς τοὺς αὔλακας τῆς ψυχῆς ἡμῶν ἐμφωλεύσας εἰς

165

βάθος διαχυθῇ, εἰς ὕψος οὐρανομῆκες ἐπαιρόμενος πρὸς εὐσέ-

166

βειαν καὶ φρόνησιν ἀναθερμαίνεται.

167

Σκώληξ ἤκουσεν· Ἐγὼ γάρ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, διὰ

168

τὸ τὴν ἐξαστράπτουσαν θεότητα καθάπερ ἄγκιστρον τῷ σκώληκι

169

τοῦ σώματος κρύψαντα αὐτὸν εἰς τόνδε τὸν βυθὸν τοῦ βίου

170

χαλάσαντα καὶ ὥσπερ καλὸν ἁλιέα ἀνασπάσαντα πληρῶσαι τὸ

171

γεγραμμένον· Ἄξεις δράκοντα ἐν ἀγκίστρῳ.

172

Ἄνθρωπος ἤκουσεν, ἐπειδὴ σῶμα ἐφόρησεν οὐκ ἐξ ἡδονῆς καὶ

173

ὕπνου συνεστώς, ἀλλ' ἐκ παρθένου καὶ πνεύματος ἁγίου γε-

174

γονώς.

175

Ἀλλ' ἐπειδὴ ἕκαστος ἡμῶν, ἀγαπητοί, ἐκδέχεται καὶ τὴν

176

τῶν πατέρων μελίρρυτον διδασκαλίαν, ἐνταῦθα τὸ βαλάντιον

177

ἡμῶν τῶν λόγων σφραγισώμεθα ἁγίῳ πνεύματι, ἵνα αὐτοὶ ἐλθόν-

178

τες ἐκ τῆς μελισταγοῦς σοφίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

179

τὰς δεξαμενὰς τῶν καρδιῶν ἡμῶν πληρώσωσιν, καὶ πολὺν τὸν

180

καρπὸν τῆς εὐσεβείας ἕκαστος ὑμῶν βλαστήσῃ καὶ ὁ μὲν ποιήσῃ

181

τριάκοντα, ὁ δὲ ἑξήκοντα, ὁ δὲ ἑκατὸν τὸν στέφανον τῶν ἀγ-

182

γέλων, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ πατρὶ δόξα,

183

τιμή, κράτος ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ πνεύματι, νῦν καὶ εἰς τοὺς

184

σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου λόγος εἰς τὸν Ζακχαῖον.} Οὐδὲν οὕτως τὴν ψυχὴν πρὸς εὐφροσύνην διανίστησιν ὡςφόβος θεοῦ καὶ κακῶν ἀποχὴ καὶ μετανοίας δρόμος καὶ ἐξομο-λογήσεως τρόπος. Ὅθεν καὶ σήμερον Δαβὶδ τοὺς τῆς ἀφέσεωςτῶν ἁμαρτιῶν τυχόντας ἐμακάριζεν ἅμα 〈μ〉ὲν τὴν φιλανθρωπίαν〈τοῦ〉 Χριστοῦ παριστῶν, ἅμα δὲ 〈καὶ〉 τοὺς ἁμαρτωλοὺς〈προ〉σδραμεῖν τῇ μετα〈νοίᾳ π〉αρασκευάζων 〈... μα〉κάριοι, φησίν,〈ὧν ἀφέθησα〉ν αἱ ἀνομίαι 〈καὶ ὧν ἐπεκ〉αλύφθησαν 〈αἱ ἁμαρτίαι ...〉 τιςοὖν 〈10〉 η πόρνος 〈10〉 τελώνης 〈εἰς τὰς ἀκ〉ενώτους τῆς 〈σωτη〉-ρίας τοῦ Χριστοῦ τρεχέτω〈πη〉γάς. Οὐκ ἔστιν ἄνευ 〈α〉ὐτῆς οὐ κα-κῶν λύσιν λαβεῖν οὐ τοῦ μακαρι〈σμ〉οῦ τυχεῖν, κἂν προφήτας κἂνἀποστόλους κἂν εὐαγγελιστὰς εἴπῃς. Πάντες γὰρ ἐκ τῆς αὐτῆςἤντλησαν πηγῆς. Ἐν προφήταις μὲν αὐτὸς ὁ Δαβὶδ μετὰ μοιχείανἔτι καὶ νῦν προφήτης ὢν διὰ τὴν τοῦ συγχωρήσαντος χάριν. Ἐνἀποστόλοις δὲ Πέτρος καὶ Παῦλος, ὁ μὲν γὰρ μετὰ τὴν ἄρνησιντὰς κλεῖς τῆς βασιλείας ἔχει, ὁ δὲ μετὰ τὴν δίωξιν τῶν ἐθνῶνκατέστη ἀπόστολος τὸν Ἰουδαϊκὸν ζῆλον εἰς εὐαγγελικὸν μετα-θεὶς τρόπον. Ἐν γὰρ τοῖς εὐαγγελίοις οὐ 〈Ματθαῖον〉 μόνονσῳζόμενον ἐκ τελωνῶν οἶδα, ἀλλὰ καὶ ἑτέρους σὺν αὐτῷ δύο· ὧνεἷς μὲν προσευχόμενος ἐκ τοῦ τὸ στῆθος τύπτειν, τὸν θησαυρὸντῶν κακῶν, ἐκ τοῦ μὴ τολμᾶν ἐπᾶραι τὰς χεῖρας εἰς τὰ ἅγια, ἐκ τοῦκάτω νεύειν οὐ μόνον ἐδικαιώθη, ἀλλὰ καὶ κατὰ φαρισαῖονἐστεφανώθη· Ζακχαῖος δὲ ἀνελθὼν ἐπὶ τὸ δένδρον ἐν ᾧ πολλά-κις ἑστὼς κατεσκόπει μὴ πού τις τῶν ἐμπόρων λαθὼν παρέλθῃὅπως μὴ ἀζήμιος μείνῃ, ἐτήρει μὴ λάθῃ αὐτὸν παραδραμὼν ὁοὐρανοῦ καὶ γῆς ἔμπορος, ὁ τὸν ἄσυλον τῆς βασιλείας ἐπιφερό-μενος θησαυρόν. Ἵνα δὲ μὴ ὅλως ὁμοῦ τῶν τελωνῶν συγχέωμεν τὰς ἱστορίας,