In Zacchaeum
- Authority group
- Amphilochius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
- Edition reference
- In Zacchaeum (orat. 8), ed. Datema, op. cit., 165–171.
- CTS identifier
urn:cts:greekLit:tlg2112.tlg009.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
29
εἰ δοκεῖ, σήμερον τὸν Ζακχαῖον μόνον λαβόντες εἰς ὑπόθεσιν
30
πραγματείας τὸν λόγον εὐρύνωμεν. Ἐξελθών, φησίν, ὁ Ἰησοῦς
31
διήρχετο τὴν Ἰεριχὼ καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος καὶ
32
οὗτος ἦν ἀρχιτελώνης. Οὐχ ἁπλῶς δὲ τῆς Ἰεριχὼ μέμνηται ὁ
33
εὐαγγελιστής, ἀλλ' ἐπειδὴ τελώνην οἴκοι φιλοφρονησάμενον θεὸν
34
〈λέγει〉. Ἄπιστον δὲ ἦν τὸ πρᾶγμα. Προτίθησιν αὐτοῦ τὴν πατρί-
35
δα, ἵνα τῆς πόρνης ὑπομνησθέντες Ῥαὰ〈β〉 μὴ ξενισθῶμεν πρὸς
36
τὴ〈ν〉 ξένην Ζακχαίου παλινοδίαν. Διὰ τοῦτο οὖν ἐμνήσθη τῆς
37
Ἰεριχώ, ἵνα ἐν νῷ λαβόντες Ῥαὰβ τὴν πόρνην συγκρίνωμεν
38
ἀμφοτέρων τῆς σωτηρίας τὸν τρόπον. Ὥσπερ γὰρ Ῥαὰβ ἡ πόρνη
39
Ἰησοῦν τὸν τοῦ Ναυὴ ὡς κατάσκοπον δεξαμένη ἔκρυψεν, οὕτω
40
καὶ Ζακχαῖος ὁ τελώνης τὸν ἀληθινὸν Ἰησοῦν τὸν κατασκο-
41
πεύοντα ἡμῶν τὴν διάνοιαν οἴκοι δεξάμενος ἔθρεψεν. Ἐκείνη
42
Ἰησοῦν τὸν τοῦ Ναυὴ ἐδέξατο τὸν εἰς τὴν γῆν τῆς ἐ〈παγ〉γελίας
43
τὸν λαὸν εἰ〈σα〉γαγόντα· οὗτος 〈τὸν ἀλη〉θινὸν Ἰησοῦν δέχε〈ται
44
τὸν εἰς〉 τὴν βασ〈ιλείαν τῶν οὐ〉ρανῶ〈ν〉 〈12〉 κατ 〈10〉. 〈Ἐκεί〉νη
45
〈Ἰησοῦν ἐδέξατο τὸν〉 φlacuna septem linearum
46
〈οὗτος τὸν ἀληθινὸν Ἰησοῦν ἐδέξατο τὸν〉 τῶν Ἰουδαίων
47
ἐδαφίσαντα ναόν· Οὐ μὴ γάρ, φησί, μείνῃ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ
48
μὴ καταλυθήσεται. Ἐκείνη Ἰησοῦν ἐδέξατο τὸν διὰ τοῦ Ἰορδάνου
49
τὸν λαὸν εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι εἰσαγαγόντα· οὗτος τὸν
50
ἀληθινὸν Ἰησοῦν ἐδέξατο τὸν διὰ τοῦ βαπτίσματος εἰσαγαγόντα
51
τοὺς πιστοὺς ὅπου ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ
52
καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Ἐκείνη Ἰησοῦν 〈ἐ〉δέξατο τὸν τὸν
53
βότρυν 〈ἐπ〉ὶ ξύλου ἐκ τῆς γῆς 〈ἐξαγ〉αγόντα· οὗτος 〈τὸν
54
ἀληθ〉ινὸν Ἰησοῦν ὑπε〈δέξατο τὸν〉 τὸν λῃστὴν 〈εἰς τὸν
55
παράδ〉εισον εἰσα〈γαγόντα〉 〈5〉 ου διὰ 〈15〉 σ 〈16〉 λω 〈16〉 οιlacuna quinque linearum
56
〈Ἡ πηγὴ τῆς Ἰεριχὼ ἦν πρό〉τερον ἀγονίας μήτηρ, ἀκαρπίας
57
τροφός, ἀτελὲς τὸ ὕδωρ ἔχουσα. Τὸ μὲν γὰρ ῥεῖθρον ἀχανὲς
58
εἶχεν, οἷον ἔλαιον ἀψοφητὶ ῥέουσα, ἡ δὲ τῶν ὑδάτων θέα διψῶν-
59
τας τοὺς θεωμένους ἀπέλυεν· οὐ γὰρ ἀκίνδυνος ἦν τοῖς δεομέ-
60
νοις ἡ πόσις· ὀλέθριον γὰρ εἶχε τὸ νᾶμα. Τὸ μὲν γὰρ κάλλος τῆς
61
πηγῆς πρὸς δρόμον ἐκίνει τοὺς παριόντας, ὁ δὲ φόβος τῆς
62
βλάβης τὴν προθυμίαν ἀνέκοπτεν. Ὅθεν ἐπειδὴ μάτην τὸ ὕδωρ
63
κατὰ τὴν πηγὴν ἔρρει, πολλάκις οἱ πρόσοικοι παρεστῶτες ἔστε-
64
νον οὐχ ὑπὸ τῆς ἀνυδρίας ἀλλ' ὑπὸ τῆς θέας τῶν ἀνωφελῶν
65
ὑδάτων εἰς δίψαν παρελκόμενοι. Οὐκ εἶχον θεραπεῦσαι τῆς δίψης
66
τὸ πάθος ὡ〈ς〉 σχετλιάζοντας αὐτοὺς πρὸς αὐτὴν λέγειν· «Τί μάτην
67
ῥεῖς, ὦ πηγή; Βελτίων ἦσθα μὴ φαινομένη, ἀλλ' ἐν ὄρεσι καὶ
68
ψάμμοις καὶ ἐν ἐρημίαις ῥέουσα ἔνθα μὴ πολλοὺς μάρτυρας τοῦ
69
κακοῦ εἶχες». Διὰ τί δὲ ἄποτον ἦν τὸ ὕδωρ; Ἐπειδὴ ἐνέκρου τῶν
70
πινόντων τὰ σώματα· ἄν τε γὰρ ἀνὴρ ἐξ αὐτοῦ ἔπιεν, οὐκ ἐγίνετο
71
πατὴρ οὔτε γυνὴ ἐγίνετο μήτηρ τὴν τῶν μητέρων ἀπολέσασα
72
χάριν. Καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ γῆ δεξαμένη τὸ ῥεῖθρον
73
ἠρνεῖτο τὴν συνήθη τῶν σταχύων φορὰν καὶ φοινίκων εὔσκιοι
74
χάριτες τὴν τῶν φύλλων ἀπεδύοντο τὴν στολὴν καὶ συλλήβδην
75
εἰπεῖν ἔρημα πάντα ἐγίνετο ὡς ἀδίκως περιπεσόντα τῷ νάματι.
76
Τοιαύτη ἡ πηγὴ τὸ παλαιὸν τὴν Ἰεριχὼ περιήρχετο, ἕως ἐλθὼν
77
Ἐλισσαῖος ὁ προφήτης καὶ λαβὼν ἅλας καὶ ἐπιβαλὼν τῇ πηγῇ
78
ἐζώωσε τὰ νάματα. Τάδε γάρ, φησί, λέγει κύριος· ἴαμαι τὰ ὕδατα
79
ταῦτα. Τάδε λέγει ὁ ἀεὶ λέγων καὶ τὸν λόγον εἰς ἔργον ἄγων·
80
Μηκέτι ἐξ ὑμῶν ἄγονος ἔστω καὶ στεῖρα. Εἶπεν καὶ τὸ ὕδωρ
81
μετεβλήθη καὶ γαστέρες ὤδινον καὶ ἡ γῆ στάχυας ἐξεδίδου καὶ οἱ
82
βότρυες ἀνέθαλλον καὶ ἡ ἐλαία τὴν οἰκείαν ἐπεδείκνυε χάριν. Καὶ
83
οἱ πρόσοικοι τῇ συνήθει διηλλάσσοντο πηγῇ, πάλαι μὲν πολε-
84
μοῦντες καὶ πολεμούμενοι, ὕστερον δὲ ποθοῦντες καὶ γειτνιά-
85
ζοντες.
86
Τί δὲ βούλεται τὸ αἴνιγμα τῆς πηγῆς ἀναγκαῖον εἰπεῖν; Ἡ
87
πηγὴ αὕτη ἡ ἀφθόνως ῥέουσα, ἄχρηστον δὲ καὶ ἄγονον προχέου-
88
σα ῥεῖθρον τὸ παλαιὸν τὸ〈ν〉 τῆς ἐκκλησίας ἀπ〈ο〉σῴζει λόγον.
89
Π〈ρὸ γὰρ〉 τοῦ Χριστοῦ οὕτως 〈ἦν ἀσε〉 βὴς ὅτι κἀ〈νὴρ πιὼν ἐκ〉 τῆς
90
τοῦ νάμ〈ατος πηγῆς〉 αὐτὸ τὸ εἶναι ἄνθρωπος 〈ἀπό〉λωλεν καὶ τῇ
91
συμ〈πλο〉κῇ τῶν εἰδώλων τ〈ῆς〉 λογικῆς ψυχῆς τὴν 〈φύσιν〉
92
ἀρνούμενος καὶ γυνὴ μήτηρ ἀρετῶν οὐκ ἐγίνετο οὐδὲ ἔτικτεν
93
σωφροσύνης βλαστήματα ἢ τὸ λευκὸν τῆς εὐσεβείας ἔβλυζε γάλα.
94
Ἀλλ' οὕτως αὐτῆς διακειμένης ἐλθὼν ὁ κύριος τοὺς ἀποστόλους
95
ὡς ἅλας ἐμβαλὼν ἤρτυσεν αὐτὴν καὶ πότιμον ἐποίησεν. Καὶ ὅτι
96
ἅλας ἦσαν οἱ ἀπόστολοι, ἄκουσον τοῦ Χριστοῦ λέγοντος πρὸς
97
αὐτούς· Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ὅτι δὲ ἡ στεῖρα καὶ ἄγονος
98
πολύγονος γέγονεν τῶν ἀποστολικῶν μεταλαβοῦσα ἁλῶν, ὁ
99
προφήτης λέγει· Εὐφράνθητι, φησίν, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ
100
βό〈ησ〉ον, ἡ οὐκ ὠδίνουσα, 〈ὅτι〉 πολλὰ τὰ τέκνα 〈τῆς ἐρή〉μου μᾶλλον ἢ
101
〈τῆς ἐχούσ〉ης τὸν ἄνδρα.
102
〈Πρὸς〉 οὖν τὴν Ἰεριχὼ 〈ἦλθ〉εν ὁ Ἰησοῦς, ἡ πηγὴ πα〈ρὰ〉
103
τοὺς τῆς πηγῆς 〈πολυ〉τρόφους, ἡ πολυ〈δύν〉αμος χάρις πρὸς τὴν
104
πολύδενδρον καὶ πολύρυτον πόλιν. Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμε-
105
νος Ζακχαῖος καὶ αὐτὸς ἦν ἀρχιτελώνης. Διπλοῦν τὸ κακόν, ὅτι καὶ
106
ἄδικον μετῄει τέχνην καὶ τῶν κακῶς αὐτὴν μετιόντων ἦρχεν· οὐ
107
μόνον ἁμαρτάνων ἀλλὰ καὶ τὰ ἑτέρων ὑποδεχόμενος κακά. Ξένην
108
γὰρ ἀνέτεμνεν ἀδικίας ὁδὸν τὰς λεωφόρους τοῖς ὁδοιποροῦσιν
109
ἐπιτειχίζων· οὔτε γὰρ τοὺς λῃστὰς μιμούμενος ἐλόχα τοὺς
110
παριόντας οὔτε ζήλῳ φιλοξενίας τοὺς ὁδοιπόρους ἀνέμενεν,
111
ἀλλ' ὡς νόμον τὸ ἀδικεῖν ἔχων τοὺς ἀλλοτρίους ἐτελώνει πόνους
112
τὴν ἀνελεῆ τῶν κηφήνων ἀδηφαγίαν μιμούμενος. Ὥσπερ γὰρ οἱ
113
κηφῆνες τῶν μελισσῶν τρυγῶσι τὸν κάματον μὴ συνεφαπτόμενοι
114
τῶν πόνων, οὕτω καὶ οἱ τελῶναι τῶν ξένων τῶν ὁδοιπόρων τοὺς
115
πόνους ληΐζονται ἀργίᾳ σχολάζοντες καὶ ταῖς τριόδοις παρα-
116
καθήμενοι. Ἔπλεέν τις τὴν θάλασσαν, τρικυμίαις ἐμάχετο, πνεύ-
117
μασιν ἐπολέμει, μακρὸν καὶ δυσήνιον τὸ πέλαγος ἔτεμνεν, Ζακ-
118
χαῖος δὲ ἀφῃρεῖτο τῷ τέλει τὸ κέρδος. Ποιμὴν ἀν
119
αὐχμῷ καὶ καύσωνι, ὄμβρῳ καὶ χιόνι καὶ πάχνῃ συζῶν, καλύβην
120
ἔχων τὰς ἐξοχὰς τῶν πετρῶν, τροφὴν τυρὸν καὶ γάλα, ἱμάτιον
121
ἀνέργαστον τῶν προβάτων τὴν δοράν, ἀλλ' οὗτος ὁ ἄγροικος, ὁ
122
πένης, ὁ ὄρεσιν προσομιλῶν Ζακχαίῳ περιέπιπτεν δεκατευόμε-
123
νος τὰ θρέμματα, ἐννόμως λῃστευόμενος, ἄνευ ξίφους ἀναιρού-
124
μενος. Σιδήρῳ γὰρ ὁ πληγεὶς καὶ ῥεῖον τὸ τραῦμα λαβὼν οἴχεται
125
ἀναισθησίᾳ φυγὼν τοῦ πάθους τὴν χαλεπότητα, ὁ δὲ ἀκουσίῳ
126
πενίᾳ τετοξευμένος θάνατον ἔχει τὸν πόνον καὶ τέθνηκεν· οὐχ
127
ἅπαξ δαπανούμενος, θνῄσκει δὲ ἀεὶ κατὰ μικρόν. Καὶ ἵνα συν-
128
τόμως εἴπω, ὥσπερ στρατιώταις τὰ δυσάλωτα φρούρια καὶ τοῖς
129
κυβερνήταις αἱ ὕφαλοι πέτραι καὶ τοῖς πολεμοῦσιν οἱ ὕποπτοι
130
λόχοι, οὕτως ἐμπόροις καὶ ὁδοιπόροις, βουκόλοις καὶ ποιμέσιν
131
Ζακχαῖος φευκτὸς ἦν.
132
Ἀλλ' οὗτος οὕτω περὶ τὴν ἄλογον τῶν χρημάτων συλλογὴν
133
μεμηνὼς ζητῶν τὸν Ἰησοῦν ἰδεῖν οὐκ ἠδύνατο· κατεῖχεν γὰρ
134
αὐτὸν καὶ ἡλικίας σμικρότης καὶ ἀδικίας βαρύτης. Ὅθεν νῦν
135
ἰώμενος τῆς ἡλικίας τὴν εὐτέλειαν τῇ τῆς συνέσεως ἐπινοίᾳ
136
προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομοραίαν καὶ κρύπτεται
137
ὑπὸ τὸ ἀμφιλαφὲς τῶν φύλλων οἰόμενος ὁρᾶν καὶ μὴ ὁρᾶσθαι,
138
νομίζων λανθάνειν τὸν πάντα εἰδότα· ὃ δὴ καὶ ἡ αἱμορροοῦσα
139
ὑπέστη οἰομένη κλέπτειν τὸν Ἰησοῦν τὸν ἡδέως τὰ τοιαῦτα
140
κλεπτόμενον. Ἀλλ' ἐκείνη κἂν ἐγγὺς γενομένη τοῦ κρασπέδου
141
ἐφήψατο, οὗτος δὲ πόρρωθεν ὢν πίστει τοῦ Χριστοῦ ἐπελάβετο.
142
Ὅθεν ἄνεισιν ἐπὶ τὸ ξύλον τὰ τοῦ Ἀδὰμ θεραπεύων κακά· ὁ μὲν
143
γὰρ ὑπὸ τοῦ ξύλου πλανᾶται τὸν θεὸν φεύγων, ὁ δὲ ἀπὸ ξύλου
144
σῴζεται τὸν θεὸν ἰδεῖν ἐπιθυμῶν. Ἀκούων γὰρ ὡς πολλὰ καὶ
145
παράδοξα ἐργάζεται θαύματα, ὡς πρὸς τοῖς σώμασιν καὶ τὰς
146
ψυχὰς ἰατρεύει, τῶν μὲν ψυχῶν τὰς ἁμαρτίας ἀφαιρούμενος, τοῖς
147
δὲ σώμασιν ἀπάθειαν χαριζόμενος, ἐπεθύμησεν ἰδεῖν τὸν πάντα
148
πᾶσι συγχωροῦντα λογισάμενος παρ' ἑαυτῷ· «Τίς ποτε ἆρά ἐστιν
149
οὗτος ὁ Ἰησοῦς ὁ λεπροὺς καθαίρων, ὁ τυφλοὺς ἰώμενος, ὁ τὰ
150
ἁμαρτήματα τοῖς αἰτοῦσι συγχωρῶν; Ποταπὸς τὸ εἶδος, ὁποῖος
151
τὴν μορφήν; Ἆρα πάντα οἶδεν; ἆρα καὶ τῶν ἀπόντων τὰς
152
γνώμας δοκιμάζει; ἢ τῶν συνόντων μόνον τοὺς λογισμοὺς
153
ἐξετάζει; ἆρα ὡς θεὸς τῆς ἑκάστου καρδίας ἀνιχνεύει τὰ νοήμα-
154
τα; Πόθεν οὖν ταῦτα γνῶ; τίνα τούτων διδάσκαλον λάβω; τίνα;
155
Τὴν πεῖραν, τὴν πάντων διδάσκαλον. Ἀνελθὼν ἐπὶ τὸ δένδρον
156
κρύπτομαι ὑπὸ τὸ ἀμφιλαφὲς τῶν φύλλων. Λανθάνω καὶ μανθάνω
157
εἰ δύναμαι σωθῆναι. Ἐὰν γνῷ μου τῆς ψυχῆς τὸ κίνημα, οἶδα ὅτι
158
ἐξαλείφει μου τὸ τῆς ψυχῆς ἁμάρτημα· ἓν τοῦτο οὖν γνώσομαι ὅτι
159
οἶδεν τῶν λογισμῶν τὰ κρυπτά. Ἐὰν ὑπὸ τοῦ πλήθους συνεχόμε-
160
νος ἴδῃ με τὸν λανθάνοντα καὶ μὴ μόνον ἴδῃ ἀλλὰ καὶ τῆς ψυχῆς
161
μου ἐκκαλύψῃ τὸν ἔρωτα, αἱροῦμαι πάντα ῥῖψαι καὶ ἕνα εὑρεῖν.
162
Μιμήσασθαι Ματθαῖον θέλω· καὶ γὰρ ἐκεῖνος τελώνης ἦν ὡς καὶ
163
ἐγώ, ἀλλὰ Ματθαῖος μὲν οὐκ αὐθαιρέτως προσέδραμεν, ἀλλὰ
164
κληθεὶς ὑπήκουσεν. Τάχα δὲ αὐτὸν καὶ ὁρῶν καὶ ἕνα τῶν ὁδοι-
165
πόρων νομίζων τὰς χεῖρας ἐκοίλανεν καὶ βαθὺν ἐφήπλωσε
166
κόλπον τῇ συνηθείᾳ πρὸς τὴν λῆψιν ὀχηματιζόμενος καὶ τελωνῆ-
167
σαι τὸν Χριστὸν θέλων ἀντετελωνήθη παρ' αὐτοῦ οὐδὲ κατὰ
168
σχῆμα, ἀλλ' ὅλον ἑαυτὸν ἐπιδούς. Ἅμα γὰρ ἤκουσεν· Δεῦρο ὀπίσω
169
μου, ὑπερέβη τὴν κλῆσιν τῇ προθυμίᾳ ὀξυτέρῳ τάχει παρατρέχων
170
τῷ ἐφελκομένῳ. Εἰ τελώνας οὖν καλεῖ καὶ οὐ καλεῖ μόνον ἀλλὰ καὶ
171
δικαιοῖ, οὐ βλάπτει με τῶν προλαβόντων κακῶν ὁ ἑσμός· εἰ γὰρ ὁ
172
Ἐλισσαῖος ἅλας ἐπιβαλὼν τῇ θρεψαμένῃ πηγῇ τὸ ἄγονον αὐτῆς
173
γόνιμον εἰργ〈άσα〉το, πάντως καὶ αὐ〈τὸς〉 τῇ χάριτι ὡς ἅλατ〈ι
174
ἀρ〉τύσας μου τὴν ψυχὴ〈ν〉 καρπογονίαν ἀρετ〈ῆς〉 διεγείρει».
175
Ταῦτα 〈δὲ〉 ἐνθυμουμένου αὐτο〈ῦ〉 ἦλθεν ἐπὶ τὸν τόπ〈ον〉 ὁ Ἰη-
176
σοῦς· ἀναβλέψας λ〈έγει〉 αὐτῷ· Ζακχαῖε, σπ〈εύ〉σας κατάβηθι. Ἀνέ〈βης〉
177
εἰς τὸ δένδρον ὡς τελ〈ώ〉νης, κατάβηθι ἐκ το〈ῦ〉 δένδρου ὡς
178
φιλόθεος. Κατάβα ἐκ τοῦ ξύλου ἐπὶ τῆς γῆς, ἵνα ἀνα〈βῇς〉 διὰ τοῦ
179
σταυροῦ πρὸς ο〈ὐ〉ρανόν. Ἀνῆλθες ἐπὶ 〈δέν〉δρον ἀνθρώπους
180
κ〈ρυ〉πτόμενος, ἀνέρχῃ 〈διὰ〉 τοῦ σταυροῦ ἀγγέλοι〈ς
181
χα〉ριζόμενος. Σπεύ〈σας〉 οὖν κατάβηθι· 〈σήμερον〉 γὰρ ἐν τῷ οἴ〈κῳ
182
σου δεῖ〉 με μεῖναι. 〈Ὢ χάριτος〉 ἀφράστου! 〈Ὢ φιλανθρω〉πίας
183
ἀρ〈ρήτου!〉 〈5〉 κάθαρτ 〈10〉 νου ὁ οἶκ 〈10〉 μεν ἡ τῶ 〈10〉
184
λυμβῆ〈11〉 ει. Ὅπου γὰρ ξενίζεται 〈ὁ Ἰησοῦς〉, πάντα πρὸς
185
ἄμεινον 〈μετα〉βάλλεται τρόπον. 〈Ζακ〉χαῖε, φησίν, σπεύ〈σας〉 κα-
186
τάβηθι· σήμε〈ρον〉 γὰρ ἐν τῷ οἴκῳ σου δεῖ 〈με〉 μεῖναι. Τί εἴπω; Ἡ
187
οἰ〈κί〉α τοῦ τελώνου πα〈ρά〉δεισος γέγονε. Ὃ γὰρ 〈ἐπὶ〉 τοῦ
188
λῃστοῦ, τοῦτο 〈κα〉ὶ ἐπὶ τοῦ Ζακχαίου 〈β〉λέπω· εἶπεν τῷ λῃστῇ·
189
〈Σ〉ήμερον μετ' ἐμοῦ ἔσῃ ἐν 〈τ〉ῷ παραδείσῳ καὶ λα〈β〉ὼν αὐτὸν ἐκ
190
τοῦ ξύλου 〈εἰ〉ς τὸν παράδεισον εἰσή〈γ〉αγεν· εἶπεν Ζακχαίῳ·
191
〈Σ〉ήμερον ἐν τῷ οἴκῳ σου 〈δ〉εῖ με μεῖναι καὶ λαβὼν 〈αὐτ〉ὸν
192
εἰσῆλθεν πρὸ πα〈ρα〉δείσου παράδεισον 〈αὐτο〉ῦ τὸν οἶκον
193
ἐργασά〈μενος〉. Ὁ δὲ σπεύσας κα〈τέβη καὶ〉 προέδραμεν 〈8〉 ωξεν
194
ἀπην 〈9〉 ω ἐκάλεσεν 〈7 υἱὸ〉ς Ἀβραάμ 〈10〉.
195
Ἀλλ' οἱ λαμ 〈10〉 οι οἱ ἐπὶ 〈10〉 πούμε 〈10〉 γογγύζειν ἐν
196
ἑαυτοῖς λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι. Ὦ
197
καταφρονήσεως ἐργάται καὶ γεωργοὶ τῆς ῥᾳθυμίας! Ὑμεῖς τί
198
ἐστε, δίκαιοι ἢ ἁμαρτωλοί; Οὐ πάντων ἀνθρώπων ἐστὲ μοχθηρό-
199
τεροι; Πῶς οὖν παρ' ὑμῖν ἐσκήνωσεν Ἰησοῦς· πῶς παρ' ὑμῖν
200
ἐτέχθη, ἐτράφη, ἠνδρειώθη, ἔπιεν, ἔφαγεν; Τί τὰ οἰκεῖα οὖν παρ-
201
ορῶντες τραύματα τὰ τοῦ πλησίον ἀνιχνεύετε πταίσματα;
202
Ἄλλως δέ, διὰ τί ποτὲ μὲν ἁμαρτωλόν, ποτὲ δὲ δίκαιον τὸν
203
Χριστὸν λέγετε; Ὅτε γὰρ τὸν ἐκ γεννητῆς ἐθεράπευσεν τυφλόν,
204
ἁμαρτωλὸν αὐτὸν εἴπατε λέγοντες· Δὸς δόξαν τῷ θεῷ· ἡμεῖς γὰρ
205
οἴδαμεν ὅτι ἁμαρτωλός ἐστιν, ὅτι λύει τὸ σάββατον. Νῦν ὅτε τὴν
206
τοῦ τελώνου ὑπῆλθεν στέγην ὡς δίκαιον καὶ ἀναξίως ἁμαρτω-
207
λοῖς συνεσθίοντα διασύρετε ἁπλῶς. Ηὐλήσαμεν καὶ οὐκ ὠρχή-
208
σασθε· ἐθρηνήσαμεν ὑμῖν καὶ οὐκ ἐκόψασθε. Ἄν τε γὰρ θεραπεύσῃ
209
τυφλόν, ἁμαρτωλὸν αὐτὸν λέγετε· ἄν τε ἁμαρτωλοῖς συμφάγῃ,
210
διασύρετε ὡς ἀναξίως τοῖς ἁμαρτωλοῖς συνεσθίοντα. Τί οὖν; Μὴ
211
θεραπεύσῃ ἐν σαββάτῳ τυφλόν, ἵνα μὴ ἁμαρτωλὸς νομισθῇ;
212
μὴ φά〈γῃ〉 μετὰ τελωνῶν, ἵν〈α δί〉καιος ὑποπτ〈ευθῇ; Τί〉 δὲ
213
αἰτιᾶσθε αὐτ〈όν, ὅτι〉 παρὰ ἀνδρὶ ἁμα〈ρτω〉λῷ εἰσῆλθεν καταλῦ-
214
σαι; Καὶ ποῦ ἐχρῆν 〈τεθῆ〉ναι τὸ φῶς ἢ ἐν τ〈ῇ σκο〉τίᾳ; Τὸ γὰρ φῶς
215
ἐ〈ν τῇ〉 σκοτίᾳ φα〈ίνει〉 καὶ ἡ σκοτία αὐτὸ 〈οὐ κατ〉έλαβεν. Ποῦ τὸν
216
ἰα〈τρὸν〉 ἐλθεῖν ἔδει; Οὐ προστρεχέτω κάμνοντας; Οὐ χρείαν γὰρ
217
ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. Ποῦ τὸν ἀμνὸν
218
τοῦ θεοῦ ἐχρῆν φανῆναι; Οὐ πρὸ〈ς τοὺς τελώ〉νας καὶ 〈ἁμαρτω-
219
λούς〉, ἵνα τὸ φορ〈τίον αὐτῶν〉 ἀναλαβὼν 〈8〉 καταστήσει 〈7〉
220
τίας; Μάτην 〈6〉 λοιδορεῖτε· π〈επλή〉ρωται γὰρ ἐφ' ὑ〈μῖν τὸ〉
221
εἰρημένον ὅτι 〈Πόρναι〉 καὶ τελ〈ῶναι προάγουσιν〉 ὑμᾶς εἰς τὴν
222
〈βασιλείαν〉 τῶν οὐρανῶν 〈8〉 φαρισαῖοι οἱ 〈8〉lacuna sex linearum
223
〈Σταθεὶς δὲ Ζακχαῖος εἶπεν π〉ρὸς 〈τὸν κύριον· ἰδο〉ὺ τὰ 〈ἡμίση
224
τῶν ὑπαρχόντων μου δίδωμ〉ι τοῖς πτωχο〈ῖς καὶ εἴ τ〉ινός τι
225
ἐσυκοφ〈άντησ〉α, ἀποδίδωμ〈ι τετρ〉απλοῦν. Οὐκέτι γὰρ πένητας
226
ἀδικεῖν ἀνέχομαί σε τῶν πενήτων 〈σ〉κεπαστὴν οἴκοι
227
δεξάμ〈ε〉νος. Οὐκέτι ἐπτόημαι περὶ τὴν τῶν 〈χρημάτων
228
συ〉λλογήν, 〈9〉ν πλοῦτον 〈8〉ν. Οὐκέτι πε 〈7〉 πύλαις ἐπι 〈3〉 ων
229
ὁδοιπόρων 〈4〉ν ἐν ἀνθρώπου μορφῇ 〈4〉ρονησάμενος 〈4〉ν τῶν
230
προλαβόν 〈5〉ν ἀμνηστείαν οὐ 〈12〉 ον ὡς 〈7〉 τὸν ἴδιον 〈2〉ετον
231
〈8〉 διερράγη 〈8〉 γραφατῶνlacuna sex linearum
232
τη 〈15〉lacuna unius lineae
233
θέλω 〈12〉 πλούσιο〈ς ὢν πτωχ〉εύσας δ〈ι〉έμε〈νε. Αἱ ἀλώ〉πεκες
234
φωλ〈εοὺς ἔ〉χουσι καὶ τὰ πετειν〈ὰ〉 τοῦ οὐρανοῦ κατασκηνώσεις, σὺ
235
δὲ οὐκ ἔχεις ὅπο〈υ〉 τὴν κεφαλὴν κλίν〈ῃς〉. Οἰχέσθωσαν αὐλαὶ καὶ
236
προαύλια, οἰκοδομῶν μεγαλουργίαι, λαμπροὶ καὶ περιφανεῖς
237
οἶκοι. Ἀντὶ πάντων γὰρ τούτων ἀκένωτόν σου τῆς πενίας
238
πλοῦτον ζητῶ.
239
Ἀλλ' ἐπειδὴ ἐπὶ πλεῖον οὐ δύναμαι τῆς ψυχῆς Ζακχαίου
240
διηγήσασθαι τὸν πλοῦτον, τῷ ἐν ἀρεταῖς πλουτοῦντι πατρὶ τὸν
241
λόγον καταλείψωμεν· ἀκόλουθον 〈γὰρ〉 τὸν φιλόξενον τοῦ
242
〈φιλο〉ξένου διηγήσασθαι 〈τὰς ἀρε〉τὰς πρὸς αἴ〈νεσι〉ν μὲν αὐτοῦ,
243
στη〈ριγμὸ〉ν δὲ ὑμῶν, στέφα〈νον δ〉ὲ τῆς ἐκκλησίας, 〈τιμὴ〉ν δὲ τοῦ
244
Χριστοῦ, ᾧ ἡ 〈δόξα〉 καὶ τὸ κράτος εἰς 〈τοὺς〉 αἰῶνας τῶν
245
αἰ〈ών〉ων. Ἀμήν.