The Greek Library Author

Anonymous

In illud: Non potest filius a se facere

Authority group
Amphilochius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
In illud: Non potest filius a se facere (orat. 9), ed. Datema, op. cit., 175–179.
CTS identifier
urn:cts:greekLit:tlg2112.tlg010.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1t

{Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου 〈ἐκ τοῦ εἰς τὸ Οὐ δύναται

2t

ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν〉}

3

... Τὸ Οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν, πῶς νοεῖτε;

4

Τὸ γὰρ οὐ δύναται κατὰ δύο τρόπους ἐκλαμβάνετε· καὶ κατὰ τὴν

5

κοινὴν χρῆσιν καὶ κατὰ τὴν θείαν γραφήν. Λέγεται γὰρ τὸ οὐ

6

δύναται καὶ ἐπὶ τῶν ἀδυνάτων καὶ ἐπὶ τῶν μὴ ἐγχωρούντων· ἄλλο

7

δὲ τὸ μὴ δύνασθαι καὶ ἄλλο τὸ μὴ ἐγχωρεῖν. Περὶ μὲν τῶν

8

ἀδυνάτων ὁ Παῦλος οὕτω λέγει· Ἀδύνατον αἷμα ταύρων καὶ

9

τράγων περιελεῖν ἁμαρτίας· αἷμα γὰρ ἀλόγου λογικῆς ψυχῆς οὐ

10

καθαίρει πάθη. Περὶ δὲ τῶν μὴ ἐγχωρούντων ἐν ταῖς Πράξεσιν οἱ

11

ἀπόστολοι· Οὐ δυνάμεθα, φησίν, ἡμεῖς ἃ εἴδομεν καὶ ἠκούσαμεν μὴ

12

λαλεῖν· καὶ μὴν ἠδύναντο μὴ λαλεῖν ἀλλ' οὐκ ἠνείχοντο σιωπᾶν, ἵνα

13

μὴ δόξωσιν ἀρνεῖσθαι τοῦ θαυματουργοῦντος τὴν χάριν. Εἴπατε

14

οὖν ἐνταῦθα, τὸ Οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν, κατὰ

15

ποῖον ἐκλαμβάνετε τρόπον· ἀδυναμίαν αὐτοῦ καταψηφιζόμενοι ἢ

16

τῆς αὐτεξουσίου γνώμης ἀναιροῦντες τὰ κινήματα, ὅτι ὅσα θέλει

17

δύναται. Ἀλλὰ τί λέγεις· ἀφ' ἑαυτοῦ οὐ ποιεῖ, ἀλλὰ πρόσταγμα

18

θεοῦ πληρῶν ἐκεῖνα ἐργάζεται εἰς ὅπερ ἂν τὸ τοῦ προστάξαντος

19

νεῦμα βλέπῃ; Καὶ πῶς οὐκ ἔστιν ἐσχάτης ἀνοίας τοῦτο λέγειν· εἰ

20

γὰρ ὁλῶς οὐδὲν ἀφ' ἑαυτοῦ ποιεῖ, οὔτε γνώμῃ τὴν οἰκονομίαν

21

ὅλην ἐπλήρωσεν οὔτε συμπαθείᾳ τῇ πρὸς ἡμᾶς τὴν ἡμῶν ἀνέλαβε

22

σάρκα οὔτε φιλίᾳ αὐθαίρετον τὸν ὑπὲρ ἡμῶν κατεδέξατο θάνα-

23

τον, ἀλλὰ πάντα βίᾳ ὑπέμεινεν ὑπὸ τῆς ἀνάγκης συνωθούμενος.

24

Εἰ δὲ τολμηρὸν καὶ βλάσφημον καὶ πάσης ἀσεβείας ἐπέκεινα τὸ

25

τοῦτο εἰπεῖν, εἴπατε ἡμῖν κατὰ ποῖον λόγον τὸ Οὐ δύναται ὁ υἱὸς

26

ἀφ' ἑαυτοῦ τι ποιεῖν ἐκλαμβάνετε. Ὅτι γάρ, κἂν μὴ θέλητε, λέγετε

27

δύνασθαι αὐτὸν ποιεῖν ἅπερ βούλεται, ὑπὸ τῆς ἀληθείας ἐλαυνό-

28

μενοι δῆλον. Ἀλλὰ τί περίττους ὑφαίνω λόγους; Λύει γὰρ τὸ

29

ζήτημα ἡ ἐπαγωγὴ τοῦ ῥητοῦ· οὐ γὰρ εἶπεν ὅτι Οὐ δύναται ποιεῖν

30

ἀφ' ἑαυτοῦ οὐδέν, ἐὰν μή τι προστάξῃ ὁ πατήρ, ἀλλ' ἐὰν μὴ βλέπῃ τὸν

31

πατέρα ποιοῦντα· ἐὰν δὲ ἴδῃ αὐτὸν ποιοῦντά τι, ταῦτα καὶ ὁ υἱὸς

32

ὁμοίως ποιεῖ. Οὐκοῦν οὐ λειτουργίαν πληρῶν ποιεῖ ἅπερ προσ-

33

τάττει ὁ πατήρ, ἀλλ' ὡς ὅμοιος, ὡς ἰσοδύναμος, ὡς τῆς αὐτῆς

34

θείας φύσεως ὤν· ἅπερ ἂν ἴδῃ τὸν πατέρα ποιοῦντα, ταῦτα καὶ ὁ

35

υἱὸς ὁμοίως ποιεῖ.

36

Μετὰ ταῦτα, φησίν, ἦν ἡ ἑορτὴ τῶν Ἰουδαίων καὶ ἀνέβη Ἰησοῦς

37

εἰς τὰ Ἱεροσόλυμα. Ἵνα δὲ μὴ τοῖς ὕδασι ἐπιγράψωσι τὸ πᾶν, οὐ

38

πρότερον ἰᾶτο τὰ ὕδατα πρὶν ἄγγελος αὐτὰ ἐπιστὰς ἐσάλευσεν,

39

ἵνα μάθωσιν ὡς οὔτε τὰ ὕδατα τοῦ βαπτίσματος καθ' ἑαυτὰ

40

ὀνίνησι τὴν ψυχὴν πρὶν ἂν ὁ μεγάλης βουλῆς ἄγγελος ἀνθρώπινον

41

ὑποδὺς σῶμα ἐπὶ τὸ βάπτισμα ἔλθῃ. Πολλῶν οὖν ἀσθενῶν ὄντων

42

ἔκειτο καὶ παραλυτικὸς ἀνὴρ ὀκτὼ καὶ τριάκοντα ἔτη ἔχων ἐν τῇ

43

ἀσθενείᾳ, ὃν ἰδὼν ὁ Ἰησοῦς ἐρωτᾷ· Θέλεις ὑγιὴς γενέσθαι; Βλέπε

44

αὐτοῦ τὸ ἄτυφον· οὐκ εἶπεν θέλεις σε θεραπεύσω, οὐ γὰρ ἤθελε

45

μεγαλορρημονεῖν οὐδὲ ἑαυτὸν πρὸ τῶν θαυμάτων ἀνακηρύττειν.

46

Ὁ δέ φησι· θέλω μέν, ἀλλ' ἄνθρωπον οὐκ ἔχω· ὅπου γὰρ οὐδεὶς

47

φίλος, οὐδαμοῦ ἄνθρωπος. Διὰ τοῦτο καὶ ἐρωτῶ, οὐχ ἵνα μάθω—

48

τίς γὰρ ἀσθενῶν ὑγιᾶναι οὐ βούλεται; —, ἀλλ' ἵνα τῶν χρηστῶν

49

σου πολιτῶν τὴν ὠμότητα δείξῃς, ὅτι οὔτε χεῖρα σοι ἔδωκαν

50

προσρῖψαι σε τῇ πηγῇ, ὃ καὶ πολέμιος αἰτηθεὶς ἂν παρέσχεν. Ἐπεὶ

51

οὖν μέχρι τοῦ νῦν ἄνθρωπον οὐκ ἔσχες ἵνα βάλῃ σε εἰς τὴν

52

κολυμβήθραν, ἰδοὺ ὁ διὰ σὲ ἄνθρωπος γενόμενος καὶ ἄνευ

53

ὑδάτων ἰῶμαι σου τὸ πάθος· Ἀναστὰς ἆρον τὴν κλίνην σου καὶ

54

ὕπαγε. Οὐχ ἁπλῶς δὲ αὐτὸν τὴν κλίνην βαστάξαι κελεύει· ὅπερ

55

γὰρ ἐπὶ τῶν ἄρτων ἐποίησε, τοῦτο καὶ ὧδε ποιεῖ. Ὥσπερ γὰρ ἐκεῖ

56

λείψανα τῶν ἄρτων βασταγῆναι κελεύει, οὕτως καὶ ὧδε πρὸς τὸ

57

τρανῶσαι τὸ θαῦμα καὶ Ἰουδαϊκῆς ὑπονοίας τὴν θεραπείαν

58

ἐλευθερῶσαι καὶ δεῖξαι ὅτι οὐκ ἀπατεών τις ἐστίν, ἀλλὰ σωτὴρ

59

καὶ κοινὸς τῆς φύσεως ἰατρός, κελεύει αὐτῷ βαστάξαι τὴν

60

κλίνην.

61

Εἶπον οὖν οἱ Ἰουδαῖοι· Σάββατόν ἐστιν, οὐκ ἔξεστί σοι ἆραι τὸν

62

κράββατον. Ὁ δὲ ἀποκρίνεται· Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν·

63

ἆρον τὸν κράββατόν σου καὶ περιπάτει. Εἶπον οὖν αὐτῷ· Καὶ τίς ἐστιν;

64

Ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει. Ὡς οὖν ἔμαθον ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας

65

αὐτὸν ὑγιῆ, ἐδίωκον ἵνα ἀποκτείνωσιν αὐτόν. Τί οὖν ὁ Χριστός;

66

Τὸν πατέρα φέρει λέγων ὅτι Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ

67

ἐργάζομαι. Ὥσπερ γάρ, φησίν, ὁ πατὴρ ὁ ἐμὸς οὐχ ὅροις ὑπόκει-

68

ται, οὐ νομοθεσίαις δουλεύει οὔτε προστάγματα ἀναμένει, οἰκείᾳ

69

δὲ γνώμῃ ποιεῖ ἅπερ βούλεται, οὕτως κἀγὼ αὐθεντικῇ ἐξουσίᾳ

70

πάντα ἐργάζομαι ἐπίσης τῷ πατρί. Οἱ δὲ διὰ τοῦτο αὐτὸν ἐζήτουν

71

μᾶλλον ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυσε τὸ σάββατον, ἀλλ' ὅτι καὶ πατέρα

72

ἴδιον ἔλεγε τὸν θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ. Ἀλλ' ἐκείνων

73

λυττώντων καὶ μαινομένων τί ὁ Χριστός; Ἀμὴν λέγω ὑμῖν, οὐ

74

δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα

75

ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. Οὐκ

76

ἐπειδὴ αὐτὸς μὲν ἄλλα κτίζει, ἐγὼ δὲ κατὰ μίμησιν ἕτερα ἐργάζο-

77

μαι· εἰ γὰρ τοῦτο ἦν, δύο οὐρανοὺς εἶναι ἐχρῆν, δύο ἡλίους, δύο

78

θαλάσσας, δύο ἀνθρώπων γένη καὶ διπλοῦν κόσμον, τὸν μὲν τοῦ

79

πατρός, τὸν δὲ ἐμόν. Ἀνάγκη γὰρ ὡς ἐπὶ τῶν ζωγράφων αἱ

80

γραμμαὶ καὶ ἐπὶ τῶν διδασκάλων τὰ στοιχεῖα προστάσσονται,

81

οὕτως τὴν τοῦ πατρὸς προστετάχθαι κτίσιν ἧς κατὰ μίμησιν

82

εἰργασάμην ἐγώ.

83

Εἰ οὖν οὐκ ἔχει οὕτως, δέσποτα, διὰ τί λέγεις Οὐ δύναται ὁ

84

υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα; Ἵνα

85

τὴν Ἰουδαίων ὑπεκλύσω μανίαν τῶν νομιζόντων με ἀντινομοθε-

86

τεῖν τῷ πατρί· ἐπειδὴ γὰρ ἐγκαλοῦσί μοι περὶ τῆς λύσεως τοῦ

87

σαββάτου, εἶπον ὅτι Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ

88

ἐργάζομαι, ἑκατέρωθεν τὸ ὁμότιμον δεῖξαι θέλων. Ἀλλ' οἱ πάντα

89

ἄφρονες νομίσαντές με ἔργα ἔργοις ἐπιτειχίζειν καὶ γνώμῃ

90

γνώμην ἀντεισάγειν ἐκινοῦντο πρὸς φθόνον· ὅθεν διορθούμενος

91

αὐτῶν τὴν γνώμην ἔλεγον Οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν,

92

ἐὰν μή τι βλέπῃ πρὸς τὸν πατέρα ποιοῦντα ἀντὶ τοῦ Τί μοι οἱ ἄκαιροι

93

τοῦ σαββάτου χολᾶτε ἐξετασταί, ὅτι λύω τὸ σάββατον; Ἀλλ' οὐκ

94

ἀντιπολιτεύομαι τῷ πατρί, οὐ γὰρ αὐτὸς στῆσαι τὸ σάββατον

95

θέλει κἀγὼ λῦσαι· οὐκ ἀπομάχομαι πρὸς αὐτόν, οὐ στασιάζω

96

πρὸς τὴν γνώμην, οὐκ αὐτὸς θέλει, ἐγὼ δὲ ἕτερα βούλομαι· ἃ

97

θέλει θέλω, ἃ βούλεται βούλομαι, ἃ ποιεῖ ποιῶ. Οὕτως γὰρ οὐδὲν

98

ἐκτὸς αὐτοῦ οὐ ποιῶ, οὐ θέλω, ὅτι εἰς ἀδύνατον καθιστῶν τὸν

99

λόγον λέγω· Ἀμὴν λέγω οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν· οὐ

100

γὰρ ἔχω κεχωρισμένην καὶ ἀποτετμημένην τοῦ πατρὸς γνώμην.

101

Μιᾶς γὰρ οὔσης τῆς φύσεως, ἑνὸς ὄντος τοῦ θελήματος, ἀνάγκη

102

τὸ ἀποτέλεσμα ἓν ὑπάρχειν.

103

Οὐ δύναται οὖν ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν, οὐ γὰρ δύναται

104

ἄνευ τοῦ πατρὸς ποιῆσαί τι ὅλον αὐτὸν ἐν ἑαυτῷ ἔχων· ἐγὼ

105

γὰρ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί. Εἰ γὰρ ψυχῆς καὶ σώματος

106

ἀδιάκριτα ἔργα διὰ τὴν ἕνωσιν, καίτοι διῃρημένης τῆς φύσεως,

107

ἄλλο μὲν σῶμα θνητόν, ἄλλο δὲ ἀθάνατος ψυχή, πῶς δύναται

108

ἐμοῦ τε καὶ τοῦ πατρὸς διακριθῆναι τὰ ἔργα; Ὅπου βουλὴ καὶ

109

λόγος καὶ γνῶσις καὶ σοφία καὶ φύσις καὶ θεότης μία, οὐ δύναται

110

οὖν ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν διὰ τὸ μὴ κεχωρίσθαι τοῦ πατρός,

111

ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα, τουτέστιν ἐὰν μὴ τὸν πατέρα

112

θέλοντα ἴδῃ. Ὡς μιᾶς γὰρ καὶ τῆς αὐτῆς φύσεως σύνδρομον ἔχων

113

τὸ θέλημα ἀποτελῶ τὰ γινόμενα· εἰ μὲν γὰρ σωματικὴν ἐξεπλή-

114

ρουν τὴν ἐργασίαν, ἀνάγκη διανέμεσθαι τοῦ γινομένου τὴν

115

κατασκευήν· ἐπειδὴ δὲ θέλησις ἐστὶν ἀρκοῦσα πρὸς τὴν τῶν μὴ

116

ὄντων παραγωγήν, διὰ τοῦτο καὶ ἡ τῶν ὅλων δημιουργία τὸν

117

πατέρα καὶ τὸν υἱὸν οἶδε δημιουργὸν οὐκ ἐξωθουμένου τοῦ

118

πνεύματος. Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ὁ πατήρ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως

119

ποιεῖ· ταῦτα καὶ οὐχὶ τοιαῦτα, οὐ γὰρ κατὰ μίμησιν ἕτερα ποιῶ,

120

ἀλλὰ τὰ αὐτὰ ἐργάζομαι ἃ καὶ ὁ πατὴρ ἐργάζεται. Ὅθεν καὶ τὰ

121

ῥήματά μου ἀνατιθεὶς αὐτῷ ἔλεγον· Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν

122

ἀπ' ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα. Αὐτῷ

123

δὲ τὰ ἔργα καὶ τὰ ῥήματα ἀνεθέμην, οὐχ ἵνα δείξω ὅτι διακονίαν

124

πληρῶ, ἀλλ' ἵνα δείξω ὅτι οὕτως συνήνωμαι τῷ πατρὶ φύσει, ὡς

125

μήτε λόγον μήτε ἔργον ἄνευ αὐτοῦ ἔχειν. Ὅθεν ἐπήγαγεν λέγων·

126

Πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, κἂν διὰ

127

τὰ ἔργα πιστεύετε. Ὥσπερ οὖν ἐκεῖ ἐργαζόμενος ἔλεγον ὅτι Ὁ

128

πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα, οὕτως καὶ ὧδε λέγω ὅτι Τὰ

129

ἔργα ἃ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ· ταῦτα καὶ οὐχὶ

130

τοιαῦτα.

131

Τὸ οὖν Οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν 〈οὐδὲν〉 μὴ

132

ἐπαναιρέσει μου τῆς ἐλευθερίας; Νόει· ὅσα γὰρ θέλω ποιεῖν καὶ

133

ἀπ' ἐμαυτοῦ δύναμαι, ἀλλ' οὐ θέλω· εἰ γὰρ ὁ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ

134

πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, πῶς ἐγὼ λάθω τὸν πάντα

135

δι' ἐμοῦ ποιοῦντα; Ποιεῖ δὲ δι' ἐμοῦ οὐχ ὡς δι' ὑπουργοῦ· οὐ γὰρ

136

ὑπουργῶ ἀλλὰ συνεργῶ, οὐ διακονίαν πληρῶν ἀλλὰ αὐθεντίαν

137

ἔχων ἐργάζομαι. Ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ

138

ζωοποιεῖ σύνδρομον ἔχων τῇ θελήσει τὴν δύναμιν, οὕτως οὐ

139

διακονίαν πληρῶν νεκροὺς ἐγείρω, ἀλλὰ δυνάμει, αὐθεντίᾳ,

140

ἐξουσίᾳ, θελήσει, ὅτι οὓς ἐγείρω καὶ κρίνω. Ὁ πατὴρ γὰρ οὐ κρίνει

141

οὐδένα· ἀλλ' οὐ διὰ ἀδυναμίαν οὐ κρίνει, ἀλλ' ὅτι τὴν κρίσιν πᾶσαν

142

δέδωκεν τῷ υἱῷ· δι' οὗ γὰρ εἰργάσατο, δι' αὐτοῦ καὶ κρίνει. Διὰ

143

τοῦτο δὲ πάντα ποιεῖ, ἵνα πάντες τιμῶσιν τὸν υἱὸν καθὼς τιμῶσι τὸν

144

πατέρα. Τότε γὰρ μάλιστα αἰσθάνεται τίμης, ὅταν ἴδῃ τὸν ἐξ αὐτοῦ

145

θεοπρεπῶς τιμώμενον υἱόν· ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα

146

τὸν πέμψαντα αὐτόν, οὐ γὰρ δέχεται τιμὴν ἐπ' ἀτιμίᾳ υἱοῦ. Ἔπεμψέ

147

με γὰρ διὰ τὴν σάρκα, οὐχ ἵνα ὑβρισθῶ, ἀλλ' ἵνα δοξασθῶ. Ὅθεν

148

ἐπειδὴ ἀγνωμόνως διετέθητε εἰς ἐμέ, διὰ τοῦτο καὶ δι' αὐτῆς τῆς

149

ἀποσταλείσης σαρκὸς πρὸς αὐτὸν ἔλεγον· Πάτερ, δόξασόν σου τὸν

150

υἱόν. Σὺ δόξασον ὃν οὗτοι ὑβρίζουσι, σὺ καὶ τὴν ὑπ' αὐτῶν

151

ἀθετουμένην δόξασον σάρκα, ἵνα μάθωσιν ὅτι καὶ τὸν ἐκ Μαρίας

152

ἄνθρωπον διὰ τὴν πρὸς τὸν μονογενῆ σου υἱὸν κοινωνίαν

153

ἀδιακρίτως ὡς πατὴρ δοξάσεις ἐκείνην διδοὺς τῷ ἀναληφθέντι

154

παρ' ἐμοῦ ναῷ νῦν δόξαν, ἣν ἐγὼ αὐτὸς πρὸ αἰώνων παρά

155

σοι ἐκ φύσεως εἶχον ...

... οὐδὲ οὐράνιον φρονοῦσιν· ἀλλ' οὐδὲ ἀνθρώπινον φρόνημαἔχουσιν, οὐδὲ τολμῶσιν εἰς τὸ φῶς προελθεῖν ἢ φρονίμῳ ἀνθρώ-πῳ διαλεχθῆναι, ἢ πόλει χριστιανῶν ἐπιβῆναι, καθὼς οἱπροεστῶτες τῶν ἄλλων αἱρέσεων, οἵτινες πειρῶνται διὰ τῆςφιλοσοφίας καὶ κενῆς ἀπάτης πλανῆσαί τινας. Καὶ γὰρ διὰ τὴνπροσοῦσαν αὐτοῖς δεινότητα καὶ τὰς γραφὰς πειρῶνται πρὸς τὰἑαυτῶν θελήματα ἕλκειν κἀκεῖθεν ἀπατᾶν τοὺς ἁπλουστέρους· αἱγὰρ γραφαὶ ἐοίκασι τοῖς βοηθήμασι τοῖς ἰατρικοῖς, ἅτινα καλῶςμὲν σκευαζόμενα θεραπεύει, φαύλως δὲ ἢ ἀτέχνως διδόμεναφονεύει· διόπερ εἰκότως ἀλώπεκες μικροὶ λέγονται. Τὰς μὲν οὖνλοιπὰς αἱρέσεις ἔστιν εὑρεῖν ὅτι καὶ λόγον καὶ πιθανότητα ἔχουσικαὶ συλλογισμοῖς καὶ σοφίσμασί τινων ἁπλουστέρων περιγίνον-ται· καὶ νομίζω γὰρ καὶ περὶ τούτων ὁ προφήτης εὔχεται λέγων·Ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν. Αἱ μέντοι μικραὶ ἀλώπεκες,τουτέστι αὗται αἱ αἱρέσεις, τί ἔχουσι δυνατὸν εἰς τὸ ἀπατῆσαι; Οὐφρόνησιν, οὐκ ἰσχύν, οὐ παρρησίαν τοῦ δόγματος αὐτῶν, οὐ τὴνἐπὶ πόλεων δικαιοσύνην δυναμένην ἀπατῆσαι τοὺς μεριζομένουςτῇ πίστει· ἓν μόνον ἔχουσι, τὸ δολερὸν τῶν θηρίων τούτων. Ὅτανγὰρ εἰσέλθωσιν εἰς ἀμπελῶνα, τουτέστιν εἰς λαόν, οὐ παρρησίᾳεἰσέρχονται, ἀλλὰ λάθρᾳ ὡς κλέπται, ὡς καὶ τὰ θηρία ταῦτα, αἱἀλώπεκες. Ἐπὰν ἴδωσι τὸν ἀμπελουργὸν εἰς ἕτερον μέρος ἀσχο-λούμενον, εἰσέρχονται ἀφειδῶς εἰς τοὺς ἀλλοτρίους καμάτους,οὓς καὶ ἀφανίζουσιν. Ἔστι δὲ καὶ οὕτως νοῆσαι τὸ γραφικὸνῥητόν, οὐ μόνον αὐτοὺς μικροὺς ἀλώπεκας ὀνομαζομένους, ἀλλὰκαὶ μικροὺς ἀφανίζοντας ἀμπελῶνας. Οὐδεὶς γὰρ παρ' αὐτῶν ἀνὴρἰσχυρὸς καὶ ἑδραῖος τῇ πίστει καὶ τεθεμελιωμένος ἐπὶ τὴν πέτραν,τουτέστι τὸν Χριστόν, ἀπατᾶται, ἀλλ' εἴπου τις ἀχύρῳ παραπλή-σιος καὶ παντὶ ἀνέμῳ περιφερόμενος ἀπολικμᾶται τῆς ἐκκλησίας.Περὶ τῶν τοιούτων καὶ ὁ κύριος ἐν εὐαγγελίοις λέγει· Ὃς ἂνσκανδαλίσῃ ἕνα τῶν μικρῶν τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει ἵναμύλος ὀνικὸς κρεμασθῇ εἰς τὸν τράχηλον αὐτοῦ καὶ τὰ ἑξῆς, δηλονό-τι μεγάλου καὶ ἡδρασμένου ἐν τῇ πίστει καὶ κρατοῦντος τὴνκεφαλὴν τῆς ἐκκλησίας, τὸν Χριστόν, μὴ δυναμένου σκανδα-λισθῆναι. Περὶ τούτων αὐτῶν καὶ ὁ ἀπόστολος Παῦλος σαφῶςᾐνίξατο εἰπών· Ἐκ τούτων εἰσὶν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας καὶαἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπι-θυμίαις ποικίλαις, πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσινἀληθείας ἐλθεῖν δυνάμενα. Ἔδειξε διὰ τοῦ ῥήματος τοῦ ἐνδύνοντεςτὸν φωλεὸν τοῦ ὄφεως τοῦ ἀπατήσαντος τὴν πρώτην γυναῖκα·ἐφανέρωσε δὲ καὶ τὸ δολερὸν καὶ δειλὸν τῶν τρόπων αὐτῶνκαὶ τοῦ κηρύγματος αὐτῶν τὴν ἀσθένειαν καὶ τῶν ἀπατωμένωντὸ σαθρόν· ἀνδρὸς γὰρ οὐ μέμνηται, εἰ μὴ μόνων γυναικαρίωνεὐκόλων εἰ〈ς〉 ἀπάτην. Διὰ τοῦτο καὶ τὸ κήρυγμα αὐτῶν ἐκεῖνο τὸγένος ἀπατᾷ καὶ εἴπου τις γυναικώδης· καὶ ἔστιν ἰδεῖν ἐν ταῖςσυναγωγαῖς αὐτῶν πλείονα γυναικάρια ἀπατώμενα, ἐξακολου-θοῦντα ἀλλοτρίοις ἀνδράσι καὶ μετ' αὐτῶν ἀδιαφόρως συζῶντα·τὰ δὲ ἀκόλουθα τούτοις αἰσχρόν ἐστι καὶ εἰπεῖν.{Τίς ὁ καθηγητὴς τῶν αἱρέσεων τούτων;} Ὁ καθηγητὴς πασῶν τῶν αἱρέσεών ἐστιν ὁ διάβολος. Ὡςγὰρ ὁ Χριστὸς καθηγητής ἐστι τῆς καθολικῆς ἐκκλησίας καὶ παρ-έδωκεν ἑαυτὸν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ καὶ παραστήσῃ αὐτὸςἑαυτῷ τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων,οὕτως καὶ ὁ διάβολος εἰς τὸ ἀπατᾶν καὶ σκορπίζ〈ειν〉 ὢν ἕτοιμοςκαθηγητὴς γέγονε πασῶν τῶν αἱρέσεων. Μόνον γὰρ ἐδιδάχθη τὸγένος τῶν ἀνθρώπων θεὸν προσκυνεῖν, πολλοὺς δὲ ψευδωνύ-μους θεοὺς ἐποίησεν ὁ διάβολος· τί δὲ λέγω πολλούς, πᾶσαν τὴνκτίσιν ἐθεοποίησεν, ἵνα τὸν ἄθλιον ἄνθρωπον ἀπὸ τοῦ ὄντωςθεοῦ ἀποπλανήσῃ. Ἦν γὰρ ἰδεῖν ὁμοιώματα ζῴων καὶ θηρίων καὶἑρπετῶν καὶ πετεινῶν προσκυνούμενα, ἔτι δὲ καὶ πᾶσαν σχεδὸντὴν ὕλην ὡς θεὸν τιμωμένην. Καὶ διὰ τοῦτο ὁ κύριος τὴν