Contra haereticos
- Authority group
- Amphilochius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
- Edition reference
- Contra haereticos, ed. Datema, op. cit., 185–214.
- CTS identifier
urn:cts:greekLit:tlg2112.tlg011.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
61
ἔνσαρκον οἰκονομίαν ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων ἀνεδέξα-
62
το, ἵνα τὴν πολύθεον πλάνην καταργήσῃ καὶ ἐπὶ τὴν προσκύνησιν
63
τοῦ ὄντως θεοῦ ἐπιστρέψῃ διὰ λουτροῦ παλιγγενεσίας, καὶ πᾶσαν
64
τὴν ἀνθρωπότητα διεσπαρμένην συναγάγῃ εἰς τὴν ἐκκλησίαν—
65
καὶ σῶμα αὐτοῦ προσηγόρευσε—, καὶ πληρωθῇ ὁ λόγος αὐτοῦ·
66
Ἔσται μία ποίμνη, εἷς ποιμήν. Ἀλλὰ πάλιν ὁ φθονερὸς διάβολος τῇ
67
οἰκείᾳ κακίᾳ καὶ τῇ ἀρχαίᾳ αὐτοῦ τέχνῃ οὐ παύεται ἀπατῶν τοὺς
68
ἀστηρίκτους· ὡς γὰρ πρὸ τοῦ εἴδωλα μετονομάσας θεοὺς ἀπὸ
69
τοῦ ὄντως θεοῦ ἀπεπλάνησε τοὺς ἀνθρώπους, οὕτως καὶ νῦν
70
πολλὰς ἐκκλησίας ὀνομάσας, μᾶλλον δέ, εἰ δεῖ τὸ ἀληθὲς εἰπεῖν,
71
εἴδωλα ἐκκλησιῶν ἀναστήσας τῇ τοῦ Χριστοῦ ἀποταγῇ τοὺς
72
πειθομένους αὐτῷ, ἵν' ὥσπερ τότε διὰ τῶν λεγομένων θεῶν ἀπὸ
73
τοῦ θεοῦ ἀπέστησεν, οὕτως καὶ νῦν διὰ τῶν λεγομένων
74
παρ' αὐτοῖς ἐκκλησιῶν τῆς ὄντως ἐκκλησίας ἀποσπάσῃ. Ἔθος
75
γὰρ τῷ διαβόλῳ διὰ μεγάλων ἐπαγγελιῶν ἀπατᾶν· τῷ γὰρ πρώτῳ
76
ἀνθρώπῳ, ἤτοι τῇ γυναικὶ προσελθὼν εἶπεν· Ἐὰν φάγητε τοῦ
77
ξύλου τῆς γνώσεως, ἔσεσθε ὡς θεοί, θεοὺς ποιήσειν ἐπαγγειλά-
78
μενος, τουτέστιν ἀθανάτους, καὶ αὐτὴν τὴν ζωὴν αὐτῶν προσαφ-
79
είλατο. Ἔχει δὲ τοίνυν πλέον ὁ δόλος αὐτοῦ· τοῦ σωτῆρος γὰρ
80
ἐπιφανέντος καὶ πολλῶν πιστευσάντων αὐτῷ ἐπήγειρεν ὁ
81
πονηρὸς 〈διωγ〉μὸν κατὰ τῶν χριστιανῶν καὶ οὓς οὐκέτι ἠδύνατο
82
κατέχειν τῇ ἀπάτῃ δι〈ὰ τῆς εἰ〉δωλολατρίας, τούτους διὰ τῆς
83
τυραννίδος ἀποστάτας ἠνά〈γκ〉ασε γενέσθαι. Καὶ ἦν ἰδεῖν πρᾶγμα
84
φρικτόν· βασιλεῖς μαινομένους κατὰ τῶν χριστιανῶν, νόμους
85
ἀνομίας μεστούς, δικαστὰς ἐκδίκους τῆς ἀσεβείας. Ὑπὲρ πάντα
86
γὰρ φόνον καὶ πᾶσαν γοητείαν ἔγκλημα ἦν ἡ εὐσέβεια, καὶ μόνοι
87
οἱ χριστιανοὶ ᾤκουν τὰ δεσμωτήρια, ἐστρεβλοῦντο, ἐτύπτοντο,
88
ἐτηγανίζοντο, ἐξέοντο, θηρίοις ἐνεβάλλοντο. Καὶ τούτων
89
ἁπάντων ἐπαγομένων αὐτοῖς παρὰ τοῦ πονηροῦ καὶ τῶν τούτου
90
διακόνων, ἵνα τὴν ἐκκλησίαν τοῦ θεοῦ ἀρνήσωνται, γενναίως καὶ
91
προθύμως ἅπαντα ἔφερον διὰ τὴν εἰς τὸν σωτῆρα ἀγάπην καὶ
92
ἡδέως ἀπέθνῃσκον τὸν πρόσκαιρον θάνατον τῆς ἀϊδίου ζωῆς
93
ἀνταλλαττόμενοι.
94
Ταῦτα καταμαθὼν ὁ διάβολος καὶ κατανοήσας νικωμένην
95
αὐτοῦ τὴν βίαν καὶ πάσας αὐτοῦ τὰς ἐπινοίας μετεβλήθη εἰς
96
ἕτερον εἶδος ἀπάτης καὶ πάλιν ἐπάγγελμα χρηστὸν καὶ σχῆμα
97
ταπεινὸν καὶ θρησκεία εὐλαβής. Ἐγκρατείας γὰρ καὶ ἀποτάξεως
98
κηρυσσομένης τίς ἂν μὴ εὐκόλως ἀπατηθῇ τῷ δόλῳ τούτῳ; Οἶδεν
99
ὅτι βαρὺ ἀκοῦσαι χριστιανῷ· Ἀπόστα ἀπὸ θεοῦ, ἄρνησαι τὸν σω-
100
τῆρα, δραπέτευσον ἀπὸ τῆς ἐκκλησίας, ἐγκατάλιπε τὸ αἷμα τοῦ
101
Χριστοῦ δι' οὗ ἠγοράσθης. Ταῦτα εἰ εἶπε, τίς ἂν ὑπήκουσεν αὐτῷ;
102
Νυνὶ δὲ τῇ ἀρχαίᾳ μεθόδῳ πάλιν μεγάλα ἐπαγγελλόμενος τοῦ
103
ἀληθινοῦ παραδείσου, τῆς ἐκκλησίας τοῦ Χριστοῦ, ἐκβάλλει τὸν
104
ἄνθρωπον. Ὄντως γὰρ παράδεισος ἡ ἐκκλησία τοῦ Χριστοῦ, ἐν ᾗ
105
καὶ τὸ ξύλον τῆς ζωῆς καὶ τὸ ξύλον τῆς γνώσεως, καὶ πηγὴ ἡ
106
ἀνερχομένη ἐκ τῆς γῆς καὶ ποτίζουσα τὸν παράδεισον, ἐξ ἧς καὶ
107
οἱ τέσσαρες ποταμοὶ ἀπορρέουσιν· ἔχει δὲ καὶ πολλὴν διαφορὰν
108
καρπῶν. Διὰ τοῦτο γὰρ παράδεισος, ἐπειδὴ πολλὰ εἴδη καρπῶν·
109
μονοειδὴς γὰρ παράδεισος οὐκ ἔστιν, ὡς οἱ ἀποστάται λέγουσιν.
110
Ἕκαστος δὲ καθὼς πίστεως καὶ σπουδῆς ἔχει, αὐξάνει καὶ
111
καρποφορεῖ· μόνον μενέτω ἐν τῷ παραδείσῳ τοῦ Χριστοῦ,
112
καθὼς γέγραπται· Πεφυτευμένοι ἐν τῷ οἴκῳ κυρίου ἐν ταῖς αὐλαῖς
113
τοῦ θεοῦ ἡμῶν ἐξανθήσουσιν. Ἐὰν δὲ καὶ γένηται καιρὸς μαρτυ-
114
ρίου, παραδῶμεν τὸ σῶμα, καταλείψωμεν τὴν πρόσκαιρον ζωήν,
115
ὑπερίδωμεν γένους, καταφρονήσωμεν χρημάτων· πάντα
116
οἰχέσθω, μενέτω ἐν ἡμῖν ἡ πίστις, ἐλπίς, ἀγάπη, ὡς λέγει ὁ
117
ἀπόστολος. Καὶ ἐν ἄλλῳ δὲ τόπῳ· Πέπεισμαι, φησίν, ὅτι οὔτε ζωὴ
118
οὔτε θάνατος οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε τις κτίσις ἑτέρα
119
δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ. Τίς δέ ἐστιν
120
αὕτη ἡ ἀγάπη, αὐτὸς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἶπεν· Ὁ
121
τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα, αὐτὸς ἐν ἐμοὶ μένει,
122
κἀγὼ ἐν αὐτῷ. Καὶ διὰ τὴν πολλὴν αὐτοῦ περὶ ἡμᾶς ἀγάπην τὸ
123
οἰκεῖον αὐτοῦ αἷμα τίμημα κατέβαλεν ὑπὲρ ἡμῶν· τιμίῳ γὰρ αἵματι
124
ἠγοράσθη〈τε〉, Πέτρος ὁ ἀπόστολός φησιν.
125
Ὁ τοίνυν τὸ αἷμα τοῦ Χριστοῦ ἀρνούμενος τὴν παρουσίαν
126
αὐτοῦ ἐνύβρισε καὶ τὴν καταβληθεῖσαν ὑπὲρ αὐτοῦ τιμὴν ἠθέτη-
127
σε. Καὶ τί ἀπολογήσονται οἱ τὸ αἷμα τοῦ θεοῦ ἀρνησάμενοι καὶ
128
τῆς ἐκκλησίας δραπετεύσαντες; Εἰ γάρ, ὡς προείπομεν, οἱ
129
ἀπόστολοι καὶ μάρτυρες τοσαῦτα ἔπαθον ὑπὲρ τοῦ αἵματος τοῦ
130
Χριστοῦ καὶ ἐν τῇ ὁμολογίᾳ ταύτῃ ἐτελειώθησαν, ποίας τιμωρίας
131
εἰσὶν ἄξιοι οὗτοι οἱ ἄνευ πληγῶν, οἱ ἄνευ ξίφους, ἄνευ παντὸς
132
κινδύνου ἀρνησάμενοι τὴν ὑπὲρ αὐτῶν καταβληθεῖσαν τιμήν;
133
Μηδὲ γὰρ νομιζέτωσαν ἔχειν τι χριστιανοῦ τοῦτ〈ο〉 ἀρνούμενοι,
134
πάντα γὰρ τὰ μυστήρια τῶν χριστιανῶν τούτου ἤρτηται· κἂν
135
ἐκκλησίας εἴπῃς, κἂν γραφάς, κἂν κατηχήσεις, κἂν βάπτισμα,
136
κἂν θυσιαστήριον, κἂν αὐτὸ τὸ σῶμα, ἄνευ τοῦ αἵματος οὐδέν
137
ἐστι· σῶμα γὰρ ἄνευ τοῦ αἵματος νεκρόν ἐστι, νεκρὸν δὲ εἰς
138
θυσιαστήριον οὐδεὶς προσφέρει. Ἔστι γὰρ εὑρεῖν κἀν τῇ παλαιᾷ
139
διαθήκῃ πανταχοῦ αἷμα προσφερόμενον καὶ σχεδὸν ἐν αἵματι
140
πάντα καθαρίζονται κατὰ τὸν νόμον. Πόσῳ μᾶλλον τὸ αἷμα τοῦ
141
Χριστοῦ καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔρ〈γων〉, λέγει ὁ
142
ἀπόστολος· καὶ πάλιν· Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν
143
εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι τοῦ Χριστοῦ, ἣν ἀνεκαίνισε〈ν ὁδὸν〉
144
πρόσφατον καὶ ζῶσαν. Ἔδειξέ σοι πανταχοῦ τὴν ἰσχὺν τοῦ μυστη-
145
ρίου τῶν χριστιανῶν, ὅτι οὐκ ἔστιν οὐ τὴν ἁμαρτίαν φυγεῖν, οὐκ
146
αὐτὸν τὸν διάβολον, οὐκ εἰς τὴν εἴσοδον τῶν ἁγίων εἰσελθεῖν, ἣν
147
ἀνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, τοῦ γνωρισθῆναι ὑπὸ
148
τοῦ βασιλέως μὴ ἐπιφερόμενον τὴν σφραγίδα. Εἰ γὰρ στρατιῶται
149
ἐν πολέμοις ἀγωνιζόμενοι καὶ περὶ αὐτῆς σωτηρίας ἀγωνιῶντες
150
τὸ σύμβολον φυλάσσουσι καὶ διὰ τοῦτο τὴν εὔνοιαν τὴν εἰς τὸν
151
βασιλέα ἐνδείκνυνται τοῦτο λογιζόμενοι ὅτι ἐὰν τοῦτο ἀπολέσω-
152
σιν, οὐκέτι δυνήσονται τὸ πρόσωπον τοῦ βασιλέως θεάσασθαι, τί
153
ποιήσουσιν αὐτοὶ οὐκ ἄψυχον σημεῖον ἀπολέσαντες, ἀλλ' αὐτοῦ
154
τοῦ αἵματος τοῦ Χριστοῦ ἀποσυληθέντες;
155
Ἀλλ' ἐάν τις ἀκριβῶς ἐξετάσῃ, παντὸς ἀνθρώπου πλανηθέν-
156
τος ἐλεεινότεροί εἰσι καὶ πολλῶν θρήνων ἄξιοι οἱ ἐν ταῖς αἱρέσεσι
157
ταύταις πλανηθέντες. Τοσοῦτον γὰρ κατίσχυσεν αὐτῶν ὁ πονη-
158
ρὸς καὶ ἐσκότισε τὴν ἀσύνετον αὐτῶν καρδίαν, ὡς μὴ ἐπιγινώ-
159
σκειν αὐτοὺς ὃ πεπόνθασι. Δέον γὰρ αὐτοὺς στένειν καὶ δακρύειν
160
τοσούτων καὶ τηλικούτων ἀγαθῶν καὶ αὐτῆς τῆς ζωῆς στερηθέν-
161
τας. Τὸ ἐναντίον πεπόνθασι· δικαίους ἑαυτοὺς ὀνομάζουσι καὶ
162
πάντων τῶν ἀνθρώπων ὑψηλοτέρους· τί δὲ λέγω τῶν ἀνθρώπων,
163
καὶ αὐτοῦ τοῦ αἵματος τοῦ Χριστοῦ ἁγιωτέρους. Μόνον γὰρ ἂν
164
δράξηταί τινος αὐτῶν ὁ διάβολος καὶ ἐκβάλῃ τῆς ἐκκλησίας,
165
ἔστιν ἰδεῖν ἀπὸ τῆς ὥρας ἐκείνης τὸν τοιοῦτον ἀδικίαν εἰς τὸ ὕψος
166
ἀφειδῶς λαλοῦντα, μηκέτι γνωρίζοντα μήτε τὸν βαπτίσαντα
167
ἱερέα, μήτε τὴν πνευματικὴν μητέρα, τὴν ἐκκλησίαν, τὴν γεννή-
168
σασαν αὐτὸν καὶ ἀναθρεψαμένην, μήτε θυσιαστήριον ἐξ οὗ ἀπὸ
169
παιδίου ἐτρέφετο καὶ ἐποτίζετο, μήτε αὐτὰ τὰ προσφερόμενα
170
ἅγια. Ἀλλ' εὐθὺς πρώτη προκοπὴ καὶ μέγα κατόρθωμα αὐτοῖς
171
νομίζεται ἡ ἄρνησις καὶ ἡ βλασφημία ἡ κατὰ τῶν μυστηρίων·
172
ἄρχεται γὰρ λέγειν ὁ τοιοῦτος, μᾶλλον δὲ ὁ διάβολος ὁ ἐν αὐτῷ
173
φθεγγόμενος· «Τί δέ ἐστιν ἐκκλησία; Τί δέ ἐστι βάπτισμα; Ἐκεῖνο
174
δὲ αἷμα Χριστοῦ ἐστι; μὴ γένοιτο ἐκεῖνο εἰσελθεῖν εἰς τὸ στόμα
175
μου». Ἄθλιε! Εἰ πάσῃ φυλακῇ ἐτήρεις τὴν καρδίαν, εἰ ηὔχου
176
ἐπιπόνως ἕως ἐσχάτης ἀναπνοῆς, παρέμενέ σοι τὸ φυλακτήριον.
177
Εἰ μὴ ἔδωκας εἴσοδον τῷ διαβόλῳ εἰς τὴν καρδίαν σου, οὐκ ἂν
178
ὑπ' αὐτοῦ ἐζωγρήθης εἰς τὸ ἐκείνου θέλημα. Εἰς ταύτην τὴν
179
προκοπήν σε ἀνήγαγεν ἡ ἐγκράτεια καὶ ἡ ἀπόταξις, οὐδὲν ἄλλο τι
180
ἐδίδαξεν ἢ τοῖς ἁγίοις μόνοις ἀποτάξασθαι. Τὸ αἷμα τοῦ Χριστοῦ
181
ἀκάθαρτον καὶ σὺ καθαρός; Ἐγὼ περὶ ἄλλης ἀποταγῆς ἐνόμιζόν
182
σε ἔχειν, περὶ ἧς εἶπεν ὁ κύριος ὅτι Εἴ τις οὐκ ἀποτάσσεται πᾶσι τοῖς
183
ὑπάρχουσιν αὐτῷ, οὐκ ἔστι μου μαθητής, καὶ Εἰ θέλεις τέλειος εἶναι,
184
ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς καὶ τὰ ἑξῆς· καὶ
185
οὐ προσέθηκεν Εἴ τις οὐκ ἀποτάσσεται τῇ ἐκκλησίᾳ μου ἢ τοῖς
186
μυστηρίοις μου, οὐκ ἔστι μου μαθητής. Δῆλον γὰρ ὅτι ἐδίδαξεν
187
ἡμᾶς διὰ τῆς ἐνσάρκου αὐτοῦ οἰκονομίας πρῶτον ἀποτάσσεσθαι
188
τῷ διαβόλῳ καὶ τοῖς εἰδώλοις αὐτοῦ καὶ πάσῃ τῇ πλάνῃ αὐτοῦ,
189
καὶ αὐτῷ μόνῳ συντάσσεσθαι διὰ τῆς ἐκκλησίας αὐτοῦ καὶ τῶν
190
μυστηρίων. Τὴν πρώτην ἀποταγὴν ἀπετάξω ἢ τὴν δευτέραν;
191
Ἡ πρώτη εἰδώλων ἐστὶν ἀποχή, ἡ δευτέρα χρημάτων ἐστὶ
192
καταφρόνησις καὶ πάσης σαρκικῆς ἡδονῆς ὑπεροψία.
193
Ἴδωμεν οὖν ποίαν λέγεις ἀπόταξιν τὴν τῶν χρημάτων. Καὶ
194
τίς οὕτως δεδούλωται τῷ πάθει τῆς φιλαργυρίας ὡς οἱ αἱρετικοί;
195
Οὐ μόνον γὰρ τὰ αὐτοῖς ἐμπίπτοντα χρήματα μετὰ ἀσφαλείας
196
κατέχουσιν, ἀλλὰ καὶ τῶν ἀλλοτρίων ὡς οἰκείων φρονισταὶ καὶ
197
ταμεῖα γίνονται καὶ τόκους καὶ πλεονασμοὺς συνάγουσι καὶ
198
ἄλλοις μὲν τὰ χρήματα προσπορίζουσι, αὐτοὶ δὲ τὰς ἀνομίας
199
κερδαίνουσι, μόνον ἵνα τὸ πάθος τῆς πλεονεξίας αὐξήσωσιν.
200
Οὐδεὶς γὰρ ἤκουσέ ποτε ὅτι αἱρετικὸς πάντα πωλήσας τὰ
201
προσόντα αὐτῷ δέδωκε πτωχοῖς καὶ ποιητὴς τῆς ἐντολῆς ταύτης
202
γέγονε. Μόνοις οὖν τοῖς ἁγίοις ἀπετάξω, μόνον τοῦτο ἐδιδάχθης
203
παρὰ τῆς σῆς ἐγκρατείας καὶ τῆς ἀποτάξεως τὸ μὴ γινώσκειν τὸν
204
ἱερέα σου τὸν ἀεὶ τρέφοντά σε διὰ τῆς μυστικῆς καὶ ἁγίας τροφῆς,
205
οὐδὲν μέγα προκόψας. Εἰ γὰρ ταύτην προκοπὴν λέγεις, εἰς ταύτην
206
φθάνουσι καὶ οἱ μαινόμενοι· κἀκεῖνοι γάρ, ὅταν ὑπὸ τοῦ πάθους
207
τούτου κρατηθῶσιν, ἀγνοοῦσι τοὺς γεννήσαντας, οὐκ ἐπιγινώ-
208
σκουσιν ἀδελφόν, οὐ μέμνηνται εὐεργεσιῶν, ἀλλὰ καὶ ἐάν τις θέλῃ
209
βοηθῆσαι, ὡς ἐχθρὸς καὶ πολέμιος ὑπολαμβάνεται παρ' αὐτῶν,
210
καὶ ἐρωτώμενοι παρὰ τῶν ἰδίων τὴν αἰτίαν τῆς λύπης εἰπεῖν
211
ἄναρθρα καὶ ἀνακόλουθα φθεγγόμενοι οὐδὲν ἔχουσι. Δῆλον οὖν
212
ὅτι τῷ πάθει τῆς μανίας κατέχονται καὶ οἱ ἀποστάται τῆς ἐκκλη-
213
σίας ἐνυβρίζοντες πρὸς πάντας, ἀπεχόμενοι, τὸν πατέρα τὸν
214
γεννήσαντα μοιχὸν ἀποκαλοῦντες, τὴν μητέρα πόρνην νομίζον-
215
τες, μὴ τὴν ἐντολὴν τοῦ θεοῦ φυλάττοντες τὴν λέγουσαν Ὁ
216
κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω. Ἀλλ' ἴσως προφα-
217
σιζόμενος ἐρεῖ· «Τοὺς σαρκικοὺς γονεῖς λοιδορῶ». Οὐδὲ τοῦτο
218
καλῶς ποιεῖς· ὁ νόμος γὰρ τοῦτο λέγει καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς
219
Χριστὸς τοῦτο ἐπισφραγίζεται· μεμφόμενος γὰρ τοῖς Ἰουδαίοις
220
λέγει, ὅτε ἐνεκάλουν αὐτῷ λέγοντες· Διὰ τί οἱ μαθηταί σου παραβαίν-
221
ουσι τὴν παράδοσιν τῶν πρεσβυτέρων καὶ ἀνίπτοις χερσὶν ἐσθίουσι,
222
λέγει ὁ κύριος πρὸς τοῦτο· Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν
223
τοῦ θεοῦ καὶ τὴν παράδοσιν ὑμῶν; Ὁ γὰρ θεὸς εἶπε· τίμα τὸν πατέρα
224
σου καὶ τὴν μητέρα σου, καὶ ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ
225
τελευτάτω. Ὁρᾷς πῶς ἐσφράγισε τὴν ἐντολήν, μᾶλλον δὲ τὸν τῆς
226
φύσεως νόμον διὰ τοῦ οἰκείου λόγου; Καὶ ἦν εἰπεῖν πολλὰ περὶ
227
τιμῆς καὶ φόβου γονέων, ἀλλ' ἀρκεῖ περὶ τούτου μαρτυροῦσα ἥ τε
228
παλαιὰ καὶ καινὴ διαθήκη.
229
Ἴδωμεν δὲ εἰ κἂν τοὺς πνευματικοὺς γονέας τιμῶσι. Τίς οὖν
230
ἐστιν ὁ πνευματικὸς πατήρ; Πάντως μετὰ τὸν θεὸν ὁ ἱερεὺς ὁ
231
βαπτίσας σε· γέγραπται γάρ· Ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου
232
ἐγὼ ὑμᾶς ἐγέννησα, καὶ Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἃ ἔδωκάς μοι σὺ ὁ
233
θεός· καὶ πρὸς τοὺς καταπεσόντας Τεκνία μου, φησίν, οὓς πάλιν
234
ὤδινον, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Ὃ καὶ εὐχόμεθα καὶ
235
ἐπ' αὐτοῖς γενέσθαι· καὶ ἡ μήτηρ δὲ πάντως ἡ ἐκκλησία καὶ ἡ
236
ἀναθρεψαμένη. Ἆρ' οὖν ὁ αἱρετικὸς γνωρίζει τούτους, γινώσκει
237
τὴν ἀπ' αὐτῶν ὠφέλειαν, ὅτι διὰ τούτων ἔφυγε τὴν τυραννίδα τοῦ
238
διαβόλου, δι' αὐτῶν χριστιανὸς ὠνομάσθη; Τί λέγω χριστιανός;
239
Αὐτὸν τὸν Χριστὸν ἐνεδύσατο· λέγει γὰρ ἡ γραφή· Ὅσοι εἰς
240
Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· μόνον εἰ μὴ ὑπὸ τοῦ
241
ὄφεως πάλιν ἐξεδύθης. Τί οὖν πρὸς ταῦτα; Γνωρίζεις τούτους ἢ
242
καὶ τούτους ἠρνήσω; Καὶ τί ποιήσεις; Εἰ γὰρ τοὺς κατὰ σάρκα
243
γεννήσαντάς σε ἠτίμησας, τοὺς ἀναγεννήσαντάς σε διὰ λουτροῦ
244
παλιγγενεσίας ἀπηρνήσω, πόθεν ἡ ζωή σου; Ἀλλ' ἐπειδὴ ὄντως
245
ἀπεδήμησας εἰς χώραν μακρὰν καὶ τὸ ἐπιβάλλον σοι τῆς πατρικῆς
246
οὐσίας μέρος ἀνήλωσας, καὶ σιτίζῃ τὰ κεράτια καὶ τοῦ πρωτοπο-
247
λίτου βόσκεις τοὺς χοίρους. Πρόβατα γὰρ ἐκείνῳ οὐκ ἔστιν, εἷς
248
γάρ ἐστιν ὁ ποιμὴν ὁ καλὸς καὶ μία ἡ ποίμνη αὐτοῦ. Τί δέ ἐστιν καὶ ἡ
249
οὐσία ἣν ἀπώλεσας; Φανερά ἐστι καὶ πάλιν ἔκδηλος· ἡ πίστις καὶ
250
ἡ δωρεὰ ἣν διὰ τοῦ βαπτίσματος ἔλαβες. Ὡς γὰρ βαπτισθεὶς εἰς
251
Χριστὸν Χριστὸν ἐνεδύσω, οὕτως ἀποδημήσας ἀπὸ τῆς ἐκκλη-
252
σίας Χριστὸν ἐξεδύσω. Καὶ ἵνα μὴ νομίσῃς σόφισμα εἶναι τὸ
253
λεγόμενον, ἐπαναστρέψαντος ἐκείνου τοῦ υἱοῦ ὁ πατὴρ οὐδὲν
254
ἄλλο ἐκέλευσεν ἢ τὴν πρώτην στολὴν καὶ τὸ δακτύλιον αὐτῷ
255
δοθῆναι. Μίμησαι τοῦτον, ἀδελφέ· ἀνάστηθι ἀπὸ τῶν γηΐνων
256
φρονημάτων ὡς ἐκεῖνος ἀπὸ τῆς γῆς, εἰς ἑαυτὸν ἐλθέ, ὡς
257
κἀκεῖνος εἰπὲ καὶ σύ· Πῶς οἱ μίσθιοι τοῦ πατρός μου περισσεύουσι
258
ἄρτου, ἐγὼ δὲ λιμῷ ὧδε ἀπόλλυμαι; Οὐκ ἄρτον ἔχω δυνάμενον
259
στηρίξαι καρδίαν ἀνθρώπου ἢ μόνον τὴν τῶν χοίρων τροφήν, τὰ
260
κεράτια. Τί δέ ἐστι ταῦτα, ἀλλ' ἢ τὰ διαβολικὰ συγγράμματα, ὡς ἐν
261
ἑτέρῳ λόγῳ δείξομεν;
262
Ἐνθυμήθητι πόθεν ἐξέπεσας, πῶς ἀπεπλανήθης δελεασθεὶς
263
ὑπὸ τοῦ ὄφεως τοῦ τὰ μεγάλα ἐπαγγελλομένου, ἵνα σε τῶν
264
παρόντων καλῶν ἀποστερήσῃ. Ἐν γὰρ τῇ ἀρχῇ, ἐδίδαξεν ὁ
265
λόγος, ὅτι τὸν πρῶτον ἄνθρωπον ἤτοι τὴν γυναῖκα οὕτως
266
ἠπάτησεν εἰπών· Ἔσεσθε ὡς θεοί. Καὶ σὲ δὲ τῷ αὐτῷ δόλῳ διὰ τοῦ
267
ὀνόματος τῆς ἐγκρατείας καὶ τῆς ἀποτάξεως ἀπήγαγε τῆς πα-
268
τρικῆς οἰκίας πρὸς τὴν χώραν τὴν μακράν, εἰς ἣν οὐκ ἦν πρόβατα,
269
ἀλλ' ἢ μόνον χοῖροι. Καὶ εἰ ἐφύλασσες τὴν δεσποτικὴν ἐντολὴν
270
τὴν λέγουσάν σοι· Ἔχθραν θήσω ἀνὰ μέσον σου καὶ τοῦ ὄφεως, οὐκ
271
ἂν ἤκουσας τῆς συμβουλῆς ἐκείνου. Πλὴν φιλάνθρωπος ὁ θεός,
272
οὐκ οἶδε μνησικακῆσαι· μόνον ἐὰν ὑποστρέψῃς, ἕτοιμός ἐστι διὰ
273
τὴν οἰκείαν αὐτοῦ ἀγαθότητα καὶ σοὶ ὑπαντῆσαι ὡς κἀκείνῳ.
274
Οἶδεν ὅτι νενέκρωσαι ἐν τοσούτῳ χρόνῳ ἄρτου μὴ γευσάμενος·
275
περιπτυξάμενός σε φιλήσει τὸν αὐχένα σου, ὃν ἐσκλήρυνεν ὁ
276
διάβολος, καὶ σιτίσει σε πάλιν διὰ τοῦ μόσχου τοῦ σιτευτοῦ, τῶν
277
μυστηρίων τοῦ Χριστοῦ. Ἔσται δὲ καὶ ἐπὶ σοὶ χαρὰ μεγάλη καὶ
278
ἐρεῖ ὁ πατήρ· Χαρῆναι δεῖ καὶ εὐφρανθῆναι, ὅτι ὁ υἱός μου νεκρὸς ἦν
279
καὶ ἀνέζησε, καὶ ἀπολωλὼς καὶ εὑρέθη. Εὑρήσεις δὲ καὶ πάντας
280
ἡμᾶς συγχαρέντας τῷ πατρὶ καὶ συνευφραινομένους ἐπὶ τῇ σῇ
281
σωτηρίᾳ· παρ' ἡμῖν γὰρ φθόνος οὐδὲ εἷς. Ἐὰν ἀκούσῃς τῆς
282
συμβουλῆς ἡμῶν, ταῦτα εὑρήσεις παρά τε τοῦ κοινοῦ πατρὸς
283
περὶ σὲ καὶ παρὰ τοῦ ἀδελφοῦ γινόμενα· ἐὰν ἄρξῃ διὰ τὰ γυναικά-
284
ρια τὰ σὺν σοὶ ἀπατηθέντα προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις·
285
«Διὰ τοσούτου χρόνου ἐπανέλθω εἰς τὴν ἐκκλησίαν; ἀκούσω
286
παρὰ τῶν γυναικαρίων τῶν 〈συ〉ζ〈ώντων μοι〉 καταλύτης*».
287
Μετὰ πολλὰ γὰρ τοῦτο λέλεκται παρ' αὐτοῖς, καὶ αὕτη ἐστὶν ἡ
288
πικροτέρα τέχνη τοῦ διαβόλου, ὅτι οὐ μόνον εἰς τὴν ἀρχὴν
289
ὑποσκελίζει τὸν ἄνθρωπον, ἀλλὰ καὶ μετὰ τὴν πτῶσιν οὐ συγχω-
290
ρεῖ τοῦτον ἐπιστρέψαι πρὸς τὸν θεὸν καὶ ἰαθῆναι. Τί ἐστι κατάλυ-
291
σις; Καὶ τί παράβασις; Εἰπέ μοι. Πάντως κατάλυσίς ἐστιν, ὅταν
292
τις τὴν πίστιν καὶ τὰ παραδοθέντα αὐτῆς μυστήρια ἐν τῇ ἐκκλησίᾳ
293
τοῦ θεοῦ καταλείψῃ καὶ εἰς ἀπιστίαν χωρήσῃ. Ταῦτα ἔδει σε ἐν τῇ
294
ἀρχῇ λέγειν, ὅτε ἦς ἐν τῇ τοῦ πατρὸς οἰκίᾳ, ὅτε ἔπειθέ σε ὁ
295
διάβολος καὶ οἱ τούτου ἐργάται ἀποστῆναι τοῦ πατρικοῦ πλούτου
296
τῆς ὄντως ζωῆς, τότε σε ἔδει λέγειν· «Οὐ γίνομαι καταλύτης, οὐ
297
γίνομαι παραβάτης, οὐδείς με χωρίσει τῆς ἀγάπης τοῦ Χριστοῦ·
298
αὐτὸς δι' ἐμὲ τοσαῦτα ὑπέστη μηδενὶ ὑποκείμενος, ἵνα με τὸν
299
πλασθέντα ἐξαγοράσῃ τῷ οἰκείῳ αἵματι ἀπὸ τῆς ἁμαρτίας. Καὶ
300
πῶς ἐγὼ δραπετεύσω ἀπὸ τῆς ἐκκλησίας ἀρνησάμενος τὴν ὑπὲρ
301
ἐμοῦ καταβληθεῖσαν τιμήν». Καὶ ἐπέμενε πείθων σε διὰ τῆς
302
χρηστῆς ἐπαγγελίας καὶ τῶν σεμνῶν ὀνομάτων, ὡς ἔθος ἐκείνῳ
303
καὶ τοῖς ἐργάταις αὐτοῦ, ἀποστῆσαι τῆς πίστεως σπεύδων ἐν
304
προσχήματι ἐγκρατείας καὶ ἀποτάξεως ἤ τινος ἄλλου σεμνοῦ
305
ὀνόματος. Ἔδει σε τότε λέγειν· «Ἔξεστί μοι χριστιανῷ ὄντι καὶ
306
παραμένοντι τῇ ἐκκλησίᾳ καὶ φυλάττοντι τὰ μυστήρια ἀποτάξα-
307
σθαι χρημάτων, ἀποτάξασθαι κακίας, ἀποτάξασθαι ὅλῳ τῷ κόσ-
308
μῳ, τουτέστι τῶν κοσμικῶν φροντίδων· εἰ δὲ δέοι, καὶ ἐγκρα-
309
τεύεσθαι βρωμάτων καὶ πάσης ἡδονῆς σαρκικῆς· καὶ ἵνα μὴ
310
καθὲν λέγω, καὶ εἰ δεῖ παρθενίαν καὶ ἁγνείαν φυλάξαι, ἔξεστί μοι
311
χριστιανῷ ὄντι καὶ φυλάσσοντί μοι τὴν πίστιν ἐποικοδομεῖν
312
ταῦτα πάντα. Ἐὰν γὰρ ἀφέλω τὸν θεμέλιον τῆς πίστεως, ὅς ἐστιν
313
Ἰησοῦς, ποῦ ἐποικοδομήσω τὸ πολίτευμα; Ταῦτα γὰρ ἑκάστην
314
ἡμέραν ἀκούω ἐν τῇ ἐκκλησίᾳ τοῦ Χριστοῦ παρὰ τῶν πατέρων
315
κηρυσσόμενα τῶν καὶ φωτισάντων με· πρὸς ὑμᾶς δὲ ἐρῶ·
316
Ἀπόστητε ἀπ' ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· 〈ἐ〉άν τις ὑμῖν
317
εὐαγγελίζηται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω». Εἴποτε ἔνηψας,
318
εἴποτε ἐγρηγόρησας, οὐκ ἂν ὑπεσύρης ὑπὸ τοῦ καθηγητοῦ τῶν
319
αἱρέσεων, οὐκ ἂν ἐγεγόνεις ὄντως καταλύτης· οὐδὲ γάρ σε
320
ἐπανελθόντα εἰς τὴν ἐκκλησίαν ἀναγκάσει τις ἐσθίειν καὶ πίνειν
321
τὴν σαρκικὴν τροφήν, ἀλλ' οὐδὲ γαμεῖν ἢ ἐκγαμίζεσθαι, ἀλλ' εἰ
322
δοκεῖ μήτε ἄρτον ἐσθίειν μήτε τι τῶν πιαινόντων τὸ σῶμα. Μόνον
323
τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ ἑαυτὸν μὴ ἀποστερήσῃς
324
μηδὲ τὰ κτίσματα τοῦ θεοῦ βδελύξῃ.
325
{Ὅτι ἀπὸ Σίμωνος τοῦ μάγου αὗται αἱ αἱρέσεις}
326
Ἕκαστος τῶν ἀνθρώπων ἐξουσίαν ἔχει ἀποσχέσθαι μὲν
327
τοῦ κακοῦ, προσελθεῖν δὲ τῷ ἀγαθῷ, καὶ τοσαύτην δέξασθαι ἐκ
328
τοῦ ἀγαθοῦ δύναμιν καὶ χάριν ὅσην αὐτὸς βούλεται· οἷον γὰρ ἂν
329
εὑρεθῇ τὸ σκεῦος, τοιαύτη δίδοται καὶ ἡ χάρις τῷ αἰτήσαντι,
330
καθὼς ἡ γραφὴ λέγει περὶ πνευματικῶν καὶ ἁγίων ὅτι Ὁ πνευμα-
331
τικὸς ἀνακρίνει πάντα, αὐτὸς ὑπ' οὐδενὸς ἀνακρινόμενος. Καὶ τοῦτο
332
μὲν μέγα, ὅτι τοσαύτην αὐθεντίαν ἔλαβεν παρὰ τοῦ θεοῦ πάντα
333
ἀνακρίνειν, ὑπ' οὐδενὸς αὐτὸς ἀνακρινόμενος· ἀλλ' ἤδη ὑψηλότερος
334
γενόμενος πάσης τῆς ἀνθρωπίνης φύσεως καὶ πρὸ τῆς ἀναστά-
335
σεως τὸ κρίνειν λαβὼν παρὰ τοῦ θεοῦ. Ἐκεῖνο δὲ πλέον ξενίζει
336
τοὺς ἀκούοντας, ὅτι ἔστι προκοπὴ καὶ ὑπὲρ τοῦτο τὸ μέτρον· τὸ
337
γὰρ εἰπεῖν Ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστι—καὶ οὐκ εἶπε·
338
πνευματικός ἐστιν ἢ ἅγιός ἐστιν. ἀλλ' ἓν πνεῦμά ἐστι—δηλοῖ, ὡς ὁ
339
τοιοῦτος ἀνεκράθη τῇ θεότητι· ἓν ἐγένετο μετὰ τοῦ θεοῦ, χω-
340
ρισθῆναι οὐκέτι δύναται. Τῷ αὐτῷ λόγῳ καὶ ὁ ἄπιστος καὶ ὁ
341
σαρκικὸς εἰς τὸ μέτρον τὸ ἴδιον ὅσον ἐκδίδωσιν ἑαυτὸν ταῖς
342
σαρκικαῖς ἡδοναῖς καὶ τῇ ἀπιστίᾳ, τοσοῦτον εὑρίσκει ἐν ἑαυτῷ
343
πληθυνομένην τὴν ἀνομίαν. Καὶ ἔστιν εὑρεῖν καὶ τοῦτο ἐν τῇ
344
γραφῇ· τοῖς μὲν σαρκικοῖς λέγει· Οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς
345
πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς. Τοὺς δὲ εἰς ἐσχάτην κακίαν
346
καταπεσόντας [οὐ] σαρκικοὺς καλεῖ ὡς μηκέτι ἔχειν ἀρχὴν κἂν
347
τὴν τυχοῦσαν εἰς αὐτοὺς τὸ πνεῦμα τὸ ἅγιον· λέγει γὰρ οὕτως ἐν
348
τῇ κτίσει· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις
349
διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Καὶ ἔδει περὶ τούτου παραθεῖναι
350
πλείονας μαρτυρίας τῶν γραφῶν, ἀλλὰ περισσὸν ἡγησάμεθα φανερῶν
351
ὄντων τῶν δύο προσώπων τοῦ πιστοῦ καὶ τοῦ ἀπίστου. Εὑρήσεις
352
γὰρ εἰς τὸ πρῶτον μέτρον τῆς εὐσεβείας φθάσαντας τοὺς ἁγίους
353
προφήτας καὶ ἀποστόλους καὶ μάρτυρας καὶ πολλὰ τέκνα τῆς
354
ἐκκλησίας τοῦ Χριστοῦ, καὶ εἰς τὸ δεύτερον πρόσωπον πολλοὺς
355
μὲν ἄλλους ἐν ταῖς γραφαῖς εὑρήσεις ἐργάτας τῆς ἀνομίας καὶ
356
τέκνα διαβόλου καὶ πολλοῖς καὶ διαφόροις ὀνόμασιν ὠνομασμέ-
357
νους· εἷς δέ ἐστιν ἐξ αὐτῶν ὁ Σίμων, ὁ ἔξαρχος τούτων τῶν
358
αἱρέσεων, ὃν δείξομεν πᾶσαν τοῦ διαβόλου τὴν κακίαν εἰς τὴν
359
ἑαυτοῦ καρδίαν δεξάμενον.
360
Οὗτος γὰρ προσελθὼν φιλίππῳ τῷ ἀποστόλῳ, κηρύσσον-
361
τι ἐν Σαμαρείᾳ, καὶ κατηχηθεὶς παρ' αὐτοῦ τὸν λόγον τῆς ἀληθείας
362
καὶ ἀποταξάμενος τῷ διαβόλῳ καὶ ταξάμενος τῷ θεῷ καταξιοῦται
363
καὶ τοῦ βαπτίσματος, ὃς καὶ ἦν παραμένων τῷ ἀποστόλῳ
364
θεωρῶν τε τὰ σημεῖα καὶ τὰς δυνάμεις τὰς δι' αὐτοῦ ἐπιτελουμένας
365
ἐξίστατο· οὐδὲ γὰρ ἁπλῶς ἐπήκουσε τοῦ κηρύγματος, ἀλλὰ καὶ
366
μέχρι χρόνου δηλοῖ αὐτὸν ἡ γραφὴ παραμείναντα, ὥστε καὶ
367
ὀφθαλμῷ καὶ ἀκοῇ αὐτὸν πληροφορηθῆναι. Καὶ ταῦτα μὲν ἡ
368
φιλανθρωπία τοῦ θεοῦ εἰργάζετο, ἵνα αὐτὸν κερδήσῃ· καὶ εἰ
369
ἠθέλησεν, ἔτυχεν ἂν τούτου, ἀλλ' ἀντὶ τούτου τὰ ἐναντία φρονεῖ.
370
Δηλώσαντος γὰρ τοῦ ἁγίου Φιλίππου τοῖς ἐν Ἱεροσολύμοις
371
συναποστόλοις, ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ θεοῦ καὶ ὅτι
372
καιρός ἐστι δοθῆναι αὐτοῖς καὶ ἱερέας, κατελθόντων δὲ τοῦ
373
ἁγίου Πέτρου καὶ Ἰωάννου ἀπὸ Ἱεροσολύμων καὶ ποιούντων τὰς
374
χειροθεσίας, ἐλάμβανον πνεῦμα ἅγιον οἱ τῆς χάριτος ταύτης κατ-
375
αξιούμενοι. Θεασάμενος δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν
376
χειρῶν τῶν ἀποστόλων δίδοται τὸ πνεῦμα τὸ ἅγιον, φιλαρχίαν
377
νοσήσας προσφέρει δῶρα τοῖς ἀποστόλοις λέγων· Δότε κἀμοὶ τὴν
378
ἐξουσίαν ταύτην, ἵνα ᾧ ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ πνεῦμα ἅγιον.
379
Πέτρος δὲ πρὸς αὐτὸν εἶπε· Τὸ ἀργύριόν σου σὺν σοὶ εἰς ἀπώλειαν, ὅτι
380
τὴν δωρεὰν τοῦ θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι καὶ τὰ ἑξῆς.
381
Οὗτός ἐστι Σίμων ὁ πρὸ τοῦ ἀποταξάμενος τῷ διαβόλῳ καὶ τοῖς
382
ἀγγέλοις αὐτοῦ καὶ πᾶσιν τοῖς ἔργοις αὐτοῦ· οὗτός ἐστιν ὁ ὑπὸ
383
τοῦ ἀποστόλου Φιλίππου ὑποδεξάμενος τὸ βάπτισμα·
384
ἀλλ' ἐπαινετὸς μέχρι τούτου, μετὰ δὲ ταῦτα ἐλεεινός. Ἀστοχήσας
385
γὰρ τοῦ σκοποῦ καὶ τῆς τοιαύτης χάριτος καὶ τῆς χειροτονίας
386
ἀνάξιος κριθείς, ἄρχεται πολεμεῖν τοῖς ἀποστόλοις μηκέτι γνω-
387
ρίζων τοὺς ἐργάτας, μηκέτι γνωρίζων τὸν γεννήσαντα, πάντων
388
ὁμοῦ ἐπιλαθόμενος· ὁ πρὸ μικροῦ μαθητὴς καὶ νῦν πολέμιος. Τί
389
ἔπαθες, ἄνθρωπε; Τίς σε οὕτως ἀπεθηρίωσε; Τίς σε εἰς αὐτὴν
390
τὴν λύσσαν ἀνήνεγκε; Τί ἐξέδωκας σεαυτὸν παντελῶς τῷ πονη-
391
ρῷ, ὥστε πηρωθῆναι πᾶσαν τὴν καρδίαν σου καὶ μηκέτι δέχε-
392
σθαι τὴν τῶν ἀποστόλων παραίνεσιν, ἀλλ' ἑαυτὸν εἶναι δικαιότε-
393
ρον τῶν ἀποστόλων νομίζειν; Καὶ οὐ παύεται μέχρι θανάτου πο-
394
λεμῶν τοῖς ἀποστόλοις, καὶ οὐκ ὤκνησεν ἀπὸ Σαμαρείας μέχρι
395
Ῥώμης διαβῆναι κἀκεῖ συνεργῆσαι τῷ διαβόλῳ καὶ πολεμῆσαι
396
τῷ Χριστῷ. Ἐδείξαμεν διὰ τῶν πραγμάτων τὸν ἀρχηγὸν τῶν
397
αἱρέσεων· καὶ ἤρκει διὰ τούτων πεῖσαι τοὺς ἀπατωμένους τίνος
398
εἰσὶ μαθηταί, τίνος εἰσὶ ζηλωταί, τίνος τὸ ἔργον μεταδιώκουσι,
399
τίνος ἕνεκεν τῷ Χριστῷ μάχονται. Ἀλλ' ἵνα πλέον αὐτοὺς
400
ἐντρέψωμεν, πείσομεν αὐτοὺς ὅτι μέχρι καὶ σήμερον τὴν διδαχὴν
401
ἐκείνου κατέχουσι· καὶ τοῦτο ἀπ' αὐτῶν ἐκείνων λαβόντες τὴν
402
ἀπόδειξιν ἀπὸ τῶν ἰδίων ἐλέγχων αὐτοὺς ἐλέγξομεν.
403
Ὡς γὰρ ἐκκλησία ἡ καθολικὴ καὶ ἀποστολικὴ σῴζει τὴν
404
γενεαλογίαν τοῦ Χριστοῦ, οὕτως καὶ αἱ αἱρέσεις φυλάσσουσι τὴν
405
διαδοχὴν τοῦ Σίμωνος. Γέγραπται ἐν βιβλίῳ παρ' αὐτοῖς φυλασ-
406
σομένῳ ὃ λέγουσι Πέτρου Πράξεις, ὅτι Γέμελλός τις γνήσιος
407
μαθητὴς γέγονε τοῦ Σίμωνος· αὐτὸς ἕως τῆς τελευταίας αἰ-
408
σχύνης καὶ τοῦ θανάτου αὐτῷ παραμείνας. Καὶ τούτου τὸ ὄνομα
409
μέχρι τοῦ νῦν ἐπίκειται τῇ αἱρέσει τῶν ψευδο–ἀποτακτιτῶν,
410
Γεμελλῖται γὰρ ἐπονομάζονται. Οὗτος ὁ Γέμελλος μετὰ τὴν πτῶ-
411
σιν τοῦ Σίμωνος καὶ τὸν πικρὸν θάνατον—θάνατος γὰρ
412
ἁμαρτωλῶν πονηρός—μὴ εὑρὼν τόπον τοῦ καταβλάψαι τινὰ ἢ
413
ἀπατῆσαι ἐν τῇ Ῥώμῃ, ὡς τὸ γράμμα μαρτυρεῖ, —οὐδὲ γὰρ ἔστι
414
τοιαύτη αἵρεσις ἐν αὐτῇ—καταλαμβάνει τὰ μέρη ταῦτα καὶ εὑρὼν
415
ἀφελὲς καὶ εὔκολον τὸ ἔθνος καὶ ἄπειρον τῆς πλάνης ἄρχεται τοῦ
416
διδάσκειν καὶ χειροτονεῖν καὶ πάντα κακουργεῖν τὰ μυστήρια τῶν
417
χριστιανῶν καὶ ἑαυτὸν ἀποτακτίτην ὀνομάζει. Καὶ ἦν αἱρεσιάρ-
418
χης αὐτὸς διαδεξάμενος ἀπὸ τοῦ Σίμωνος τὴν αἵρεσιν, μήτε
419
βάπτισμα λαβὼν παρά τινος, μήτε ὅλως χριστιανὸς ὀνομασθείς,
420
ἢ μόνῳ Σίμωνι μαθητευθεὶς καὶ τὰ ἐκείνου ὠφελημένος. Ταύτην
421
τὴν ἀρχὴν ἔσχεν ἡ αἵρεσις. Χρόνου δὲ προϊόντος καί τινων
422
ἀπατηθέντων διὰ τὸ τοὺς προεστῶτας τῶν ἐκκλησιῶν τοῦ Χρισ-
423
τοῦ ἐλαύνεσθαι ὑπὸ τῶν τότε διωκόντων τὴν ἐκκλησίαν, —μία
424
δὲ αἵρεσις ὄντες ἐδόκουν λανθάνειν—καὶ πάλιν ὁ καθηγητὴς
425
αὐτῶν διάβολος ἔχων αὐτοὺς ἅπαξ ὑποχειρίους καὶ εἰς πάντα
426
ὑπηκόους, μερίζει αὐτοὺς εἰς δύο οὕτως· εὑρεθέντες τινὲς εἰς
427
αὐτοὺς ζῷα ἔχοντες ὑπὸ τῶν μὴ ἐχόντων ἐβδελύχθησαν προώ-
428
σαντες γὰρ τούτους οἱ μὴ ἔχοντες ὡς ἀκαθάρτους καὶ ἀνοσίους
429
τῆς τοιαύτης ἀποτάξεως, αὐτοὶ μόνοι τὴν προσηγορίαν τοῦ
430
ἀρχηγοῦ αὐτῶν τῆς ἀπωλείας τοῦ Γεμέλλου ἐκληρονόμησαν.
431
Ἀλλὰ γὰρ καὶ αὐτοὺς πάλιν κατατέμνει ὁ διάβολος· ἅπαξ γὰρ
432
κρατήσας αὐτῶν ἀντὶ παιγνίου αὐτοῖς κέχρηται. Εὑρὼν γάρ τινας
433
εἰς αὐτοὺς σάκκινα φοροῦντας ἐχώρισεν αὐτοὺς ἀπὸ τῶν φο-
434
ρούντων τὰ ἔρινα ἱμάτια, ὡς ἀπὸ ἀσεβῶν. Ἀλλ' οὐδὲ μέχρι τούτου
435
ἐνεπλήσθη τῆς κατ' αὐτῶν ἀπάτης ὁ διάβολος· πάλιν γὰρ κατα-
436
σχίζει τοὺς τὴν ψευδώνυμον ἀπόταξιν περιβεβλημένους. Καὶ
437
μέχρι μὲν τούτου ἦν τις καὶ πρόφασις τῷ διαβόλῳ, δι' ἧς τὸν
438
χωρισμὸν αὐτοῖς ἐποίει· προφάσει γὰρ τετραπόδων ἢ σακκίου ὁ
439
χωρισμὸς ἐγίνετο εἰς αὐτούς. Νυνὶ δὲ πρόφασις οὐδεμία τοῦ
440
χωρισμοῦ, πάντες γὰρ ἴσοι· πάντες γὰρ οὐ τὸ ὄνομα τοῦ Χριστοῦ
441
ἀλλὰ Σίμωνος καὶ Γεμέλλου φέροντες, κἀκεῖνοι Ἀποτακτῖται, καὶ
442
Σίμωνος καὶ Γεμέλλου πάντες διάδοχοι. Καὶ τίς ὁ χωρισμός; Καὶ
443
τίς ἡ αἰτία; Εἴπατε, ἵνα γνῶμεν· ἀπετάξασθε τῷ Χριστῷ καὶ παντὶ
444
τῷ μυστηρίῳ αὐτοῦ, ἔπειτα καὶ ἀλλήλοις μηκέτι εὑρίσκοντες τίνι
445
ἀποτάξασθαι. Ἅπαξ πάντων τῶν ἀγαθῶν ὑστερηθέντες ἀλλήλοις
446
ἀποτάσσονται· ἀλλήλους γὰρ βδελυσσόμενοι καὶ ἀπ' ἀλλήλων
447
χωριζόμενοι ὡς ἀπὸ πολεμίων νομίζουσι χωρίζεσθαι, ὅπερ καὶ
448
ἀπόταξιν ὀνομάζουσιν.
449
Ἴδωμεν δὲ καὶ τὸ ἄλλο σχῆμα ὃ οὗτοι ὡς ἄχρηστον ἀπερ-
450
ρίψαντο. Ποῖον ὄνομα αὐτοῖς καινοτομήσουσι τῆς τοιαύτης
451
ἀποτάξεως ἐκβεβλημένοι; Ἀλλ' ὅμως κἀκεῖνοι εὑρίσκουσιν εὐ-
452
κόλως ἑαυτοῖς ὄνομα· Ἐγκρατίτας γὰρ ἑαυτοὺς ὀνομάζοντες
453
〈ὅ〉τι παρατάσσονται ἐκείνοις. Χωρισθέντες γὰρ ἀπ' ἀλλήλων
454
〈πό〉λεμον ἀδιάλλακτον κατ' ἐκείνων ἔχουσιν, ὅπως ἴδωμεν τὴν
455
τούτων ἐγκράτειαν καὶ τίνων ἐγκρατεύονται· λόγου 〈δὲ〉 ἐπαγγεί-
456
λασθαι ἐγκράτειαν ἢ ἀπόταξιν οὐδὲν θαυμαστὸν οὐδὲ καμάτου
457
πρόξενον· ἀλλ' οὐ ζητεῖται λόγος μόνον, ἀλλὰ καὶ τὸ ἔργον, Λέγει
458
γὰρ ὁ κύριος ἐν εὐαγγελίοις· Τί 〈δέ με κα〉λε〈ῖτε〉· κύριε, κύριε· καὶ
459
οὐ ποιεῖτε ἃ λέγω· καὶ Ἠσαΐ〈ας〉 ὁ π〈ρο〉φήτης· Οὗτος ὁ λαὸς τοῖς
460
χείλεσί με τιμᾷ, τῇ δὲ κα〈ρδίᾳ πόρρ〉ω ἀπέχει ἀπ' ἐμοῦ· μάτην δὲ
461
σέβονταί με καὶ τὰ ἑξῆς. Τοῦ γὰρ κυρίου πᾶσαν τὴν δύναμιν τῆς
462
γραφῆς τῆς παλαιᾶς καὶ καινῆς διαθήκης εἰς δύο ἐντολὰς συγ-
463
κλείσαντος ἐν τῷ· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς
464
καρδίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου,
465
καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Ἆρα φυλάσσουσιν οὗτοι τὰς
466
ἐντολὰς ταύτας; Ἀλλὰ πάντως οὐδεὶς πιστεύσει τῶν συνετῶν
467
ταῖς ἐπαγγελίαις, ἐὰν μὴ καταμάθῃ ἐν σοὶ τοὺς καρποὺς τῆς γῆς.
468
Ἕτοιμος γὰρ σὺ δὴ μεγάλα ἐπαγγέλλεσθαι καὶ διὰ τούτων ἀπατᾶν
469
τοὺς ἀστηρίκτους. Καὶ ἄνω δὲ τοῦτο ἐδείξαμεν ὅτι αὐτὸς ὁ Σίμων
470
ἀπὸ τῶν ἀποστόλων ἀποστατήσας ἔλεγεν ἑαυτὸν τὴν δύναμιν
471
τοῦ θεοῦ. Βλέπε πῶς ἐν συντόμῳ εὗρεν ἑαυτῷ ὄνομα δυνάμενον
472
κατ〈α〉πλῆξαι τοὺς νηπιάζοντας. Καὶ ὁ τούτου δὲ μαθητὴς Γέμελ-
473
λος ἀπόταξιν κηρύξας ἀποστασίαν ἐποίησεν. Ἴσως οὖν ἀκο-
474
λούθως καὶ αὐτὸς τοῖς διδασκάλοις σου ἑπόμενος ταῦτα
475
ἐπαγγέλ〈λεις〉 λόγῳ τοῖς ἔργοις ἀρκούμενος· λέγεις γὰρ ὅτι·
476
«Ἀγαπῶ 〈τὸν θεόν, ἀ〉γαπῶ καὶ τὸν πλησίον καί εἰμι ἐγκρα-
477
τίτης». Πρῶτον εἰ ἤθελ〈ες〉 ἐγκρατεύεσθαι, οὗπερ ἂν ἐβούλου·
478
τούτῳ γὰρ καὶ ἑαυτὸν ἦν 〈ὠ〉φελεῖν καὶ τὸν πλησίον· εὑρίσκομεν
479
γὰρ ἐν ταῖς γραφαῖς ὅτι δικαίοις ἁμαρτωλοὶ ἐχαρίσθησαν,
480
ἁμαρτωλοῖς δὲ ὁμοῦ συγκατεκρίθησαν δίκαιοι. Καὶ ἦν εἰπεῖν
481
πολλὰ περὶ τούτων, ἀλλὰ τοῦ προκειμένου 〈ἁψώμεθα〉.
482
Τίνα λέγεις τὸν πλησίον; Ὃν ἀγαπᾷς; Πάντως κατὰ τὸν
483
λόγον τοῦ κυρίου πᾶς ἄνθρωπος πλησίον σού ἐστι· τοῦτο γὰρ
484
δηλοῖ τὸ εὐαγγέλιον. Εἰ ἠγ〈ά〉πας οὖν τὸν πλησίον, οὐκ ἂν
485
ἀπέφυγες τῆς ἐκκλησίας πάντας ὁμοῦ καταλιπών, μιμησάμενος
486
τὸν φαρισαῖον καὶ τὸν ἐκείνου τῦφον νοσήσας, πάντας τῷ σῷ
487
λόγῳ κατακρίνας καὶ μόνον ἑαυτὸν δίκαιον νομίσας. Καὶ ἐκεῖνος
488
γὰρ ἀνελθὼν εἰς τὸ ἱερὸν ταῦτα προσηύχετο· εὐχαριστῶ σοι, ὁ θεός,
489
ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοὶ καὶ
490
ὡς οὗτος τελώνης· νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα
491
κτῶμαι. Τούτων οὐδὲν ἐψεύσατο, ἀλλ' εἰ καὶ τὰ ἀληθῆ ἔδοξε
492
λέγειν, καταδικάζεται· οὐχ ὅτι ἐνήστευσεν ἢ ἀπεδεκάτωσε τὰ
493
ὑπάρχοντα αὐτῷ, ἀλλ' ὅτι τὴν ἀνθρωπότητα πᾶσαν τῷ ἰδίῳ λόγῳ
494
κατέκρινεν. Ὁ δὲ τελώνης ὁ ἁμαρτωλὸς τύπτων τὸ στῆθος, τὴν
495
πηγὴν τῶν λογισμῶν, οὐκ ἀπαριθμῶν τὰ δικαιώματα τῆς κοιλίας
496
ὡς ὁ φαρισαῖος, ἀλλ' οὐδὲ τοὺς ὀφθαλμοὺς τολμῶν ἐπᾶραι εἰς τὸν
497
οὐρανόν, ἔλεγεν· Ὁ θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Πρὸς ταῦτα ὁ
498
κύριος· Ἀμὴν λέγω ὑμῖν, ὅτι κατῆλθε δεδικαιωμένος ὁ τελώνης
499
παρ' ἐκεῖνον τὸν φαρισαῖον. Καὶ ἵνα μὴ νομίσῃ τις περὶ τῶν δύο
500
προσώπων ταῦτα αὐτὸν εἰρηκέναι, ἐπήγαγεν εἰπών, ὅτι πᾶς ὁ
501
ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
502
Βλέπεις πῶς ἐδικαίωσε τὸν τελώνην ἡ ἐξομολόγησις τῶν
503
ἁμαρτημάτων, καὶ πῶς κατέκρινε τὸν φαρισαῖον ἡ ἀπαρίθμησις
504
τῶν δικαιωμάτων; Πλὴν ἀλλ' ἐάν τις ἀκριβῶς ἐξετάσῃ, καὶ τοῦ
505
φαρισαίου ἐκείνου ἀσεβέστεροί εἰσιν οἱ εἰς τὴν νομιζομένην
506
ἐγκράτειαν χωρήσαντες. Ἐκεῖνος μὲν γὰρ εἰ καὶ τοὺς ἀνθρώπους
507
ἐξηυτέλιζεν, ἀλλ' ὅμως εἰς τὸ ἱερὸν ἤρχετο καὶ μετὰ παντὸς τοῦ
508
λαοῦ τὰς λατρείας ἀπεδίδου τῷ θεῷ· τούτους δὲ εἰς τοσοῦτον
509
ἐφυσίωσεν ὁ διάβολος, ὡς καὶ αὐτῆς τῆς ἐκκλησίας τοῦ Χριστοῦ
510
κατεπαρθῆναι. Καὶ τί ἀπολογήσονται ἐν ἡμέρᾳ τῆς κρίσεως;
511
Πάντως γὰρ ἐρεῖ αὐτοῖς ὁ κύριος· «Ἐγὼ μετὰ τῶν τελωνῶν καὶ
512
ἁμαρτωλῶν ἤσθιον καὶ συνανακείμενος αὐτοῖς ἁμαρτωλὸς οὐκ
513
ἐγενόμην, καὶ ὑμεῖς ἅπαντα τὸν λαόν μου ὡς ἁμαρτωλοὺς
514
ἐβδελύξασθε. Οὐδεὶς ἴσως ὑμῶν ἦν ἐν δικαιοσύνῃ· ἰσότιμον
515
ἑαυτοῖς οὐδένα εὕρετε, πάντων ταῖς καρδίαις ἐνεβατεύσατε,
516
πάντων τοὺς λογισμοὺς ἀνέγνωτε. Οἴδατε ὅτι ὁ θεὸς καρδίας
517
ἐστὶ δοκιμαστής, οὐ κοιλίας ζυγοστάτης· ἔστω δὲ καὶ τὸν λαόν
518
μου ὡς ἁμαρτωλὸν κατεδικάσατε οὔτε ἐμοὶ τὴν κρίσιν ταμιευσά-
519
μενοι, ἀλλὰ αὐτοὶ πρὸ καιροῦ πάντας κατακρίνοντες. Τῆς δὲ
520
ἐκκλησίας μου τί κατέγνωτε; Ποίαν ἁμαρτίαν αὐτῇ ἐγκαλέσετε;
521
Τὸ δὲ θυσιαστήριον, τί ὑμᾶς ἠδίκησε; Καὶ τοῦτο κατελείψατε».
522
Ἀλλὰ τί ποιήσουσιν; Εἰς αὐτὸν γὰρ τὸν κ〈ρι〉τὴν ἔφθασεν ἡ
523
ἀσέβεια· οὐ μόνον γὰρ κατὰ παν〈τὸ〉ς 〈το〉ῦ λαοῦ ἐπήρθησαν, ἀλλὰ
524
καὶ κατὰ τοῦ δεσποτικοῦ κτίσματος· ἁμαρτωλὸν γὰρ κἀκεῖνο
525
λέγουσιν. Ἕως μὲν γὰρ εἶχον ἑαυτούς, ἕως ἐφύλασσον τὸ ὑπὸ
526
τῆς 〈χ〉άριτος τῆς 〈π〉αρα〈μ〉ενούσης τῇ ἐκκλησίᾳ τοῦ Χριστοῦ
527
〈δοθέν〉, τὰ ἅγια ἅγια 〈ἦν〉 καὶ α〈ὐτοὺς〉 δὲ ἡ〈γ〉ίαζε διὰ τῆς
528
μεταλήψεως. Ὅτε δὲ ἀπέ〈σχισ〉εν αὐτοὺς καὶ τὴν καρδίαν αὐτῶν
529
ἐπήρωσε 〈18—20〉 ς· αὐτὰ δὲ τὰ ἅγια ἀκάθαρτα 〈18—20〉 ἡ ἀγάπη
530
αὐτῶν· τοῦτο γὰρ ἔλεγε 〈18—20〉 τὸν πλησίον σου ὡς ἑαυτόν. 〈18—20〉
531
ὁ λόγος· τὸν πλησίον σου οὐ 〈18—20〉 κ〈α〉τέκρινας· τοῦτο σού ἐστι
532
τὸ 〈18—20〉 ἐστὶν ἡ ἐγκράτεια, κακῶς 〈18—20〉 δαιμό〈ν〉ων σε λέγω
533
ἀγνωμονέ〈στερον 12—14〉 ἐκκλησίᾳ τοῦ Χριστοῦ καὶ τοῖς ἁγίοις
534
μυστηρίοις αὐτοῦ ὀχλουμένους τινὰς ὑπὸ πνευμάτων πονηρῶν καὶ
535
τοὺς ὄντας τέκνα τῆς ἐκκλησίας, τοὺς ἔχοντας τοῦτο τὸ χάρισμα,
536
τοῖς δαίμοσιν ἐπιτιμῶντας. Καὶ ἐπὰν ἴδωσι σκληρυνόμενον τὸ
537
πνεῦμα τὸ ἀκάθαρτον πρὸς τὴν ἔξοδον, οὐδὲν ἄλλο ἀλλ' ἢ τὸ
538
ἅγιον καὶ φοβερὸν ὄνομα τοῦ Χριστοῦ ὀνομάσαντες οὕτως τὸν
539
πικρὸν δαίμονα ἀπελαύνουσι· δαίμονες ἐπακούοντες τοῦ ὀνόμα-
540
τος τοῦ Χριστοῦ φρίττουσι καὶ μὴ φέροντες τὸ φοβερὸν τοῦ
541
μυστηρίου ὑποχωροῦσι.
542
Καὶ αἱρετικοὶ τοῦτο διαφόρως βλασφημοῦσιν· ἀλλ' ἐπειδὴ
543
οὐδεὶς εὑρέθη αὐτοῖς πλησίον ἐν ταῖς ἐκκλησίαις τῆς οἰκουμένης
544
ἄχρι καὶ σήμερον, οὐχ ἱερεὺς τοῦ θεοῦ λειτουργῶν τῷ θυσιαστη-
545
ρίῳ, οὐ μονάζων ἐκκλησιαστικῶς χρημάτων ἀποταξάμενος καὶ
546
ἐν νηστείαις καὶ ἀγρυπνίαις διάγων, οὐ παρθένος φρονίμη μετὰ
547
τῆς παρθενίας φυλάττουσα καὶ τὸ ἔλαιον, ὅπερ ἐστὶ τὸ χρῖσμα τοῦ
548
βαπτίσματος· ἀλλὰ νομίζουσι τοὺς συναιχμαλωτισθέντας αὐτοῖς
549
ὑπὸ τοῦ διαβόλου πλησίον τυγχάνειν. Κατάμαθε, εἰ κἂν τοῦτο
550
φυλάττωσιν, ἵνα ἐκ τῶν π〈ρα〉γμάτων πληροφορήσωμεν αὐτούς,
551
ὅτι ὁ διάβολος συν〈εί〉δησιν οὐ φυλάσσει οὐδὲ φείδεται τῶν
552
μαθητῶν τῶν ἰδίω〈ν〉, ἀλλὰ πολυτρόπως καὶ πολυμερῶς αὐτοὺς
553
καταμερί〈ζει〉. Μόνον γὰρ ἵ〈να〉 ἀποστήσῃ τινὰς τῆς ἐκκλησίας
554
τοῦ Χριστοῦ, ὥσπερ λύ〈κο〉ς 〈πρό〉βα〈τα〉 ἀπὸ μάνδρας ἀποσπά-
555
σας μεληδὸν κατατέμ〈ν〉ει καὶ 〈οὐ φεί〉δετ〈αι〉, οὐ γὰρ ἔχει σπλάγ-
556
χνον, οὕτως καὶ ὁ διάβολος, ὅταν χω〈ρίσῃ τ〉ινὰς ἀ〈πὸ〉 τῆς
557
ἐκκλησίας, ποικίλως καὶ ἀφειδῶς τούτους καταμερίζει, ἵνα μή
558
ποτε ἀνανήψωσι καὶ ἀνακάμψωσιν εἰς τὴν μάνδραν τοῦ Χριστοῦ.
559
Καὶ γὰρ ἔστιν ἰδεῖν τοὺς λε〈γο〉μένους 〈Ἐγκ〉ρατ〈ίτας〉 μεριζομέ-
560
νους καὶ χωριζομένους ἀπ' ἀλλήλων 〈11〉 νοοῦντας τὸ εὐαγγελι-
561
κὸν τοὺς 〈6—7〉 ὅ〈τι πᾶσα οἰκία〉 ἐφ' ἑαυτὴν μερισθεῖσα οὐ στήσεται.
562
〈11〉 οἱ τοσαῦτα διασπώμ〈ενοι τῆς〉 ἐκ〈κ〉λ〈ησίας 11〉 ἐγκατάλειμμα
563
ἀγάπης ἐν ἡμῖν, ὅπ〈ο〉υ 〈ἔ〉λε〈γε· Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ〉 ὁ θεός, ἐν
564
τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ, καὶ τὸ κατοικητ〈ήριον〉 αὐτοῦ ἐν
565
Σιών. Σιὼν δὲ αὐτὸ τὸ ὄρος ἐστίν, ἐν ᾧ ἡ πόλις ᾠκοδόμητο·
566
εὐλογήσει γάρ σε κύριος ἐκ Σιών, καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλήμ.
567
Πλὴν ἀλλ' εἰ καὶ Μωϋσῆς πολλάκις τὰ αὐτὰ ἔγραψεν ἀλλαχοῦ μὴ
568
ἀνενεγκεῖν θυσίαν, ἀλλ' Ἱεροβο〈ὰ〉μ ὁ 〈υ〉ἱὸς Ν〈α〉βάτ, ὁ ἀγενής, ὁ
569
μὴ φοβούμενος τὸν θεόν, ὁ τοῦ νόμου καὶ τῶν προφητῶν ἐπιλα-
570
θόμενος, ἀποσχίζει τὸν λαὸν ἀπὸ 〈Ἱερουσαλ〉ὴμ καὶ ἀποστασίαν
571
διδάξας ἐνομοθέτησεν ἐν αὐτοῖς μὴ ἀναβαίνειν εἰς Ἱερουσαλὴμ
572
μηδὲ ἐκεῖ ἀναφέρειν τὰς λατρείας ἃς προσέταξεν ὁ νόμος, μηδὲ
573
ἐπακούειν τῶν γραφῶν, μηδὲ ὅλως βλέπειν τὸν οἶκον τοῦ θεοῦ,
574
λογιζόμενος τοῦτο, ὅτι ἐὰν ὁ λαὸς ἔρχηται εἰς Ἱερουσαλὴμ καὶ
575
ἐπακούῃ τῶν ἐντολῶν τοῦ θεοῦ, προστεθήσεται τῷ οἴκῳ τοῦ θεοῦ
576
καὶ τιμήσει τὸν ἔννομον βασιλέα καὶ αὐτὸν καταλείψει. Τί οὖν
577
ποιεῖ διὰ τὴν φιλαρχίαν καὶ κενὴν ἀπάτην; Ἵνα δόξῃ ἄρχειν τοῦ
578
λαοῦ, δύο δαμάλεις ἵστησι χρυσᾶς τοῖς ὄρεσι λέγων· Οὗτοι οἱ θεοί
579
σου, Ἰσραήλ, οἱ ἐξαγαγόντες σε ἐκ γῆς Αἰγύπτου· τούτοις προσκύνει,
580
μὴ ἀνέρχου εἰς Ἱερουσαλήμ. Καὶ νομοθετήσας ταῦτα τῷ λαῷ
581
ἀπέστησεν αὐτοὺς ἀπὸ τοῦ θεοῦ καὶ τῆς Ἱερουσαλήμ.
582
Βλέπεις τί ποιεῖ κενοδοξία, τί ἐργάζεται ἀλαζονεία καὶ
583
ὑπερηφανία; Ἐπήρθη κατὰ τοῦ ἐννόμου βασιλέως, ἠναγκάσθη
584
λοιπὸν ὑπὸ τοῦ πάθους τῆς φιλαυτίας καὶ εἰς αὐτὸν τὸν θεὸν
585
ἀσεβῆσαι. Καὶ τί πρὸς ταῦτα; Σαμαρείτην ἑαυτὸν καὶ τὸν λαὸν
586
ὀνομάζει· Σαμαρείτης δὲ τῇ Ἑβραίων φωνῇ 〈ἐστ〉ι φύλαξ τοῦ
587
νόμου. Ἆρα ἀκ〈ο〉λούθως Σαμαρείτου ὄνομα ἑαυτῷ ἐπέθηκεν ἢ
588
ἐψεύσατο; Εἰ ἦς φύλαξ 〈τοῦ〉 νόμου, ἐφύλασσες ἂν τὸν νόμον,
589
ἀνήρχου εἰς τὸν ναὸν τοῦ θεοῦ, ἐκ〈ε〉ῖ τὰς ἀπαρχὰς καὶ τὰς
590
δεκάτας καὶ πάσας τὰς εὐχὰς ἀνέφερες, ὡς ὁ 〈θεὸς δ〉ιὰ
591
〈Μωϋσ〉έως ἐνετείλατο, καὶ ἦς ἀληθῶς φύ〈λαξ τοῦ νόμο〉υ. 〈Ἀλλὰ
592
τοὐναντίον〉 ἀπὸ τοῦ θεοῦ ἀπέστησας τὸν 〈λαὸν〉 αὐτοῦ, εἴδωλα
593
ἀνέστησας, καὶ φύλακα σεαυτὸν λέγεις τοῦ νόμου. Πά〈ν〉τως
594
φύλακές εἰσι τοῦ νόμου οἱ τῇ Ἱερουσαλὴμ παραμένοντ〈ες〉 καὶ τὰς
595
ἐντολὰς τοῦ νόμου καὶ τῶν προφητῶν φυλάσσοντες. Ἀλλ' οὐκ
596
ἠρκέσθη μόνον τὸ ψευδὲς ὄνομα ἑαυτῷ περιθεῖνα〈ι〉, ἀλλὰ καὶ
597
ἀκάθαρτον λέγει τὸν λαὸν τοῦ θεοῦ τὸν παραμένοντα τῇ [τε]
598
Ἱερουσαλὴμ καὶ τοῦτον βδελύσσεται κατὰ κράτος ἐβδελυγμένος
599
ὢν καὶ ἀκάθαρτος. Οὐδὲ γάρ τινος ἅπτεται ὧν ὁ λαὸς τοῦ θεοῦ,
600
οὔτε σκεύει τινὶ κέχρηται ᾧ τὸ πρὶν ἐχρήσατο ὁ λαὸς τοῦ θεοῦ. Τί
601
δὲ λέγω, εἰ τοὺς Ἰουδαίου〈ς〉 ἐβδελύξατο; Ἀλλὰ καὶ πάντα
602
χριστιανὸν μέχρι καὶ τήμερον ἀποστρέφονται καὶ οὔτε ποτήρ〈ιον〉
603
οὔτε πινάκιον ἴδιον αὐτῶν κιχρῶσιν, ἀλλὰ λέγουσι καὶ τὰ σκεύη
604
αὐτῶν μιαίνεσθαι ὑπὸ τῶν ἀνθρώπων. Καὶ ἵνα γνῷ ἕκαστος ἡμῶν
605
εἰς πόσον ἐξέπεσαν, αὐτῷ τῷ Χριστῷ ἡ Σαμαρεῖτις γυνὴ εἶπε
606
πρῶτον περὶ τῆς Ἱερουσαλὴμ ἀπομαχομένη· Οἱ πατέρες ἡμῶν ἐν
607
τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ πῶς ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύ-
608
μοις ἐστὶν ὁ τόπος ὅπου δεῖ προσκυνεῖν; Πε〈ρὶ〉 δὲ τοῦ ὕδατος, ὡς
609
εἶπεν αὐτῇ· Δός μοι πιεῖν ἐκ τῆς ὑδρείας, λέγει αὐτῷ· Καὶ πῶς σὺ
610
πιεῖν αἰτεῖς παρ' ἐμοῦ οὔσης γυναικὸς Σαμα〈ρεί〉τιδος; Ὁρᾷς ὅτι οὐκ
611
ἠθέλησεν αὐτῷ δοῦναι, ἵνα μὴ μιάνῃ αὐ〈τῆς〉 τὴν ὑδρείαν, ὡς
612
ἐκείνη ἐνόμισε· φανερά τε τὰ πράγματα.
613
Τίς οὐκ ἐπιγινώσκει τοὺς παρ' ἡμῖν Σαμαρείτας; Τοὺς
614
ἀποστάντας ἀπὸ τῆς Ἱερουσαλήμ, τουτέστιν ἀπὸ τῆς ἐκκλησίας
615
τοῦ Χριστοῦ, τοὺς νομοθετήσαντας μηκέτι εὐχὴν ἢ ἀπαρχὰς
616
προσφέρειν τῷ θεῷ ἐν τῇ Ἱερουσαλήμ, μηδὲ ἐπακούειν τῶν
617
γραφῶν ἢ τῶν διδασκαλιῶν τῶν διδομένων ἐν ταῖς ἐκκλησίαις
618
τοῖς ποιμέσι παρὰ τοῦ πνεύματος τοῦ ἁγίου, ἀλλ' εἶναι κεχωρισ-
619
μένους καὶ ἀλλοτρίους παντελῶς τοῦ λα〈οῦ τοῦ〉 θεοῦ, ὀνόματα
620
σεμνὰ ψευδῶς ἑαυτοῖς ἐπονομάσαντας. 〈Ὡς〉 γὰρ ἐκεῖνος μετὰ
621
πᾶσαν τὴν ἀσέβειαν φύλακα τοῦ νόμου ἑαυ〈τὸν προ〉σηγόρευσεν,
622
οὕτως οὗτοι ἀρνησάμενοι 〈τὴν〉 πίστ〈ιν〉 ἣν 〈ἔλαβον〉 ἐν τῇ
623
ἐκκλησίᾳ Ἐγκρατίτας καὶ Ἀ〈π〉ο〈τα〉κ〈τ〉ίτας 〈ἑαυ〉τοὺς π〈ροσ〉η-
624
〈γόρευσαν〉. Δέον παραβάτας αὐτοὺς λέγεσθαι, ὅτι τὰς πρὸς
625
θεὸν συνθήκας παρ〈έβη〉σαν. Ἐπεὶ ποῦ θήσομεν ἕκαστον;
626
Ἐβαπτίσθησαν ἐν τῇ ἐκκλησίᾳ παρὰ τῶν ἱερέων τοῦ θεοῦ, μετὰ
627
τὸ βάπτισμα ἐτράφησαν τῷ ἁγίῳ σώματι καὶ τῷ τιμίῳ αἵματι τοῦ
628
Χριστοῦ. Ἆρα φυλάσσουσι ταύτας τὰς παραδόσεις; Ἓν τούτων
629
ἐάν τις ἀρνήσηται, ὅλα ἠρνήσατο. Ἆρα οὖν τὰ τρία φυλάττουσι,
630
τὸ βάπτισμα, τὸ σῶμα, τὸ αἷμα; Εἷς ἱερεὺς τὴν τριάδα σοι τῶν
631
μυστηρίων παρέδωκεν· οὐ δύνασαι τὸ μὲν κρατεῖν, τὸ δὲ ἀφιέναι·
632
εἰ μὲν ἄλλος ἦν ὁ βαπτίσας σε καὶ ἄλλος ὁ σῶμα ἐπιδοὺς καὶ
633
ἕτερος ὁ τὸ αἷμα, ἔλεγες ἄν· «Οἱ δύο ἀληθῶς μοι παρέδωκαν, ὁ δὲ
634
τρίτος ἐνέπαιξέ μοι». Νυνὶ δὲ παρ' ἑνὸς ἱερέως πάντα τὰ μυστήρια
635
ὑπεδέξω· ἐὰν αὐτὸν λέγῃς ἱερέα Χριστοῦ, φύλασσε τὰ μυστήρια,
636
ἵνα μὴ γένῃ παραβάτης· εἰ δὲ οὐ λέγεις αὐτὸν ἱερέα, κατηχούμε-
637
νον αὐτὸν λέγεις καὶ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀλλότριον,
638
ἀλλαχοῦ γὰρ οὐδαμοῦ ἐβαπτίσθης. Καὶ ὥσπερ οἱ εἰς τὸν υἱὸν τοῦ
639
θεοῦ βλασφημοῦντες εἰς αὐτὸν τὸν πατέρα καὶ εἰς τὸ πνεῦμα τὸ
640
ἅγιον ἀσεβοῦσιν, ὁμοίως δὲ καὶ οἱ τῷ πνεύματι ἁγίῳ ἀπιστοῦντες
641
τῷ παναγίῳ πατρὶ καὶ τῷ παναγίῳ αὐτοῦ υἱῷ Ἰησοῦ Χριστῷ
642
ἀπιστοῦσιν, οὕτως ἔστιν εὑρεῖν καὶ εἰς τὴν τριάδα τῶν μυστη-
643
ρίων. Ἐάν τις ἓν ἐξ αὐτῶν…
644
ἀθε…
The complete text is available when the reading interface loads.