The Greek Library Author

Anonymous

Encomium sancti Basilii Magni

Authority group
Amphilochius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
Encomium sancti Basilii Magni [Sp.], ed. P. J. Alexander, "The iconoclastic council of St. Sophia (815) and its definition (horos)," Dumbarton Oaks Papers 7 (1953) 61.
CTS identifier
urn:cts:greekLit:tlg2112.tlg014.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

6

ἀναγνώσεως τῇ ἀκοῇ παραπέμπωμεν ὡς γὰρ ἐκ μεγάλου θησαυροῦ πρὸς οἰκονομίαν τὰς εὐεργεσίας

7

λαμβάνομεν καὶ πληροῦμεν ἡμῶν τὰ ὑστερήματα ταῖς τούτων πολιτείαις (οὐ γὰρ πληροῦται ἀκοὴ δι'

8

ἐπιθυμίας ἔχουσα ἀκοῦσαι τὴν τούτων τελείωσιν). ἀλλ' οὐ χρώμασι τοῖς πίναξι τὰ σαρκικὰ αὐτῶν

9

πρόσωπα ἐπιμελὲς ἡμῖν ἐκτυποῦν ὅτι οὐ χρῄζομεν τούτων, ἀλλὰ τὴν τούτων ἄθλησιν ἐκμιμούμενοι

10

καὶ τὰς ἀγαθὰς πράξεις δευτεροῦμεν καὶ τὴν πρὸς Θεὸν ἀγάπην διαγράφομεν καί ἐσμεν μιμηταὶ τῶν

11

ἀγαθῶν πράξεων αὐτῶν, ἐντιθέντες τῇ γραφῇ τὰς τούτων μνήμας μετὰ θάνατον πρὸς τοὺς ἀκούοντας

12

ὅπως γνῶσι τὴν ἐν κόσμῳ αὐτῶν ἀναστροφήν.

{Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου ἐπιστολὴ συνοδική.} Καὶ πρὶν κομίζεσθαι τὰ παρὰ τῆς ἀγάπης ὑμῶν γράμματα,περιήγγειλεν εἰς ἡμᾶς ἡ φήμη καὶ τὸ τῆς πίστεως ὑμῶν ἀκραιφνὲςκαὶ πρὸς τοὺς κινδύνους παρατεταμένον καὶ πρὸς τὰ παθήματατὰ ὑπὲρ Χριστοῦ καρτερικὸν καὶ τῆς εἰς θεὸν ἀγάπης καὶ τὸ τῆςμελλούσης ἐλπίδος ἐν ὑμῖν βέβαιον. Ἐπεὶ δὲ καὶ τοῖς γράμμασι τῆςεὐλαβείας ὑμῶν ἐντετυχήκαμεν, εἴδομεν ὄντως ἐκκλησίας ἀπο-στολικῆς χαρακτῆρα καὶ ποιμένων ἀγαθῶν ζῆλον καὶ σπουδὴνἄοκνον ἀληθινοῖς χριστιανοῖς πρέπουσαν. Τὸ γὰρ μήτε τῆς ὁδοῦμῆκος ὑπολογίσασθαι μήτε διεσπασμένως τὰς πεύσεις προσα-γαγεῖν, ἀλλὰ κοινῇ διὰ τῶν γραμμάτων ποιήσασθαι τὴν ἐρώτη-σιν, λίαν ἡμᾶς εὐέλπιδας πεποίηκεν ὅτι συμφώνως ἐπιστείλαντεςσυμφώνως καὶ τὰς ἀποκρίσεις παρ' ἡμῶν δέξασθε· καὶ οἷόν τιπροοίμιον τῆς τελειοτέρας ὁμονοίας τὴν ἐν τοῖς γράμμασιν ὑμῶνὁμόνοιαν ἐδεξάμεθα. Καὶ δι' εὐχῆς μὲν ἦν ἡμῖν καὶ τὸν θαυμασιώ-τατον καὶ μετὰ πάσης αἰδοῦς ὀνομαζόμενον ἐπίσκοπον Βασί-λειον καὶ παρόντα δέξασθαι τῇ συνόδῳ καὶ κοινωνόν, μᾶλλον δὲἔξαρχον τῶν πρὸς ὑμᾶς πραγμάτων ἔχειν. Ἐπεὶ δὲ ἐκεῖνονἀρρωστία σώματος ὑπερβάλλουσα πρὸς τὴν ἄφιξιν διεκώλυ-σεν, τελείας μέν ἐστιν ἀγάπης ὑμῶν μήτε τὰ τῆς ἡμετέραςβραχύτητος παριδεῖν γράμματα. Οὐ μέντοι τὴν ἁγίαν ὑμῶνἐκκλησίαν ἄμοιρον καὶ τῆς ἐκείνου φωνῆς περιείδομεν·ἀλλ' ἔχοντες αὐτοῦ σύγγραμμα περὶ ταύτης ἰδικῶς αὐτῷ τῆςὑποθέσεως πεπονημένον κἀκεῖνον διὰ τοῦ γράμματος ἔχομενἡμῖν συμφθεγγόμενον. Τίς οὖν ἡ πρὸς τὴν πεῦσιν ἀπόκρισις; Τὴν ἁγίαν σύνοδοντῶν πατέρων τῶν ἐν Νικαίᾳ σύνοδον ὄντως καθολικὴν καὶἀποστολικὴν γνωρίζομεν, καὶ πίστιν τὴν ἐκτεθεῖσαν ὑπὸ τῶνπατέρων τηνικαῦτα φυλάττομεν ἀκίνητον καὶ πρὸς τὸ διηνεκὲςἀσπάρακτον μένειν εὔχομαι. Γέγονε δὲ τότε τοῖς πατράσιν ἀναγ-καιότερον πλατύτερον ἐξηγήσασθαι περὶ τῆς δόξης τοῦ μονογε-νοῦς, ἐπειδὴ τότε νεωστὶ φυομένην τὴν αἵρεσιν τοῦ Ἀρείου διὰσπουδῆς ἔσχον ἐκκόψαι τὰ πρῶτα αὐτῆς προαναιροῦντες σπέρ-ματα, πρὶν τελέως ἐκτραχυνθῆναι τὴν ἄκανθαν. Σεσιγημένου δὲτηνικαῦτα τοῦ κατὰ τὸ πνεῦμα ζητήματος διὰ τοῦτο πλατύτερονμὲν οὐδὲν προσέθεσαν· τοῖς μέντοι γε συνετῶς ἀναγινώσκουσιναὐτάρκης καὶ ἡ περὶ τοῦ πνεύματος ἐν ἐκείνῃ τῇ πίστει διδασκα-λία. Ὥσπερ εἰς πατέρα καὶ υἱὸν πιστεύειν, οὕτω καὶ εἰς τὸ πνεῦμαπιστεύειν ἐδογμάτισαν, μήτε ἑτέραν τινὰ φύσιν ἐπεισάγοντες τῇθείᾳ καὶ μακαρίᾳ τριάδι μήτε τι τῶν ἐκ τῆς τριάδος ἀποτέμνοντεςεἰς τὴν τῆς πίστεως ἔκθεσιν. Ἐπεὶ δὲ πρόσφατον ὁ σατανᾶςδιασαλεύειν τὰς ἐκκλησίας ἐπιχειρῶν ἐνέβαλέ τισι περὶ τοῦπνεύματος δισταγμόν, ἀναγκαῖον ἐπὶ τὴν πηγὴν ἀνατρέχειν τῆςπίστεως ἐξ ἧς καὶ οἱ κατὰ Νίκαιαν πατέρες ἀναρυσάμενοι τὴνἔκθεσιν τῆς πίστεως ἐποίησαν. Τίς οὖν ἡμῶν ἡ τῆς πίστεως τελειότης; Ἡ τοῦ κυρίουπαράδοσις ἣν μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῖς ἁγίοις αὐτοῦμαθηταῖς ἐνετείλατο προστάξας· Πορευθέντες μαθητεύσατε πάντατὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶτοῦ ἁγίου πνεύματος. Δῆλον ὅτι τὴν ἐντολὴν ἐδεξάμεθα οὐ μόνονεἰς τὸ βαπτίζειν οὕτως, ἀλλὰ καὶ εἰς τὸ μαθητεύειν οὕτως, ὡς διὰταύτης τῆς ἐντολῆς καὶ τὴν Σαβελλίου νόσον ἀποκλεισθῆναι τῶντριῶν ὑποστάσεων καθαρῶς ἡμῖν παραδοθεισῶν, καὶ τῶν Ἀνο-μοίων καὶ τῶν Ἀρειανῶν καὶ τῶν Πνευματομάχων ἐμφραγῆναι τὰστόματα τῶν μὲν προσώπων καὶ τῶν ὑποστάσεων τριῶν δηλου-μένων, τῆς δὲ φύσεως καὶ τῆς θεότητος μιᾶς ὁμολογηθείσης.Ἀνάγκη τοίνυν οὕτως ἡμᾶς βαπτίζειν ὡς ἐδιδάχθημεν, καὶ οὕτωπιστεύειν ὡς ἐβαπτίσθημεν, καὶ οὕτω δοξάζειν ὡς ἐπιστεύσαμεν.Πολλὰ γὰρ τῇ διανοίᾳ περισκοποῦντες καὶ πανταχοῦ στραφέντεςτοῖς λογισμοῖς οὐδὲν ἐπινοῆσαι δυνάμεθα μεταξὺ τοῦ κτιστοῦ καὶτῆς κτίσεως, ὥστε εἰ τῆς θεότητος τὸ πνεῦμα χωρίζομεν, ἀνάγκημετὰ τῶν κτισμάτων αὐτὸ καταριθμεῖν. Εἰ δὲ κτίσμα τολμήσοιμενεἰπεῖν, πῶς δυνατὸν ἐν τῷ βαπτίσματι μιχθῆναι; Τὴν πολυθεΐανοὕτως ὡς καὶ τὴν ἀθεΐαν κακίζομεν· καὶ οὔτε τρεῖς ἀρχὰς οὔτετρεῖς θεοὺς οὔτε τρεῖς διαφόρους καταγγέλλομεν φύσεις, ἀλλὰἀρχὴν τῶν ὅλων τὸν πατέρα γινώσκοντες οὔτε τινὰ τῶν τριῶνὑποστάσεων ἀθετοῦμεν καὶ τὸ σεμνὸν τῶν θείων γραφῶν καὶ τὰςἐφ' ἕκαστον μαρτυρίας προσάγοντες. Ἀλλ' ἐπειδὴ καὶ μέτρον ἐπιστολῆς ἐκφεύγει τὸ περὶ τούτωνλεπτολογεῖν καὶ τὴν ὑμετέραν ἀγάπην ἐπιστεύσαμεν ἀρκεσθή-σεσθαι τῷ κεφαλαίῳ τῆς ἡμετέρας ἐκθέσεως καὶ τὰ λοιπὰπροσθήσειν οἴκοθεν—Δίδου γάρ, φησί, σοφῷ ἀφορμὴν καὶ σοφώτε-ρος ἔσται—, καὶ ταῦτα ἀποχρώντως γεγραφέναι νομίζομεν. Οἷςἀρκεῖ βραχεῖαν προσθεῖναι παράκλησιν. Παρακαλοῦμεν γὰρμένειν ὑμᾶς υἱοὺς εἰρήνης, ἵνα πληρώσητε τὴν ἀποστολικὴνἐντολήν, σύμψυχοι τὸ ἓν φρονοῦντες καὶ τῶν παθημάτων τῶν ὑπὲρΧριστοῦ κεκοινωνηκότες. Μὴ δῶτε τῷ πονηρῷ διαζεῦξαι τὰκαλῶς συνημμένα μήτε τοῖς λύκοις ἑαυτοὺς εὐαλωτοτέρουςποιήσητε τῇ διχοστασίᾳ τὰς ἐκείνων βεβαιοῦντες εὐχάς. Ἐμάθο-μεν γὰρ ὅσους ἄθλους ὑπὲρ τῆς ὀρθοδοξίας ὑπέστητε. Τὰς οὖνἀπειλὰς καὶ τὰς ἀνάγκας τὰς παρὰ τῶν ὑπεναντίων νικήσαντεςμηδένα δῶτε διαστάσει καιρόν, μήποτε κατὰ βραχὺ παρεισρυό-μενον μῖσος, ἐὰν σχῇ τόπον, μεγάλους ὑμῖν κρημνοὺς ὑποθήσῃ.Ἀλλὰ καὶ ἐν ταῖς δοξολογίαις τὸ πνεῦμα πατρὶ καὶ υἱῷ χρὴσυνδοξάζειν καὶ εἰδέναι τοῦτο, ὅτι οἱ τὴν ἀσυγχώρητον ἁμαρτίανδιὰ τῆς εἰς τὸ πνεῦμα βλασφημίας ἐξαμαρτάνοντες εἰκῆ παραι-τοῦνται τὴν πρὸς τοὺς Ἀρειανοὺς κοινωνίαν. Μετὰ γὰρ ἐκείνωνκατακριθήσονται. Εὐχόμεθα δὲ ὑμᾶς ἄτμητον τὸ σῶμα τῆς ἐκκλη-σίας ἀφιλονείκως φυλάξαντας, εἰρηνικῶς μὲν ἐν τῷ νῦν αἰῶνι τὸνλειπόμενον διάγειν χρόνον, ἐνδόξως δὲ ἐν ἡμέρᾳ τῆς κρίσεωςπαραστῆναι τῷ τοῦ Χριστοῦ βήματι.{Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ υἱοῦ λόγου.} Εἰπὼν γὰρ ὁ Πέτρος ὅτι Καὶ κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησεν ὁθεός, ἐπήγαγε· τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε, τοῦτον ὁθεὸς ἤγειρεν ἐκ νεκρῶν. Ἐνεκρώθη δὲ οὐχ ἡ θεότης, ἀλλ' ὁἄνθρωπος. Καὶ ὁ ἐγείρας αὐτόν ἐστιν ὁ λόγος, ἡ δύναμις τοῦθεοῦ, ὁ εἰπὼν ἐν τῷ εὐαγγελίῳ· Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶνἡμέραις ἐγερῶ αὐτόν. Ὥστε ἐὰν λέγηται· Καὶ κύριον αὐτὸν καὶΧριστὸν ἐποίησεν ὁ θεός, τὸν νεκρωθέντα καὶ ἐκ νεκρῶν ἀναστάν-τα, τὴν σάρκα λέγει, καὶ οὐ τὴν θεότητα τοῦ υἱοῦ.