Epistula synodalis (Ms Vi)
- Edition reference
- Epistula synodalis, ed. Datema, op. cit., 219–221.
- CTS identifier
urn:cts:greekLit:tlg2112.tlg015.local004- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
Καὶ πρὶν κομίζεσθαι τὰ παρὰ τῆς ἀγάπης ὑμῶν γράμματα, περιήγγελεν εἰς ἡ μᾶς ἡ φήμη· καὶ τὸ τῆς πίστεως ὑμῶν ἀκρεφνὲς, καὶ πρὸς τοὺς κινδύνους παρὰ τεταμένον· καὶ πρὸς τα παθήματα τὰ ὑπὲρ χριστοῦ χυ καρτερικὸν· καὶ τῆς εἰς θεὸν θν ἀγάπης· καὶ τὸ τῆς μελλούσης ἐλπίδος ἐν ὑμῖν βέβαιον· ἐπεὶ δὲ καὶ τοῖς γράμμασι τῆς εὐλαβείας ὑ μῶν ἐντετυχήκαμεν, εἴδομεν ὄντως ἐκκλησίας ἀπὸ στολικῆς χαρακτῆρα καὶ ποιμένων, ἀγαθὸν ζῆλον· καὶ σπουδὴν ἄοκνον ἀληθινοῖς χριστιανοῖς πρέ πουσαν· τὸ γὰρ μήτε τῆς ὁδοῦ μῆκος ὑπολογί ΙΣ σασθαι· μήτε δι ἐσπασμένως τὰς πεύσεις προσαγαγεῖν· ἀλλὰ κοινῆ διὰ τῶν γραμμάτων ποιήσασθαι τὴν ἐρώτησιν, λίαν ἡμᾶς εὐέλπιδας πεποίηκεν· ὅτι συμφώνως ἐπιστείλαντες, συμφώνως καὶ τὰς ἀποκρίσεις παρ’ ἡ μῶν δέξεσθε· καὶ οἷόν τι προοίμιον τῆς τελειοτέρας ὁμονοίας τὴν ἐν τοῖς γράμμασιν ὑμῶν ὁμόνοιαν ἐδε ξάμεθα· καὶ δι’ εὐχῆς μὲν ἦν ἡμῖν· καὶ τὸν θαυμασιώ τατον καὶ μετὰ πάσης αἰδοῦς ὀνομαζόμενον ἐπίσκο Basiliusπον βασίλειον, καὶ παρόντα δέξασθε τῆ συνόδω· καὶ κοινωνὸν μᾶλλον δ’ ἔξαρχον τῶν πρὸς ὑμᾶς πραγ μάτων ἔχειν· ἐπεὶ δ’ ἐκεῖνον ἀρρωστία σώματος ὑπερ βάλλουσα· πρὸς τὴν ἄφιξιν διεκώλυσεν, τελείας μὲν ἐστὶν ὑμῶν ἀγάπης· μήτε τὰ τῆς ἡμετέρας βρά χύτητος παριδεῖν γράμματα· οὐ μέντοι τὴν ἁγίαν ὑμῶν ἐκκλησίαν ἄμοιρον καὶ τῆς ἐκε ῖ ί νου φωνῆς περιεί δομεν· ἀλλ’ ἔχοντες αὐτοῦ σύγγραμμα περὶ ταύτης ἰδικῶς αὐτῶ τῆς ὑποθέσεως πεπονημένον· κἀ κεῖνον διὰ τοῦ γράμματος ἔχομεν ἡμῖν συμφθεγγόμενον· τίς οὖν ἡ πρὸς τὴν πεῦσιν ἀπόκρισις, τὴν ἁγίαν σύνο Synodus Nicaen.δον τῶν πατέρων πρων τῶν ἐν νικαία, σύνοδον ὄντως καθολι κὴν καὶ ἀποστολικὴν γνωρίζομεν· καὶ πίστιν τὴν ἐκτεθεῖσαν ὑπὸ τῶν πατέρων πρων τηνικαῦτα φυλάττομεν ἀκίνητον· καὶ πρὸς τὸ διηνεκὲς ἀσπάρακτον μένειν εὔχομαι. γέγονε δὲ τότε τοῖς πατράσιν πρασιν ἀναγκαιότερον πλατύτερον ἐξηγήσασθαι περὶ τῆς δόξης τοῦ μο νογενοῦς· ἐπειδὴ τότε, νεωστὶ φυομένην τὴν αἵ ρεσιν113v ΙΣ 114 115 τοῦ ἀρείου, διὰ σπουδῆς ἔσχον ἐκκόψαι. τὰ πρῶτα αὐτῆς προἀναιροῦντες σπέρματα, πρὶν τελέως ἐκτραχυνθῆναι τὴν ἄκανθα· σεσιγημένου δὲ τηνικαῦτα τοῦ κατὰ τὸ πνεῦμα πνα ζητήματος· δια τοῦτο πλατύτερον μὲν οὐδὲν προσέθεσαν· τοῖς μέντοιγε συνεστῶς ἀναγινώσκουσιν, αὐτάρκης καὶ ἡ περὶ τοῦ πνεύματος πνς ἐν ἐκείνη τῆ πίστει διδασκαλία, ὥσπερ εἰς πατέρα πρα καὶ υἱὸν πιστεύειν, οὕτω καὶ εἰς τὸ πνεῦμα πνα πι στεύειν ἐδογμάτισαν· μήτε ἑτέραν τινὰ φύσιν ἐ πεισάγοντες τῆ θεία καὶ μακαρία τριάδι· μήτέ τι τῶν ἐκ τῆς τριάδος ἀπὸ τέμνοντες εἰς τὴν τῆς πί στεως ἔκθεσιν· ἐπεὶ δὲ πρόσφατον ὁ σατανᾶς δια σαλεύειν τὰς ἐκκλησίας ἐπιχειρῶν, ἐν ἔβαλε τισὶ περὶ τοῦ πνεύματος πνς δισταγμὸν, ἀναγκαῖον ἐπὶ τὴν πη γὴν ἀνατρέχειν τῆς πίστεως· ἐξ ἧς καὶ οἱ κατὰ νίκαιαν πατέρες πρες ἀναρυσάμενοι τὴν ἔκθεσιν τῆς πίστεως ἐποίησαν· τίς οὖν ἡμῶν ἡ τῆς πίστεως τελειότης, ἡ τοῦ κυρίου κυ παράδοσις· ἧν μετὰ τὴν ἐκ νεκρῶν ἀνά στασιν τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς ἐ νετείλατο· προστάξας, πορευθέντες μαθητεύσα τε πάντα τὰ ἔθνη· βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνο μα τοῦ πατρὸς πρς · καὶ τοῦ υἱοῦ· καὶ τοῦ ἁγίου πνεύματος πνς . δηλονό τι τὴν ἐντολὴν ἐδεξάμεθα· οὐ μόνον εἰς τὸ βαπτί ζειν οὕτως, ἀλλὰ καὶ εἰς τὸ μαθητεύειν οὕτως· ὡς ΙΣ διὰ ταύτης τῆς ἐντολῆς, καὶ τὴν σαβελλίου νόσον ἀπο κλεισθῆναι, τῶν τριῶν ὑποστάσεων καθαρῶς ἡμῖν παραδοθεισῶν, καὶ τῶν ἀνομοίων καὶ τῶν ἀρειανῶν καὶ τῶν πνευματομάχων ἀποφραγῆναι τὰ στόματα· τῶν μὲν προσώπων καὶ τῶν ὑποστάσεων, τριῶν δηλουμένων· τῆς δὲ φύσεως καὶ τῆς θεότητος, μιᾶς ὁμολογηθείσης, ἀνάγκη τοίνυν οὕτως ἡμᾶς βαπτίζειν, ὡς ἐδιδάχθημεν· καὶ οὕτως πιστεύειν, ὡς ἐβαπτίσθημεν· καὶ οὕτω δοξάζειν, ὡς ἐπιστεύ σαμεν· πολλὰ γὰρ τῆ διανοία, περισκοποῦντες· καὶ πανταχοῦ στραφέντες τοῖς λογισμοῖς, οὐδὲν ἐπινο ῆσαι δυνάμεθα μεταξὺ τοῦ κτίστου καὶ τῆς κτίσεως· ὥστε εἰ τῆς θεότητος τὸ πνεῦμα πνα χωρίζομεν, ἀνάγκης μετὰ τῶν κτισμάτων αὐτὸ καταριθμεῖν· εἰ δέ κτίσμα τολμήσαιμεν εἰπεῖν, πῶς δυνατὸν ἐν τω βαπτίσματι μιχθῆναι τὴν πολυθείαν οὕτως ὡς καὶ τὴν ἀθείαν κα κίζομεν· καὶ οὔτε τρεῖς ἀρχὰς, οὔτε τρεῖς θεοὺς· οὔτε τρεῖς διαφόρους καταγγέλλομεν φύσεις· ἀλλὰ ἀρχὴν τῶν ὅλων τὸν πατέρα πρα γινώσκοντες· οὔτέ τινα τῶν τριῶν ὑπ οστάσεων, ἀθετοῦμεν· καὶ τὸ σεμνὸν τῶν τριῶν γραφῶν καὶ τὰς ἐφ’ ἕκαστον μαρτυ ρίας προσάγοντες· ἀλλ’ ἐπειδὴ καὶ μέτρον ἐπιστολῆς ἐκ φεύγει τὸ περὶ τούτων λεπτολογεῖν· καὶ τὴν ὑμετέραν ἀγάπην ἐπιστεύσαμεν ἀρκεσθήσεσθε τῶ κεφαλαίω τῆς ἡμετέρας ἐκθέσεως, καὶ τα λοιπὰ προσθήσειν οἴ κοθεν· δίδου γὰρ φησὶ, σοφῶ ἀφορμὴν καὶ σοφώτερος ἔσται114v ΙΣ 115 114 καὶ ταῦτα ἀποχρόντως γεγραφέναι νομίζομεν· οἷς ἀρκεῖ βραχεῖαν προσθεῖναι παράκλησιν· παρακαλοῦμεν γὰρ μένειν ὑμᾶς υἱοὺς εἰρήνης· ἴνα πληρώσητε τὴν ἀποστολικὴν ἐντολὴν· σύμψυχοι· τὸ ἓν φρονοῦντες. καὶ τῶν παθημάτων τῶν ὑπὲρ χριστοῦ χυ κεκοινωνηκότες· μὴ δῶτε τῶ πονηρῶ διαζεῦξαι τα καλῶς συνημμένα· μήτε τοῖς λύκοις ἑαυτοὺς εὐαλωτοτέρους ποιήσητε τῆ διχοστασία, τὰς ἐκείνων βεβαιοῦντες εὐχὰς· ἐ μάθωμεν γὰρ ὅσους ἄθλους ὑπὲρ τῆς ὀρθοδοξίας ὑπέστητε· τὰς οὖν ἀπειλὰς καὶ τὰς ἀνάγκας τὰς παρὰ τῶν ὑπεναντίων νικήσαντες, μὴδένα δῶτε διαστά σει καιρὸν· μήποτε κατὰ βραχὺ παρεισρυ ό μενον μῖ σος, ἐὰν σχῆ τόπον, μεγάλους ὑμῖν κρημνοὺς ὑπο θήσει· ἀλλὰ καὶ ἐν ταῖς δοξολογίαις τὸ πνεῦμα πνα πατρὶ πρι · καὶ υἱῶ συνδοξάζειν· καὶ εἰδέναι τοῦτο, ὅτι οἱ τὴν ἀσυ γχώρητον ἁμαρτίαν· διὰ τῆς εἰς τὸ πνεῦμα πνα βλασφημίας ἐξαμαρτάνοντες, εἰκῆ παραιτοῦνται τὴν πρὸς τοὺς ἀρειάνοῦς κοινωνίαν· μετὰ γὰρ ἐκείνων κατὰ κριθή σονται· εὐχόμεθα δὲ ὑ μᾶς ἄτμητον τὸ σῶμα τῆς ἐκ κλησίας ἀφιλονείκως φυλάξαντας, εἰρηνικῶς μἐν ἐν τῶ νῦν αἰῶνι τὸν λειπόμενον διάγειν χρόνον· ἐνδό ξως δὲ ἐν ἡμέρα τῆς κρίσεως παραστῆναι τῶ τοῦ χριστοῦ χυ βήματι:-