Oratio in mesopentecosten
- Authority group
- Amphilochius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
- Edition reference
- Oratio in mesopentecosten [Sp.], ed. Datema, op. cit., 251–262.
- CTS identifier
urn:cts:greekLit:tlg2112.tlg017.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
52
ὀξύνοντες καὶ τομὴν ἐπάγοντες καὶ μέλος χωρίζοντες καὶ τὸν
53
τόπον αἱμάττειν παρασκευάζοντες, ἢ ἐγὼ ὁ εἰρηκὼς λόγῳ·
54
Ἐγερθεὶς ἆρον τὸν κράββατόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Εἰ μὴ
55
ἐνήργησεν ὁ λόγος, ἔλυσα ἂν τὸ σάββατον ματαιολογήσας· εἰ δὲ
56
προέδραμε τοῦ λόγου τὸ ἔργον, τί τὸ σάββατον ἐκδικεῖτε καὶ τὸν
57
δημιουργὸν ἀθετεῖτε;
58
Οὐκ ἐκορέσθητε, ὦ Ἰουδαίων παῖδες, ἐπὶ τριακονταοκτὼ ἔτη
59
ὁρῶντες τὸν παράλυτον τῇ κλίνῃ προσηλωμένον καὶ τὴν κλίνην
60
κάμνουσαν καὶ τὸν παράλυτον νυχθήμερον φορτίον βαστάζου-
61
σαν; Οὐκ ἠγανακτήσατε; οὐ συνεπαθήσατε; Καὶ ἵνα μίαν ὥραν ὁ
62
παράλυτος κλίνην βαστάσῃ καὶ τὴν ἀντιμισθίαν παράσχῃ, ἀγα-
63
νακτεῖτε; Οὐκ ἔδει καὶ τοῦτο βοῆσαι· Ἔστρεψας τὴν κλίνην μου ἐν
64
τῇ ἀρρωστίᾳ μου, Οἶδα, ὦ φαρισαῖοι, τίνος χάριν ἀγανακτεῖτε·
65
οὐχ ὅτι ἐθεραπεύθη ὁ παράλυτος διαπρίεσθε, ἀλλ' ὅτι οὐχ
66
ἰσχύσατε τὴν κλίνην κρύψαι καὶ τὸ θαῦμα κλέψαι. Διὰ τοῦτο τὴν
67
γνώμην ὑμῶν ἐπιστάμενος ἐκέλευσα βαστάζειν αὐτὸν τὴν
68
κλίνην, ἵνα κἂν ὑμεῖς σιωπήσητε ἡ κλίνη τὸ θαῦμα βοήσῃ. Τί
69
διστάζετε, ὦ φαρισαῖοι; Οὐκ ἔστιν ὁ παράλυτος παρείσακτος,
70
οὐκ ἔστιν ὑποβολιμαῖος, οὐκ ἔστιν ὀλιγοχρόνιος, γνωρίζετε
71
αὐτὸν πάντες· τριάκοντα καὶ ὀκτὼ ἔτη τῇ κολυμβήθρᾳ τῇ παρ'
72
ὑμῖν παρεσίτευσεν. Οὐκ ἔχετε λέγειν ὡς ἐπὶ τοῦ ἐκ γενετῆς
73
τυφλοῦ· Οὗτός ἐστιν, ὅμοιος αὐτῷ ἐστιν, οὐκ ἔστιν οὗτος. Εἰ μὴ
74
ἥττησε ὑμᾶς ὁ τυφλός, καὶ τοῦτον κρατήσατε καὶ εἰς δικαστήριον
75
ἑλκύσατε, ὅπως διὰ πάντων αἰσχύνης πληρωθήσεσθε. Μὴ κρίνετε
76
κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε.
77
Καί, εἰ δοκεῖ, διὰ βραχέων ἐπ' αὐτὴν τὴν περιοχὴν τοῦ
78
παραλύτου καταδράμωμεν διὰ τὸ καὶ τὸν κύριον ἀπομνημονεῦ-
79
σαι τοῦ παραλύτου· εἰ γὰρ ὁ κύριος αὐτοῦ ἐμνημόνευσε, πῶς
80
ἡμεῖς λήθην ποιησώμεθα; Τότε τις θαυμάζει, ὅτε τὰ τοῦ κυρίου
81
θαύματα διηγεῖται. Τοῦ γὰρ κυρίου καὶ ἡ παροῦσα μέση ἑορτή·
82
μεσίτης ὁ κύριος, μέση καὶ ἡ ἑορτή· ἀεὶ δὲ τὸ μέσον τοῖς ἄκροις
83
ἠσφάλισται· διὰ τοῦτο καὶ ἡ παροῦσα μέση ἑορτὴ διπλῆν τῆς
84
ἀναστάσεως τὴν χάριν κέκτηται. Ὑπὸ γὰρ τῆς ἀναστάσεως καὶ
85
τῆς πεντηκοστῆς μεσολαβουμένη τὴν ἀνάστασιν ὑπέδειξεν, τὴν
86
πεντηκοστὴν δακτυλοδεικτεῖ, τὴν ἀνάληψιν σαλπίζει. Τίς οὖν ἡ
87
πᾶσα τοῦ παραλύτου πραγματεία, γνωρίσατε, οἱ τοῦ λόγου
88
φιλέμποροι, ὅπως διὰ πάντων τῆς πνευματικῆς ὠφελείας τὴν
89
ἐνθήκην καρπώσησθε. Φέρεις μνήμην πάντως τοῦ εὐαγγελιστοῦ
90
Ἰωάννου βοῶντος· Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων καὶ ἀνέβη ὁ
91
Ἰησοῦς εἰς Ἱεροσόλυμα. Ἦν δὲ ἐν τοῖς Ἱεροσολύμοις κολυμβήθρα ἡ
92
ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδὰ πέντε στοὰς ἔχουσα. Ἐν ταύταις
93
κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν.
94
Ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ
95
αὐτοῦ· τοῦτον ἰδὼν ὁ Ἰησοῦς, ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσεως
96
αὐτῶν, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις
97
ὑγιὴς γενέσθαι; Ὢ τῆς τοῦ κυρίου ἀκενοδόξου θεραπείας! Οὐκ
98
ἐκδέχεται παρακληθῆναι ὑπὸ τῶν ἀρρώστων, αὐτὸς ἐπείγει
99
ἑαυτὸν πρὸς τοὺς πάσχοντας· ἥλιος γὰρ ὢν τῆς δικαιοσύνης ἐπὶ
100
πάντας ἁπλοῖ τὰς ἀκτῖνας τῆς εὐεργεσίας. Ἦν δὲ ἐν τοῖς Ἱεροσολύ-
101
μοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδὰ
102
πέντε στοὰς ἔχουσα. Ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθε-
103
νούντων, τυφλῶν, χωλῶν, ξηρῶν. Σύμβολον τοῦτο τῆς Ἰουδαϊκῆς
104
ἀρρωστίας, αἱ πέντε στοαὶ αἵτινες ἐπεπλήρωντο τῶν ἀρρώστων.
105
Καὶ γὰρ ἀρρωστεῖ ὁ Ἰουδαϊκὸς λαὸς διὰ τῶν πέντε αἰσθήσεων,
106
ὁράσεως, ὀσφρήσεως, γεύσεως, ἀκοῆς, ἁφῆς· διὰ πάντων
107
ἠρρώστουν οἱ Ἰουδαίων παῖδες. Οὐκ εἶχον καθαρὸν ὀφθαλμὸν
108
ὁρῶντες τὰ θαύματα καὶ παρορῶντες· οὐκ εἶχον γεῦσιν εὐχάρισ-
109
τον μάννα τρώγοντες καὶ συκέας ἐπιζητοῦντες· οὐκ εἶχον
110
ὄσφρησιν εἰλικρινῆ τοῦ δεσποτικοῦ μύρου τὴν διαβολικὴν δυσω-
111
δίαν προκρίναντες· οὐκ εἶχον ἀκοὴν καθαρὰν τῶν δρακοντιαίων
112
συρισμάτων καὶ οὐ προφητικῶν κατηχημάτων πειθόμενοι· οὐκ
113
εἶχον τὴν ἁφὴν συνεργετικὴν εἴδωλα θεολογοῦντες καὶ τοῦ
114
ζῶντος θεοῦ καταφρονοῦντες.
115
Ἀλλ' ὅμως ἐπιδημήσας τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ ὁ
116
δεσπότης Χριστός, ὁ καὶ τῶν αἰσθήσεων ποιητὴς καὶ τῶν
117
κτισμάτων δημιουργός, ἐν ταὐτῷ καὶ τῶν σωματικῶν παθῶν καὶ
118
τῶν προαιρετικῶν πταισμάτων τὴν διόρθωσιν ἐποιήσατο. Οὗτος
119
γὰρ ὁ προκείμενος παράλυτος διπλῆν ἐπεφέρετο τὴν μάστιγα, τὸ
120
μὲν σῶμα τῇ νόσῳ διελύετο, τὴν δὲ ψυχὴν ταῖς ἁμαρτίαις
121
ἐξήρθρωτο. Διὸ καὶ ὁ κύριος ὡς τῶν ἑκατέρων ἰατρὸς καὶ τὸ
122
σῶμα συσφίγγει καὶ τὸ πνεῦμα φωτίζει, καὶ τῷ σώματι τὴν κλίνην
123
φέρειν ἐκέλευσε, τῇ δὲ ψυχῇ τὴν ἀρετὴν βαστάζειν ἐπέτρεπε. Τί
124
γάρ; Ἰδὼν ὁ κύριος τοῦτον τὸν παράλυτον ἔφη πρὸς αὐτόν,
125
καθὼς οἴδατε πάντες σαφῶς· Θέλεις ὑγιὴς γενέσθαι; Ἀλλ' ἐνταῦ-
126
θα ἐπιλαμβάνονται οἱ Ἰουδαίων παῖδες τῷ κυρίῳ λέγοντες· Εἰ
127
θεὸς ἦν ὁ Χριστός, πῶς ἐπερωτᾷ τὸν παράλυτον Θέλεις ὑγιὴς
128
γενέσθαι; Τῇ νόσῳ συνείχετο, τριάκοντα καὶ ὀκτὼ ἔτη εἶχεν ἐν τῇ
129
ἀρρωστίᾳ, τῇ κολυμβήθρᾳ παρέμενεν, ἵνα τὸ πάθος ἀπορρίψηται,
130
καὶ ἐπερωτᾷ τοῦτον Θέλεις ὑγιὴς γενέσθαι. Ποῖος θεὸς ὁ ἐρωτῶν;
131
Ἄκουε ὁ ἀντιλέγων· ἐνταῦθα ὁ κύριος οὐχ ὡς ἀγνοῶν ἐπερωτᾷ,
132
ἀλλ' ὡς διὰ πάντων τὴν διόρθωσιν χαρίσασθαι βουλόμενος. Εἰ
133
τοῦ σώματος μόνου ἡ ἀσθένεια ἦν, οὐκ ἂν ἔλεγεν ὁ κύριος πρὸς
134
τὸν παράλυτον Θέλεις ὑγιὴς γενέσθαι, εἰδὼς ὅτι θέλει ὃ θέλει· ἀλλ'
135
ἐπειδὴ ψυχικῶν πταισμάτων ἦν ὀλίσθημα, τούτου ἕνεκεν
136
ἐπερωτᾷ τὸν παράλυτον λέγων Θέλεις ὑγιὴς γενέσθαι, τουτέστι,
137
φυλάττῃ ἀπὸ τοῦ λοιποῦ μὴ ἁμαρτάνειν. Θέλεις ὑγιὴς γενέσθαι;
138
Δὸς τὴν συγκατάθεσιν καὶ λάβε τὴν ἴασιν, ἐπειδὴ οὐδὲν ἀνάγκῃ
139
μετέρχομαι· ἐγὼ γάρ εἰμι ὁ διὰ τοῦ προφήτου βοήσας ἐκ πολλῶν
140
τῶν χρόνων· Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς
141
φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς
142
κατέδεται. Ἐπεὶ οὖν αὐτεξούσιον ζῷον ὁ ἄνθρωπος καὶ ψυχικῶς
143
ὁ παράλυτος ἦν διαλελυμένος, τούτου ἕνεκεν ὁ κύριος, ἵνα μὴ
144
ἄμισθον αὐτῷ τὴν θεραπείαν παράσχῃ, ἐπερωτᾷ τοῦτον λέγων·
145
Αἰτῶ τὴν συγκατάθεσιν· θέλεις ὑγιὴς γενέσθαι; Ἐπὶ τῶν σωμα-
146
τικῶν παθῶν οὐδ' ὅλως ἐπερωτᾷ ὁ κύριος Θέλεις ὑγιὴς γενέσθαι,
147
ὡς οὔτε τὴν αἱμορροοῦσαν οὔτε τὸν λεπρὸν οὔτε τοὺς δύο
148
τυφλοὺς ἐπηρώτησεν. Ὅπου γὰρ ψυχικὸν ᾔδει πάθος, ἐπερωτᾷ
149
συγκατάθεσιν δέξασθαι βουλόμενος· εἰ μὴ δέξηται συγκατάθε-
150
σιν, ἴασιν οὐ παρέχει.
151
Ἔστι δὲ πάντως εἰπεῖν τινα· Τί οὖν; Καὶ οἱ δύο τυφλοὶ
152
ἁμαρτιῶν ἔφερον γνώρισμα, ὅτι κἀκείνους ἐπηρώτησεν ὁ κύριος
153
λέγων· Τί θέλετε ἵνα ποιήσω ὑμῖν; Μὴ κἀκεῖνοι ἁμαρτίας ἐπεφέ-
154
ροντο; Ἄκουε ὁ ἀντιλέγων· κἀκεῖνοι οἱ ἀναγεγραμμένοι ἐν τοῖς
155
θείοις εὐαγγελίοις δύο τυφλοὶ συνετυφλοῦντο τοῖς σωματικοῖς
156
ὀφθαλμοῖς καὶ τὸ ψυχικὸν βλέμμα οὐκ ὠξυδόρκουν περὶ τὸν
157
κύριον. Οὐκ εἶχον τελείαν τὴν γνῶσιν, ἀμφέβαλλον περὶ τὴν
158
ὁμολογίαν· διὸ καὶ ὁ κύριος ὑπερτίθεται τὴν ἴασιν, ἵνα κρατύνῃ
159
τὴν πίστιν. Ἔστι δὲ πάντως εἰπεῖν τινα· Καταψηφίζει τῶν τυφλῶν,
160
πιστοὶ ἦσαν οἱ ἄνδρες. Οὐχί, ἀλλὰ μόνον ἤκουσαν, Ὁ κύριος
161
παροδεύει, ἐβόησαν λέγοντες· Ἐλέησον ἡμᾶς, κύριε, υἱὲ Δαβίδ.
162
Πῶς τοίνυν ἁμαρτωλοὶ οἱ ταύτην τὴν φωνὴν βοήσαντες; Ἄκουε
163
ὁ ἀντιλέγων· διὰ ταύτην τὴν φωνὴν ἣν πρώτην ἔρρηξαν, καὶ τὴν
164
ὑπέρθεσιν ὁ κύριος τῆς ἰάσεως ἐποιήσατο, ἐπειδὴ παρακαλοῦν-
165
τες ἔλεγον· Ἐλέησον ἡμᾶς, υἱὲ Δαβίδ. Ποῖος υἱὸς Δαβὶδ τοσαύτην
166
δύναμιν παρέχει ἢ τοσαύτας θαυματουργίας; Ὡραῖος ὁ Ἀβεσ-
167
σαλώμ, ἀλλὰ πατροκτόνος ἐφάνη· ποθητὸς ὁ Ἀμνών, ἀλλὰ τὴν
168
ἰδίαν ἀδελφὴν διέφθειρεν· σοφὸς ὁ Σολομών, ἀλλ' εἰς τὸ τέλος
169
ὠλίσθησεν. Ἐπεὶ οὖν ὡς υἱῷ Δαβὶδ προσῆλθον καὶ οὐχὶ θεὸν
170
κραταῖον δοκοῦντες αὐτὸν καὶ ἐπιστήμονα ἰατρόν, οὐχὶ δὲ ἔνδο-
171
ξον θεόν, βοώντων τῶν τυφλῶν Ἐλέησον ἡμᾶς, υἱὲ Δαβίδ, οὐκ
172
ἔδωκεν αὐτοῖς ἀπόκρισιν, ἵνα τὴν πίστιν αὐτῶν προκόψαι πα-
173
ρασκευάσῃ. Διὸ τὴν ὑπέρθεσιν οἱ τυφλοὶ δεξάμενοι κατὰ ψυχὴν
174
ἐφωτίσθησαν, καὶ μετ' ὀλίγον ὡς εἶδεν ὁ κύριος ὅτι κατὰ ψυχὴν
175
ἐφωτίσθησαν καὶ ἐδέξαντο τὸν φωστῆρα τῆς πίστεως, ἐπερωτᾷ ὁ
176
κύριος λέγων αὐτοῖς· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; Τί οὖν
177
οἱ τυφλοὶ προκόψαντές φασιν; Ναί, κύριε. Οὐκέτι εἶπον Ναί, υἱὲ
178
Δαβίδ, ἀλλὰ Ναί, κύριε. Ὑπεμνήσθησαν τῆς ἀναβολῆς, διοπαραυ-
179
τὰ τὴν ὁμολογίαν ποιοῦνται λέγοντες· Ναί, κύριε, πιστεύομεν ὅτι
180
δύνασαι τοῦτο ποιῆσαι. Εἶτα δεικνὺς ὁ κύριος ὅτι τῇ πίστει προέ-
181
κοψαν, ἀπεκρίνατο λέγων· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν·
182
ὡς εἰ μὴ προέκοψαν τῇ πίστει, τὸ βλέπειν οὐκ ἐδέχοντο.
183
Διὰ τοῦτο καὶ ἐνταῦθα ὁ κύριος, ἐπειδὴ ὁ παράλυτος μᾶλλον
184
ἦν ψυχικῶς ἐξηρθρωμένος τῇ τῶν ἁμαρτημάτων καταφθορᾷ,
185
ἐπερωτᾷ τοῦτον ὁ κύριος λέγων· Θέλεις ὑγιὴς γενέσθαι, τουτέστι,
186
ἐὰν δέξῃ τὴν ἴασιν μὴ μέλλῃς πάλιν τὰ αὐτὰ μετέρχεσθαι; Θέλεις
187
ὑγιὴς γενέσθαι; Ὁ δὲ παράλυτος μὴ εἰδὼς ἔτι τίς ἐστιν ὁ λαλῶν,
188
ἀπεκρίνατο πρὸς τὸν κύριον λέγων· Θέλω ὑγιὴς γενέσθαι;
189
Καλῶς ἐπηρώτησας θέλω· οὐκέτι θέλω, πολλοστὸν γὰρ θελήσας
190
οὐδὲν ἤνυσα. Τί λοιπὸν θέλω ὃ οὐ λαμβάνω; Θέλω ὑγιὴς
191
γενέσθαι; Κατεγήρασα τῇ κλίνῃ, τάφος εἰμὶ πολύλαλος, τέθνηκα
192
ζῶν, οὐδὲν καινότερον μετὰ θάνατον ὑπομένειν μέλλω, ὅρκον με
193
πάντες λαμβάνουσι, τριάκοντα καὶ ὀκτὼ ἔτη παρασιτεύω τῇ
194
κολυμβήθρᾳ καὶ οὐδεὶς συμπαθεῖ. Πιπράσκεται τὸ δῶρον, καπη-
195
λεύουσιν αὐτὸ φαρισαίων παῖδες· εἷς τῷ ἐνιαυτῷ καθαίρεται καὶ
196
δέον τὸν πρῶτον προτιμᾶσθαι, ὁ εὐπορώτερος τοίνυν προκρίνε-
197
ται· ἄκριτος ἡ κολυμβήθρα, ἄδικα τὰ παρόντα. Ἆρα ἔσται ποτὲ
198
ἐπισκοπή τις δικαία, ἵνα μὴ τὸ δῶρον καπηλεύηται, ἀλλὰ πᾶσιν
199
ἀφθόνως δίδωται; Ὁ δὲ κύριος πρὸς τὸν παράλυτον· Τί ἐν ἑνὶ
200
τόπῳ κατακείμενος πελάζει τῷ λογισμῷ; Ὡς ἀγνοοῦντί μοι
201
διαλέγῃ. Τῆς κολυμβήθρας δεσπόζω καὶ οὐκ οἶδα τὰ γινόμενα;
202
Ἔγνων τὴν τῶν Ἰουδαίων πραγματείαν· διὰ τοῦτο παρεγενόμην
203
ἀνταλλάξαι τὴν κολυμβήθραν καὶ νῦν ταύτην παύω καὶ τὴν τοῦ
204
βαπτίσματος ἀνοίγω. Ἐν ταύτῃ εἷς κατ' ἔτος καθαίρεται, ἐκεῖ
205
ἀναρίθμητοι καθ' ἑκάστην ἀναγεννηθήσονται· ἐν ταύτῃ ἄγγελον
206
ἀπέστειλα, ἐν ἐκείνῃ ἐγὼ ὁ τῶν ἀγγέλων ποιητὴς κατῆλθον. Διὸ
207
πρὸς τὴν ἐρώτησιν ἀποκρίθητι· Θέλεις ὑγιὴς γενέσθαι; τουτέστι,
208
πιστεύεις ὅτι ἐν τούτοις δυνατός εἰμι ὁ λαλῶν σοι; Ὁ δὲ
209
παράλυτος μικρὸν ἀνανεύσας καὶ τὴν δεσποτείαν τοῦ κυρίου
210
γνωρίσας, τῇ συνηθείᾳ ἔτι συνεχόμενος, ἀπεκρίνατο λέγων ἅπερ
211
ἴστε σαφῶς πάντες γινώσκοντες· Ναί, κύριε, ἄνθρωπον οὐκ ἔχω,
212
ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ
213
ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Ὁ δὲ κύριος πρὸς τὸν
214
παράλυτον· Τί βαμβαίνεις, παράλυτε; Ἀρκεῖ σοι τὸ γνωρίσαι με
215
κύριον· μὴ φαντάζου περὶ πολλά, μὴ εἰς τὴν ταραχὴν τῆς κο-
216
λυμβήθρας ἀφόρα· τετάρακται τὰ Ἰουδαϊκά, τῆς ἐμῆς πηγῆς τὴν
217
ὀγδοάδα ἔχε. Ἃ ἐπιζητεῖς οἶδα· εἰ γὰρ καὶ ἄνθρωπον οὐκ ἔχεις,
218
ἀλλὰ παρέστηκά σοι ὁ ἐνανθρωπήσας θεός. Διὸ ἄκουσόν μου καὶ
219
ἐγερθεὶς ἆρον τὸν κράββατόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
220
Δρίμυξον Ἰουδαίους, θάμβησον δαίμονας, κάπνισον τοὺς ἀντιλέ-
221
γοντας, πληροφόρησον τοὺς κακόφρονας, λῦσον τὴν τοῦ σαββά-
222
του ἀργίαν, ἀντὶ δικολόγου τὴν κλίνην φέρε.
223
Ταῦτα ἀκούσας ὁ παράλυτος καὶ τὸ πάθος παραχρῆμα
224
ἀποθέμενος τῷ τοῦ κυρίου λόγῳ τὸ πρόσταγμα ἐπλήρου καὶ τὴν
225
κλίνην ἐβάσταζεν καὶ τοὺς Ἰουδαίους κωλῦσαι θέλοντας διὰ τὸ
226
σάββατον καὶ λέγοντας· Οὐκ ἔξεστίν σοι ἆραι τὸν κράββατον, ὅτι
227
σάββατόν ἐστιν, ἀπεσόβει ὡς πρόσταγμα πληρῶν τοῦ κελεύσαν-
228
τος λέγων πρὸς αὐτούς· Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· Ἆρον
229
τὸν κράββατόν σου καὶ περιπάτει. Τῶν δὲ ἀνόμων Ἰουδαίων
230
αἰτιωμένων τὸν κύριον καὶ ἐρωτώντων τίς ἐστιν ὁ ἰασάμενος καὶ
231
προστάξας αὐτῷ ἆραι τὸν κράββατον καὶ δίκην κυνῶν ὑλακ-
232
τούντων κατὰ τοῦ τεθεραπευκότος, ἐνέμεινεν ὁ ἰαθεὶς μαρτυ-
233
ρικῶς ἀγωνισάμενος κατὰ τῶν μιαιφόνων. Εὑρίσκει αὐτὸν μετὰ
234
ταῦτα πάλιν ὁ κύριος καὶ λέγει αὐτῷ. Ἴδε ὑγιὴς γέγονας· μηκέτι
235
ἁμάρτανε, ἵνα μὴ χεῖρόν τι σοι γένηται. Ὁρᾷς, ἀγαπητέ, ὅτι διὰ τὰς
236
ἁμαρτίας τοσοῦτον χρόνον τῇ ἀσθενείᾳ κατείχετο. Ἐπιστρέψω-
237
μεν τοίνυν καὶ ἡμεῖς, ὅπως καὶ τῆς προσκαίρου ταύτης κολά-
238
σεως ῥυσθῶμεν καὶ τῆς αἰωνίου γεέννης ἐκφύγωμεν, ἐν Χριστῷ
239
Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας
240
τῶν αἰώνων. Ἀμήν.
{Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου ἐκ τῆς πρὸς Σέλευκονἐπιστολῆς.} Πιστεύω εἰς ἕνα θεὸν ἐν τρισὶ γνωριζόμενον προσώποις·αἴτιον καὶ δημιουργὸν τῶν ἁπάντων, ἀγένητον, ἀκατάληπτον,ἀόρατον, ἀνεπινόητον, ἀπερίγραφον, ἄτρεπτον, ἀναλλοίωτον,ἀθάνατον, ἀπαθῆ· μίαν ἀρχὴν ἄναρχον οὔτε ἐν ἑτέρῳ τινὶ πάθουςεἶναι δεκτικὴν φημί, πάντη γὰρ ἀπαθὴς τυγχάνει ἡ θεία φύσις.Ἕνα γὰρ θεὸν λέγω τὸν ὄντως ὄντα θεόν, πολυθείαν Ἑλληνισμοῦφεύγων. Ἐν τρισὶ δὲ προσώποις γνωρίζεσθαι τὸν ἕνα Ἰουδαϊσ-μοῦ ἐστιν ἀνατροπή. Πατὴρ γὰρ ἐν υἱῷ, καὶ υἱὸς ἐν πατρί, καὶπνεῦμα ἐν υἱῷ καὶ πατρὶ ὁμολογῶ. Προσκυνῶ δὲ Ἰησοῦν Χρισ-τὸν συναΐδιον τῷ πατρὶ κατὰ τὴν θεότητα· οὐκ οὐσίας, οὐχὑπάρξεως τρόπον νεότερον τοῦ πατρὸς κατὰ τὴν θεότητα.Ὡσαύτως δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον. Τὸν μὲν γὰρ υἱὸν φημὶγεγεννημένον ἀχρόνως καὶ ἀνάρχως, συνυπάρχοντα ἀεὶ τῷπατρὶ κατὰ τὴν θεότητα· τὸ δὲ πνεῦμα τὸ ἅγιον ἐκπορευόμενον ἐκτοῦ θεοῦ καὶ πατρὸς ἀϊδίως πιστεύω. Καὶ τὴν ἐκπόρευσιν τοῦπνεύματος οὐ φημὶ γέννησιν, καὶ τὴν γέννησιν τοῦ υἱοῦ οὐ λέγωἐκπόρευσιν. Ὅταν δὲ τῶν λεγομένων ἡ ἀκολουθία ἀπαιτήσῃ, ἕναθεὸν λέγω οὐ τὰς ὑποστάσεις ἀρνούμενος, ἀλλὰ τῷ τοῦ θεοῦὀνόματι τὸ κοινὸν τῆς οὐσίας σημαίνων. Ὅταν δὲ τὸ ὁμοούσιονλέγω, οὐχ ἑνὸς προσώπου ὁμοουσιότητα, ἀλλὰ τριῶν φημί·πατρός, υἱοῦ καὶ ἁγίου πνεύματος· ἓν γὰρ πρόσωπον ὁμοούσιονἑαυτῷ οὐ λέγεται, ἀλλὰ πατήρ, υἱὸς καὶ πνεῦμα. Ἡ δὲ διαφορὰ ἐνπροσώποις, οὐκ ἐν τῇ οὐσίᾳ· τὸ γὰρ πατήρ, υἱὸς καὶ πνεῦμα τὸἅγιον, τρόπου ὑπάρξεως ἤτουν σχέσεως ὀνόματα, ἀλλ' οὐκοὐσίας ἁπλῶς. Δηλώσει ὃ τὸ οὖν εἶναι τοῦ πατρός, τὸ θεός· τὸ δὲτινὸς εἶναι, τὸ ὁ πατήρ· καὶ τὸ δὲ τινὸς εἶναι τοῦ θεοῦ, τὸ θεός.Τοῦ δὲ τινὸς εἶναι τοῦ υἱός. Ὡσαύτως καὶ τὸ πνεῦμα τὸ ἅγιον. Ὧνδὲ τὸ εἶναι ταυτόν, τούτων ἡ οὐσία μία. Ταῦτα μὲν περὶ τῆςὁμοουσίου τριάδος κατὰ τὴν ἐμὴν δύναμιν εἰρείσθω. Ἐὰν εἴπωσιν ὡς μιᾶς οὐσίας ἐστί, ἐρωτήσατε αὐτούς· Πῶςοὖν κατὰ μὲν θεότητα ἀπαθῆ λέγετε Χριστόν, κατὰ δὲ τὴν σάρκαπαθητόν; Τὸ γὰρ μιᾶς ὑπάρχον οὐσίας ὅλον ὅμοιον· ἢ γὰρ ἀπαθὲςὅλον ἢ παθητόν.