The Greek Library Author

Anonymous

Fragmenta spuria

Authority group
Amphilochius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
Fragmenta spuria, ed. Datema, op. cit., 263– 266.
CTS identifier
urn:cts:greekLit:tlg2112.tlg018.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

Ὥστε τὴν τοῦ θεοῦ μορφὴν καὶ τὴν τοῦ δούλου μορφὴν

συντελεῖν εἰς ἓν πρόσωπον υἱοῦ τε καὶ κυρίου Ἰησοῦ Χριστοῦ·

οὕτως θεόν τε καὶ ἄνθρωπον ὁμολογῶ τὸν υἱὸν τοῦ θεοῦ, ἕνα υἱὸν

δύο φύσεων, παθητῆς τε καὶ ἀπαθοῦς, θνητῆς τε καὶ ἀθανάτου,

ψηλαφητῆς τε καὶ ἀνεπάφου, ἀνάρχου καὶ ἀρξαμένης, ἀπερι-

γράπτου καὶ περιγραφομένης,

(ἔφην γὰρ ἐν τοῖς ἀνωτέρω τὸν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ

καὶ ἀπερίγραφον εἶναι καὶ περιγεγραμμένον·) κατὰ μὲν τὴν θείαν

φύσιν ἀπερίγραφον, κατὰ δὲ τὴν ἀνθρωπίνην περιγεγραμμένον·

καθ' ἣν καὶ ἐν φάτνῃ, καὶ ἐν σπαργάνοις, καὶ ἐν σταυρῷ, καὶ ἐν

τάφῳ, περιεγέγραπτο (ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ, κατὰ τὴν

θεότητα δὲ ἀπεράντως καὶ ἀπεριγράφως τὰ πάντα περιεῖχέ τε καὶ

περιέχει).

Ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ, ὁ δύο τελείων φύσεων εἷς υἱός,

ὁ κατὰ τὴν θεότητα ἀπεράντως τε καὶ ἀπεριγράφως τὰ πάντα

περιέχων καὶ διοικῶν.

Ἕνα μὲν τὸν υἱὸν τοῦ θεοῦ, δύο δὲ φύσεών φημι, οὐκ

ἀρνούμενος τὴν θείαν οὐδὲ τὴν ἀνθρωπείαν. Πάσχει τοίνυν οὐ

θεότητι ἀλλ' ἀνθρωπότητι· τουτέστι Χριστὸς ἔπαθε σαρκί, ἀλλ'

οὐχ ἡ θεότης ἔπαθεν· ἄπαγε τὸ δυσμενὲς τοῦτο καὶ βλάσφημον, ὦ

δείλαιε. Ἡ ληφθεῖσα πάσχει φύσις, ἡ δὲ λαβοῦσα ἀπαθὴς μένει.

Οἰκειοῦται οὖν αὐτὸς ὁ θεὸς λόγος πάσχων οὐδὲν τὰ τοῦ ναοῦ·

ἐπειδὴ εἰς ἓν πρόσωπον συντελοῦσιν αἱ δύο φύσεις.

Τίκτεται τοίνυν ἐκ τῆς ἁγίας παρθένου Μαρίας ὁ δεσπότης

Χριστός, ὁ υἱὸς τοῦ θεοῦ, οὐ τῇ ἀπεριγράφῳ, ἀλλὰ τῇ περιγε-

γραμμένῃ φύσει.

Εἷ〈ς〉 τοίνυν ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ, παθητὸς σαρκί,

ἀόρατος θεότητι, περιγραπτὸς σαρκί, ἀπερίγραπτος θεότητι,

ἀρχὴν χρονικὴν ἔχων κατὰ τὴν σάρκα, ἄναρχος κατὰ τὴν θεότη-

τα.

2

{Καὶ ὁ ἐν ἁγίοις δὲ τοῦ Ἰκονίου πρόεδρος Ἀμφιλόχιος οὕτω

φησίν·}

Ὁρᾶτε τοιγαροῦν ὅπως καὶ οἱ θεσπέσιοι πατέρες ὁμοούσιον

εἰρήκασι τὸν υἱὸν τῷ πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιον τῇ

μητρὶ κατὰ τὴν ἀνθρωπότητα· διπλοῦν τὴν οὐσίαν ἤτοι τὴν φύσιν,

οὐ διπλοῦν δὲ τὴν ὑπόστασιν.

3

{Ἐκ τοῦ· Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι

παρὰ θεῷ καὶ ἀνθρώποις.}

Προέκοπτε κατὰ τὴν ἡλικίαν ἀνδρουμένου κατὰ φύσιν τοῦ

σώματος, σοφίᾳ διὰ τοὺς παρ' αὐτοῦ τὰ θεῖα σοφιζομένους,

χάριτι, ἐφ' ᾗ εὐφραινόμενοι προκόπτομεν πιστεύοντες, ὅτι ἔσται

τελείωσις τοῖς ὑπ' αὐτοῦ λελαλημένοις περὶ τῆς ἐν ἡμῖν ἐλπίδος

παρὰ θεῷ, ὅτι τὸ ἔργον τοῦ πατρὸς τετελείωκε σαρκωθεὶς καὶ

ἡμᾶς λυτρωσάμενος, καὶ παρὰ ἀνθρώποις, διὰ τὴν αὐτῶν ἐξ

εἰδωλολατρείας ἐπὶ τριαδικὴν θεογνωσίαν μετάστασιν. Κατὰ

τούτους οὖν τοὺς τρόπους προέκοπτε καὶ ἀληθεύει, οὐ γὰρ

κατὰ τοὺς ἄφρονας ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ κρεῖττον.

4

{Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου περὶ τῆς ἑνώσεως τῶν

δύο φύσεων.}

Λόγος ἦν ὅτι ἀναθεματισθῆναι χρὴ τοὺς τὴν ἐκ μήτρας ἕνωσιν

τῶν φύσεων λύοντας, ἔτι μὴν καὶ τοὺς κατὰ σύγχυσιν καὶ τρόπην

νοοῦντας τὴν ἄρρητον ἕνωσιν· ὥσπερ γὰρ τὸ τὴν ἕνωσιν μερίζειν

τῆς ὀρθοδοξίας ἀλλότριον καὶ ξένον τῆς ἀληθείας καὶ τῆς ζωῆς,

οὕτως καὶ τὸ συγχέειν τὰς φύσεις τῆς θεότητος καὶ τῆς ἀνθρω-

πότητος ἀλλότριον χριστιανισμοῦ.

5

{Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου ἐκ τοῦ εἰς τὰ γενέθλια

λόγου.}

Πάντων μὲν γὰρ τῶν ἐκ παρακοῆς ἡμῖν προσγινομένων

ἀπήλλαξε καὶ ἀνεκάθηρε τὴν ἡμετέραν φύσιν ὁ Λόγος· ἅπερ δὲ

αὐτὸς κατ' εἰκόνα τὴν οἰκείαν ἐποίησε, ταῦτα παραλλαγῆς οὐκ

ἔχρῃζεν, οἵαν τὸ φθαρὲν σῶμα διὰ τὸ μὴ συμφθαρῆναι, ἀλλ'

ἄφθαρτον διαμεῖναι ὡς εἰκόνα θεοῦ τὴν ψυχήν.

{Ἑρμηνεία εἰς τὸ, Ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγ-γελεῖ ὑμῖν.} Πάλιν ἐν εἴδει φαίνεται πυροφλόγῳ· ἴσως τὸ πῦρἐκεῖνο τῷ κόσμῳ φέρων, ὅπερ βαλεῖν ἔφησας ἐλθὼνἐς χθόνα. Καὶ τοῦτο γὰρ προεῖπας, ὡς ἐκ σοῦ λάβοι,καὶ τοῖς μαθηταῖς ἐκφράσοι σαφεστάτως τῶν σῶνἁπασῶν ἐντολῶν τὰς ἐκδόσεις. Καὶ τοῦ Παρακλήτουτε καὶ ζωαρχίου, χάρις τὸ Πνεῦμα τῆς ἀληθείας,ὅπερ ἐκ τοῦ Πατρὸς τὴν ἐκπόρευσιν ἀχρόνως φέρεινἔφησας· αὐτὸ ἀψευδεστάτως, σοῦ Πνεῦμα θεῖον, τὴνπανάχραντον χάριν αἰτῶ, πόρευμα Πατρὸς εὐλογημέ-νον· ἄκτιστον, εὐκτὸν, καὶ συνάναρχον πάλιν Υἱῷ τεκαὶ Θεῷ Πατρὶ, τοῖς αἰωνίοις.{Τοῦ μακαρίου Ἀμφιλοχίου ἐκ τοῦ, εἰς τὸ, Κύριοςἔκτισέ με· ἀρχὴ, Ὁ δʹ λόγος.} Τὸ ἄχρονον ἄκτιστον· τὸ δὲ ἄκτιστον ἄναρχον· τὸδὲ ἄναρχον ἀΐδιον· ἀΐδιος δὲ μόνος ὁ Θεός. Καὶ μεθ'ἕτερα· Ὦ Τριὰς ἁγία ἐν ἑνὶ ὀνόματι ἀριθμου-μένη· οὐ γὰρ λέγεται μονὰς καὶ δυὰς, οὐδὲ μονὰςκαὶ μονάς· ἀλλὰ Τριὰς ἐν Μονάδι, καὶ Μονὰς ἐνΤριάδι· μονοειδῶς μονωνύμως. Εἷς Θεὸς, Πατὴρἐν Υἱῷ, Υἱὸς ἐν Πατρὶ σὺν ἁγίῳ Πνεύματι. Ἡμεῖςοἴδαμεν Πατέρα, Πατέρα· Υἱὸν, Υἱόν· ἅγιον Πνεῦμα,ἅγιον Πνεῦμα· Τριάδα ἑνότητι· μία γάρ ἐστιν ἑνό-της Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος· μίαοὐσία, μία κυριότης, ἓν θέλημα· μία Ἐκκλησία, ἓνβάπτισμα, μία πίστις.{Τοῦ αὐτοῦ.} Μία δόξα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος.Τὴν δόξαν γάρ μου, φησὶν, ἑτέρῳ οὐ δώσω. Οὐγάρ ἐστι δεύτερος Θεὸς ὁ Υἱὸς, ἀλλὰ Λόγος τοῦ ἑνὸςκαὶ μόνου Θεοῦ, θεολογούμενος ἐν Πατρὶ, ὡς καὶΠατὴρ ἐν Υἱῷ θεολογεῖται. Καθὼς καὶ Ἡσαΐας λέγει,θεολογῶν Υἱὸν σὺν Πατρί· Προσκυνήσουσί σοι, καὶἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ Θεὸς τοῦἸσραὴλ, Σωτήρ. Αἰσχυνθήσονται καὶ ἐντραπή-σονται πάντες οἱ ἀντικείμενοι αὐτῷ, οἱ μὴ ὁμολο-γοῦντες αὐτῷ, καὶ τὸ Πνεῦμα αὐτοῦ, τῆς αὐτῆς τῷΥἱῷ οὐσίας, καὶ πλὴν αὐτοῦ [μὴ] εἶναι Θεόν. Οὐκ ἔστιν οὕτω· μὴ γένοιτο! Οὐκ ἔστι γεννητὴ ἡΤριὰς, ἀλλ' ἀΐδιος· καὶ μία θεότης ἐν Τριάδι, καὶμία δόξα τῆς ἁγίας Τριάδος. Καὶ σχίζειν αὐτὴν εἰςδιαφόρους φύσεις τολμᾶτε; Μόνῳ Θεῷ ἁρμόττει λέ-γειν τὸ ἐμόν. Αὐτοῦ γὰρ μόνου ὄντως κτῆμα τὰπάντα.{Τοῦ αὐτοῦ εἰς τὸν Ἡσαΐαν.} Ὁ ἐπὶ πάντων Θεὸς οὐκ ἀπαξιοῖ διακύπτειν ἐκτοῦ οὐρανοῦ· οὐδὲ αἱ λειτουργικαὶ δυνάμεις, τὴνδιακονίαν ὑπὲρ εὐεργεσίας τῶν ἀνθρώπων ἀρνοῦν-ται.{Τοῦ αὐτοῦ, εἰς τὸ, Λύσατε τὸν ναὸν τοῦτον.} Καὶ λέλυται τοῦ σώματος ναὸς κατὰ τὸν τοῦ πά-θους καιρὸν, ἐν τῇ τριημέρῳ ταφῇ βουλομένου· καὶπάλιν ἀνέστησεν αὐτὸν καὶ ἡνώθη αὐτῷ, ἀῤῥήτῳ καὶἀφράστῳ λόγῳ· οὐ κεκραμμένος ἐν αὐτῷ ἢ ἀποσε-σαρκωμένος· ἀλλ' ἀποσώζων ἐν αὐτῷ τῶν δύο φύ-σεων τῶν ἑτερουσίων ἀσύγχυτον τὴν ἰδιότητα.{Τοῦ αὐτοῦ, ἐκ τῆς γραφείσης ὑπ' αὐτοῦ ἐπιστο-λῆς πρὸς τοὺς ἐν Συέδραν περὶ τῆς ἁγίαςΤριάδος.} Θεότης μία ἐν Μωϋσεῖ μάλιστα καταγγέλλεται·δυὰς δὲ ἐν προφήταις σφόδρα κηρύσσεται· Τριὰς δὲἐν Εὐαγγελίοις φανεροῦται· πλεῖον κατὰ καιροὺς καὶγενεὰς ἁρμόζουσα τῷ δικαίῳ εἰς γνῶσιν καὶ πίστιν·γνῶσις δὲ αὐτῆς ἀθανασία. Ἐκ πίστεως δὲ αὐτῆςυἱοθεσία γίνεται. Ἀλλὰ πρῶτον δικαιώματα σαρκὸςἐκφράζει, ὡς περιβόλαιον ναοῦ τὸν ἔξω διεγείρουσαἐν Μωϋσεῖ· δεύτερα δὲ δικαιώματα ψυχῆς ἐκδιηγεῖ-ται, ὡς τὰ Ἅγια κοσμοῦσα, ἐν λοιπαῖς προφητείαις·τρίτον δὲ δικαιώματα πνεύματος, ὡς τὸ ἱλαστήριον,καὶ τὰ Ἅγια τῶν ἁγίων ῥυθμίζουσα, ἐν Εὐαγγελίοιςκατοίκησιν ἑαυτῆς· σκηνὴν δὲ ἁγίαν, ναὸν ἅγιον, τὸνδίκαιον ἔχει νόμον, τὸν συνόντα τούτοις· κατοικεῖ