Fragmentum xvii
- Authority group
- Amphilochius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
- Edition reference
- Fragmentum xvii [Sp.], MPG 39: 116.
- CTS identifier
urn:cts:greekLit:tlg2112.tlg023.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
ἔτι δὲ ἐν αὐτῷ μία θεότης ἄπειρος· μία θεότης ἄφρα-στος· ἀπερινόητος· ἀκατάληπτος· ἀνεκδιήγητος·ἀόρατος· ἑαυτὴν γινώσκουσα μόνη· καὶ ἑαυτὴν ἐμ-φανίζουσα οἷς βούλεται, μάρτυρας ἑαυτῇ διεγείρουσα,προορίζουσα· ἑνωποιοῦσα πάλιν πρὸς τὴν ἑαυτῆςδόξαν καὶ πίστιν. Τὰ τρία ταῦτα· ἐπουράνια, ἐπί-γεια, καὶ καταχθόνια.{Ἀμφιλοχίου.} Ὥσπερ τινὰς παιδαγωγοὺς ἢ παιδονόμους ἐπιτε-ταγμένους τοῖς ἀνθρώποις τοὺς ἀγγέλους ἰδὼν ὁ Ἀπό-στολος, εἰς μαρτυρίαν ἐκάλεσεν.{Τοῦ ἁγίου Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου.} Θεός λέγεται, διὰ τὸ τεθεικέναι τὰ πάντα τῇἑαυτοῦ ἐξουσίᾳ ἢ ἀσφαλείᾳ· καὶ διὰ τὸ θέειν, ὅπερἐστὶ τρέχειν καὶ κινεῖν καὶ κυβερνᾷν, καὶ ζωογονεῖντὰ πάντα.{Τοῦ ἁγίου Ἀμφιλοχίου ἐπισκόπου τοῦ Ἰκονίου εἰςτό· οὐ δύναται ὁ υἱὸς ἀφ' ἑαυτοῦ ποιεῖν οὐδέν.(Joh. 5, 19.)} Πῶς δύναται ἐμοῦ τε καὶ τοῦ πατρὸς διακριθῆναιτὰ ἔργα, ὅπου θέλησις, καὶ λόγος, καὶ γνῶσις,καὶ σοφία, καὶ φύσις, καὶ θεότης μία;{Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου.} Ὥσπερ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ(Joh. 5, 21), σύνδρομον ἔχων τῇ θελήσει τὴν δύναμιν,οὕτως οὐ διακονίαν πληρῶν νεκροὺς ἐγείρω, ἀλλὰδυνάμει τῇ αὐτῇ, αὐθεντίᾳ, ἐξουσίᾳ, θελήσει.{Τοῦ ἁγίου Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου εἰς τό·ὁ πατήρ μου μείζων μου ἐστίν. (Joh. 14, 28.)} Οὐ γὰρ ἀκούσιον τὸ πρᾶγμα, ἀλλ' αὐτοπρο ...... ὡς δὲ θεὸς ἀχωρίστως μεθ' ὑμῶν. εἰμὲν ὑπάγω διὰ τοῦ θανάτου ὡς ἄνθρωπος, ἔρχο-μαι δὲ πάλιν διὰ τῆς ἀναστάσεως ὡς ἄνθρωπος.{Τοῦ ἁγίου Ἀμφιλοχίου ἐκ τοῦ κατὰ Ἀρειανῶνλόγου.} Διὰ τοῦτο γὰρ πῆ μὲν ἀνηγμένους, πῆ δὲ ταπεινοὺςφθέγγομαι λόγους· ἵνα διὰ μὲν τῶν ὑψηλῶν, τοῦ ἐνοικοῦν-τος λόγου ἀποδείξω τὴν εὐγένειαν· διὰ δὲ τῶν ταπει-νῶν, τῆς ἐνοικουμένης σαρκὸς γνωρίσω τὰ ἀσθενῆ. Καὶ πάλιν· Πῆ μὲν ἐμαυτὸν ἶσον λέγω τῷπατρί· πῆ δέ, μείζονα τὸν πατέρα· οὐ μαχόμενοςἐμαυτῷ, ἀλλὰ δεικνὺς ὡς θεός εἰμι καὶ ἄνθρωπος·θεὸς μέν, ἐκ τῶν ὑψηλῶν· ἄνθρωπος δέ, ἐκ τῶν τα-πεινῶν. ἀλλὰ μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία (Joh. 14,1. 27), ὅτι εἶπον ὑμῖν, ὁ πατήρ μου μείζων μου ἐστί.(Joh. 14, 28). μείζων γάρ ἐστι τοῦ πορευομένου πρὸςαὐτόν, οὐ τοῦ ὄντος ἐν αὐτῷ· ὡς γὰρ θεός εἰμι ἐν τῷπατρί· ὥστε ὡς ἄνθρωπος πορεύομαι πρὸς τὸν πατέρα·ἐκείνου οὖν μείζων ὁ πατήρ, τοῦ πορευομένου πρὸςαὐτόν, οὐ τοῦ ἀεὶ ὄντος ἐν αὐτῷ· καὶ ἵνα συντόμωςεἴπω, μείζων ἐστὶ καὶ ἶσος· ἶσος τοῦ ἐκ πέντε ἄρτωνδῆμον ὁλόκληρον κορεννύντος· μείζων τοῦ ἐρωτῶντος,ποῦ τὸν Λάζαρον τεθείκατε· ἶσος τοῦ τὸν Λάζαρονἀνιστῶντος λόγῳ· μείζων τοῦ λέγοντος, τίς μουἥψατο· ἶσος τοῦ τὰς ἀκενώτους πηγὰς τῆς αἱμοῤ-ῥοούσης ξηράναντος· μείζων τοῦ καθεύδοντος ἐπὶ τῇπρύμνῃ· ἶσος τοῦ ἐπιτιμῶντος τῇ θαλάσσῃ· μείζων τοῦκρινομένου ἐπὶ Πιλάτου· ἶσος τοῦ κρίσεως ἐλευθεροῦντοςτὸν κόσμον· μείζων τοῦ ῥαπιζομένου, μείζων τοῦσυσταυρουμένου λῃσταῖς· ἶσος τοῦ τὸν λῃστὴν δικαιοῦν-τος δωρεάν· μείζων τοῦ γυμνουμένου τὴν ἐσθῆτα· ἶσοςτοῦ στολίζοντος τὴν ψυχήν· μείζων τοῦ ποτιζομένουὄξος· ἶσος τοῦ τὸ οἰκεῖον οἰνοχοοῦντος αἷμα· μείζωντοῦ λυομένου ναοῦ· ἶσος τοῦ καὶ μετὰ τὴν λύσιν τὸνοἰκεῖον ἐγείραντος ναόν· ἐκείνου μείζων, τούτου ἶσος. Καὶ πάλιν· Οὐκέτι πολλὰ λαλήσω μεθ' ὑμῶν(Joh. 14, 20)· ὁρᾷς, αἱρετικέ, τίνος μείζων ἐστὶν ὁ πατήρ,τοῦ λέγοντος οὐκέτι πολλὰ λαλήσω μεθ' ὑμῶν· οὐ τοῦλέγοντος οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς (Joh. 14,18)· μεθ'ὑμῶν γάρ εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας(Matth. 28,20)· ἔρχεται ὁ ἄρχων τοῦ κόσμου καὶ ἐνἐμοὶ εὑρήσει οὐδέν (Joh. 14, 30)· ὁρᾷς, τίνος ἐστὶ μείζων,τοῦ κρινομένου ἐπ' ὄψεσιν ἀρχόντων, οὐ τοῦ ποιήσαντοςτὴν οἰκουμένην· ἐγείρεσθε ἄγωμεν ἐντεῦθεν (Joh. 14, 31)·ὁρᾷς, τίνος ἐστὶ μείζων ὁ πατήρ, τοῦ λέγοντος ἄγωμεν·οὐ τοῦ λέγοντος ἐνοικήσω ἐν ὑμῖν καὶ ἐμπεριπατήσω(2. Cor. 6, 16)· ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή (Joh. 15, 1)·ὁρᾷς, τίνος ἐστὶ μείζων ὁ πατήρ, τοῦ λέγοντος ἐγώ εἰμιἡ ἄμπελος· οὐ τοῦ λέγοντος, ἐγὼ ἐφύτευσα ἄμπελονἀληθινήν. (vgl. Matth. 21, 33.) Ἐκ τῆς ὁμιλίας τοῦ ἁγίου Ἀμφιλοχίου ἐπισ-κόπου Ἰκονίου εἰς τό· ὁ ἀποστείλας με πατὴρ μείζωνμου ἐστίν (Joh. 14, 28). Εἰπέ, κατὰ ποῖον λόγον λέγεις τὸν πατέρα μείζονατοῦ υἱοῦ· οὐκ ἐγώ φησι λέγω, ἀλλὰ τῷ λέγοντι πείθο-μαι· οὗτος γάρ ἐστιν ὁ εἰπών· ὁ ἀποστείλας με πατήρ,μείζων μου ἐστίν· εἰ τῷ λέγοντι πείθῃ, παῦσον καὶ σὺτὴν μάχην, κᾀγὼ συστελῶ τὴν γλῶσσαν· καὶ δῶμεν τῷυἱῷ τὸν οἰκεῖον λόγον ἑρμηνεῦσαι· εἰπὲ γοῦν δέσποτα·διὰ τί ποτὲ μὲν λέγεις· ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν(Joh. 10, 30)· ποτὲ δέ· ὁ ἀποστείλας με πατὴρ μείζωνμου ἐστίν; εἰ μείζων, πῶς ἶσος; εἰ ἶσος, πῶς μείζων;τὰ δύο λέγω· ἐπειδὴ καὶ μείζων μου ἐστὶ καὶ ἶσος·κατὰ τὴν θεότητα, ἶσος· κατὰ τὴν οἰκονομίαν, μείζων·ἶσος αὐτοῦ εἰμι, ἐπειδὴ ἐξ αὐτοῦ ἐγεννήθην· μείζωνμου ἐστίν, ἐπειδὴ ἐκ τῆς παρθένου ἐγεννήθην.