The Greek Library Author

Anonymous

De antichristo

Authority group
Hippolytus Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
De antichristo, ed. H. Achelis, Hippolyt's kleinere exegetische und homiletische Schriften [Die griechischen christlichen Schriftsteller 1.2. Leipzig: Hinrichs, 1897]: 1–47.
CTS identifier
urn:cts:greekLit:tlg2115.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

4

ἄνθρωπον. ἔστι μὲν οὖν ὁ ἱστὸς τοῦ κυρίου ὡς τὸ πάθος τὸ ἐπὶ

τῷ σταυρῷ γεγενημένον, στήμων δὲ ἐν αὐτῷ ἡ τοῦ ἁγίου πνεύματος

δύναμις, κρόκη δὲ ὡς ἡ ἁγία σὰρξ ἐνυφαινομένη ἐν τῷ πνεύματι,

μίτος δὲ ἡ δι' ἀγάπης Χριστοῦ χάρις σφίγγουσα καὶ ἑνοῦσα τὰ ἀμφό-

τερα εἰς ἕν, κερκὶς δὲ ὁ λόγος, οἱ δὲ ἐργαζόμενοι πατριάρχαι τε καὶ

προφῆται οἱ τὸν καλὸν ποδήρη καὶ τέλειον χιτῶνα ὑφαίνοντες Χρι-

στοῦ, δι' ὧν ὁ λόγος διικνούμενος κερκίδος δίκην ἐξυφαίνει δι' αὐτῶν

ταῦθ' ἅπερ βούλεται ὁ πατήρ.

5

Ἀλλ' ἐπειδὴ καιρὸς λοιπὸν ἀπαιτεῖ πρὸς τὰ προκείμενα, αὐ-

τάρκων ὄντων τῶν ἐν τῷ προοιμίῳ εἰς δόξαν θεοῦ εἰρημένων, δί-

καιόν ἐστιν ἡμᾶς ἐφαψαμένους αὐτῶν τῶν θείων γραφῶν ἐπιδεῖξαι

δι' αὐτῶν, τίς καὶ ποταπὴ ἡ τοῦ ἀντιχρίστου παρουσία, ποίῳ δὲ

καιρῷ καὶ χρόνῳ ὁ ἄνομος ἀποκαλυφθήσεται, πόθεν δὲ καὶ ἐκ ποίας

φυλῆς, καὶ τί τὸ τούτου ὄνομα τὸ διὰ τοῦ ἀριθμοῦ ἐν τῇ γραφῇ

μηνυόμενον, πῶς δὲ πλάνην μὲν τῷ λαῷ ἐγγεννήσει, ἐπισυνάξας

αὐτοὺς ἐκ τῶν περάτων τῆς γῆς, θλίψιν δὲ καὶ διωγμὸν ἐπὶ τοὺς

ἁγίους ἐπεγερεῖ, καὶ πῶς ἑαυτὸν δοξάσει ὡς θεόν, τίς δὲ ἡ τούτου

συντέλεια, πῶς δὲ ἡ ἐπιφάνεια τοῦ κυρίου ἀποκαλυφθήσεται ἀπ'

οὐρανοῦ, καὶ τίς ἡ τοῦ σύμπαντος κόσμου ἐκπύρωσις, τίς δὲ ἡ τῶν

ἁγίων ἔνδοξος καὶ ἐπουράνιος βασιλεία τῶν συμβασιλευόντων τῷ

Χριστῷ, καὶ τίς ἡ τῶν ἀνόμων αἰώνιος διὰ πυρὸς κόλασις.

6

Τοῦ μὲν οὖν κυρίου καὶ σωτῆρος ἡμῶν Χριστοῦ Ἰησοῦ τοῦ

υἱοῦ τοῦ θεοῦ διὰ τὸ βασιλικὸν καὶ ἔνδοξον ὡς λέοντος προκεκηρυγ-

μένου, τὸν αὐτὸν τρόπον καὶ τὸν ἀντίχριστον ὁμοίως λέοντα

προανηγόρευσαν αἱ γραφαὶ διὰ τὸ τυραννικὸν αὐτοῦ καὶ βίαιον. κατὰ

πάντα γὰρ ἐξομοιοῦσθαι βούλεται ὁ πλάνος τῷ υἱῷ τοῦ θεοῦ. λέων

μὲν ὁ Χριστὸς, καὶ λέων μὲν ὁ ἀντίχριστος. βασιλεὺς ὁ Χριστὸς,

καὶ βασιλεὺς ἐπίγειος ὁ ἀντίχριστος. ἐδείχθη ὁ σωτὴρ ὡς ἀρνίον, καὶ

αὐτὸς ὁμοίως φανήσεται ὡς ἀρνίον, ἔνδοθεν λύκος ὤν. ἐμπερίτο-

μος ἦλθεν ὁ σωτὴρ εἰς τὸν κόσμον, καὶ αὐτὸς ὁμοίως ἐλεύσεται.

ἀπέστειλεν ὁ κύριος τοὺς ἀποστόλους εἰς πάντα τὰ ἔθνη, καὶ αὐτὸς

ὁμοίως πέμψει ψευδαποστόλους. συνήγαγε τὰ διεσκορπισμένα πρό-

βατα ὁ σωτήρ, καὶ αὐτὸς ὁμοίως ἐπισυνάξει τὸν διεσκορπισμένον

λαὸν τῶν Ἰουδαίων. ἔδωκεν ὁ κύριος σφραγῖδα τοῖς εἰς αὐτὸν πι-

στεύουσιν, καὶ αὐτὸς δώσει ὁμοίως. ἐν σχήματι ἀνθρώπου ἐφάνη ὁ

κύριος, καὶ αὐτὸς ἐν σχήματι ἀνθρώπου ἐλεύσεται. ἀνέστησεν ὁ

σωτὴρ καὶ ἀπέδειξε τὴν ἁγίαν σάρκα αὐτοῦ ὡς ναόν, καὶ αὐτὸς

ἀναστήσει τὸν ἐν Ἱεροσολύμοις λίθινον ναόν. καὶ ταῦτα μὲν τὰ

πλάνα αὐτοῦ τεχνάσματα ἐν τοῖς ἑξῆς δηλώσομεν, νυνὶ δὲ πρὸς τὸ

προκείμενον τραπῶμεν.

7

Λέγει οὖν ὁ μακάριος Ἰακὼβ ἐν ταῖς εὐλογίαις προαναφω-

νῶν τὰ περὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν οὕτως· „Ἰούδα, σὲ αἰ-

νέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρες σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου·

προσκυνήσουσί σε οἱ υἱοὶ τοῦ πατρός σου. σκύμνος λέοντος Ἰούδα·

ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς

σκύμνος· τίς ἐγερεῖ αὐτόν; οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγού-

μενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς

ἔσται προσδοκία ἐθνῶν. δεσμεύων πρὸς ἄμπελον τὴν ὄνον αὐτοῦ

καὶ ἐν τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ· πλυνεῖ ἐν οἴνῳ τὴν

στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. χαρο-

ποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ

ἢ γάλα.“

8

ταῦτα μὲν οὖν παραφράζειν ἐπισταμένῳ σοι αὐτὰ

δοκεῖ τὸ νῦν παραιτεῖσθαι· ἀλλ' ἐπεὶ αὐτὰ τὰ ῥητὰ προτρέπεται

τοῦ λέγειν, οὐδὲ τοῦτο παραλείψομεν. ἔστι γὰρ ὄντως θεῖα καὶ

ἔνδοξα, δυνάμενα ὠφελῆσαι ψυχήν. ”σκύμνον γὰρ λέοντος” εἰπὼν ὁ

προφήτης τὸν ἐξ Ἰούδα καὶ Δαβὶδ, τὸν κατὰ σάρκα γενόμενον παῖδα

θεοῦ ἐσήμανεν· ἐν δὲ τῷ εἰπεῖν „ἐκ βλαστοῦ, υἱέ μου ἀνέβης“ ἔδειξε

τὸν βλαστήσαντα καρπὸν ἐκ τῆς ἁγίας παρθένου, μὴ ἐκ σπέρματος

γεννώμενον, ἀλλ' ἐξ ἁγίου πνεύματος συλλαμβανόμενον, καὶ τούτου

ὡς ἐκ βλαστοῦ ἁγίου ἐκ γῆς προερχομένου. Ἡσαΐας μὲν γὰρ λέγει·

”ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαΐ, καὶ ἄνθος ἐξ αὐτῆς ἀνα-

βήσεται.” τὸ μὲν οὖν ὑπὸ τοῦ Ἡσαΐα „ἄνθος“ εἰρημένον ὁ Ἰακὼβ

”βλαστὸν” εἴρηκεν· πρῶτον γὰρ ἐβλάστησεν ἐν τῇ κοιλίᾳ ὁ λόγος, εἶτα

ἤνθησεν ἐν τῷ κόσμῳ. τὸ δὲ λέγειν „ἀναπεσὼν ἐκοιμήθης ὡς λέων

καὶ ὡς σκύμνος“ τὴν τριήμερον κοίμησιν τοῦ Χριστοῦ ἐδήλωσεν, ὡς

καὶ Ἡσαΐας λέγει· ”πῶς ἐγένετο πόρνη πόλις πιστή, Σιὼν πλήρης

κρίσεως; ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί.” καὶ

Δαβὶδ δὲ ὁμοίως· „ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα, ἐξηγέρθην, ὅτι κύριος

ἀντιλήψεταί μου“, ἵνα δείξῃ ἐν τῷ ῥητῷ τὴν κοίμησιν καὶ τὴν

ἀνάστασιν αὐτοῦ ποτε γεγενημένην. Ἰακὼβ δὲ λέγει ”τίς ἐγερεῖ

αὐτὸν;” τουτέστιν ὁ πατήρ, καθὼς καὶ ὁ Παῦλος λέγει „καὶ θεοῦ

πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν.“

9

τὸ δὲ εἰπεῖν ”οὐκ

ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως

ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν” τὴν διαδρομὴν

τοῦ βασιλικοῦ γένους ἐξ Ἰούδα πληρουμένην ἐπὶ τὸν Χριστὸν ἐδή-

λωσεν. αὐτὸς γάρ ἐστιν ἡμῶν τῶν „ἐθνῶν προσδοκία“· προσδεχό-

μεθα γὰρ αὐτὸν ἐρχόμενον ἀπ' οὐρανῶν ἐν δυνάμει, διὰ πίστεως ἤδη

βλέπομεν.

10

”δεσμεύων πρὸς ἄμπελον τὴν ὄνον αὐτοῦ” τουτέστι

τὸν ἐκ περιτομῆς λαὸν πρὸς τὴν ἑαυτοῦ κλῆσιν. αὐτὸς γὰρ ἦν ἡ

ἄμπελος. „καὶ ἐν τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ“, τὸν λαὸν

τὸν ἐξ ἐθνῶν ὡς νέον πῶλον εἰς αὑτὸν ἑνῶν, ὡς περιτομὴν καὶ

ἀκροβυστίαν εἰς μίαν πίστιν καλῶν.

11

”πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν

αὐτοῦ”, τὴν τοῦ ἁγίου πνεύματος κατελθοῦσαν ἐπ' αὐτὸν ἐπὶ τὸν

Ἰορδάνην πατρικὴν χάριν. „καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν

αὐτοῦ“· αἵματι οὖν σταφυλῆς ποίας, ἀλλ' ἢ τῆς ἁγίας σαρκὸς αὐτοῦ

ὡς βότρυος ἐπὶ ξύλου θλιβείσης; ἐξ ἧς πλευρᾶς ἔβλυσαν δύο πηγαί,

αἵματος καὶ ὕδατος, δι' ὧν τὰ ἔθνη ἀπολουόμενα καθαίρονται, ἅτινα

ὡς περιβόλαιον λελόγισται Χριστῷ.

12

”χαροποιοὶ οἱ ὀφθαλμοὶ

αὐτοῦ ἀπὸ οἴνου.” ὀφθαλμοὶ Χριστοῦ τίνες ἀλλ' ἢ οἱ μακάριοι προ-

φῆται, οἱ προϊδόντες τῷ πνεύματι καὶ προκηρύξαντες τὰ εἰς αὐτὸν

συμβησόμενα πάθη, οἳ δυνάμει ἔχαιρον βλέποντες αὐτὸν πνευματι-

κοῖς ὀφθαλμοῖς, ὑπ' αὐτοῦ τοῦ λόγου καὶ τῆς αὐτοῦ χάριτος ἀεὶ

καταρτιζόμενοι.

13

τὸ δὲ εἰπεῖν „καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ

ἢ γάλα“ ἐξ ἁγίου στόματος Χριστοῦ τὰς ἐκπορευομένας ἐντολὰς ἐσή-

μανεν, καθαρὰς οὔσας ὡς γάλα.

14

ἐπεὶ οὖν λέοντα καὶ σκύμνον

λέοντος τὸν Χριστὸν προανεφώνησαν αἱ γραφαί, τὸ ὅμοιον καὶ περὶ

τοῦ ἀντιχρίστου εἴρηται. φησὶ γὰρ Μωσῆς οὕτως· ”σκύμνος λέοντος

Δὰν καὶ ἐκπηδήσεται ἐκ Βασάν.” ἀλλ' ἵνα μὴ σφαλῇ τις, νομίσας

περὶ τοῦ Χριστοῦ εἰρῆσθαι τὸ ῥητὸν τοῦτο, ἐπιστησάτω τὸν νοῦν.

„Δάν“, φησι, ”σκύμνος λέοντος” τὴν φυλὴν ὀνομάσας, τὴν τοῦ Δὰν,

ἐσαφήνισε τὸ προκείμενον, ἐξ ἧς μέλλει ὁ ἀντίχριστος γεννᾶσθαι.

ὥσπερ γὰρ ἐκ τῆς Ἰούδα φυλῆς ὁ Χριστὸς γεγέννηται, οὕτως καὶ

ἐκ τῆς τοῦ Δὰν φυλῆς ὁ ἀντίχριστος γεννηθήσεται. ὅτι δὲ οὕτως

ἔχει, τί φησιν Ἰακὼβ „γενηθήτω Δὰν ὄφις ἐφ' ὁδοῦ καθήμενος, δάκ-

νων πτέρναν ἵππου.“ ὄφις οὖν τίς ἄρα ἢ ὁ ἀπ' ἀρχῆς πλάνος, ὁ ἐν

τῇ γενέσει εἰρημένος, ὁ πλανήσας τὴν Εὖαν καὶ πτερνίσας τὸν Ἀδάμ;

ἀλλ' ἐπειδὴ διὰ πλειόνων μαρτυριῶν δεῖ ἀποδεῖξαι τὰ προκείμενα,

οὐκ ἀτονήσωμεν.

15

ὅτι μὲν γὰρ ὄντως ἐκ τῆς φυλῆς Δὰν μέλλει

γεννᾶσθαι καὶ ἀνίστασθαι τύραννος, βασιλεὺς, κριτὴς δεινός, υἱὸς τοῦ

διαβόλου, φησὶν ὁ προφήτης ”Δὰν κρινεῖ τὸν ἑαυτοῦ λαόν, ὡσεὶ καὶ

μίαν φυλὴν ἐν Ἰσραήλ.” ἀλλ' ἐρεῖ τις· τοῦτο ἐπὶ τὸν Σαμψὼν

εἴρηται, ὃς ἐκ τῆς φυλῆς τοῦ Δὰν γεννηθεὶς ἔκρινε τὸν λαὸν εἴκοσιν

ἔτη. τὸ μὲν ἐπὶ τοῦ Σαμψὼν μερικῶς γεγένηται, τὸ δὲ καθ' ὅλου

πληρωθήσεται ἐπὶ τὸν ἀντίχριστον. λέγει γὰρ καὶ Ἱερεμίας οὕτως·

„σπουδὴν ἐκ Δὰν ἀκουσόμεθα ὀξύτητος ἵππων αὐτοῦ, ἀπὸ φωνῆς

χρεμετισμοῦ ἱππασίας ἵππων αὐτοῦ ἐσείσθη πᾶσα ἡ γῆ.“ λέγει δὲ

καὶ ἕτερος προφήτης· ”συνάξει πᾶσαν δύναμιν αὐτοῦ ἀπὸ ἡλίου

ἀνατολῶν μέχρις ἡλίου δυσμῶν· οὓς κεκλήκει καὶ οὓς οὐ κεκλήκει πορεύ-

σονται μετ' αὐτοῦ· λευκανεῖ τὴν θάλασσαν ἀπὸ τῶν ἱστίων τῶν πλοίων

αὐτοῦ καὶ μελανεῖ τὸ πεδίον ἀπὸ τῶν θυρεῶν καὶ τῶν ὅπλων· καὶ πᾶς

ὃς ἂν συναντήσει αὐτῷ ἐν πολέμῳ, ἐν μαχαίρᾳ πεσεῖται.” ὅτι μὲν οὖν

ταῦτα οὐκ ἐπ' ἄλλον τινὰ εἴρηται ἀλλ' ἢ ἐπὶ τὸν τύραννον καὶ ἀναιδῆ

καὶ θεομάχον, δείξομεν διὰ τῶν ἑξῆς.

16

λέγει γὰρ Ἡσαΐας οὕτως·

„καὶ ἔσται ὅταν συντελέσῃ κύριος πάντα ποιῶν ἐπὶ τῷ ὄρει Σιὼν

καὶ Ἱερουσαλήμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν, ἐπὶ τὸν ἄρχοντα τῶν

Ἀσσυρίων καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. εἶπε γάρ·

τῇ ἰσχύι ποιήσω καὶ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ

τὴν ἰσχὺν αὐτῶν προνομεύσω· καὶ σείσω πόλεις κατοικουμένας, καὶ

τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρί μου ὡς νοσσιάν, καὶ ὡς

καταλελειμμένα ὠὰ ἀροῦμαι· καὶ οὐκ ἔστιν ὅστις διαφεύξεταί με ἢ

ἀντείπῃ μοι. καὶ οὐχ οὕτως; ἀλλ' ἀποστελεῖ Ἀδωναῒ κύριος εἰς τὴν

σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται·

καὶ τὸ φῶς τοῦ Ἰσραὴλ εἰς πῦρ, καὶ ἁγιάσει αὐτὸν ἐν φλογὶ καὶ φά-

γεται ὡσεὶ χόρτον τὴν ὕλην.“

17

καὶ πάλιν ἐν ἑτέρῳ λέγει· ”πῶς

ἀναπέπαυται ὁ ἀπαιτῶν καὶ πῶς ἀναπέπαυται ὁ ἐπισπουδαστής;

συνέτριψεν ὁ θεὸς τὸν ζυγὸν τῶν ἀρχόντων· πατάξας ἔθνος θυμῷ

πληγῇ ἀνιάτῳ, παίων ἔθνος πληγῇ θυμοῦ, ἣ οὐκ ἐφείσατο· ἀνεπαύ-

σατο πεποιθώς· πᾶσα ἡ γῆ βοᾷ μετ' εὐφροσύνης· τὰ ξύλα τοῦ Λιβά-

νου εὐφράνθησαν ἐπὶ σοὶ καὶ ἡ κέδρος τοῦ Λιβάνου· ἀφ' οὗ σὺ κε-

κοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. ὁ ᾅδης κάτω ἐπικράνθη συναν-

τήσας σοι, συνηγέρθησάν σοι πάντες οἱ γίγαντες, οἱ ἄρξαντες τῆς γῆς,

οἱ ἐγείροντες ἐκ τῶν θρόνων αὐτῶν πάντας βασιλεῖς ἐθνῶν. ἅπαντες

ἀποκριθήσονται καὶ ἐροῦσί σοι· καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν

ἡμῖν δὲ κατελογίσθης. κατέβη εἰς ᾅδην ἡ δόξα σου, ἡ πολλὴ εὐφρο-

σύνη σου· ὑποκάτω σου στρώσουσι σῆψιν, τὸ δὲ κατακάλυμμά σου

σκώληξ. πῶς ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων;

συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη. σὺ δὲ

εἶπας τῇ διανοίᾳ σου· εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων

τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καθίσω ἐν ὄρει ὑψηλῷ ἐπὶ τὰ

ὄρη ὑψηλὰ τὰ πρὸς βορρᾶν, ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, ἔσομαι

ὅμοιος τῷ ὑψίστῳ. νυνὶ δὲ εἰς ᾅδην καταβήσῃ καὶ εἰς τὰ θεμέλια

τῆς γῆς. οἱ ἰδόντες σε θαυμάσουσιν ἐπὶ σοὶ καὶ ἐροῦσιν· οὗτος ὁ ἄν-

θρωπος ὁ παροξύνων τὴν γῆν, ὁ σείων βασιλεῖς, ὁ θεὶς τὴν οἰκου-

μένην ὅλην ἔρημον, καὶ τὰς πόλεις καθεῖλεν, τοὺς ἐν ἐπαγωγῇ οὐκ

ἔλυσεν. πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν ἐν τιμῇ, ἄνθρω-

πος ἐν τῷ οἴκῳ αὐτοῦ· σὺ δὲ ῥιφήσῃ ἐν τοῖς ὄρεσιν, ὡς νεκρὸς ἐβδε-

λυγμένος, μετὰ πολλῶν πεπτωκότων ἐκκεκεντημένων μαχαίρᾳ, κατα-

βαινόντων εἰς ᾅδην. ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ

ἔσται καθαρόν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός, ὅτι τὴν γῆν μου ἀπώ-

λεσας καὶ τὸν λαόν μου ἀπέκτεινας· οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα

χρόνον, σπέρμα πονηρόν. ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρ-

τίαις τοῦ πατρός σου, ἵνα μὴ ἀναστῶσι καὶ τὴν γῆν κληρονομήσωσιν.”

18

Ἐζεκιὴλ δὲ ὁμοίως λέγει περὶ αὐτοῦ οὕτως· „τάδε λέγει κύριος

ὁ θεός· ἀνθ' ὧν ὑψώθη ἡ καρδία σου, καὶ εἶπας· θεός εἰμι ἐγώ,

κατοικίαν θεοῦ κατῴκηκα ἐν καρδίᾳ θαλάσσης, σὺ δὲ ἄνθρωπος καὶ

οὐ θεός, ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν θεοῦ, μὴ σοφώτερος

εἶ τοῦ Δανιήλ; σοφοὶ οὐκ ἐπαίδευσάν σε τῇ ἐπιστήμῃ αὐτῶν· μὴ τῇ

σοφίᾳ σου ἢ τῇ φρονήσει σου ἐποίησας σεαυτῷ δύναμιν καὶ χρυσίον

καὶ ἀργύριον ἐν τοῖς θησαυροῖς σου; ἢ ἐν τῇ πολλῇ ἐπιστήμῃ σου καὶ

ἐμπορίᾳ σου ἐπλήθυνας δύναμίν σου; ὑψώθη ἡ καρδία σου ἐν τῇ δυ-

νάμει σου. διὰ τοῦτο τάδε λέγει κύριος ὁ θεός· ἐπειδὴ ἔδωκας τὴν

καρδίαν σου ὡς καρδίαν θεοῦ, ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ

ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνῶν, καὶ ἐκκενώσουσι τὰς μαχαίρας αὐτῶν

ἐπὶ σὲ καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου, καὶ στρώσουσι τὸ κάλ-

λος σου εἰς ἀπώλειαν, καὶ καταβιβάσουσί σε, καὶ ἀποθανῇ θανάτῳ

τραυματιῶν ἐν καρδίᾳ θαλάσσης. μὴ λέγων ἐρεῖς· θεός εἰμι ἐγὼ ἐνώ-

πιον τῶν ἀναιρούντων σε; σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ θεός. ἐν πλήθει

ἀπεριτμήτων ἀπολῇ ἐν χερσὶν ἀλλοτρίων, ὅτι ἐγὼ ἐλάλησα, λέγει

κύριος.“

19

Τούτων οὖν τῶν ῥητῶν δεδειγμένων, ἴδωμεν λεπτομερές,

τί λέγει Δανιὴλ ἐν τοῖς ὁράμασιν. οὗτος γὰρ διαστέλλων τὰς μετὰ

ταῦτα ἐσομένας βασιλείας ἔδειξεν ἐν ἐσχάτοις καιροῖς καὶ τὴν τοῦ

ἀντιχρίστου παρουσίαν καὶ τὴν τοῦ παντὸς κόσμου συντέλειαν. λέγει

οὖν ἐπιλύων τὸ ὅραμα τοῦ Ναβουχοδονόσορ· ”σὺ βασιλεῦ ἐθεώρεις,

καὶ ἰδοὺ εἰκὼν μεγάλη ἑστῶσα πρὸ προσώπου σου, ἧς ἡ κεφαλὴ χρυ-

σίου χρηστοῦ, οἱ βραχίονες αὐτῆς καὶ οἱ ὦμοι καὶ τὸ στῆθος ἀργυροῖ,

ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ, αἱ κνῆμαι σιδηραῖ, οἱ πόδες μέρος μέν τι

σιδηροῦν καὶ μέρος ὀστράκινον. ἐθεώρεις ἕως ἀπεσχίσθη λίθος ἄνευ

χειρῶν καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ

ὀστρακίνους, καὶ ἐλέπτυνεν εἰς τέλος. τότε ἐλεπτύνθησαν εἰσάπαξ

τὸ ὄστρακον, ὁ σίδηρος, ὁ χαλκός, ὁ ἄργυρος, ὁ χρυσός, καὶ ἐγένετο

ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς· καὶ ἐξῆρε τὸ πλῆθος τοῦ πνεύ-

ματος, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς· καὶ ὁ λίθος ὁ πατάξας τὴν

εἰκόνα ἐγενήθη ὄρος μέγα καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν.”

20

συνά-

ψαντες οὖν πρὸς τούτῳ καὶ τὰς τοῦ Δανιὴλ ὁράσεις, μίαν ἀμφοτέρων

τὴν διήγησιν ποιούμεθα, ἐπιδεικνύντες ὅπως εἴη συμφωνία καὶ ἀλή-

θεια. λέγει γὰρ οὕτως· „ἐγὼ Δανιὴλ ἐθεώρουν καὶ ἰδοὺ οἱ τέσσαρες

ἄνεμοι τοῦ οὐρανοῦ προσέβαλλον εἰς τὴν θάλασσαν τὴν μεγάλην, καὶ

τέσσαρα θηρία μεγάλα ἀναβαίνοντα ἐκ τῆς θαλάσσης, διαφέροντα

ἀλλήλοις. τὸ πρῶτον ὡσεὶ λέαινα καὶ πτερὰ αὐτῆς ὡς ἀετοῦ, ἐθεώ-

ρουν ἕως οὗ ἐξετίλη τὰ πτερὰ αὐτῆς· καὶ ἐξήρθη ἀπὸ τῆς γῆς καὶ

ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη, καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῇ. καὶ

ἰδοὺ θηρίον δεύτερον ὅμοιον ἄρκου, καὶ εἰς μέρος ἓν ἐστάθη, καὶ τρία

πλευρὰ ἐν τῷ στόματι αὐτῆς. ἐθεώρουν καὶ ἰδοὺ θηρίον ἕτερον ὡσεὶ

πάρδαλις· καὶ ταύτῃ πτερὰ τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς, καὶ

τέσσαρες κεφαλαὶ τῷ θηρίῳ. ὀπίσω τούτου ἐθεώρουν καὶ ἰδοὺ θηρίον

τέταρτον φοβερὸν καὶ ἔκθαμβον καὶ ἰσχυρὸν περισσῶς, οἱ ὀδόντες

αὐτοῦ σιδηροῖ καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ, ἐσθίον καὶ λεπτῦνον, καὶ

τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει. καὶ αὐτὸ διάφορον περισ-

σῶς παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ, καὶ κέρατα δέκα ἐδόθη

αὐτῷ. προσενόουν τοῖς κέρασιν αὐτοῦ, καὶ ἰδοὺ κέρας ἕτερον

μικρὸν ἀνέβη ἐν μέσῳ αὐτῶν, καὶ τρία κέρατα τῶν ἔμπροσθεν

αὐτοῦ ἐξερριζώθη ἀπὸ προσώπου αὐτοῦ· καὶ ἰδοὺ ὀφθαλμοὶ ὡσεὶ

ὀφθαλμοὶ ἀνθρώπου ἐν τῷ κέρατι τούτῳ καὶ στόμα λαλοῦν μεγάλα.

21

ἐθεώρουν ἕως ὅτου θρόνοι ἐτέθησαν καὶ παλαιὸς ἡμερῶν ἐκά-

θητο, καὶ τὸ ἔνδυμα αὐτοῦ ὡσεὶ χιὼν λευκόν, καὶ ἡ θρὶξ τῆς κεφα-

λῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν, ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ

αὐτοῦ πῦρ φλέγον. ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ, χίλιαι

χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες περιειστήκεισαν αὐτῷ·

κριτήριον ἐκάθισεν, καὶ βίβλοι ἠνεῴχθησαν. ἐθεώρουν τότε ἀπὸ

φωνῆς τῶν λόγων τῶν μεγάλων, ὧν τὸ κέρας ἐκεῖνο ἐλάλει, ἕως

ἀνῃρέθη τὸ θηρίον καὶ ἀπώλετο, καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς καῦσιν

πυρός. καὶ τῶν λοιπῶν θηρίων ἡ ἀρχὴ μετεστάθη.

22

ἐθεώρουν

ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς

υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε

καὶ προσηνέχθη αὐτῷ. καὶ ἐδόθη αὐτῷ ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βα-

σιλεία, καὶ πάντες οἱ λαοὶ φυλαὶ γλῶσσαι δουλεύσουσιν αὐτῷ· ἡ ἐξ-

ουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία

αὐτοῦ οὐ διαφθαρήσεται.“

23

ἐπεὶ οὖν δυσνόητά τισι δοκεῖ εἶναι

ταῦτα μυστικῶς εἰρημένα, οὐδὲν τούτων ἀποκρύψομεν πρὸς ἐπίγνωσιν

τοῖς ὑγιῆ νοῦν κεκτημένοις. ”λέαιναν” δὲ εἰπὼν „ἀναβαίνουσαν ἐκ

τῆς θαλάσσης“ τὴν τῶν Βαβυλωνίων βασιλείαν γεγενημένην ἐν τῷ

κόσμῳ ἐσήμανεν, ταύτην οὖσαν τῆς εἰκόνος τὴν χρυσῆν κεφαλήν· τὸ

δὲ λέγειν ”πτερὰ αὐτῆς ὡσεὶ ἀετοῦ”, ὅτι ὑψώθη ὁ βασιλεὺς Ναβου-

χοδονόσορ καὶ κατὰ τοῦ θεοῦ ἐπήρθη. εἶτα, φησίν, „ἐξετίλη τὰ πτερὰ

αὐτῆς“, ὅτι καθῃρέθη αὐτοῦ ἡ δόξα· ἐξεδιώχθη γὰρ ἐκ τῆς βασιλείας

αὐτοῦ. τὸ δὲ εἰπεῖν ”καρδία ἀνθρώπου ἐδόθη αὐτῇ καὶ ἐπὶ ποδῶν

ἀνθρώπου ἐστάθη”, ὅτι μετενόησεν, ἐπιγνοὺς ἑαυτὸν ὅτι ἄνθρωπός

ἐστιν, καὶ ἔδωκε δόξαν τῷ θεῷ.

24

μετὰ γοῦν τὴν λέαιναν „δεύ-

τερον θηρίον“ ὁρᾷ ”ὅμοιον ἄρκῳ”, ὅπερ ἦσαν οἱ Πέρσαι. μετὰ γὰρ

τοὺς Βαβυλωνίους Πέρσαι διεκράτησαν. τὸ δὲ λέγειν „τρία πλευρὰ

ἐν τῷ στόματι αὐτῆς“ τρία ἔθνη ἔδειξεν, Πέρσας Μήδους καὶ Βαβυλω-

νίους, ὅπερ δέδεικται μετὰ τὸν χρυσὸν ὁ ἄργυρος ἐν τῇ εἰκόνι. ἔπειτα

τὸ τρίτον θηρίον πάρδαλις, οἵτινες ἦσαν οἱ Ἕλληνες. μετὰ γὰρ Πέρσας

Ἀλέξανδρος ἐκράτησεν ὁ Μακεδών, καθελὼν Δαρεῖον, ὃς δέδεικται

ἐν τῇ εἰκόνι ὁ χαλκός. τὸ δὲ λέγειν ”πτερὰ τέσσαρα πετεινοῦ καὶ

τέσσαρες κεφαλαὶ τῷ θηρίῳ” σαφέστατα ἐδίδαξεν, πῶς διεμερίσθη εἰς

τέσσαρα μέρη ἡ βασιλεία Ἀλεξάνδρου· τέσσαρας γὰρ κεφαλὰς εἰπὼν

τοὺς τέσσαρας βασιλεῖς τοὺς ἐξ αὐτῆς ἀναστάντας ἐμήνυσεν. τελευ-

τῶν γὰρ Ἀλέξανδρος διεῖλε τὴν βασιλείαν αὐτοῦ εἰς τέσσαρα μέρη.

25

ἔπειτα, φησίν, „θηρίον τέταρτον φοβερὸν καὶ ἔκθαμβον· οἱ

ὀδόντες αὐτοῦ σιδηροῖ καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ.“ τίνες οὗτοι ἀλλ'

ἢ οἱ Ῥωμαῖοι· ὅπερ ἐστὶν ὁ σίδηρος, ἡ νῦν ἐνεστῶσα βασιλεία. ”αἱ

κνῆμαι γὰρ αὐτῆς”, φησίν, „σιδηραῖ.“ μετὰ γὰρ τοῦτο τί περιλείπεται,

ἀγαπητέ, ἀλλ' ἢ τὰ ἴχνη τῶν ποδῶν τῆς εἰκόνος, ἐν οἷς ”μέρος μέν τι

ἐστὶ σιδηροῦν, μέρος δέ τι ὀστράκινον, ἀναμεμιγμένον εἰς ἄλληλα.”

μυστικῶς ἐδήλωσε διὰ τῶν δακτύλων τῶν ποδῶν τοὺς δέκα βασιλεῖς

τοὺς ἐξ αὐτῆς ἐγειρομένους, ἅπερ λέγει Δανιὴλ „προσενόουν τῷ θηρίῳ

καὶ ἰδοὺ δέκα κέρατα ὀπίσω αὐτοῦ, ἐν οἷς ἀναβήσεται ἕτερον μικρὸν

ὡς παραφυάδιον, καὶ τρία τῶν πρὸ αὐτοῦ ἐκριζώσει“, ὅπερ δέδεικται

οὐχ ἕτερος ἀλλ' ἢ ὁ ἀντίχριστος ὁ ἐγειρόμενος, ὃς καὶ αὐτὸς τὴν

Ἰουδαίων βασιλείαν ἀναστήσει. τρία δὲ κέρατα λέγων ὑπ' αὐτοῦ ἐκ-

ριζοῦσθαι, τοὺς τρεῖς βασιλεῖς δείκνυσιν Αἰγύπτου Λιβύων τε καὶ

Αἰθιόπων, οὓς ἀνελεῖ ἐν παρατάξει πολέμου, ὃς κρατήσας πάντων,

δεινὸς ὠμοτύραννος ὤν, θλίψιν καὶ διωγμὸν ἐπὶ τοὺς ἁγίους ἐποίει,

ἐπαιρόμενος κατ' αὐτῶν. λέγει γὰρ Δανιὴλ ”προσκατενόουν τῷ κέρατι

καὶ ἰδοὺ τὸ κέρας ἐκεῖνο ἐποίει πόλεμον μετὰ τῶν ἁγίων καὶ ἴσχυε

πρὸς αὐτούς”, „ἕως ἀνῃρέθη τὸ θηρίον καὶ ἀπώλετο καὶ τὸ σῶμα

αὐτοῦ ἐδόθη εἰς καῦσιν πυρός.“

26

μεθ' ὃν ἥξει λοιπὸν ἀπ'

οὐρανῶν ”ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα” καὶ συντρίψας αὐτὴν καὶ

μεταστήσας πάσας τὰς βασιλείας καὶ δοὺς τὴν βασιλείαν ἁγίοις ὑψί-

στου. οὗτος ὁ „γενηθεὶς ὄρος μέγα καὶ πληρώσας πᾶσαν τὴν γῆν“,

περὶ οὗ λέγει Δανιὴλ ”ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ

μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος καὶ

ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν. καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ

ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοὶ φυλαὶ γλῶσσαι δουλεύσουσιν

αὐτῷ· ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ

βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται.” τὴν ἐξουσίαν πᾶσαν τὴν παρ'

αὐτοῦ δεδομένην τῷ υἱῷ ἐπέδειξεν, ὃς „ἐπουρανίων τε καὶ ἐπιγείων

καὶ καταχθονίων“ βασιλεὺς καὶ κριτὴς πάντων ἀποδέδεικται, ἐπου-

ρανίων μέν, ὅτι λόγος ἐκ καρδίας πατρὸς πρὸ πάντων γεγεννημένος

ἦν, ἐπιγείων δέ, ὅτι καὶ ἄνθρωπος ἐν ἀνθρώποις ἐγεννήθη, ἀνα-

πλάσσων δι' ἑαυτοῦ τὸν Ἀδάμ, καταχθονίων δέ, ὅτι καὶ ἐν νεκροῖς

κατελογίσθη, εὐαγγελιζόμενος τὰς τῶν ἁγίων ψυχάς, διὰ θανάτου θά-

νατον νικῶν.

27

τούτων οὖν ἐσομένων καὶ τῶν δέκα δακτύλων

τῆς εἰκόνος εἰς δημοκρατίας χωρησάντων, καὶ τῶν δέκα κεράτων τοῦ

θηρίου εἰς δέκα βασιλεῖς μερισθέντων, ἴδωμεν σαφέστερον τὰ προκεί-

μενα, καὶ κατανοήσωμεν αὐτὰ ὀφθαλμοφανῶς.

28

κεφαλὴ τῆς

εἰκόνος χρυσῆ, ἡ λέαινα, Βαβυλώνιοι ἦσαν· ὦμοι καὶ βραχίονες ἀργυροῖ,

ἡ ἄρκος, Πέρσαι καὶ Μῆδοι· κοιλία καὶ μηροὶ χαλκοῖ, ἡ πάρδαλις, οἱ

ἀπὸ Ἀλεξάνδρου κρατήσαντες Ἕλληνες· κνῆμαι σιδηραῖ, θηρίον ἔκ-

θαμβον καὶ φοβερόν, Ῥωμαῖοι οἱ νῦν κρατοῦντες· ἴχνη ποδῶν ὄστρα-

κον καὶ σίδηρος, τὰ δέκα κέρατα, τὰ μέλλοντα ἔσεσθαι· κέρας ἕτερον

μικρὸν ἀναφυόμενον, ὁ ἐν αὐτοῖς ἀντίχριστος· λίθος ὁ πατάσσων τὴν

εἰκόνα καὶ συντρίβων, ὁ πληρώσας τὴν γῆν, Χριστὸς ἀπ' οὐρανῶν

ἐρχόμενος καὶ ἐπάγων τῷ κόσμῳ τὴν κρίσιν.

29

Ταῦτά σοι, ἀγαπητέ, μετὰ φόβου μεταδίδομεν ἀφθόνως ”διὰ

τὴν ὑπερβάλλουσαν Χριστοῦ ἀγάπην”. εἰ γὰρ οἱ πρὸ ἡμῶν μακάριοι

προφῆται γεγενημένοι εἰδότες αὐτὰ οὐκ ἠθέλησαν παρρησίᾳ κηρῦξαι,

ἵνα μὴ τάραχον ἐγγεννήσωσι ταῖς τῶν ἀνθρώπων ψυχαῖς, ἀλλὰ μυ-

στικῶς διηγήσαντο διὰ παραβολῶν καὶ αἰνιγμάτων, λέγοντες „ὧδε ὁ

νοῦς ὁ ἔχων σοφίαν“· πόσῳ μᾶλλον ἡμεῖς κινδυνεύσομεν, τολμῶντες

τὰ ὑπ' ἐκείνων ἀποκρύφως εἰρημένα εἰς φανερὸν ἄγειν; ἴδωμεν τοίνυν

τὰ συμβησόμενα ἐπ' ἐσχάτων ἐπὶ τὴν πόρνην τὴν ἀκάθαρτον ταύ-

την, ὁποία δὲ καὶ ποταπὴ κατὰ χόλον θεοῦ ἐπελεύσεται αὐτῇ πρὸ

τῆς κρίσεως μερικὴ βάσανος.

30

δεῦρο οὖν, ὦ μακάριε Ἡσαΐα, ἐξε-

γέρθητι, εἰπὲ σαφῶς τί ἐπροφήτευσας περὶ τῆς πόλεως τῆς μεγάλης

Βαβυλῶνος. ὡς εἶπας γὰρ καὶ περὶ Ἱερουσαλὴμ καὶ τετέλεσται. σὺ γὰρ

εἶπας μετὰ παρρησίας ”ἔστω ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν

πυρίκαυστοι· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν

αὐτήν, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ πολλῶν ἀλλοτρίων. ἐγκα-

ταλειφθήσεται ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωρο-

φυλάκιον ἐν σικυηράτῳ, ὡς πόλις πολιορκουμένη.” τί οὖν; οὐ γε-

γένηται ἤδη ταῦτα; οὐ πεπλήρωται τὰ ὑπὸ σοῦ εἰρημένα; οὐκ ἠρή-

μωται αὐτῶν ἡ Ἰουδαία γῆ; οὐκ ἐμπέπρησται τὸ ἁγίασμα; οὐ κατέ-

στραπται τὰ τείχη; οὐ καθῃρέθησαν αἱ πόλεις; οὐ τὴν χώραν ἀλλότριοι

κατεσθίουσιν; οὐ τὴν γῆν αὐτῶν Ῥωμαῖοι κρατοῦσιν; ἀλλὰ μισήσαντές

σε οἱ ἄνομοι ἐνέπρισαν· καὶ γὰρ Χριστὸν ἐσταύρωσαν. ἀπέθανες ἐν

κόσμῳ, ἀλλ' οὖν ἐν Χριστῷ ζῇς.

31

τίνα οὖν ὑμῶν πλείω ἀγα-

πήσω ἢ σέ; ἀλλὰ καὶ Ἱερεμίας λιθάζεται. ἢ Ἱερεμίαν μᾶλλον; ἀλλὰ

καὶ Δανιὴλ μαρτυρεῖ. Δανιήλ, ὑπὲρ πάντας ἐπαινῶ σέ; ἀλλὰ καὶ

Ἰωάννης οὐ ψεύδεται. πόσοις ὑμᾶς στόμασι καὶ γλώσσαις δοξάσω·

μᾶλλον δὲ τὸν ἐν ὑμῖν λαλήσαντα λόγον. ἀπεθάνετε γὰρ σὺν Χριστῷ,

ἀλλὰ ζήσετε ἐν θεῷ. ἀκούσατε καὶ χαρῆτε. ἰδοὺ τὰ ὑφ' ὑμῶν λελα-

λημένα κατὰ καιροὺς πεπλήρωται. εἴδατε γὰρ αὐτὰ πρῶτον, εἶθ'

οὕτως ἐκηρύξατε πάσαις γενεαῖς τὰ τοῦ θεοῦ λόγια, διηκονήσατε πά-

σαις γενεαῖς. προφῆται ἐκηρύχθητε, ἵνα πάντας σῶσαι δυνηθῆτε. τότε

γὰρ ὄντως ὁ προφήτης προφήτης γίνεται, ὅταν τὰ μέλλοντα γίνεσθαι

προκηρύξας, ὕστερον συμβάντα αὐτὰ ἐπιδείξῃ. καλοῦ διδασκάλου οἱ

πάντες ἐγένεσθε μαθηταί. ταῦτα ὑμῖν ὡς ζῶσιν ἀξίως ἐπιφέρω· ἔχετε

γὰρ ἤδη τὸν τῆς ζωῆς καὶ ἀφθαρσίας ἀποκείμενον ὑμῖν ἐν τοῖς οὐρα-

νοῖς στέφανον.

32

λέγε μοι, ὦ μακάριε Δανιήλ, πληροφόρησόν

με, παρακαλῶ. προφητεύεις περὶ τῆς λεαίνης ἐν Βαβυλῶνι· αἰχμάλω-

τος γὰρ ἦς ἐκεῖ. διήγησαι καὶ τὰ μέλλοντα περὶ τῆς ἄρκου· ἔτι γὰρ

ἀκμὴν ἐν κόσμῳ ἦς καὶ εἶδες αὐτὰ γεγενημένα. ἔπειτα λέγεις μοι

πάρδαλιν· καὶ πόθεν σοι τοῦτο εἰδέναι; ἤδη γὰρ ἐκεκοίμησο. ἦ τίς σε

ταῦτα προεδίδαξεν ἀλλ' ἢ ὁ πλάσας σε ἐν κοιλίᾳ μητρός, θεοῦ λόγος;

εἶπας γὰρ καὶ οὐκ ἐψεύσω. ἀνέστη γὰρ ἡ πάρδαλις, ἦλθεν ὁ τράγος

τῶν αἰγῶν, ἔτυψε τὸν κριόν, συνέτριψεν αὐτοῦ τὰ κέρατα, καὶ κατε-

πάτησεν αὐτὸν τοῖς ποσίν, ἐκράτησεν, ὑψώθη. ἐν τῷ πεσεῖν αὐτὸν

ἀνέστη τέσσαρα κέρατα ὑποκάτωθεν αὐτοῦ· εὐφραίνου, μακάριε Δα-

νιήλ, οὐκ ἐπλανήθης, γεγένηται ταῦτα πάντα.

33

μετὰ τοῦτο

πάλιν μοι διήγηθι· „θηρίον τέταρτον, φοβερὸν καὶ ἔκθαμβον· οἱ ὀδόν-

τες αὐτοῦ σιδηροῖ, καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ, ἐσθίον καὶ λεπτῦνον,

καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει.“ ἴδε κρατεῖ νῦν ”ὁ σί-

δηρος”, ἴδε „δαμάζει πάντα καὶ λεπτύνει“, ἴδε ὑποτάσσει πάντας τοὺς

μὴ θέλοντας, ἴδε βλέπομεν αὐτὰ ἡμεῖς, ἴδε δοξάζομεν τὸν θεὸν ὑπὸ

σοῦ διδασκόμενοι.

34

ἀλλ' ἐπειδὴ προὔκειτο ἡμῖν περὶ τῆς

πόρνης εἰπεῖν, πάρελθε, ὦ μακάριε Ἡσαΐα. ἴδωμεν τί λέγεις περὶ Βα-

βυλῶνος. ”κατάβηθι, κάθισον ἐπὶ γῆς, παρθένος θύγατερ Βαβυλῶνος,

κάθισον, θυγάτηρ Χαλδαίων, οὐκέτι προστεθήσῃ κληθῆναι ἁπαλὴ

καὶ τρυφερά. λάβε μύλον, ἄλεσον ἄλευρον, ἀποκάλυψαι τὸ κατακά-

λυμμά σου, ἀνάσυρε τὰς πολιάς σου, ἀνακάλυψαι τὰς κνήμας, διάβηθι

ποταμούς. ἀνακαλυφθήσεται ἡ αἰσχύνη σου, φανήσονται οἱ ὀνειδισμοί

σου. τὸ δίκαιον ἐκ σοῦ λήμψομαι, οὐκέτι μὴ παραδῶ σε ἀνθρώποις.

ὁ ῥυσάμενός σε κύριος Σαβαώθ, ὄνομα αὐτῷ ὁ ἅγιος Ἰσραήλ. κάθισον

κατανενυγμένη, εἴσελθε εἰς τὸ σκότος, θυγάτηρ Χαλδαίων, οὐκέτι μὴ

κληθήσῃ ἰσχὺς βασιλείας.

35

παρωξύνθην ἐπὶ τῷ λαῷ μου,

ἐμίανας τὴν κληρονομίαν μου· ἐγὼ δέδωκα εἰς τὴν χεῖρά σου, σὺ δὲ

οὐκ ἔδωκας αὐτοῖς ἔλεος, σὺ δὲ τοῦ πρεσβύτου ἐβάρυνας τὸν ζυγὸν

σφόδρα, καὶ εἶπας· εἰς τὸν αἰῶνα ἔσομαι ἄρχουσα. οὐκ ἐνόησας ταῦτα

ἐν τῇ καρδίᾳ σου, οὐδὲ ἐμνήσθης τὰ ἔσχατα. νῦν δὲ ἄκουε ταῦτα, ἡ

τρυφερά, ἡ καθημένη πεποιθυῖα, ἡ λέγουσα τῇ καρδίᾳ· ἐγώ εἰμι, καὶ

οὐκ ἔστιν ἑτέρα, οὐ καθιῶ χήρα, οὐδὲ γνώσομαι ὀρφανίαν. νῦν δὲ

ἥξει ἐπὶ σὲ δύο ταῦτα ἐν ἡμέρᾳ μιᾷ, χηρεία καὶ ἀτεκνία ἥξει ἐξαίφνης

ἐπὶ σὲ ἐν τῇ φαρμακείᾳ σου, ἐν τῇ ἰσχύι τῶν ἐπαοιδῶν σου σφόδρα,

τῇ ἐλπίδι τῆς πονηρίας σου. σὺ γὰρ εἶπας· ἐγώ εἰμι, οὐκ ἔστιν ἑτέρα,

καὶ ἔσται ἡ πορνεία σου σοὶ αἰσχύνη, ὅτι εἶπας τῇ καρδίᾳ σου· ἐγώ

εἰμι. καὶ ἥξει ἐπὶ σὲ ἀπώλεια καὶ οὐ μὴ γνῷς, βόθυνος, καὶ ἐμπεσῇ

εἰς αὐτόν· καὶ ἥξει ἐπὶ σὲ ταλαιπωρία, καὶ οὐ μὴ δυνήσῃ καθαρὰ

γενέσθαι· καὶ ἥξει ἐπὶ σὲ ἐξάπινα, καὶ οὐ μὴ γνώσῃ. στῆθι νῦν ἐν

ταῖς ἐπαοιδαῖς σου καὶ τῇ πολλῇ φαρμακείᾳ σου, ἃ ἐμάνθανες ἐκ γε-

νέσεώς σου, εἰ δυνήσῃ ὠφεληθῆναι. κεκοπίακας ἐν ταῖς βουλαῖς σου·

στήτωσαν καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, οἱ ὁρῶντες

τοὺς ἀστέρας ἀναγγειλάτωσάν σοι, τί μέλλει ἐπὶ σὲ ἐλθεῖν. ἰδοὺ

πάντες ὡς φρύγανα ἐπὶ πυρὸς οὕτω καυθήσονται, καὶ οὐ μὴ ἐξέ-

λωνται τὴν ψυχὴν αὐτῶν ἐκ φλογός, ὅτι ἔχεις ἄνθρακας πυρός, κάθ-

ισαι ἐπ' αὐτούς, οὕτως ἔσται σοι εἰς βοήθειαν· ἐκοπίασας ἐν τῇ

μεταβολῇ ἐκ νεότητος, ἄνθρωπος καθ' ἑαυτὸν ἐπλάγχθη, σοὶ δὲ οὐκ

ἔσται σωτηρία.” ταῦτα μὲν οὖν προφητεύει Ἡσαΐας· ἴδωμεν δὲ εἰ τὰ

ὅμοια αὐτῷ ἐφθέγξατο Ἰωάννης.

36

οὗτος γὰρ ἐν Πάτμῳ τῇ

νήσῳ ὢν ὁρᾷ ἀποκάλυψιν μυστηρίων φρικτῶν, ἅτινα διηγούμενος

ἀφθόνως καὶ ἑτέρους διδάσκει. λέγε μοι, ὦ μακάριε Ἰωάννη, ἀπόστολε

καὶ μαθητὰ τοῦ κυρίου, τί εἶδες καὶ τί ἤκουσας περὶ Βαβυλῶνος.

γρηγόρησον καὶ εἰπέ· καὶ γὰρ αὐτή σε ἐξώρισεν. „καὶ ἦλθεν εἷς τῶν

ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησε μετ' ἐμοῦ

λέγων· δεῦρο, δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης τῆς καθη-

μένης ἐπὶ ὑδάτων πολλῶν, μεθ' ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς,

καὶ ἐμεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας

αὐτῆς. καὶ ἀπήνεγκέ με εἰς ἔρημον ἐν πνεύματι καὶ εἶδα γυναῖκα

καθημένην ἐπὶ θηρίον κόκκινον, γέμον τὰ ὀνόματα, ἔχον κεφαλὰς

ἑπτὰ καὶ κέρατα δέκα. καὶ ἡ γυνὴ ἦν περιβεβλημένη πορφυροῦν καὶ

κόκκινον, κεχρυσωμένη χρυσῷ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα

ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς γέμων βδελυγμάτων καὶ τὰ ἀκά-

θαρτα τῆς πορνείας τῆς γῆς, καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμ-

μένον· μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν

βδελυγμάτων τῆς γῆς.

37

καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν

τοῦ αἵματος τῶν ἁγίων καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ,

καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα. καὶ εἶπέ μοι ὁ ἄγγελος· διατί

ἐθαύμασας; ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου

τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα

κέρατα. τὸ θηρίον ὃ εἶδες ἦν καὶ οὐκ ἔστι καὶ μέλλει ἀναβαίνειν

ἐκ τῆς ἀβύσσου καὶ εἰς ἀπώλειαν ὑπάγει· καὶ θαυμάζουσιν οἱ κατ-

οικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὸ ὄνομα ἐπὶ τὸ βιβλίον τῆς

ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλέποντες τὸ θηρίον ὅτι ἦν καὶ οὐκ

ἔστι καὶ παρέσται.

38

ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. αἱ ἑπτὰ

κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν, ὅπου ἡ γυνὴ κάθηται ἐπ' αὐτῶν, καὶ βασι-

λεῖς αἱ ἑπτά εἰσιν· οἱ πέντε ἔπεσαν, ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθεν,

καὶ ὅταν ἔλθῃ ὀλίγον αὐτὸν δεῖ μεῖναι. καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ

ἔστιν, καὶ αὐτὸς ὄγδοός ἐστιν, καὶ ἐκ τῶν ἑπτά ἐστιν, καὶ εἰς ἀπώ-

λειαν ὑπάγει. καὶ τὰ κέρατα τὰ δέκα, ἃ εἶδες, δέκα βασιλεῖς εἰσιν,

οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλὰ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν

λαμβάνουσιν μετὰ τοῦ θηρίου μίαν γνώμην ἔχουσιν καὶ τὴν δύναμιν

καὶ τὴν ἐξουσίαν αὐτῷ τῷ θηρίῳ διδόασιν. οὗτοι μετὰ τοῦ ἀρνίου

πολεμήσουσιν, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶ

καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετ' αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ

πιστοί.

39

καὶ λέγει μοι· τὰ ὕδατα ἃ εἶδες, οὗ κάθηται ἡ πόρνη,

λαοὶ καὶ ὄχλοι εἰσὶ καὶ ἔθνη καὶ γλῶσσαι. καὶ τὰ δέκα κέρατα ἃ εἶδες

καὶ τὸ θηρίον, οὗτοι μισήσουσι τὴν πόρνην καὶ ἠρημωμένην ποιή-

σουσιν αὐτὴν καὶ γυμνήν, καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν

κατακαύσουσιν ἐν πυρί. ὁ γὰρ θεὸς ἔδωκεν εἰς τὴν καρδίαν αὐτῶν

ποιῆσαι τὴν γνώμην αὐτοῦ καὶ ποιῆσαι μίαν γνώμην καὶ δοῦναι τὴν

βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι τελεσθήσονται οἱ λόγοι τοῦ θεοῦ.

καὶ ἡ γυνὴ ἣν εἶδες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ

τῶν βασιλέων τῆς γῆς.

40

μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον κατα-

βαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφω-

τίσθη ἐκ τῆς δόξης αὐτοῦ. καὶ ἔκραξεν ἐν ἰσχύι φωνῇ μεγάλῃ λέγων·

ἔπεσεν, ἔπεσε Βαβυλὼν ἡ μεγάλη καὶ ἐγένετο κατοικητήριον δαιμονίων

καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ μεμισημένου καὶ φυλακὴ

παντὸς θηρίου ἀκαθάρτου καὶ μεμισημένου, ὅτι ἐκ τοῦ θυμοῦ τοῦ

οἴνου τῆς πορνείας αὐτῆς πεπτώκασι πάντα τὰ ἔθνη, καὶ οἱ βασι-

λεῖς τῆς γῆς μετ' αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς

δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν. καὶ ἤκουσα ἄλλην φωνὴν

ἐκ τῶν οὐρανῶν λέγουσαν· ἐξέλθατε ὁ λαός μου ἐξ αὐτῆς, ἵνα μὴ συγ-

κοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα

μὴ λάβητε, ὅτι ἐκολλήθησαν αἱ ἁμαρτίαι αὐτῆς ἄχρι τοῦ οὐρανοῦ καὶ

ἐμνημόνευσεν ὁ θεὸς τὰ ἀδικήματα αὐτῆς.

41

ἀπόδοτε αὐτῇ ὡς

καὶ αὐτὴ ἀπέδωκεν, καὶ διπλώσατε τὰ διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς·

ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασε κεράσατε αὐτῇ διπλοῦν· ὅσα ἐδόξασεν αὐτὴν

καὶ ἐστρηνίασεν, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος. ὅτι ἐν

τῇ καρδίᾳ αὐτῆς λέγει· ὅτι κάθημαι βασίλισσα καὶ χήρα οὐκ εἰμὶ καὶ

πένθος οὐ μὴ ἴδω, διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς,

θάνατος καὶ πένθος καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται· ὅτι

ἰσχυρὸς κύριος ὁ θεὸς ὁ κρίνας αὐτήν. καὶ κλαύσουσι καὶ κόψονται

ἐπ' αὐτὴν οἱ βασιλεῖς τῆς γῆς οἱ μετ' αὐτῆς πορνεύσαντες καὶ στρη-

νιάσαντες, ὅταν βλέπωσι τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, ἀπὸ μα-

κρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες·

οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, Βαβυλὼν ἡ πόλις ἡ ἰσχυρά, ὅτι μιᾷ

ὥρᾳ ἦλθεν ἡ κρίσις σου· καὶ οἱ ἔμποροι τῆς γῆς κλαύσουσι καὶ

πενθήσουσιν ἐπ' αὐτήν, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι,

γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ μαργαρίτας καὶ βύσ-

σους καὶ πορφύρας καὶ σιρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύινον

καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου

καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου καὶ κινναμώμου καὶ θυμίαμα

καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον

καὶ κτήνη καὶ πρόβατα, καὶ ἵππων καὶ ῥεδῶν καὶ σωμάτων, καὶ ψυχὰς

ἀνθρώπων, καὶ ἡ ὀπώρα σου τῆς ἐπιθυμίας τῆς ψυχῆς ἀπῆλθεν ἀπό

σου, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπό σου, καὶ οὐκ-

έτι αὐτὰ οὐ μὴ εὑρήσουσιν. οἱ ἔμποροί σου, οἱ πλουτήσαντες ἀπ'

αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς

κλαίοντες καὶ πενθοῦντες καὶ λέγοντες· οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη,

ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσω-

μένη ἐν χρυσῷ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίτῃ, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη

ὁ τοσοῦτος πλοῦτος. καὶ πᾶς κυβερνήτης καὶ πᾶς ἐπὶ τῶν πλοίων

καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν

καὶ ἔκραξαν βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες·

τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ; καὶ ἔβαλαν χοῦν ἐπὶ τὰς κεφαλὰς αὐ-

τῶν, καὶ ἔκραξαν κλαίοντες καὶ πενθοῦντες, λέγοντες· οὐαὶ οὐαί, ἡ

πόλις ἡ μεγάλη, ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες πλοῖα ἐν τῇ

θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.

42

εὐ-

φραίνου ἐπ' αὐτήν, οὐρανὲ καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προ-

φῆται, ὅτι ἔκρινεν ὁ θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς. καὶ ἦρεν εἰς

ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλον μέγαν, καὶ ἔβαλεν εἰς τὴν θάλασσαν

λέγων· οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ

μὴ εὑρεθῇ ἔτι. καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ

σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, καὶ πᾶς τεχνίτης πάσης τέχνης

οὐ μὴ εὑρεθῇ ἐν σοὶ 〈ἔτι, καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,〉

καὶ φῶς λύχνου οὐ μὴ φανῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ νυμφίου καὶ φωνὴ

νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγι-

στᾶνες τῆς γῆς, ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ

ἔθνη, καὶ ἐν αὐτῇ αἷμα προφητῶν καὶ ἁγίων εὑρέθη καὶ πάντων

τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.“

43

περὶ μὲν οὖν τῶν βασάνων

καὶ τῆς ἐπερχομένης αὐτῇ ἐπ' ἐσχάτων ὑπὸ τῶν τότε ἐσομένων τυ-

ράννων μερικῆς κρίσεως σαφέστατα ἐν τοῖς ῥητοῖς τούτοις δεδήλωται.

δεῖ δὲ ἡμᾶς καὶ τὸν χρόνον ἐξακριβαζομένους ἐκθέσθαι, ἐν οἷς καιροῖς

ταῦτα συμβήσεται καὶ ὡς τὸ κέρας τὸ μικρὸν ἐν αὐτοῖς ἀναφυήσεται.

τῶν γὰρ κνημῶν τῶν σιδηρῶν τῶν νῦν ἐπικρατουσῶν ἐπὶ τὰ ἴχνη

τῶν ποδῶν καὶ τοὺς δακτύλους, χωρησάντων κατὰ τὴν τῆς εἰκόνος

φανέρωσιν καὶ τὴν τοῦ θηρίου τοῦ φοβεροῦ δεῖξιν, καθὼς σεσήμανται

ἐν τοῖς ἔμπροσθεν, οἷς καιροῖς ὁ σίδηρος καὶ τὸ ὄστρακον εἰς ταὐτὸ

ἀναμίγνυται; δείξει δὲ ἡμῖν Δανιὴλ τὰ προκείμενα. λέγει γὰρ· ”καὶ δια-

θήσει διαθήκην πολλοῖς ἑβδομὰς μία. καὶ ἔσται ἐν τῷ ἥμισυ τῆς ἑβδο-

μάδος, ἀρθήσεταί μου θυσία καὶ σπονδή.” μίαν μὲν οὖν ἑβδομάδα

εἰπών, τὴν ἐσχάτην τὴν ἐπὶ τῷ τέρματι τοῦ σύμπαντος κόσμου ἐσο-

μένην ἐπ' ἐσχάτων ἐσήμανεν, ἧς ἑβδομάδος τὸ μὲν ἥμισυ λήμψονται

οἱ δύο προφῆται Ἐνὼχ καὶ Ἠλίας. οὗτοι γὰρ κηρύξουσιν „ἡμέρας χιλίας

διακοσίας ἑξήκοντα, περιβεβλημένοι σάκκους“, μετάνοιαν τῷ λαῷ

καὶ πᾶσι τοῖς ἔθνεσι καταγγέλλοντες.

44

ὥσπερ γὰρ δύο παρου-

σίαι τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος διὰ τῶν γραφῶν ἐδείχθησαν, μία

μὲν ἡ πρώτη ἡ κατὰ σάρκα γενομένη ἄτιμος διὰ τὸ ἐξουθενηθῆναι

αὐτόν, καθὼς προανεφώνει Ἡσαΐας λέγων ”εἴδομεν αὐτὸν καὶ οὐκ

εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον

παρὰ πάντας τοὺς ἀνθρώπους· ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέ-

ρειν μαλακίαν, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη”· ἡ δὲ δευτέρα αὐτοῦ παρ-

ουσία κεκήρυκται ἐν δόξῃ, ὡς παρέσται ἀπ' οὐρανῶν μετὰ δυνάμεως

ἀγγέλων καὶ πατρικῆς δόξης, ὥς φησιν ὁ προφήτης „βασιλέα μετὰ

δόξης ὄψεσθε“ καὶ ”ἐθεώρουν ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸν

ἀνθρώπου ἐρχόμενον, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν,

καὶ προσήχθη αὐτῷ. καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ δόξα

καὶ ἡ βασιλεία, καὶ πᾶσαι λαοὶ φυλαὶ γλῶσσαι δουλεύσουσιν αὐτῷ·

βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, ἥτις οὐ διαφθαρήσεται”· οὕτω καὶ

δύο πρόδρομοι ἐδείχθησαν· ὁ μὲν πρῶτος γενόμενος Ἰωάννης ὁ τοῦ

Ζαχαρίου υἱός, κατὰ πάντα πρόδρομος καὶ κῆρυξ τοῦ σωτῆρος ἡμῶν

γενηθείς· εὐαγγελιζόμενος πᾶσι τὸ ἐπουράνιον φῶς τὸ ἐν κόσμῳ

φανέν· προέδραμε γὰρ ἐν κοιλίᾳ μητρός, πρῶτος συλληφθεὶς ὑπὸ τῆς

Ἐλισάβετ, ἵνα καὶ τοῖς ἔτι ἐν κοιλίᾳ μητρὸς νηπίοις ὑπάρχουσιν ἐπι-

δείξῃ τὴν ἐσομένην αὐτοῖς διὰ πνεύματος ἁγίου καὶ παρθένου καινὴν

γέννησιν.

45

οὗτος „ἀκούσας τὸν ἀσπασμὸν τῆς Μαρίας ἐσκίρτησεν

ἐν κοιλίᾳ μητρὸς ἀγγαλλιώμενος“, ἐνορῶν τὸν ἐν κοιλίᾳ παρθένου συν-

ειλημμένον θεοῦ λόγον. ἔπειτα ”κηρύσσων ἐν τῇ ἐρήμῳ” παρεγένετο

τὸ „βάπτισμα μετανοίας“ τῷ λαῷ καταγγέλλων, προμηνύων σωτηρίαν

τοῖς ἐν ἐρημίᾳ κόσμου πολιτευομένοις ἔθνεσιν· μετὰ ταῦτα ἐν τῷ

Ἰορδάνῃ αὐτοψεὶ μηνύων ἐπιδεικνύει τὸν σωτῆρα τοῦ Ἰσραὴλ καὶ

λέγει· ”ἰδοὺ ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.”

οὗτος προέφθασε καὶ τοῖς ἐν ᾅδῃ προευαγγελίσασθαι, ἀναιρεθεὶς

ὑπὸ Ἡρώδου· πρόδρομος γενόμενος ἐκεῖ, σημαίνων μέλλειν κἀκεῖσε

κατελεύσεσθαι τὸν σωτῆρα, λυτρούμενον τὰς τῶν ἁγίων ψυχὰς ἐκ

χειρὸς τοῦ θανάτου.

46

ἀλλ' ἐπειδὴ ἀπαρχὴ ἀναστάσεως πάντων

τῶν ἀνθρώπων ἦν ὁ σωτήρ, ἔδει τὸν κύριον μόνον ἀνίστασθαι ἐκ

νεκρῶν, δι' οὗ καὶ ἡ κρίσις παντὶ τῷ κόσμῳ εἰσελεύσεται, ἵνα οἱ

ἀξίως ἀγωνισάμενοι ἀξίως καὶ ὑπ' αὐτοῦ στεφανωθῶσιν, ὑπὸ τοῦ

καλοῦ ἀγωνοθέτου, πρώτου τὸ στάδιον νενικηκότος, τοῦ ἀναληφθέν-

τος ἐν οὐρανοῖς καὶ ἐν δεξιᾷ τοῦ θεοῦ καὶ πατρὸς καθεσθέντος, καὶ

πάλιν ἐπὶ τῇ συντελείᾳ τοῦ κόσμου κριτοῦ φανερουμένου. ἀναγκαίως

δεῖ τοὺς προδρόμους αὐτοῦ πρώτους φανερωθῆναι, καθὼς διὰ Μα-

λαχία τοῦ ἀγγέλου φησίν· „πέμψω ὑμῖν Ἠλίαν τὸν Θεσβίτην πρὶν ἢ

ἐλθεῖν τὴν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῇ, ὃς ἀποκατα-

στήσει καρδίας πατέρων πρὸς τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δι-

καίων, μήποτε ἐλθὼν πατάξω τὴν γῆν ἄρδην.“ οὗτοι συμπαραγενό-

μενοι κηρύξουσι τὴν μέλλουσαν ἔσεσθαι ἀπ' οὐρανῶν Χριστοῦ ἐπι-

φάνειαν, οἳ καὶ ποιήσουσι σημεῖα καὶ τέρατα εἰς τὸ κἂν οὕτω

δυσωπῆσαι καὶ ἐπιστρέψαι τοὺς ἀνθρώπους εἰς μετάνοιαν διὰ τὴν

ὑπερβάλλουσαν αὐτῶν ἀνομίαν τε καὶ ἀσέβειαν.

47

λέγει γὰρ

Ἰωάννης· ”καὶ δώσω τοῖς δυσὶ μάρτυσί μου, καὶ προφητεύσουσιν

ἡμέρας χιλίας διακοσίας ἑξήκοντα, περιβεβλημένοι σάκκους”, τουτέστι

τὸ ἥμισυ τῆς ἑβδομάδος, ὃ εἴρηκε Δανιήλ. „οὗτοί εἰσιν αἱ δύο…

The complete text is available when the reading interface loads.