Fragmenta in Genesim
- Authority group
- Hippolytus Scr. Eccl. (catalogue association; authorship remains anonymous)
- Edition reference
- Fragmenta in Genesim [Sp.], ed. Achelis, op. cit., 72–81.
- CTS identifier
urn:cts:greekLit:tlg2115.tlg005.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
{Καὶ πάλιν.} Εἰ δὲ μὴ βούλοιτο bis ἐκ δυνάμεως θεοῦ = Cyrill. Alex. Gla-phyra VII (Migne LXIX Col. 364 A f.). Καλῶς ὁπλισθήσεται τὸν πόδα. καὶ τὸ εἰρημένον „πειρατήριονπειρατεύσει αὐτόν, εὔζωνος εὐζωνήσει αὐτόν“ ἀντὶ τοῦ· εὔοπλοςἀνὴρ καὶ πολεμικὸς ἐνοπλίσει αὐτὸν καὶ ὁπλιστὴς τὸν πόδα ἔσται.μᾶλλον τοῦτο θέλει εἰπεῖν· ἔνοπλος Γὰδ κατόπιν τῶν ἀδελφῶν αὐ-τοῦ ἀκολουθήσει. κἂν γὰρ ὁ κλῆρος αὐτοῦ πέραν ἦν τοῦ Ἰορδάνου,ἀλλ' οὖν ἐτάγησαν συνακολουθῆσαι τοῖς ἀδελφοῖς αὐτῶν ἔνοπλοι,ἕως οὗ λάβωσι κἀκεῖνοι τοὺς ἑαυτῶν κλήρους. ἢ τάχα τοῦτο εἶπενὅτι λῃστρικῷ τρόπῳ ἔμελλον ζῆν οἱ περὶ τὸν Γὰδ καὶ σύστημα λῃσ-τῶν, ὅ ἐστι ”πειρατήριον”, λαβεῖν σὺν αὐτῷ τοῦτον καὶ ὅτι μέλλεικατόπιν αὐτῶν ἰέναι καὶ αὐτὸς ὁμοίως „πειρατεύων“, ὅ ἐστι λῃστεύων. Ὁ Ἀσὴρ ἐκληρονόμησε τὰ περὶ Πτολεμαΐδα καὶ Σιδῶνα, ἥτιςἐστὶν εὔφορος γῆ. καὶ διὰ τοῦτό φησι ”πίων αὐτοῦ ὁ ἄρτος καὶαὐτὸς δώσει τροφὴν ἄρχουσιν.”{Κυρίλλου Ἀλεξανδρείας.} Εἰ δὲ δὴ καί bis τοῦ κάλλους σου“ = Cyrill. Alex. Glaphyra VII(Migne LXIX Col. 376 B).{Κυρίλλου.} Ἐπ' αὐτὸν δὲ πάλιν (oder Ἐπειδὴ γὰρ ὁ) bis τοῦ κόσμου κατα-βολῆς (oder ὕπαρχον αὐτῷ){Καὶ μετ' ὀλίγα.} Νοοῖτο δ' ἂν εἰκότως bis νοῦν ἐδέχοντο λύπας = Cyrill. Alex.Glaphyra VII (Migne LXIX Col. 376 C f.). Τὴν μετὰ τὸ πάθος ἀνάληψιν εἰς οὐρανόν φησι πρὸς τὸν πατέρα.τὸ δὲ „εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν” δῆλον ὅτι ὁ τῶν Ἰουδαίωνδῆμος. καὶ τὰ λοιπὰ ὁμοίως σωματικῶς μὲν εἰς τοὺς ἀδελφούς, πνευ-ματικῶς δὲ εἰς τὸν Χριστόν.{Κυρίλλου Ἀλεξανδρείας.} Ζηλωτὸς μὲν οὖν ἄρα bis καὶ ἐπὶ τῆς γῆς = Cyrill. Alex. Gla-phyra VII (Migne LXIX Col. 377 D f.).{Κυρίλλου.} Τουτέστιν οἱ τῶν bis ἐπέθρωσκον δίκην = Cyrill. Alex. GlaphyraVII (Migne LXIX Col. 3SOA).{Καὶ μετ' ὀλίγα (d. h. Κυρίλλου).} Τὸ δεδόσθαι γε μήν (oder Σαφῶς τε καὶ ἐναργῶς) bis τῷ κόσμῳδιδούς = Cyrill. Alex. Glaphyra VII (Migne LXIX Col. 38o BC).{Καὶ μετ' ὀλίγα (d. h. Κυρίλλου).} ”Ὑπερίσχυσας ὑπὲρ εὐλογίας ὀρέων μονίμων.“ ὄρη αἰώνια καὶ μο-νιμώτατα bis πάντες ἡμεῖς ἐλάβομεν” = Cyrill. Alex. Glaphyra VII(Migne LXIX Col. 380 D f.). Λαμβάνεται ὁ Ἰωσὴφ εἰς τύπον τοῦ κυρίου σαφέστατα. πρόδηλονδὲ ὅτι τὸ „αἱ εὐλογίαι ἐπὶ κορυφὴν ὧν ἡγήσατο ἀδελφῶν αὐτοῦ“περὶ τῶν εἰς αὐτὸν πεπιστευκότων φησίν. οὐ γὰρ ”ἐπαισχύνεται, ἀδελ-φοὺς αὐτοὺς καλῶν” ἐν διαφόροις τῆς γραφῆς τόποις. Συναρμόζει πάνυ τῷ ἐκ φυλῆς Βενιαμὶν Παύλῳ. ὅτε γὰρ ἦννέος, „λύκος“ ἦν ”ἅρπαξ”, „διέδωκε δὲ τροφὴν“ πιστεύσας.{ΕΚ ΤΩΝ ΕΥΛΟΓΙΩΝ ΤΟΥ ΒΑΛΑΑΜ}{Τοῦ ἁγίου Ἱππολύτου ἐπισκόπου καὶ μάρτυρος ἐκ τῶν εὐλογιῶν τοῦΒαλαάμ.} Ἵνα δὲ δειχθῇ τὸ συναμφότερον ἔχων ἐν ἑαυτῷ, τήν τε τοῦ θεοῦοὐσίαν καὶ τὴν ἐξ ἀνθρώπων, ὡς καὶ ὁ ἀπόστολος λέγει ”μεσίτηςθεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς”. „ὁ δὲ μεσίτης ἑνὸςἀνθρώπου οὐ γίνεται“, ἀλλὰ δύο. ἔδει οὖν τὸν Χριστὸν θεοῦ καὶ ἀν-θρώπων μεσίτην γενόμενον παρ' ἀμφοτέρων ἀρραβῶνά τινα εἰληφέναι,ἵνα φανῇ δύο προσώπων μεσίτης.{ΕΙΣ ΤΗΝ ΩΙΔΗΝ ΤΗΝ ΜΕΓΑΛΗΝ}{Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου)ἐκ τοῦ λόγου τοῦ εἰς τὴν ᾠδὴν τὴν μεγάλην.} Ὁ τὸν ἀπολωλότα ἐκ γῆς πρωτόπλαστον ἄνθρωπον καὶ ἐν δεσ-μοῖς θανάτου κρατούμενον ἐξ ᾅδου κατωτάτου ἑλκύσας· ὁ ἄνωθενκατελθὼν καὶ τὸν κάτω εἰς τὰ ἄνω ἀνενέγκας· ὁ τῶν νεκρῶν εὐαγ-γελιστὴς καὶ τῶν ψυχῶν λυτρωτής, καὶ ἀνάστασις τῶν τεθαμμένωνγινόμενος, οὗτος ἦν ὁ τοῦ νενικημένου ἀνθρώπου γεγενημένος βοηθός,κατ' αὐτὸν ὅμοιος αὐτῷ, πρωτότοκος λόγος τὸν πρωτόπλαστον Ἀδὰμἐν τῇ παρθένῳ ἐπισκεπτόμενος· ὁ πνευματικὸς τὸν χοϊκὸν ἐν τῇμήτρᾳ ἐπιζητῶν· ὁ ἀεὶ ζῶν τὸν διὰ παρακοῆς ἀποθανόντα· ὁ οὐρά-νιος τὸν ἐπίγειον εἰς τὰ ἄνω καλῶν· ὁ εὐγενὴς τὸν δοῦλον διὰ τῆςἰδίας ὑπακοῆς ἐλεύθερον ἀποδεῖξαι θέλων· ὁ τὸν εἰς γῆν λυόμενονἄνθρωπον καὶ βρῶμα ὄφεως γεγενημένον, εἰς ἀδάμαντα τρέψας, καὶτοῦτον ἐπὶ ξύλου κρεμασθέντα, κύριον κατὰ τοῦ νενικηκότος ἀποδεί-ξας, καὶ διὰ τοῦτο διὰ ξύλου νικηφόρος εὑρίσκεται.{Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου)ἐκ τοῦ αὐτοῦ λόγου (d. h. εἰς τὴν ᾠδὴν τὴν μεγάλην).} Οἱ γὰρ τὸν υἱὸν τοῦ θεοῦ ἔνσαρκον νῦν μὴ ἐπιγινώσκοντες ἐπι-γνώσονται αὐτὸν κριτὴν ἐν δόξῃ παραγινόμενον, τὸν νῦν ἐν ἀδόξῳσώματι ὑβριζόμενον.{Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου)ἐκ τοῦ αὐτοῦ λόγου (d. h. εἰς τὴν ᾠδὴν τὴν μεγάλην).} Καὶ γὰρ οἱ ἀπόστολοι ἐλθόντες εἰς τὸ μνημεῖον τῇ ἡμέρᾳ τῇτρίτῃ οὐχ εὕρισκον τὸ σῶμα τοῦ Ἰησοῦ· ὃν τρόπον υἱοὶ τοῦ Ἰσραὴλτὴν ταφὴν τοῦ Μωϋσέως ἀναβάντες ἐν τῷ ὄρει ἐζήτουν καὶ οὐχεὕρισκον.{ΕΚ ΤΗΣ ΕΡΜΗΝΕΙΑΣ ΡΟΥΘ} Τοῦ ἁγίου Ἱππολύτου ἐπισκόπου Ῥώμης ἐκ τῆς ἑρμηνείας Ῥοὺθμαρτυρία. Φησὶ Βοὸζ πρὸς τὴν Ῥοὺθ ”βάψεις τὸν ψωμόν σου ἐν τῷ ὄξει”,„καὶ ἔσται ἐὰν διψήσεις καὶ πορεύσῃ εἰς τὰ σκεύη καὶ πίεσαι ὅθενἂν ὑδρεύονται τὰ παιδάρια“. πρῶτον γὰρ τὸ πάθος ἔδει διδαχθῆναιτὴν ἐκκλησίαν εἶθ' οὕτως λαβεῖν διὰ τῶν ἀποστόλων τὸ βάπτισμα.παιδάρια γὰρ οὐκ ἄλλα τινὰ εἴη, ἀλλὰ προφῆται καὶ ἀπόστολοι, οἳ”σκεύη ἐκλεκτὰ καὶ τίμια” γενηθέντες ὑδρεύσαντο ἐκ τῆς ἀεννάου πη-γῆς τὸ τῆς ἀθανασίας πόμα, ἵνα μεταλαβόντες τὴν παρὰ Χριστοῦχάριν ποτίσαι δεδιψηκότα ἔθνη δυνηθῶσιν· ὡς καὶ Ἡσαΐας λέγει „οἱδιψῶντες πορεύεσθε ἐφ' ὕδωρ, καὶ ὅσοι οὐκ ἔχετε ἀργύριον βαδίσαντεςδωρεὰν ἀγοράσατε ἄνευ τιμῆς“. οἱ γὰρ πιστοὶ πρὸς τὸ εὐαγγέλιονπροσερχόμενοι δωρεὰν τὴν χάριν παρὰ θεῷ κτῶνται, οὐ χρήμασιτοῦτο ἐξαγοράζοντες ὡς τινὲς τῶν ἀφρόνων νῦν τοῦτο ποιεῖν ἐπι-χειροῦσιν, ἑαυτοῖς τε καὶ τοῖς λαμβάνουσι ”κρίμα θανάτου” ἐπιφέρον-τες· οὐ γὰρ ἔγνωσαν τὸ εἰρημένον ὑπὸ τοῦ μακαρίου Πέτρου πρὸςτὸν Σίμωνα ὅτι „τὸ ἀργύριόν σου σὺν σοὶ εἰς ἀπώλειαν, ἀνθ' ὧντὴν χάριν καὶ τὴν δωρεὰν τοῦ θεοῦ ἠθέλησας ἀργυρίῳ κτᾶσθαι. οὐκἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ.“ ὥστε ὅσοι πει-ρῶνται εἴτε ἀγοράζειν εἴτε πωλεῖν ”μέρος μετὰ Χριστοῦ ἔχειν” οὐδύνανται, οὐκ „οἰκονόμοι πιστοὶ“ ἀλλὰ χριστέμποροι ὑπάρχοντες, καθ'ἡμέραν τὸν ἴδιον δεσπότην πωλοῦντες. καὶ Ἰούδας μὲν ἅπαξ τὸνΧριστὸν πωλήσας ”πρηνὴς γενάμενος ἐλάκησεν μέσος”, οὗτοι δὲ χεί-ρονα τοῦ Ἰούδα ποιοῦντες „τὴν κρίσιν τοῦ θεοῦ ἐκφυγεῖν“ ὑπολαμ-βάνουσιν.{ΕΙΣ ΤΟΝ ΕΛΚΑΝΑΝ ΚΑΙ ΕΙΣ ΤΗΝ ΑΝΝΑΝ}{Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου)ἐκ τοῦ λόγου τοῦ εἰς τὸν Ἐλκανᾶν καὶ τὴν Ἄνναν.} Ἄγε δή μοι, ὦ Σαμουήλ, εἰς Βηθλεὲμ ἑλκομένην τὴν δάμαλιν,ἵνα ἐπιδείξῃς τὸν ἐκ Δαβὶδ βασιλέα τικτόμενον, καὶ τοῦτον ὑπὸ πα-τρὸς βασιλέα καὶ ἱερέα χριόμενον.{Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου)ἐκ τοῦ αὐτοῦ λόγου (d. h. εἰς τὸν Ἐλκανᾶν καὶ τὴν Ἄνναν).} Εἰπέ μοι, ὦ μακαρία Μαρία, τί ἦν τὸ ὑπὸ σοῦ ἐν τῇ κοιλίᾳ συν-ειλημμένον, καὶ τί ἦν τὸ ὑπὸ σοῦ ἐν παρθενικῇ μήτρᾳ βασταζόμε-νον; λόγος γὰρ ἦν θεοῦ πρωτότοκος ἀπ' οὐρανῶν ἐπὶ σὲ κατερχό-μενος, καὶ ἄνθρωπος πρωτότοκος ἐν κοιλίᾳ πλασσόμενος, ἵν' ὁ πρω-