The Greek Library Author

Anonymous

In Helcanam et Annam

Authority group
Hippolytus Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
In Helcanam et Annam, ed. Achelis, op. cit., 121–122.
CTS identifier
urn:cts:greekLit:tlg2115.tlg009.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

2

τότοκος λόγος θεοῦ πρωτοτόκῳ ἀνθρώπῳ συναπτόμενος δειχθῇ.

3

{Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου)

ἐκ τοῦ αὐτοῦ λόγου (d. h. εἰς τὸν Ἐλκανᾶν καὶ τὴν Ἄνναν).}

Τὴν δὴ δευτέραν, τὴν διὰ τῶν προφητῶν ὡς διὰ τοῦ Σαμουήλ,

ἀνακαλῶν καὶ ἐπιστρέφων τὸν λαὸν ἀπὸ τῆς δουλείας τῶν ἀλλοφύ-

λων. τὴν δὲ τρίτην, ἐν ᾗ ἔνσαρκος παρῆν, τὸν ἐκ τῆς παρθένου

ἄνθρωπον ἀναλαβών, ὃς καὶ „ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ' αὐτῇ“.

4

{Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου)

ἐκ τοῦ εἰς τὸν Ἐλκανᾶν καὶ εἰς τὴν Ἄνναν.}

Καὶ διὰ τοῦτο τρεῖς καιροὶ τοῦ ἐνιαυτοῦ προετυποῦντο εἰς αὐτὸν

τὸν σωτῆρα, ἵνα τὰ προφητευθέντα περὶ αὐτοῦ μυστήρια ἐπιτελέσῃ.

ἐν μὲν τῷ πάσχα, ἵνα ἑαυτὸν ἐπιδείξῃ τὸν μέλλοντα ὡς πρόβατον

θύεσθαι καὶ ἀληθινὸν πάσχα δείκνυσθαι, ὡς ὁ ἀπόστολος λέγει ”τὸ

δὲ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη, Χριστὸς ὁ θεός.” ἐν δὲ τῇ πεντη-

κοστῇ, ἵνα προσημήνῃ τὴν τῶν οὐρανῶν βασιλείαν, αὐτὸς πρῶτος εἰς

οὐρανοὺς ἀναβάς, καὶ τὸν ἄνθρωπον δῶρον τῷ θεῷ προσενέγκας.

{ΕΙΣ ΕΓΓΑΣΤΡΙΜΥΘΟΝ} Ζητεῖται εἰ ἀνῆλθε Σαμουὴλ διὰ τῆς ἐγγαστριμύθου ἢ οὔ. καὶεἰ μὲν δῶμεν ὅτι ἀνῆλθεν, τὰ ψευδῆ συνιστῶμεν· πῶς γὰρ ἠδύνατοδαίμων ψυχήν, οὐ λέγω δικαίου μόνον, ἀλλὰ καὶ τοῦ τυχόντος, τὴνἀπελθοῦσαν, ἣν οὐκ ᾔδει ποῖ διάγει, καλέσαι; „ἀλλά“, φησίν, ”πῶςοὖν ἡ γυνὴ ἐπτοήθη, καὶ παρὰ τὸ ἔθος εἶδεν ἀνιόντας ἀνθρώπους;εἰ γὰρ μὴ παρὰ τὸ ἔθος εἶδεν, οὐκ ἂν εἶπεν „θεοὺς ἀναβαίνοντας ἐκτῆς γῆς ἐγὼ ὁρῶ”· ἕνα ἐκάλεσεν, καὶ πῶς ἀνῆλθον πολλοί“; τί οὖν;ὅλων τῶν φανέντων φαμὲν ἀνελθεῖν τὰς ψυχάς, καὶ ταύτας παρὰτῆς γυναικὸς μὴ κληθείσας, ἢ ἐκείνων φαντασία τὰ ὁρώμενα; οὐκοῦνκαὶ τοῦτο. ”πῶς”, φησίν, „ἐπιγνοὺς Σαοὺλ προσεκύνησεν“; ἀλλὰΣαοὺλ οὐκ εἶδεν, ἀλλ' ἀκούσας παρὰ τῆς γυναικός, ὅπερ ἔβλεπεν, σχῆματῶν ἀνιόντων ἑνὸς καὶ ἐπιγνοὺς ὡς Σαμουήλ, τοιούτῳ ἐχρᾶτο, προσ-εκύνησεν. οὐδὲν δὲ τῷ δαίμονι μορφῶσαι, ὅπερ ᾔδει, σχῆμα τοῦ Σα-μουήλ. ”πῶς οὖν προεῖπεν”, φησίν, „τὰ μέλλοντα συμβαίνειν τῷ Σαούλ,καὶ τῷ Ἰωνάθαν ἐν ταὐτῷ κακά; τὸ μὲν τέλος προεῖπε τοῦ πολέμου,ὡς Σαοὺλ ἡττηθήσεται, στοχασαμένη ἀπὸ τῆς περὶ αὐτὸν ὀργῆς τοῦθεοῦ.“ ὡσανεὶ ἰατρὸς ὁ μὴ ἀκριβῆ τῆς ἐπιστήμης ἔχων τὴν γνῶσιν,ἀπεγνωσμένον ἄρρωστον θεασάμενος, εἴπῃ τούτου τὸν θάνατον, περὶτὴν ὥραν σφαλλόμενος, οὕτω καὶ ὁ δαίμων ἀπὸ τῶν ἔργων τοῦΣαούλ, καὶ αὐτοῦ τοῦ ἐγχειρήματος τῆς ἐγγαστριμύθου, εἰδὼς τοῦθεοῦ τὴν ὀργήν, προλέγει τὴν ἧτταν ὁμοῦ καὶ τὸν θάνατον, περὶ τὴνἡμέραν τοῦ θανάτου σφαλείς. μουσικοῦ τινος μέλουςἢ ῥυθμοῦ τροπῆς γενομένης ἢ δια-νοίας ἐνηλλαγμένης ἔγραψαν τὸδιάψαλμα οἱ ἑρμηνεύσαντες, ὡςἹππόλυτος ὁ σοφώτατός φησιν. ὁ μὲν ψαλμὸς ἔοικεν ἀπὸ τοῦψαλτηρίου παρωνύμως ἐπικεκλῆ-σθαι· λέγεται δὲ ψαλτήριον ὄργα-νόν τι μουσικὸν παρὰ τὴν κιθάρανδιαλλάττον τῷ σχήματι, ἐν ᾧ τὴνκρουομένην ᾠδὴν ψαλμὸν προσ-αγορεύεσθαι· ᾠδὴν δὲ εἶναι τὴνδιὰ μέλους ἀναφωνουμένην ἄνευὀργάνου ῥῆσιν μουσικήν· ψαλμὸνδὲ ᾠδῆς λέγεσθαι, ἐπειδὰν προη-γησαμένης τὸ αὐτὸ τῆς ᾠδῆς μέλος,διὰ τοῦ ψαλτηρίου κρουσθῇ· ᾠδὴνδὲ ψαλμοῦ τὸ ἀνάπαλιν.{Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου) ἐκ τῆς ἑρμηνείας τοῦ δευτέρου ψαλμοῦ.} Οὗτος ὁ προελθὼν εἰς τὸν κόσμον, θεὸς καὶ ἄνθρωπος ἐφανερώθη.καὶ τὸν μὲν ἄνθρωπον αὐτοῦ εὐκόλως ἐστὶ νοεῖν, ὅτε πεινᾷ, καὶκοπιᾷ, καὶ κάμνων διψᾷ, καὶ δειλιῶν φεύγει, καὶ προσευχόμενος λυ-πεῖται, καὶ ἐπὶ προσκεφαλαίου καθεύδει, καὶ ποτήριον πάθους παραι-τεῖται, καὶ ἀγωνιῶν ἱδροῖ, καὶ ὑπ' ἀγγέλου δυναμοῦται, καὶ ὑπὸ Ἰούδαπαραδίδοται, καὶ ἀτιμάζεται ὑπὸ Καϊάφα, καὶ ἀπὸ Ἡρώδου ἐξουθε-νεῖται, μαστίζεταί τε ὑπὸ Πιλάτου, καὶ ὑπὸ στρατιωτῶν παίζεται,καὶ ὑπὸ Ἰουδαίων ξύλῳ προσπήγνυται, καὶ πρὸς πατέρα βοῶν παρα-τίθεται τὸ πνεῦμα, καὶ κλίνων κεφαλὴν ἐκπνεῖ, καὶ πλευρὰν λόγχῃνύσσεται, καὶ σινδόνι ἑλισσόμενος ἐν μνημείῳ τίθεται, καὶ τριήμεροςὑπὸ πατρὸς ἀνίσταται. τὸ δὲ θεϊκὸν αὐτοῦ πάλιν φανερῶς ἐστινἰδεῖν, ὅτε ὑπ' ἀγγέλων προσκυνεῖται, καὶ θεωρεῖται ὑπὸ ποιμένων,καὶ προσδοκᾶται ὑπὸ Συμεών, καὶ ὑπὸ Ἄννης μαρτυρεῖται, καὶ ζητεῖταιὑπὸ μάγων, καὶ σημαίνεται δι' ἀστέρος, καὶ ὕδωρ ἐν γάμοις οἶνονἀπεργάζεται, καὶ θαλάττῃ ὑπὸ βίας ἀνέμων κινουμένῃ ἐπιτιμᾷ, καὶἐπὶ θαλάσσης περιπατεῖ, καὶ τυφλὸν ἐκ γεννητῆς ὁρᾶν ποιεῖ, καὶνεκρὸν Λάζαρον τετραήμερον ἀνιστᾷ, καὶ ποικίλας δυνάμεις τελεῖ, καὶἁμαρτίας ἀφίησιν, καὶ ἐξουσίαν δίδωσι μαθηταῖς.{Τοῦ ἁγίου Ἱππολύτου ἐπισκόπου καὶ μάρτυρος}ἐκ τοῦ λόγου τοῦ εἰς τὸ ”κύριος ποιμαίνει με”. Καὶ „κιβωτὸς“ δὲ”ἐκ ξύλων ἀσήπτων” αὐτὸς ἦν ὁ σωτήρ. τὸ γὰρ ἄσηπτον αὐτοῦ καὶἀδιάφθορον σκῆνος ταύτῃ κατηγγέλλετο, τὸ μηδεμίαν ἁμαρτήματοςσηπεδόνα φύσαν. ὁ γὰρ ἁμαρτήσας καὶ ἐξομολογούμενός φησι „προσ-ώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνηςμου.“ ὁ δὲ κύριος ἀναμάρτητος ἦν, ἐκ τῶν ”ἀσήπτων ξύλων” τὸκατὰ ἄνθρωπον, τουτέστιν ἐκ τῆς παρθένου καὶ τοῦ ἁγίου πνεύματος,ἔσωθεν καὶ ἔξωθεν τοῦ λόγου τοῦ θεοῦ οἷα καθαρωτάτῳ χρυσίῳ περι-κεκαλυμμένος.

1

{Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου) ἐκ τοῦ λόγου τοῦ εἰς τὸν κγʹ ψαλμόν.}

Ἔρχεται ἐπὶ τὰς οὐρανίας πύλας, ἄγγελοι αὐτῷ συνοδεύουσι καὶκεκλεισμέναι εἰσὶν αἱ πύλαι τῶν οὐρανῶν. οὐδέπω γὰρ ἀναβέβηκενεἰς οὐρανούς· πρῶτον νῦν φαίνεται ταῖς δυνάμεσι ταῖς οὐρανίαις σὰρξἀναβαίνουσα. λέγεται οὖν ταῖς δυνάμεσιν ὑπὸ τῶν ἀγγέλων τῶν προ-τρεχόντων τὸν σωτῆρα καὶ κύριον „ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν,καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.“{Ἱππολύτου.} Περὶ τῆς Χριστοῦ ἀναστάσεως φησίν.Ὑπόθεσις Εὐσεβίου τοῦ Παμφίλου.... Εἰς πέντε δὲ μέρη τὴν πᾶσαντῶν ψαλμῶν βίβλον παῖδες Ἑβραίωνδιαιροῦσιν. πρῶτον εἰς τοὺς ἀπὸπρώτου μέχρις τεσσερακοστοῦ. δεύ-τερον εἰς τοὺς ἀπὸ τεσσερακοστοῦπρώτου μέχρις ἑβδομηκοστοῦ πρώ-του. τρίτον εἰς τοὺς ἀπὸ ἑβδομη-κοστοῦ δευτέρου μέχρις ὀγδοηκο-στοῦ ὀγδόου. τέταρτον εἰς τοὺςἀπὸ ὀγδοηκοστοῦ ἐνάτου μέχριςἑκατοστοῦ πέμπτου. πέμπτον εἷςτοὺς ἀπὸ ἑκατοστοῦ ἕκτου μέχριςτοῦ τέλους τοῦ βιβλίου.... Ἀθανασίου .. ὑπό-θεσις εἰς τοὺς ψαλμούς.... Παρατηρητέονδέ, ὅτι μὴ κατὰ ἀκολου-θίαν τῶν τῆς ἱστορίαςχρόνων ἡ τῶν ψαλμῶνσύγκειται τάξις· ἐνήλ-λακται δὲ παρὰ πολλοῖςτοῖς χρόνοις, ὡς ἡ βί-βλος τῶν βασιλειῶνδηλοῖ· πολλῆς γὰρ εἰ-δωλολατρείας κατακρα-τησάσης τοῦ τῶν Ἰου-δαίων ἔθνους, λήθηναὐτοὺς πεποιῆσθαι τῶνπατρικῶν γραφῶν, ὡςμηδὲ φαίνεσθαι βίβλοντοῦ Μωσέως νόμου,μηδὲ μὴν τῆς τῶν πα-τέρων εὐσεβείας τι σώ-ζεσθαι παρ' αὐτοῖς. ὅτεγοῦν καὶ τοὺς προφήταςἀνῄρουν, διελέγχονταςαὐτῶν τὰς δυσσεβείας,καὶ τούτων ἕνεκα τὸπρῶτον τῇ τῶν Ἀσσυ-ρίων παρεδόθησαν αἰχ-μαλωσίᾳ· μετὰ δὲ ταῦτάτινα τῶν προφητῶν,περὶ τῆς συναγωγῆςαὐτῶν ἐσπουδακότα,μετά γε τῶν λοιπῶνκαὶ τὴν βίβλον τῶνψαλμῶν συναγηοχέναι·οὐκ ἀθρόως εὑρόντατοὺς πάντας, ἀλλὰ κατὰδιαφόρους χρόνους· κα-τατάττειν δὲ ἐν πρώ-τοις τοὺς πρώτους εὑ-ρισκομένους. διὸ μηδὲτοῦ Δαυῒδ ἐφεξῆς εὑρί-σκεσθαι τοὺς πάντας,ἐν δὲ τῷ μεταξὺ καὶτῶν υἱῶν Κορέ, καὶτοῦ Ἀσάφ, καὶ Σολο-