Fragmenta in Proverbia
- Authority group
- Hippolytus Scr. Eccl. (catalogue association; authorship remains anonymous)
- Edition reference
- Fragmenta in Proverbia, ed. Achelis, op. cit., 157–167, 176–178.
- CTS identifier
urn:cts:greekLit:tlg2115.tlg013.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
3
{Ἱππολύτου.}
Σημειωτέον ὅτι „δῶρον ἀγαθὸν“ ὀνομάζει τὸν νόμον διὰ τὸν
”λαμβάνοντα δῶρα ἐν κόλποις ἀδίκως” οὗτος δὲ „ἐγκαταλιμπάνει
νόμον“, ὁ παραβαίνων αὐτόν. ”νόμον” δὲ ἤτοι ὃν λέγει ἢ ὃν καὶ
αὐτὸς ἐφύλαξεν;
4
{Ἱππολύτου.}
Καὶ πῶς ἐστι „περιχαρακῶσαι“; λογισμοὺς αὐτῇ κύκλῳ περίθες
ἱερούς. πολλῆς γάρ σοι δεῖ τῆς ἀσφαλείας, ἐπεὶ καὶ πολλὰ τὰ ἐπι-
βουλεύοντα τῇ τοιαύτῃ κτήσει. εἰ δὲ ἐφ' ἡμῖν ἐστι τὸ ”περιχαρακοῦν”
αὐτήν, αἱ δὲ ἀρεταὶ ἐφ' ἡμῖν, χάρακες ἄρα εἶεν αἱ ἀρεταὶ αἱ ὑψοῦσαι
τὴν γνῶσιν τοῦ θεοῦ, οἷον ἄσκησις, μελέτη καὶ ὁ ἄλλος τῶν ἀρετῶν
ὁρμαθός, ἃς ὁ τηρῶν τὴν σοφίαν τιμᾷ· μισθὸς δὲ τὸ πρὸς αὐτὴν μετε-
ωρισθῆναι καὶ περιληφθῆναι ὑπ' αὐτῆς ἐν τῷ ὑπερκοσμίῳ παστῷ.
5
{Ἱππολύτου.}
Εἶπε καὶ τὴν αἰτίαν πῶς ἔσται τοῦτο. „ὁδοὺς γὰρ σοφίας“ ἤτοι
τῆς εὐμηχάνου, τῆς εὐπόρου· ὅθεν ἂν βαδίσαι θέλῃς, πάντα ὑπεξίσται,
οὐδὲν τὸ ἀντιπίπτον, εἴκουσι πάντα καθὰ βασιλίδα. θείως δὲ εἶπεν
τὸ ”ἐμβιβάζω”, ὥστε φησὶ ἀσφαλῆ γενέσθαι τὴν παραμονήν. οὐ γὰρ
τοσαῦται παρεκτροπαὶ τῶν λεωφόρων, ὅσαι τῆς ἀρετῆς· καὶ ἔργον
ἐστὶν ἐρεῖν ἄνδρα ὀρθὸν ἀεί. εἰ γοῦν ἀκούεις ἐμοῦ, „πληθυνθήσεται
ἔτη ζωῆς σου“, ἵνα σχῇς ἄφθαρτον ζωήν· δηλονότι ”πολλαὶ ὁδοὶ
βίου” πράξεις ἀγαθαί, ἐπὶ τὴν γνῶσιν φέρουσαι τοῦ θεοῦ· „τροχιαὶ
δὲ ὀρθαὶ“ αἱ ἀπὸ τῶν ἀγαθῶν πράξεων πρὸς ἀγαθὰς πορεύσεις.
6
{Ἱππολύτου.}
”Ἀσεβεῖς” μὲν οἱ ἑτερόδοξοι, „παράνομοι“ δὲ οἱ παραβάται τοῦ
νόμου, ὧν ”τὰς ὁδοὺς” ἤτοι τὰς πράξεις „μὴ ἐπελθεῖν“ φησιν. ”τὰς
ὁδούς” φησι τῶν ἑτεροδόξων „μὴ ἐπέλθῃς“ ἢ τῶν τὸν νόμον παρα-
βαινόντων. τὸ γοῦν ”μὴ ἐπέλθῃς” ἀντὶ τοῦ μὴ ἐπιθυμηθῇς τὰ δια-
νοήματα αὐτῶν· ἔκκλινον οὖν ἀπ' αὐτῶν ἡνιόχων τὰς ἀλόγους ὁρμάς.
ἢ „ἀσεβεῖς“ φησι τοὺς πονηροὺς λογισμούς, ψυχὰς ἀποκτείνοντας· ὁ
στρατὸς αὐτῶν εἰς φόνον ψυχῆς ἀφορᾷ.
7
{Ἱππολύτου (?)}
”Ὀρθὰ” ὁρᾷ ὁ λογισμοὺς ἔχων ἀπαθεῖς καὶ δόγματα ἀληθῆ, ὁ μὴ
πρὸς τὰς ἔξω φαντασίας ἐπτοημένος. ὅταν λέγῃ „οἱ ὀφθαλμοί σου
ὀρθὰ βλεπέτωσαν“, τὴν ὅρασιν δηλοῖ τῆς ψυχῆς, καὶ ὅταν παραινῇ
”φάγε μέλι υἱέ, ἵνα γλυκανθῇ ὁ φάρυγξ σου”, μέλι τροπικῶς τὴν
θεῖαν λέγει διδασκαλίαν, ἥτις τὴν πνευματικὴν καταρτίζει τῆς ψυχῆς
γνῶσιν. ἀλλὰ καὶ ἅπτεται τῆς ψυχῆς ἡ σοφία· „ἐράσθητι“ γάρ φησιν
”αὐτῆς, ἵνα σε περιλάβῃ”. ψυχὴ δὲ διὰ περιπλοκῆς σοφίᾳ ἑνωθεῖσα,
ἁγιασμοῦ πληροῦται καὶ καθαρότητος. ἔστι γε μὴν τῶν Χριστοῦ
μύρων, ἀντιλαμβάνεται ἡ τῆς ψυχῆς ὄσφρησις.
8
{Ἱππολύτου.}
Ἡ ἀρετὴ μεσότης· διὸ καὶ τὴν ἀνδρείαν μεταξὺ τῆς θρασύτητος
καὶ τῆς δειλίας εἶναί φησιν. νῦν δὲ ὀνομάζει „δεξιὰ“ οὐ τὰ φύσει
δεξιά, ὅπερ ἐστὶν αἱ ἀρεταί, ἀλλὰ τὰ φαινόμενά σοι δεξιὰ διὰ τὰς
ἡδονάς. ἡδοναὶ δέ εἰσιν οὐ μόνον ἀφροδίσια, ἀλλὰ καὶ πλοῦτος καὶ
τρυφή· ”ἀριστερὰ” δὲ φθόνος, φόνος, ἁρπαγαὶ καὶ τὰ τούτοις ὅμοια.
„βορέας“ γάρ φησι ”σκληρὸς ἄνεμος, ὀνόματι δὲ ἐπιδέξιος καλεῖται.”
βορέαν γὰρ συμβολικῶς τὸν πονηρὸν καλεῖ ἤτοι τὸν διάβολον, ἀφ'
οὗ ἐξεκαύθη πάντα τὰ κακὰ ἐπὶ τῆς γῆς. „ὀνόματι δὲ“ οὗτος ”ἐπι-
δέξιος”, ὅτι ἄγγελος καλεῖται δεξιῷ ὀνόματι.
9
{Ἱππολύτου.}
Σύ, φησιν, „ἔκκλινον ἀπὸ κακοῦ“, καὶ τῷ θεῷ μελήσει τοῦ τέλους.
προπορεύεται γάρ σου καταλύων τοὺς πολεμίους, ὡς ἐν εἰρήνῃ σε βαδίσαι.
10
{Ἱππολύτου.}
Ὅρα πῶς αὐτὸν εἰς σύνδεσμον ἄγει τῆς ὁμοζύγου. δείκνυσι γὰρ
καὶ διὰ τοῦ ζῴου τὸ τῆς ἡδονῆς καθαρὸν καὶ διὰ τοῦ πώλου τὸ τῆς
γυναικὸς παρίστησι γαῦρον καὶ ποθεινόν· καὶ ἐπειδὴ πολλὰ οἶδε τὰ
παροξύνοντα, ἀσφαλῆ, ἀρραγῆ τὸν τῆς φιλίας αὐτοῖς δεσμὸν ἐπιτί-
θησιν, τὸ ἀδιάρρηκτον αὐτοῖς μηχανώμενος.
Ἄλλως δέ. ἡ σοφία ἤτοι οὖν ἔλαφος τοὺς τῶν ἑτεροδόξων ὀφιώδεις
λόγους πέφυκεν ἐλαύνειν καὶ ἀναιρεῖν. αὕτη οὖν φησι συνέστω σοι πῶλος
οὖσα τῷ νεάζειν ἅπασαν ἀρετήν. καὶ ἐπεὶ μὴ ὅμοιον γυνὴ καὶ σοφία, αὕτη
τοὐναντίον ἡγείσθω σοι· οὕτω γὰρ ἀποκυήσεις λογισμοὺς ἀγαθούς.
11
{Ἱππολύτου.}
Οὐ τὸν ἄρτον τῇ μίξει παρα-
βάλλει, ἀλλὰ τὸ ἐπὶ τῇ μίξει κατα-
βαλλόμενον ἀργύριον τῷ τοῦ ἑνὸς
ἄρτου τιμήματι. οὐκ εἶπε δὲ ”γυ-
ναικός”, ἀλλὰ „πόρνης“· οὐ γὰρ
ἀπὸ τῆς φύσεως, ἀλλ' ἀπὸ τῆς
κακίας αὐτὴν ἐκάλεσεν. κακία δὲ
οὐδενὸς ἀξία, φέρει δέ πως τοῖς
ἡττωμένοις ὀδύνην, ὅταν ὁ νενι-
κηκὼς εὐκαταφρόνητος ᾖ. ἢ ὅτι
τοσαύτη ἐστὶν ἡ ἡδονὴ τῆς κακίας,
{Ἱππολύτου.}
ὅση καὶ ἑνὸς ἄρτου. γυνὴ δὲ ...
αἰσχύνθητι, φησίν, ὅτι γυνή σε
νικᾷ καὶ ὅτι τῇ οὐδενὸς ἀξίᾳ
πόρνῃ τὸ παρὰ σοὶ τιμιώτερον,
τὴν ψυχήν, προδίδως.
11a
{Βασιλείου.}
Οὐ τὸν ἄρτον τῇ μίξει παρα-
βάλλει, ἀλλὰ τὸ ἐπὶ τῇ μίξει κατα-
βαλλόμενον ἀργύριον τῷ τοῦ ἑνὸς
ἄρτου τιμήματι.
{τοῦ Χρυσοστόμου.}
Τιμὴ γὰρ πόρνης, ἐννόησον,
τί ἔστιν ἐκείνη, πῶς οὐδενὸς ἀξία
λόγου· φέρει γάρ τινα καὶ τοῦτο
τοῖς ἠτιμωμένοις ὀδύνην, ὅταν ὁ
νενικηκὼς εὐκαταφρόνητος ᾖ. τιμὴ
{τοῦ Χρυσοστόμου.}
γὰρ οὐκ εἶπε ”γυναικός”, ἀλλὰ
„πόρνης“, οὐκ ἀπὸ τῆς φύσεως,
ἀλλ' ἀπὸ τῆς κακίας αὐτὴν ἐκάλε-
σεν· κακία δὲ οὐδενὸς ἀξία λόγου.
12
{Ἱππολύτου.}
Ἵνα μὴ λέγῃς ”τί γὰρ βλάβος τοῖς ὀφθαλμοῖς μὴ πάντως οὔσης
ἀνάγκης τὸν ἐνορῶντα τραπῆναι”, δείκνυσί σοι, ὡς ἡ μὲν ἐπιθυμία
πῦρ ἐστιν, ἡ δὲ σὰρξ ἱμάτιον· τὸ μὲν εὐάλωτον, ἡ δὲ τυραννική.
ὅταν δὲ οὐχ ἁπλῶς ἐγκείμενον ᾖ, ἀλλὰ καὶ ἀποδεδεμένον, οὐ πρότερον
ἐξελεύσεται, ἕως ἑαυτῷ ποιήσει διέξοδον. ὁ γὰρ ἰδὼν γυναῖκα, εἰ καὶ
διέφυγεν, ἀλλ' οὐκ ἐπιθυμίας καθαρὸς ἀνεχώρησεν. τί δὲ δεῖ πραγ-
μάτων, παρὸν ἀπραγμόνως σωφρονεῖν; ὅρα τί φησιν ὁ Ἰὼβ „διαθήκην
διεθέμην τοῖς ὀφθαλμοῖς μου, τοῦ μὴ κατανοῆσαι γυναῖκα ἀλλοτρίαν“,
οὕτως οἶδε τὴν τῆς ἐπηρείας ἰσχύν. καὶ ὁ Παῦλος δὲ τούτου ἕνεκεν
”ὑπεπίεζε τὸ σῶμα καὶ ἐδουλαγώγει”.
[Κατὰ δὲ θεωρίαν. „ἀποδεσμεύει πῦρ ἐν κόλπῳ“ ὁ συγχωρῶν
ἀκάθαρτον λογισμὸν ἐγχρονίζειν τῇ καρδίᾳ· ”περιπατεῖ δὲ ἐπάνω
ἀνθράκων” ὁ διὰ τῆς κατ' ἐνέργειαν ἁμαρτίας τὴν ἰδίαν ἀπολλύων
ψυχήν.]
13
{Ἱππολύτου.}
Κέμφος ἐστὶν εἶδος λάρου, ὃς οὕτως ἀκρατῶς ἔχει πρὸς ἡδονήν,
ὡς αἵματος πληροῦσθαι δοκεῖν τοὺς ὀφθαλμοὺς ἐν τῷ ὀχεύειν καὶ
λανθάνει ἀναισθητῶν, βρόχοις πολλάκις ἢ χερσὶ περιπίπτων ἀνθρώ-
πων. τούτῳ οὖν τὸν προστιθέμενον τῇ πόρνῃ δι' ἀκολασίας ἀπείκασεν
ἢ διὰ τὸ τοῦ ζῴου εὔηθες· καὶ γὰρ καὶ οὗτος ὡς ἄφρων ἐπηκολού-
θησεν. φασὶ δὲ αὐτὸ τοσοῦτον χαίρειν ἀφρῷ, ὥστε εἴτις πλέων ἀφρὸν
ἐπὶ χειρὸς ἕξει, ἐπικάθηται τῇ χειρί· τίκτει δὲ καὶ ἐν ὀδύνῃ.
14
{Ἱππολύτου.}
Εἶδες αὐτῆς τὴν βλάβην, μὴ ἀναμείνῃς δέξασθαι τὴν ἐπιθυμίαν·
θάνατος γὰρ αὐτῆς ἡ τελευτή.
Ἄλλως δέ. „τιτρώσκει“ μὲν λόγοις, ἤτοι λογισμοῖς, ”φονεύει”
δὲ ταῖς ἁμαρτίαις τοὺς πειθομένους· πολλὰ γὰρ εἴδη κακίας τοὺς
ἀνοήτους εἰς ᾅδου κατάγοντα· „ταμεῖα δὲ θανάτου“ ἢ τὸ βάθος ἢ ὁ
πλοῦτος αὐτοῦ· πῶς οὖν ἐστι διαφυγεῖν;
15
{Ἱππολύτου.}
Τὴν νέαν Ἱερουσαλὴμ καὶ ἁγίαν σάρκα. ”στύλους ἑπτὰ” τὴν
ἑβδομάδα τοῦ ἁγίου πνεύματος ἐπ' αὐτῇ ἀναπαυομένου ἐσήμανεν, κα-
θὼς Ἡσαΐας μαρτυρεῖ λέγων „〈καὶ ἀναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ
θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα
γνώσεως καὶ εὐσεβείας, ἐμπλήσει αὐτὸν πνεῦμα φόβου θεοῦ〉“.
16
{Ἱππολύτου.}
Σημείωσαι ὅτι τὸν σοφὸν πολλοῖς εἶναι χρήσιμον ἀναγκαῖον, ὡς
ὅ γε ἑαυτῷ χρήσιμος μόνον οὐκ εἴη σοφός· πολλὴ γὰρ τῆς σοφίας
κατηγορία, εἰ μέχρι τοῦ κεκτημένου τὴν δύναμιν ἕξει. ὥσπερ δὲ ἰὸς
οὐκ ἂν εἴη βλαβερὸς ἑτέρῳ σώματι, ἀλλὰ τῷ δεχομένῳ μόνῳ, οὕτω
καὶ ὁ ἀποβὰς κακὸς ἑαυτὸν βλάψει, οὐκ ἄλλον. οὐδεὶς γὰρ ἐνάρετος
παρὰ κακοῦ βλάπτεται.
17
{Ἱππολύτου.}
”Καρπὸς δικαιοσύνης” καὶ „δένδρον ζωῆς“ ὁ Χριστός ἐστιν, ὁ
μόνος ἀνθρωπίνως ”πᾶσαν δικαιοσύνην πληρώσας”· καὶ ὡς αὐτοζωὴ
τοὺς τῆς γνώσεως καὶ ἀρετῆς καρποὺς ὡς δένδρον ἐβλάστησεν· ἐξ οὗ
οἱ ἐσθίοντες ἀειζωΐαν λήψονται, καὶ τοῦ παραδείσου τοῦ δένδρου τῆς
ζωῆς ἀπολαύσονται σὺν Ἀδὰμ καὶ πᾶσι τοῖς δικαίοις. „αἱ δὲ τῶν
παρανόμων ψυχαὶ ἀφαιροῦνται“ μὲν ”ἄωροι” ἐκ προσώπου τοῦ θεοῦ
παρὰ τὸ παρορᾶν αὐτὸς αὐτοὺς ἐν τῇ φλογὶ τῆς βασάνου.
18
{Ἱππολύτου.}
Οὐ παρὰ ἀνθρώπων, ἀλλὰ παρὰ τῷ θεῷ δύναμιν εὕρῃ.
19
{Ἱππολύτου.}
Οὗτος „ἐρωτᾷ σοφίαν“ ὁ γνῶναι ζητῶν, τί τὸ θέλημα τοῦ θεοῦ,
”ἐννεὸν δὲ ἑαυτὸν ποιήσας”, περὶ οὗ μαθεῖν ἦλθεν, οὗτος „δόξει φρό-
νιμος εἶναι“. εἰ οὗτος ἐρωτᾷ περὶ σοφίας, ὁ βουλόμενός τι περὶ
σοφίας μαθεῖν, οὗτος δὲ σιωπᾷ ἀπὸ σοφίας ὁ μὴ μόνον οὐδὲ θέλων
γνῶναι περὶ σοφίας, ἀλλ' ἀποπαύων καὶ τοὺς πλησίον. διὸ καὶ φρο-
νιμώτερος λέγεται εἶναι ὁ πρότερος τοῦ δευτέρου.
20
{Ἱππολύτου.}
Αὗται αἱ ”τρεῖς θυγατέρες”, εἶτα κατ' ἰδίαν ἄλλαι.
21
{Ἱππολύτου.}
„Τῇ βδέλλῃ“ τῇ ἁμαρτίᾳ· ”θυγατέρες” πορνεία φόνος εἰδωλολα-
τρεία. „καὶ οὐκ ἐνεπίμπλασαν αὐτήν“, οὐ γὰρ πίμπλαται αὕτη ἀεὶ
διὰ τούτων τῶν πράξεων, νεκροῦσα ἡ ἁμαρτία τὸν ἄνθρωπον, μηδέ-
ποτε ἠλλοιωμένη ἀλλὰ πάντοτε ἐπαύξουσα· ”ἡ γὰρ τετάρτη” φησὶν
„οὐκ ἠρκέσθη εἰπεῖν ἱκανόν“· τετάρτην λέγων τὴν κατὰ πάντων ἐπι-
θυμίαν ἐσήμανεν. ὥσπερ γὰρ ”ἓν μέν ἐστι τὸ σῶμα, μέλη δὲ πολλὰ
ἔχει”, οὕτω καὶ ἡ ἁμαρτία, μία οὖσα, πολλὰς καὶ ποικίλας ἐπιθυμίας
ἐν ἑαυτῇ ἔχει, δι' ὧν ἐπίβουλος τῷ ἀνθρώπῳ γίνεται. ἐκ παραδειγ-
μάτων δέ φησιν „ᾅδης καὶ ἔρως γυναικὸς καὶ τάρταρος καὶ γῆ οὐκ
ἐμπιπλαμένη ὕδατος, καὶ ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν ἀρκεῖ“. ὃν
γὰρ τρόπον ὁ ᾅδης οὐ διαλείπει δεχόμενος ψυχὰς ἀνόμων ἀνθρώπων,
οὐδὲ ὁ ἔρως τῆς ἁμαρτίας, ὡς γυναικός, παύσεται ἐκπορνεύων, προ-
δότης τῆς ἑαυτοῦ ψυχῆς ὥς τις γενόμενος. τάρταρος δὲ ἀεὶ ἐν λυγρώδει
καὶ ζοφώδει τόπῳ ὑπάρχων, οὐ καταλαμβάνεται ὑπὸ ἀκτῖνος φωτός·
οὕτως ἐστὶ πᾶς ὁ ἐν παντὶ πάθει σαρκὸς ”τῇ ἁμαρτίᾳ δουλεύων”
ὡς „γῆ μὴ ἐμπιπλαμένη ὕδατος“ μηδέποτε εἰς ἐξομολόγησιν καὶ ”λου-
τρὸν παλινγενεσίας” ἐλθεῖν δυνάμενος, ὡς „ὕδωρ καὶ πῦρ μὴ λέγοντα
ἀρκεῖ“.
22
{Ἱππολύτου.}
Ὃν γὰρ τρόπον ”ὄφις ἐπὶ πέτρας” ἰχνοποιῆσαι οὐ δύναται, οὕτως
οὐδὲ ὁ διάβολος ἐπὶ σῶμα Χριστοῦ ἁμαρτίαν ἠδυνήθη εὑρεῖν. λέγει
γὰρ ὁ κύριος „ἰδοὺ ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ
εὑρήσει οὐδέν“.
23
{Ἱππολύτου.}
Καθὼς γὰρ ”ναῦς” διαπλέουσα ἐν τῷ πελάγει „ἴχνη“ καὶ ὁδοὺς
οὐ καταλείπει, οὕτως οὐδὲ ἡ ἐκκλησία, ἐν κόσμῳ πολιτευομένη ὡς ἐν
πελάγει, καταλείπει τὴν ἰδίαν ἐλπίδα ἐπὶ τῆς γῆς, ἔχουσα τὴν ζωὴν
”ἀποκειμένην ἐν τοῖς οὐρανοῖς”. ἧς ἐπὶ βραχὺ παρελθούσης, οὐκ ἔστιν
ἰχνηλατῆσαι τὴν δίοδον.
24
{Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου).}
Τῆς ἐκκλησίας τῆς μὴ καταλιμπανούσης ἐν κόσμῳ τὴν ἐλπίδα,
τῆς τὰ πάντα φερούσης.
[Χριστοῦ σαρκώσεως· τρίβον γὰρ νεκρώσεως ἐν ᾅδου οὐχ ὑπε-
λίπετο.]
25
{Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου).}
Τίνος ἀλλ' ἢ τοῦ ἐκ πνεύματος ἁγίου καὶ παρθένου γεγεννημένου,
ὃς τὸν „τέλειον ἄνθρωπον“ ἀνανεώσας ἐν κόσμῳ ἐπιτελεῖ τὰς δυνά-
μεις, ”ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου”· ὡς καὶ ὁ εὐαγγε-
λιστὴς μαρτυρεῖ „ἦν δὲ ὁ Ἰησοῦς ἀρχόμενος ὡς ἐτῶν τριάκοντα“.
τοῦτο οὖν τὸ νέον καὶ ἀκμαῖον τῆς ἡλικίας ὃς διοδεύων κατὰ πόλεις
καὶ χώρας ἰᾶτο τὰς νόσους καὶ τὰς ἀσθενείας τῶν ἀνθρώπων.
26
{Ἱππολύτου.}
Ὁ ”σεισμὸς” δηλοῖ τὴν τῶν ἐπὶ γῆς πραγμάτων μεταβολήν. ... „ἡ
ἁμαρτία“ τοίνυν, δούλη οὖσα φύσει, ”ἐβασίλευσεν ἐν τῷ θνητῷ τῶν
ἀνθρώπων σώματι”. ... ἅπαξ μὲν ἐπὶ τοῦ κατακλυσμοῦ· δεύτερον
δὲ ἐπὶ τῶν Σοδομιτῶν μὴ ἐνεγκάντων τὴν εὐφορίαν τῆς γῆς, ἀλλὰ
καὶ τοὺς ξένους βιασαμένων· τρίτον ἐπὶ τῆς μισητῆς Αἰγύπτου, τῆς
λαχούσης ἄνδρα τὸν Ἰωσὴφ σιτομετροῦντα πᾶσιν, ἵνα μὴ διαφθαρῶσι
λιμῷ· ἀλλ' οὐκ ἤνεγκε τὴν εὐτυχίαν, εἰς τοὺς υἱοὺς Ἰσραὴλ ἐξυβρίσασα.
... „οἰκέτις δὲ ἐκβαλοῦσα τὴν ἑαυτῆς δέσποιναν“, ἦ ἡ ἐξ ἐθνῶν ἐκ-
κλησία, ἣ δούλη οὖσα καὶ ξένη τῶν ἐπαγγελιῶν, τὴν εὐγενίδα καὶ
κυρίαν συναγωγὴν ”ἐκβαλοῦσα” γέγονε κυρία καὶ νύμφη Χριστοῦ.
27
{Ἱππολύτου.}
Διὰ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος „σείεται ἡ σύμπασα
γῆ, τὸ δὲ τέταρτον οὐ δύναται φέρειν“. ἦλθε γὰρ τὸ μὲν πρῶτον
διὰ νόμου διδάσκων, δεύτερον διὰ προφητῶν τὰ μέλλοντα προκηρύτ-
των, τρίτον δὲ διὰ τοῦ εὐαγγελίου, ἑαυτὸν φανερῶς ἐπιδεικνύς· τέταρ-
τον ”κριτὴς ζώντων καὶ νεκρῶν” ἐρχόμενος, οὗ τὴν δόξαν σύμπασα
κτίσις οὐ μὴ βαστάξῃ. ἵνα οὖν διδάξῃ ἡμᾶς ὁ μακάριος Σολομὼν τὸ
προκείμενον, ἐπήνεγκε λέγων „ἐὰν οἰκέτης βασιλεύσῃ, καὶ ἄφρων
πλησθῇ σιτίων καὶ παιδίσκη ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν, καὶ γυνὴ
μισητὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ“.
28
{Ἱππολύτου.}
Τίνες ”οἱ χοιρογρύλλιοι”, ἀλλ' ἢ ἡμεῖς, οἳ ἐοίκαμέν ποτε χοίροις,
ἐν πάσῃ ῥυπαρίᾳ τοῦ κόσμου ἀναστρεφόμενοι· νυνὶ δὲ πιστεύσαντες
Χριστῷ ἐποικοδομοῦμεν „τοὺς ἑαυτῶν οἴκους“ ἐπὶ τὴν ἁγίαν σάρκα
Χριστοῦ ὡς ἐπὶ ”πέτραν.”
29
{Ἱππολύτου.}
Τὸν πεποιωμένον ἐν τῇ κακίᾳ. ὁ δὲ ἀπόστολος „τοὺς ἁμαρτά-
νοντάς“ φησιν ”ἐνώπιον πάντων ἔλεγχε.”
[Τὸν ἐκτραπέντα πρὸς ὀλίγον.]
54
{Ἱππολύτου.}
Τί ἐστιν „ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον“; Χριστὸς ἡ τοῦ θεοῦ
bis εἰς ἄφεσιν ἁμαρτιῶν = Anastasius Sinaita Quaestio 42 (Migne
LXXXIX Col. 593 A—C).
Τῇ βδέλλῃ bis παύεται ἐκπορνεύων καὶ τὰς ψυχὰς τῶν ἀνθρώπων
διαφθείρων· τῆς δὲ αὐτῆς ἐννοίας ἔχονται. ὅ τε τάρταρος καὶ τὰ λοιπά
= Fragment XXI S. 163f.
”Ὀφθαλμὸν καταγελῶντα πατρὸς καὶ ἀτιμάζοντα γῆρας μητρὸς”
βλασφημοῦντα τὸν θεὸν καὶ πατέρα, καὶ ἐξουδενοῦντα Χριστόν, τὴν
τοῦ θεοῦ σοφίαν. „Ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων“
τὰ ἀκάθαρτα καὶ πονηρὰ πνεύματα τὸ διορατικὸν τῆς ἀφροσύνης
ὄμμα. ”Καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν” καταπάτημα ἔσονται
τοῖς ποσὶ τῶν ἁγίων. „Τρία ἐστὶν ἀδύνατά μοι νοῆσαι, καὶ τὸ τέταρ-
τον οὐκ ἐπιγινώσκω· ἴχνη ἀετοῦ πετομένου“ τοῦ Χριστοῦ τὴν ἀνά-
ληψιν· ”Καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας” ὁ διάβολος οὐχ εὗρεν ἴχνος
ἁμαρτίας ἐν τῷ σώματι τοῦ Χριστοῦ. „Καὶ τρίβους νηὸς ποντοπο-
ρούσης“ τῆς ἐκκλησίας ὡς ἐν πελάγει, τῷ βίῳ τούτῳ, τῇ εἰς Χριστὸν
ἐλπίδι διὰ τοῦ σταυροῦ κυβερνωμένης. ”Καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι”
τοῦ ἐκ πνεύματος ἁγίου καὶ τῆς παρθένου γεγεννημένου· „ἰδοὺ“ γάρ
φησιν, ”ἀνὴρ ἀνατολὴ ὄνομα αὐτῷ”. „Τοιαύτη ὁδὸς μοιχαλίδος, ἣ
ὅταν πράξῃ ἀπονιψαμένη οὐδέν φησι πεπραχέναι ἄτοπον“· τοιαύτη
ἐστὶν ἡ ἀναστροφὴ τῆς ἐκκλησίας πιστευούσης Χριστῷ, ἣ μετὰ τὸ
πορνεῦσαι ἐν τοῖς εἰδώλοις ἀποταξαμένη τούτοις καὶ τῷ διαβόλῳ καὶ
ἀπολουσαμένη τὰς ἁμαρτίας καὶ λαβοῦσα ἄφεσιν οὐδέν φησι πεπραχέναι
ἄτοπον. ”Διὰ τριῶν σείεται ἡ γῆ” διὰ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου
πνεύματος. „Καὶ τὸ τέταρτον οὐ δύναται φέρειν“ τὴν ἐσχάτην ἐπι-
φάνειαν τοῦ σωτῆρος. ”Ἐὰν οἰκέτης βασιλεύσῃ” ὁ Ἰσραὴλ ἐν Αἰ-
γύπτῳ δοῦλος γενόμενος καὶ ἐν τῇ γῇ τῆς ἐπαγγελίας βασιλεύσας.
„Καὶ ἄφρων πλησθεὶς σιτίων“ τὴν γῆν ἐξ ἑτοίμου λαβὼν καὶ
φαγὼν καὶ ἐμπλησθεὶς ἀπελάκτισεν. ”Καὶ παιδίσκη ἐὰν ἐκβάλῃ τὴν
ἑαυτῆς κυρίαν” ἡ κυριοκτόνος συναγωγὴ σταυρώσασα τὴν σάρκα
τοῦ Χριστοῦ ἔξω τῆς πύλης. „Καὶ γυνὴ μισητὴ ἐὰν τύχῃ ἀνδρὸς
ἀγαθοῦ“, ἡ ἐξ ἐθνῶν ἐκκλησία τοῦ Χριστοῦ. ”Τέσσαρά ἐστιν ἐλά-
χιστα ἐπὶ τῆς γῆς, ταῦτα δέ ἐστι σοφώτερα τῶν σοφῶν· οἱ μύρ-
μηκες, οἷς οὐκ ἔστιν ἰσχύς, ἑτοιμάζονται θέρους τὴν τροφὴν” τὰ ἔθνη
διὰ τῆς εἰς Χριστὸν πίστεως ἑτοιμάζουσιν ἑαυτοῖς τὴν αἰώνιον ζωὴν
δι' ἔργων ἀγαθῶν. „Καὶ οἱ χοιρογρύλλιοι, ἔθνος οὐκ ἰσχυρόν, ἐποί-
ησαν ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους“ τὰ ἔθνη ἐπὶ τῇ ”πνευματικῇ
πέτρᾳ Χριστῷ” ᾠκοδόμηνται, „ἥτις ἐγενήθη εἰς κεφαλὴν γωνίας“.
”Ἀσκαλαβώτης χερσὶν ἐρειδόμενος καὶ εὐάλωτος ὤν, οὗτος οἰκεῖ ἐν
ὀχυρώμασι βασιλέων” ὁ λῃστὴς ἐν τῇ ἐκτάσει τῶν χειρῶν τῷ σταυρῷ
τοῦ Χριστοῦ ἐπερειδόμενος, οἰκεῖ ἐν τῷ παραδείσῳ, τῷ ὀχυρώματι
τῶν τριῶν βασιλέων, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. „Ἀβασί-
λευτον ἡ ἀκρίς, καὶ ἐκστρατεύει ἀφ' ἑνὸς κελεύσματος εὐτάκτως“·
ἀβασίλευτα ἦσαν τὰ ἔθνη· ὑπὸ τῆς ἁμαρτίας γὰρ ἐβασιλεύοντο, νῦν
δὲ πιστεύσαντα τῷ θεῷ στρατεύονται τὴν ἐπουράνιον στρατείαν.
”Τρία ἐστὶν ἃ εὐόδως πορεύεται, καὶ τὸ τέταρτον ὃ καλῶς διαβαίνει”
ἄγγελοι ἐν οὐρανοῖς, ἅγιοι ἐπὶ τῆς γῆς, ψυχαὶ δικαίων ὑπὸ γῆν, καὶ
τὸ τέταρτον ὁ θεὸς λόγος σαρκωθεὶς διέβη καλῶς μήτραν παρθένου,
ἀνάπλασιν τοῦ Ἀδὰμ ποιούμενος· διέβη ἐν κόσμῳ κῆρυξ τῆς ἀληθείας
γενόμενος· διέβη ἐν ᾅδῃ τὰς ψυχὰς τῶν πεπεδημένων λῦσαι τοῦ δεσμοῦ
βουλόμενος· διέβη πύλας οὐρανῶν, ἀπαρχὴ ἀναστάσεως καὶ ἀναλήψεως
πᾶσι γενόμενος. „Σκύμνος λέοντος ἰσχυρότερος κτηνῶν“ Χριστὸς ὁ
ὑπὸ Ἰακὼβ ἐν τῷ Ἰούδᾳ προφητευόμενος. ”Ἀλέκτωρ περιπατῶν ἐν
θηλείαις εὔψυχος” Παῦλος ἐν ταῖς ἐκκλησίαις προθύμως κηρύσσων
τὸν λόγον τοῦ θεοῦ. „Τράγος ἡγούμενος αἰπολίου“ ὁ ὑπὲρ τῶν ἁμαρ-
τιῶν τοῦ κοσμοῦ σφαγιασθείς. ”Καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνει”
Χριστὸς βασιλεύσας ἐπὶ τὰ ἔθνη, δημηγορεῖ διὰ προφητῶν καὶ ἀπο-
στόλων τὸν λόγον τῆς ἀληθείας.
{Ἱππολύτου.} Καθάπαξ ἀδύνατον νοηθῆναι. οὐ καθάπαξ, φησίν, „ἀδύνατοννοῆσαι“.{Ἱππολύτου.} Ὁ τὴν τοῦ ”θεοῦ δόξαν” ἢ τὴν τοῦ „βασιλέως κρύπτων“ παρ'ἑαυτῷ, τιμᾷ πρόσταγμα αὐτοῦ. Πολυσήμαντον τὸ ὄνομα τῆς παραβολῆς. ἔστι γὰρ παραβολὴλάλημα καὶ ἀπόδειγμα καὶ ὀνειδισμός. καὶ παραβολή ἐστι λόγος παρα-βάλλων τὰ νοητὰ τοῖς αἰσθητοῖς καὶ παριστῶν ἐκ τῶν ἐγκοσμίων καὶὁρατῶν τὰ ὑπερκόσμια καὶ τὰ ἀόρατα.{Ἱππολύτου.} Παροιμίαι τοίνυν εἰσὶ λόγοιπροτρεπτικοὶ παρὰ πᾶσαν ὁδὸντοῦ βίου χρησιμεύοντες. τοῖς γὰρἐπὶ τὸν θεὸν τὴν ὁδὸν ποιουμένοιςὁδηγός τις γίνεται παραπλησίωςτῷ ὑποδείγματι, τοὺς κάμνονταςδιὰ τὸ τῆς ὁδοῦ μῆκος ἀνακτω-μένη. εἰσὶν οὖν αὗται αἱ παροιμίαι{Ἱππολύτου.}Σολομῶντος, ὅ ἐστιν εἰρηνικοῦἤτοι τοῦ σωτῆρος Χριστοῦ. ἐπειδὴδὲ τοὺς τοῦ κυρίου λόγους, ἅτε δὴκυρίου τυγχάνοντας, ἀπταίστωςἐπιστάμεθα, ἵνα μή τις ἐκ τῆςὁμωνυμίας ἡμᾶς ἀφαρπάσῃ, φησίν,τίς ὁ γράψας ταῦτα καὶ τίνων ἦνβασιλεύς, ἵνα ἡ τοῦ λέγοντος ἀξιο-πιστία εὐπαράδεκτον τὸν λόγονκαταστήσῃ, καὶ προσεχεῖς τοὺςἀκούοντας. Σολομῶντος γάρ εἰσινἐκείνου, πρὸς ὃν εἶπεν ὁ κύριος”δώσω σοὶ καρδίαν φρονίμην καὶσοφήν· ὡς σὺ οὐ γέγονεν ἐπὶ τῆςγῆς καὶ μετὰ σὲ οὐκ ἀναστήσεταιὅμοιός σοι” καὶ τὰ λοιπὰ περὶαὐτοῦ γεγραμμένα. ἦν δὲ σοφὸςἐκ σοφοῦ, διὸ καὶ πρόσκειται τῷΔαβίδ, ἐξ οὗ Σολομῶν γέγονεν,{Ἱππολύτου.}„ἐκ βρέφους τὰ ἱερὰ γράμματαπαιδευόμενος“ καὶ οὐ κλήρῳ τὴνἀρχὴν λαβόμενος οὐδὲ βίᾳ, ἀλλὰκρίσει τοῦ πνεύματος καὶ ψήφῳθεοῦ. Λόγοι γάρ εἰσιν αἱ παροιμίαιπροτρεπτικοὶ παρὰ πᾶσαν τοῦ βίουτὴν ὁδὸν χρησιμεύοντες.πρόσκειται δὲ τὸ τοῦ συγγραφέωςὄνομα, ἵνα ἡ τοῦ λέγοντος γραφέωςἀξιοπιστία εὐπαράδεκτον κατα-στήσῃ τὸν λόγον.{Ἱππολύτου? Χρυσοστόμου?} Ὁ γὰρ ”γνοὺς τὴν σοφίαν” τοῦ θεοῦ λαμβάνει παρ' αὐτοῦ καὶ„παιδείαν“, ἐκμανθάνων δι' αὐτῆς τὰ τοῦ λόγου μυστήρια. καὶ οἱἐπιγνόντες τὴν ἀληθῆ καὶ ἐπουράνιον σοφίαν εὐκόλως ”νοήσουσι”τοὺς σοφοὺς ὑπ' αὐτῆς λελαλημένους „λόγους“, διό φησι ”δέξασθαιστροφὰς λόγων”.{Χρυσοστόμου.} Τὰ γὰρ ἀντιστρόφως ἐν παραβολαῖς ὑπὸ τοῦ ἁγίου πνεύματοςλελαλημένα, ταῦτα τοῖς πιστὴν καρδίαν ἔχουσι πρὸς θεὸν εὔγνωσταγίνεται, „νοοῦσι γὰρ τὴν ἀληθῆ δικαιοσύνην“, διὰ Χριστοῦ καταγγελ-λομένην.{Ὠριγένους.} Παροιμία ἐστὶ λόγος ἀπόκρυφος, δι' ἑτέρου προδήλου σημαινόμενος.{Ὀλυμπιοδώρου.} ”Κρύπτουσιν εἰς γῆν” οὓς ἀναπείθουσι τὰ ἐπίγεια φρονεῖν· „ἄνδραδὲ δίκαιον“ τὸν οὐράνιον ἔχοντα φρόνημα δηλοῖ. δύναται δὲ ταῦτανοεῖσθαι καὶ εἰς τὸν Χριστὸν καὶ εἰς τὸν τῶν Ἰουδαίων λαόν.{Ἱππόλυτος.} Σοφὸς ὑπάρχων παιδευτὴς ὁ παροιμιαστὴς καὶ τῆς τῶν νέωνστοχαζόμενος ἕξεως, ἐν ἀπαγορεύσει τῆς μιαιφονίας οὐ πρότερα τίθησιτὰ δοκοῦντα ἐξ αὐτῆς περιγίνεσθαι κέρδη, ὡς ἂν μὴ λάθῃ δὴ ἀπο-τρέπων τοῦ φόνου, μᾶλλον προτρεπόμενος· ἀλλὰ πολλὰ τὰ ἐκ ψιλῆςτῆς προσηγορίας ἀποτρέποντα τὸν ἀκούοντα προσθεὶς, ὀψέ ποτεἐπάγει τὰ ἀπὸ τούτων τοῖς τοιούτοις περιγινόμενα κέρδη. μηδὲ ὑπό-σχῃς οὖν τὴν ἀκοὴν ἀσεβῶν διδάγμασιν, σκόπησον γὰρ πρότερον ἐφ'οἷάν σε κοινωνίαν προτρέπονται, καὶ τίνων ἐργάτην γενέσθαι παρα-καλοῦσιν. οὐ γὰρ ἐπὶ πορεῖαν ὀνήσιμον ἄγουσιν, οὐκ ἐπ' ἐργασίανἐλευθέροις προσήκουσαν, ἀλλ' ἐπ' ἔκχυσιν αἵματος, καὶ τούτου δικαίου,οὐκ ἀφορμὴν δεδωκότος, οὐ λύπης αἰτίαν παρεσχηκότος, ὡς καὶ αὐτοὶσυνομολογοῦσιν.{Ἱππόλυτος.} Μεῖζον τοῦ φιλεῖν τὸ ἀγαπᾶν. οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲστραγγαλιῶδες ἢ στρεβλὸν καὶ καμπύλον, πάντα εὐθεῖα, φανερά, οὐδὲνσοφιστικὸν οὐδὲ μεμαγγανευμένον ἔχοντα· ἡ γὰρ ἔξω διδασκαλία λόγουςμὲν ἔχει, ἐργασίαν δὲ οὐκ ἔχει.{Ἱππόλυτος.} Ἄκρατον γὰρ ὄντα· τὰ θεῖα φωναῖς ἀνθρωπίναις ἐκέρασεν, ὅ ἐστισοφία ἀνθρώπων, ἵνα χωρίσαι αὐτὰ δυνηθῶμεν.{Ἱππόλυτος.} Καρδίαν. ὁ γὰρ μήπω ”νοῦν ἔχων Χριστοῦ”, ὅταν λάβῃ ἀρχὴνἀρετῆς, „ἐκκλίνει“ ἀπὸ κακοῦ καὶ ποιεῖ ἀγαθόν. Τὸ ψεῦδος ἄστατον φύσει. ὅστις οὖν χρῆται τούτῳ, τὸν φυσικὸνθεμέλιον ἐάσας, τὴν τοῦ θεοῦ σοφίαν, ἀλήθειαν οὖσαν, ”ποιμαίνειἀνέμους”. περὶ ὧν φησιν ὁ Παῦλος „κλυδωνιζόμενοι καὶ περιφερό-μενοι παντὶ ἀνέμῳ διδασκαλίας“. οὗτος δὲ καὶ ”διώξεται ὄρνεα πετό-μενα”, συγγένειαν ἔχοντα πρὸς τὰ πετεινά, τὰ ἁρπάζοντα τὰ „παρὰτὴν ὁδὸν“ σπαρέντα, ἅπερ ἡρμήνευσεν ὁ σωτὴρ εἶναι ”τὸν πονηρόν”. Ὅτι οὐδὲν ἰσοστάσιον δίδοται παρ' ἡμῶν τῷ θεῷ τοῖς δοθεῖσινἡμῖν παρ' αὐτοῦ. „οὐ γὰρ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν“,