The Greek Library Author

Anonymous

Fragmenta in Proverbia

Authority group
Hippolytus Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
Fragmenta in Proverbia [Sp.], ed. Achelis, op. cit., 169–175.
CTS identifier
urn:cts:greekLit:tlg2115.tlg015.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

φησὶν ὁ Δαυίδ, κἂν αὐτοῦ τοῦ ἡλίου καθαρώτερος ᾖ, ὥστε διὰ φιλαν-θρωπίαν σωζόμεθα.{Ἱππόλυτος.} Ὁ μὴ σφαλλόμενος τὴν διάκρισιν ἢ ὁ μὴ βασκάνῳ καὶ πλεονεκτικῷκεχρημένος ὀφθαλμῷ.{Ἱππόλυτος.} Πληθυνθείσης τῆς ἐκκλησίας δεδόξασται ὁ Χριστός.{Ἱππόλυτος.} „Μέλι“ ἡ ἀλληγορία, ”κηρίον” ἡ ἱστορία, ἥτις ἔχει ἐπικεκρυμμένονμέλι· „φάρυγξ“ δὲ ἡ θρεπτικὴ τῆς ψυχῆς δύναμις, δι' ἧς τροφαὶ παρα-πέμπονται εἰς τὴν κοιλίαν αὐτῆς. Τίνος; τοῦ ἐν παλιγγενεσίᾳ πολιτευσαμένου. ἢ οὕτως· ἀνδρὸς τοῦἀεὶ νεάζοντος τῇ ἀνδρείᾳ· ἢ ὅτι ὡς εἴπομεν ὁ νέος τεταγμένας ὁδοὺςοὐκ ἔχει· ἢ ἄλλως· τοῦ ἀναγεννηθέντος διὰ τοῦ βαπτίσματος καὶἄφεσιν ἁμαρτιῶν λαβόντος. ”Τὸ δὲ τέταρτον ἀνεπίγνωστον” διὰ τὸ ἄστατον τῶν τρόπων.τοῦτο ἦθος νεαροῦ, ᾧ συντακτέον καὶ τὰς τῆς μοιχαλίδος ὁδούς.δυσφώρα τοίγαρ, ἐπεὶ μηδὲν ἐκ τοῦ προφανοῦς βλάβος ἐνορᾶται τῷσώματι πρὸ τῆς ἀθεμίτου πράξεως.{Ἱππόλυτος.} Καύσωμα διαλύει, μέγαλα τὸν σῖτον βλάπτοντα, ὡς πρὸ ὥραςπεσεῖν πολλάκις, ἀφανισθέντα ὑπὸ τῆς καύσεως.{Ἱππόλυτος.} Μηδενὶ ἀκορέστως πρόσιθι, μάλιστα τῶν κατὰ τὸν ἀνθρώπινονβίον, ἀλλ' οὕτως ἀπόλαυσαι ἀβλαβῶς.{Ἱππόλυτος.} Τὸ ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. οὐ γὰρ μάτην τῇ ψυχῇ πρόσ-κειται, ἀλλ' ἵνα πνευματικῶς τοῦτο ἐκλάβωμεν.{Ἱππόλυτος.} „Οὕτω“ φησὶν ”ἀγγελία ἀγαθή”· ἡ περὶ τῆς ἀναστάσεως καὶ ἡἐπαγγελιῶν· ὠφελεῖ τὸν παραδεξάμενον.{Ἱππόλυτος.} Ὡς τοὺς πολλοὺς λέγειν, ὡσαύτως ἔχειν τῷ ἀποστελλομένῳ τὸνἀποστείλαντα· ἐξ ἑαυτοῦ ὕβρεις πάσχει.{Ἑρμηνεία. Ἱππολύτου.} Τῆς ἐπιθυμίας εἰς πέρας ἀγομένης ἐπὶ τοῖς μόχθοις τοῖς δι' αὐτὴνγενομένοις ηὐφραίνετο καὶ τοῦτο ηὕρισκε μερίδα καὶ κλῆρον τὴν ἀπό-λαυσιν· „μόχθον“ οὖν(?) οὐ μόνον τὴν φιλοπονίαν αὐτοῦ, ἀλλὰ καὶτὸν πρὸς ἀρετὴν πόνον λέγει. οἷον οἱ μοχθοῦντες ”εὐφραίνονται τῇκαρδίᾳ” οὐ μόνον δι' ὁράσεων καὶ ἀποκαλύψεων, ἀλλὰ καὶ δι' ἀγγέλωνθεοῦ μυούμενοι τά τε ἑαυτοῖς καὶ τοῖς ἐν τῷ κόσμῳ συμβήσεσθαιμέλλοντα. Οὐ σαρκικῶς ἐσθίειν bis τοῦ πατρός μου. = Anastasius Sinaita, Quaestiones et responsiones. Quaestio 43(Migne LXXXIX Col. 593 f.){ΕΙΣ ΤΗΝ ΑΡΧΗΝ ΤΟΥ ΗΣΑΙΟΥ}{Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου)ἐκ τοῦ λόγου τοῦ εἰς τὴν ἀρχὴν τοῦ Ἡσαΐου.} „Αἰγύπτῳ“ μὲν τὸν κόσμον ἀπείκασεν, ”χειροποιήτοις” δὲ τὴνεἰδωλολατρίαν, „σεισμῷ“ δὲ τὴν μετανάστασιν καὶ κατάλυσιν αὐτῆς·”κύριον” δὲ τὸν λόγον· „νεφέλην δὲ κούφην“ τὸ καθαρώτατον σκῆ-νος, εἰς ὃ ἐνθρονισθεὶς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰσῆλθεν εἰςτὸν βίον σεῖσαι τὴν πλάνην.{Ἱππολύτου ἐπισκόπου Ῥώμης περὶ Ἐζεκίου.} Ἔτι μαλακισθέντος bis πρὸς Χριστόν. = Εἰς τὸν Δανιήλ I 7. S. 12, 28—13, 5; 14, 12—19; 15, 4—10{Τοῦ ἁγιωτάτου Ἱππολύτου ἐπισκόπου Ῥώμης.} Εὑρίσκομεν ἐν bis ὧραι λβʹ. = Εἰς τὸν Δανιήλ I 7. S. 13, 5—11.{Τοῦ ἁγίου Ἱππολύτου ἐπισκόπου Ῥώμης.} Οὐ μάτην bis ἀληθινὸν πατέρα. = De antichristo LV. S. 36, 16—37, 3. Πόσος ἐστὶ τὸ μέγεθος ὁ Σολομώντιος ναός; τὸ μὲνμῆκος ἑξήκοντα πηχῶν, τὸ δὲ εὖρος κʹ. Ἐτέτραπτοδὲ οὐ πρὸς ἕω, ἵνα οἱ προσευχόμενοι μὴ τὸν ἥλιονἀνίσχοντα προσκυνῶσιν, ἀλλὰ τὸν τοῦ ἡλίου Δεσπότην.Θαυμαζέτω δὲ μηδεὶς, εἰ τῆς Γραφῆς μʹ πηχῶν εἰρη-κυίας τὸ μῆκος, ἑξήκοντα εἶπον ἐγώ. Μετ' ὀλίγα γὰρκαὶ τῶν ἄλλων κʹ ἐπιμέμνηται τὰ Ἅγια τῶν ἁγίων,ἃ καὶ Δαβὴρ ὀνομάζει. Οὐκοῦν τὰ μὲν ἅγια μʹ πη-χῶν ἦν· τὰ δὲ Ἅγια τῶν ἁγίων ἄλλων κʹ. Ὁ δὲ Ἰώ-σηππος διόροφον τὸν ναὸν γεγενῆσθαι λέγει, καὶ πᾶντὸ ὕψος ρκʹ πηχῶν εἶναι. Οὕτω γὰρ καὶ ἡ τῶν Πα-ραλειπομένων βίβλος δεδήλωκε, λέγουσα· Καὶ ἤρξατοΣολομὼν τοῦ οἰκοδομῆσαι τὸν οἶκον τοῦ Θεοῦ.Μῆκος πηχῶν ἡ διαμέτρησις ἡ πρώτη ξʹ, καὶ εὖ-ρος πηχῶν κʹ, καὶ ὕψος ρκʹ, καὶ κατεχρύσωσεναὐτὸν ἔσωθεν χρυσίῳ καθαρῷ.{Ἀνωνύμου.} Διὰ τοῦτο ζητεῖν προσετάχθημεν τὸ πρὸς τήρησιν ἐξαρκοῦν τῆςσωματικῆς οὐσίας, οὐ τρυφήν, ἀλλὰ τροφήν, τὸ ἐλλεῖπον ἀναπληροῦσαντοῦ σώματος, καὶ τὴν ἐκ τοῦ λιμοῦ κωλύουσαν θάνατον· οὐ τραπέζαςφλεγμαινούσας καὶ εἰς ἡδονὰς ἐκμαινούσας, οὐδ' ὅσα σκιρτᾶν τὸ σῶμακατὰ τῆς ψυχῆς παρασκευάζει, ἀλλ' ”ἄρτον”, καὶ τοῦτον οὐκ εἰς πολὺνἐτῶν ἀριθμόν, ἀλλὰ τὸν „σήμερον“ ἡμῖν ἀρκοῦντα.{ΕΙΣ ΤΗΝ ΤΩΝ ΤΑΛΑΝΤΩΝ ΔΙΑΝΟΜΗΝ}{Τοῦ ἁγίου Ἱππολύτου ἐπισκόπου καὶ μάρτυροςἐκ τοῦ λόγου τοῦ εἰς τὴν τῶν ταλάντων διανομήν.} Τούτους δὲ καὶ τοὺς ἑτεροδόξους φήσειεν ἄν τις γειτνιᾶν, σφαλ-λομένους παραπλησίως. καὶ γὰρ κἀκεῖνοι ἤτοι ψιλὸν ἄνθρωπον ὁμο-λογοῦσι πεφηνέναι τὸν Χριστὸν εἰς τὸν βίον, τῆς θεότητος αὐτοῦ τὸτάλαντον ἀρνούμενοι· ἤτοι τὸν θεὸν ὁμολογοῦντες, ἀναίνονται πάλιντὸν ἄνθρωπον, πεφαντασιωκέναι διδάσκοντες τὰς ὄψεις αὐτῶν τῶνθεωμένων, ὡς ἄνθρωπον οὐ φορέσαντα ἄνθρωπον, ἀλλὰ δόκησίντινα φασματώδη μᾶλλον γεγονέναι, οἷον ὥσπερ Μαρκίων καὶ Οὐαλεν-τῖνος καὶ οἱ γνωστικοί, τῆς σαρκὸς ἀποδιασπῶντες τὸν λόγον, τὸ ἓντάλαντον ἀποβάλλονται, τὴν ἐνανθρώπησιν.{ΕΙΣ ΤΟΥΣ ΔΥΟ ΛΗΙΣΤΑΣ}{Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου)ἐκ τοῦ λόγου τοῦ εἰς τοὺς δύο λῃστάς.} Ἀμφότερα παρέσχε τὸ τοῦ κυρίου σῶμα τῷ κόσμῳ, αἷμα τὸ ἱερὸνκαὶ ὕδωρ τὸ ἅγιον.{Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου)ἐκ τοῦ αὐτοῦ λόγου (d. h. εἰς τοὺς δύο λῃστάς).} Καὶ νεκρόν τε ὂν τὸ σῶμα κατὰ τὸν ἀνθρώπινον τρόπον, μεγά-λην ἔχει ζωῆς ἐν αὐτῷ δύναμιν. ἃ γὰρ οὐ προχεῖται τῶν νεκρῶνσωμάτων, ταῦτα ἐξ αὐτοῦ προεχέθη, αἷμα τε καὶ ὕδωρ· ἵν' εἰδείημεν,ἡλίκον ἡ κατασκηνώσασα δύναμις ἐν τῷ σώματι πρὸς ζωὴν δύναται,ὡς μήτε αὐτὸ τοῖς ἄλλοις ὅμοιον φαίνεσθαι νεκρόν, ἡμῖν δὲ τὰ ζωῆςαἴτια προχεῖν δύνασθαι.{Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου)ἐκ τοῦ αὐτοῦ λόγου (d. h. εἰς τοὺς δύο λῃστάς).} Οὐ συντρίβεται δὲ ὀστοῦν τοῦ ἁγίου προβάτου, δεικνύντος τοῦτύπου μὴ καθικνούμενον τῆς δυνάμεως τὸ πάθος. σώματος γὰρὀστέα δύναμις.{Εἰς τὸν τετραήμερον Λάζαρον. βʹ.} Ἀγαπητοί· ὥσπερ μήτηρ φιλό-τεκνος ἐπιδοῦσα τὴν θηλὴν τῷνηπίῳ τέρπεται τοῦ παιδὸς ἐφέλ-κοντος τὴν ἁπαλὴν τροφὴν τοῦγάλακτος· ἐπειδὰν δὲ ὁ θρόμβοςτοῦ γάλακτος τυρωθεὶς ἐμφράξῃτοὺς ὀχετοὺς τοῦ μαζοῦ, τότε δὴκαὶ τὸ παιδίον κλαυθμυρίζει, καὶἡ μήτηρ ὀδυνᾶται, τὴν μὲν προ-αίρεσιν τοῦ τρέφειν ἡπλωμένηνἔχουσα, τὴν δὲ τροφὴν μὴ ἐπιδι-δομένην ὁρῶσα· ὡσαύτως καὶ ἡμεῖςτῇ προτεραίᾳ τὴν θηλὴν τῆς δια-νοίας ὑμῖν ὑποβαλόντες ἐτερπό-μεθα ὑμῶν ἐφελκόντων τὸ γάλατοῦ λόγου· ὅτε δὲ τὸ τῆς λήθηςνέφος ὑποδραμὸν τῇ διανοίᾳ, τὸνλόγον, ἀνέκοψεν, τότε δὴ καὶ ὑμεῖςἠγανακτήσατε ὡς ἀποστερούμενοιτῶν εὐαγγελικῶν διδαγμάτων τὰνοήματα, καὶ ἡμεῖς ἐδυσφοροῦμεν,τὴν μὲν προθυμίαν τοῦ λέγειν ἐκ-τεταμένην ἔχοντες, τὸν δὲ νοῦν κω-λυόμενον ὑπὸ τῆς λήθης ὁρῶντες. Ἀλλ' ἴσως τοῦτο συμβέβηκεν ἡμῖν,ἵνα γνῶμεν, ὅτι ”οὔτε τοῦ θέλον-τος, οὐδὲ τοῦ τρέχοντος, οὐδὲ τοῦδιώκοντος, ἀλλὰ τοῦ ἐλεοῦντοςθεοῦ”. δεῦρο τοιγαροῦν, ἐπειδήπερθεὸς δίδωσι τοῖς λέγουσι χάριν, οὐδιὰ τὴν ἀξίαν τῶν λεγόντων, ἀλλὰ