The Greek Library Author

Anonymous

In evangelium Joannis et de resurrectione Lazari

Authority group
Hippolytus Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
In evangelium Joannis et de resurrectione Lazari [Dub.], ed. Achelis, op. cit., 215–220, 224–227.
CTS identifier
urn:cts:greekLit:tlg2115.tlg023.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

216

διὰ τὴν χρείαν τῶν ἀκουόντων,

αὐτὸν παρακαλέσαντες, ἀπὸ τῶν

ἀρτίως ὑμῖν ὑπαναγνωσθέντων

εὐαγγελικῶν ἀναγνωσμάτων κατὰ

δύναμιν τὸ πότιμον τῆς διδασκα-

λίας ἀρυσώμεθα νᾶμα.

„Ἦν τις ἀσθενῶν, φησίν, Λάζαρος

ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας

καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. ἦν

δὲ Μαρία ἡ ἀλείψασα τὸν κύριον

μύρῳ, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει.

εἶπε δὲ ὁ Ἰησοῦς· οὐκ ἔστιν ἡ ἀσθέ-

νεια αὕτη πρὸς θάνατον, ἀλλ' ὑπὲρ

τῆς δόξης τοῦ θεοῦ, ἵνα δοξασθῇ

ὁ θεὸς δι' αὐτῆς.“ Ἀνθυποφέρων

λέγω ”ἡ ἀσθένεια αὕτη οὐκ ἔστι

πρὸς θάνατον, ἀλλ' ὑπὲρ τῆς δόξης

τοῦ θεοῦ”· οὐκ ἔστιν ἀσθένεια, ἀλλ'

εὐαγγελία· οὐκ ἔστιν ἀσθένεια, ἀλλ'

ἀσφάλεια. ὦ ἀσθένεια ἀρρωστούν-

των ἰατρέ, πίστεως ὁδηγέ, θανά-

του ἀντίπαλε, διαβόλου ἀντίδικε,

σωτηρίας ἀρχηγέ. ὦ ἀσθένεια, ἀρε-

τῆς θεμέλιε ἄρρηκτε, πίστεως δι-

δάσκαλε, εὐσεβείας οἰκονόμε. ὦ

ἀσθένεια πυρετοὺς ψυχῶν ἀποσο-

βοῦσα, καὶ ἱδρῶτας βαπτίσματος

δροσίζουσα, καὶ λαμπρὰς στολὰς

ψυχῆς ἐξυφαίνουσα. ὦ ἀσθένεια,

217

οὐρανίου ἄρτου πάροχε, πίστεως

λαμπαδοῦχε ἄριστε, διαβόλου παγὶς

καὶ ἀνθρώπου σφραγίς.

„Ὅτε δὲ ἤκουσεν, φησίν, ὁ Ἰησοῦς,

τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ

δύο ἡμέρας“. τί δὲ τὸ ἀναγκαῖον

τοῦ ἐπιμεῖναι τὸν κύριον ἀκού-

σαντα, καὶ μὴ εὐθὺς ἀπελθεῖν

πρὸς τὸν ἀσθενοῦντα; ἀλλὰ πάν-

τως ἐξεδέχετο τὸν θάνατον τοῦ

Λαζάρου, ὅπως ἐν τῷ θανάτῳ

μείζονα τῶν θαυματουργημάτων

τὴν πίστιν τοῖς ὁρῶσιν ἐνδείξηται.

μετὰ ταῦτα οὖν λέγει τοῖς μαθη-

ταῖς ὁ Ἰησοῦς· ”Λάζαρος ὁ φίλος

ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι

ἵνα ἐξυπνίσω αὐτόν”. ἀληθῶς γὰρ

ὁ τῶν ἀνθρώπων θάνατος ὕπνος

παρὰ τῷ κυρίῳ λελόγισται. „πορεύ-

ομαι, ἵνα ἐξυπνίσω αὐτόν“. τί γάρ;

καὶ ἐνταῦθα ὢν ἀδυνατεῖς ζωο-

ποιῆσαι τὸν νεκρόν; ἀλλ' οὐχ οὕτω

δέχονται τὴν χάριν οἱ Ἰουδαῖοι

ἐμοῦ ἀπόντος· ἴσως γὰρ ἀναστάν-

τος αὐτοῦ νομίσουσιν ἐκ συντυχίας

τινὸς ἀναβιῶσαι τὸν Λάζαρον. αὐ-

τὸς οὖν ἐγὼ παραγίνομαι, ὅπως

παρόντος μου αὐτόπται γενόμενοι

τῶν παρ' ἐμοῦ γενομένων θαυμα-

τουργημάτων, καὶ τὴν χάριν παρ'

ἐμοῦ δεξάμενοι, εἰς πίστιν βεβαίαν

ἐνεχθῶσιν.

218

”Λάζαρος ὁ φίλος ἡμῶν κεκοί-

μηται· ἀλλὰ πορεύομαι ἐξυπνίσαι

αὐτόν. οἱ δὲ μαθηταὶ ἀκούσαντες

εἶπον· κύριε, εἰ κεκοίμηται, σωθή-

σεται”. οὐ τοσοῦτον δὲ θεοσεβῶς

ἀπεκρίναντο, ὅσον ἰατρικῶς. ὕπνος

γὰρ ληθαργικοὺς μὲν βλάπτει ἐπ-

εκτεινόμενος, πυρετοὺς δὲ λύει

μᾶλλον ἱδρώτων. ἐπειδὴ τοίνυν

„ἔδοξαν οἱ μαθηταὶ λέγειν τὸν

κύριον περὶ τῆς κοιμήσεως τοῦ

ὕπνου, εἶπε μετὰ παρρησίας· Λά-

ζαρος ὁ φίλος ἡμῶν ἀπέθανεν· καὶ

χαίρω δι' ὑμᾶς, ἵνα πιστεύσητε,

ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν

πρὸς αὐτόν“. ”ὁ μὴ θέλων τὸν

θάνατον τοῦ ἁμαρτωλοῦ” χαίρει

νῦν ἐπὶ θανάτῳ φίλου; „χαίρω“,

οὐ δι' ἐμαυτόν, οὐδὲ διὰ τὸν τε-

θνεῶτα, ἀλλὰ ”δι' ὑμᾶς”· κέχρημαι

γὰρ τῷ θανάτῳ πρὸς τὸν τῆς

ὑμετέρας πίστεως θεμέλιον. ὦ

θάνατος, Χριστοῦ ἀγαλλίασις. ὦ

θάνατος, ζωῆς ἀνάπλεως. ὦ θά-

νατος, θανάτου λυτήριον, „σωτη-

ρίας ἀρχηγός“, πεπτωκότων ἀνά-

στασις, καμνόντων ἀνάπαυσις,

ἀσθενούντων ῥῶσις, δικαίων ἀνά-

ψυξις· ὦ θάνατος διαβόλου κατά-

λυσις, δαιμόνων καθαίρεσις, τοῦ

πρωτοπλάστου Ἀδὰμ ἀνανέωσις.

ὦ θάνατε, εὐφροσύνης συνεργέ,

ἀφθαρσίας μηνυτά, χαρᾶς χορευτά.

ἵνα δὲ ἐπιτεμὼν τῷ λόγῳ εἴπω;

ἔρχεται Ἰησοῦς εἰς τὴν Βηθανίαν,

219

ἀπήντησαν αὐτῷ αἱ ἀδελφαὶ Λα-

ζάρου, προσπίπτουσι τοῖς γόνασι

τοῦ κυρίου κλαίουσαι καὶ λέγουσαι·

”κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν

ἡμῶν ὁ ἀδελφός”. ἆρα γὰρ οὐκ

ἦν ἐκεῖ; ἀλλὰ τῷ μὲν σώματι οὐκ

ἦν ἐκεῖ, τῇ δὲ θεότητι οὐ μόνον

ἐκεῖ, ἀλλὰ καὶ ἐν οὐρανοῖς. πῶς

γὰρ ἐγίνωσκε τὸ πότε ἀπέθανεν

ὁ Λάζαρος, εἰ μὴ παρὼν ἦν κατὰ

τὴν ἀόρατον δύναμιν τῆς θεότη-

τος; καὶ ἔλεγον· „κύριε, εἰ ἦς ὧδε,

οὐκ ἂν ἀπέθανεν ἡμῶν ὁ ἀδελφός“.

εἶπε δὲ πρὸς αὐτὰς ὁ κύριος· πι-

στεύσατε, καὶ ὄψεσθε τὴν δόξαν τοῦ

θεοῦ διδάσκων ὅτι τῶν ἔργων τῶν

ἀγαθῶν ἡ πίστις ἐστὶν ἀρχηγός.

καὶ θεωρήσας αὐτὰς κλαίουσας, καὶ

τοὺς παρόντας Ἰουδαίους, ”ἐνεβρι-

μήσατο τῷ πνεύματι, καὶ ἐτάραξεν

ἑαυτόν, καὶ εἶπεν· ποῦ τεθείκατε

αὐτόν;” τί ἐστι τὸ „ἐνεβριμήσατο

τῷ πνεύματι“; ἔκδειξαι, ἀγαπητέ,

καὶ μετ' ὀλίγον εὑρήσεις τοῦ ζητου-

μένου τὴν λύσιν. ”ἐτάραξεν ἑαυ-

τόν”, οὐχ ὡς ἡμεῖς ὑπὸ δειλίας ἢ

λύπης ταρασσόμεθα, ἀλλ' αὐτὸς

„ἑαυτὸν ἐτάραξεν“, καὶ λέγει· ”ποῦ

τεθείκατε αὐτόν;” ἆρα γὰρ ἠγνόει

ποῦ τέθαπται, ὁ ἐγνωκὼς πότε

τετελεύτηκεν; ἀλλὰ μιγνύει τὰ ἀν-

θρώπινα ῥήματα τοῖς θείοις θαυ-

ματουργήμασιν, ἵνα δείξῃ ὅτι καὶ

ἄνθρωπος ἦν, καθὰ καὶ ὁ προφή-

της λέγει· „καὶ ἄνθρωπός ἐστιν,

καὶ τίς γνώσεται αὐτόν;“ τοῦτο

220

δὲ προέταξεν ἵνα σημαίνῃ, ὅτι καὶ

ἄλλο τί ἐστιν, ὅπερ ἐστὶ θεός.

224

”Ποῦ τεθείκατε αὐτόν;” ἡ δὲ

Μαρία· „ἔρχου, φησίν, καὶ ἴδε, κύ-

ριε. καὶ ἐδάκρυσεν ὁ Ἰησοῦς“. τίς

δὲ χρεία δακρύειν, ὃν ἔμελλεν ἀνι-

στᾶν μετ' ὀλίγον; ἀλλ' ἐδάκρυσεν

ὁ Ἰησοῦς, ἵνα τὸ συμπαθὲς καὶ τὸ

φιλάνθρωπον περὶ τοὺς ὁμοφύλους

ἡμῖν ὑποδείξῃ· ἐδάκρυσεν ὁ Ἰησοῦς,

ἵνα τὸ ”κλαίειν μετὰ κλαιόντων”

ἔργῳ μᾶλλον ἢ λόγῳ διδάξῃ· „ἐδά-

κρυσεν ὁ Ἰησοῦς“· ἐδάκρυσεν, οὐκ

ἐπένθησεν, τὸ μὲν ἀδάκρυτον παν-

τελῶς ὡς ἀπηνὲς καὶ ἀπάνθρωπον

παραιτούμενος, τὸ δὲ φιλοπενθὲς

ὡς ἀγενὲς καὶ ἄνανδρον διωθού-

μενος· τάξιν δὲ ἐπιτιθεὶς τῇ συμ-

παθείᾳ ἐδάκρυσεν. ἔρχεται ἐπὶ τὸ

σπήλαιον, καὶ θεωρεῖ λίθον ἐπι-

κείμενον τῷ μνήματι. κελεύει τοῖς

παρεστῶσιν Ἰουδαίοις ἀποκυλῖσαι

τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ

σπηλαίου. ὁ λέγων· ”ἐὰν πίστιν

ἔχητε ὡς κόκκον σινάπεως, ἐρεῖτε

τῷ ὄρει τούτῳ· ἄρθητι καὶ βλή-

θητι εἰς τὴν θάλασσαν, καὶ γενή-

σεται ὑμῖν”· πῶς νῦν αὐτὸς ἀδυ-

νατεῖς ἀποκυλῖσαι τὸν λίθον; ἀλλ'

225

οὐχ ὡς ἀδυνατῶν τοῦτο ποιῶ,

φησίν, ἀλλ' ἵνα μὴ δόξωσι φαντα-

σίαν εἶναι τὸ γινόμενον, ἐπιτάσσω

αὐτοῖς τοῖς Ἰουδαίοις ἰδίαις χερσὶν

ἀποκυλῖσαι τὸν λίθον, τὸ μέγιστον

σημεῖον ἐμαυτῷ καταλιμπάνων·

ἵνα αὐτοὶ μάρτυρες γένωνται τῶν

ὑπ' ἐμοῦ γενομένων σημείων. εἶτα

μετὰ τὸ ἀποκυλῖσαι τὸν λίθον,

ἀναβλέψας ὁ Ἰησοῦς εἰς τὸν οὐρα-

νόν, εἶπεν „εὐχαριστῶ σοι, πάτερ,

ὅτι ἤκουσάς μου“.

226

Πότε δὲ προσηύξατο; νῦν λάμ-

βανε, ἀγαπητέ, τὴν πρὸ βραχέως

ζητουμένην παρὰ σοῦ λύσιν τοῦ

ῥητοῦ· ὅτε γὰρ ἐνεβριμήσατο τῷ

πνεύματι, τότε προσηύξατο. ”καὶ

ταῦτα εἰπὼν ἔκραξε φωνῇ μεγάλῃ

λέγων, Λάζαρε, δεῦρο ἔξω. καὶ

εὐθέως ἐξῆλθεν ὁ τεθνηκὼς δεδε-

μένος τὰς χεῖρας καὶ τοὺς πόδας

κειρίαις”. ὦ φωνῆς δύναμις ᾅδην

διαρρήξασα, πύλας χαλκᾶς συντρί-

ψασα, μοχλοὺς σιδηροῦς συνθλά-

σασα, διάβολον καταστρώσασα, θά-

νατον καταργήσασα, νεκρὸν ἀνε-

γείρασα· ὦ φωνῆς δύναμις, τὰ διε-

στῶτα μέλη εἰς ἓν συναγαγοῦσα

καὶ ἀνορθοῦσα, καὶ τὸ ἐξ οὐκ ὄν-

των εἰς τὸ εἶναι παραγαγοῦσα· ὦ

φωνῆς δύναμις, τὸν τετραήμερον

νεκρὸν ὡς ἐξ ὕπνου ἐγείρουσα καὶ

τὸν „κειρίαις δεδεμένον“ ὡς εὔλυ-

τον καὶ ὀξυδρομέα τοῦ τάφου προα-

γαγοῦσα· ἐπίστησον, ἀγαπητέ, τὸν

νοῦν σου τῇ φωνῇ, καὶ εὑρήσεις

αὐτὸν τὸν λόγον τὸν λέγοντα ἐν

τῇ κοσμοποιΐᾳ ”γενηθήτω φῶς,

καὶ ἐγένετο φῶς· γενηθήτωσαν

φωστῆρες ἐν τῷ στερεώματι τοῦ

οὐρανοῦ”, καὶ ἐγένοντο, τὸν αὐτὸν

καὶ νῦν λέγοντα „Λάζαρε, δεῦρο

227

ἔξω“. καὶ οἱ ἀπορρεύσαντες ἰχῶ-

ρες τῶν σαρκῶν τὰς κοτύλας πάλιν

ἀνεπλήρουν, καὶ αἱ ἀποπεσοῦσαι

τρίχες τὴν οἰκείαν τάξιν ἐπεγίνω-

σκον, καὶ ἐν τοῖς μέλεσι κατεφυ-

τεύοντο. ”Λάζαρε δεῦρο ἔξω”·

καὶ ὁ νεκρὸς ἀνίστατο, καὶ τεταρ-

ταῖος ἴσος ἦν τῷ μήτε τὴν ἀρχὴν

τεθνεῶτι. „Λάζαρε δεῦρο ἔξω“·

καὶ ἡ ψυχὴ ἐκ τῶν καταχθονίων

ἀνασπαστὸς ἐγίνετο, μὴ διαβόλου

ἀντιλέγοντος, μὴ θανάτου ἀντι-

παλαίοντος, καὶ χαίρουσα τὸ ἴδιον

οἴκημα ἐπεγίνωσκεν. τούτων τῶν

θαυματουργημάτων, ἀγαπητέ, τὸ

θεῖον ἔργον θεωρήσας, τὴν ἀνά-

στασιν μὴ ἀμφίβαλλε· γενέσθω σοι

ἔσοπτρον ὁ Λάζαρος, καὶ ἐν ἐκείνῳ

σεαυτὸν θεωρήσας, τὴν ἀνέγερσιν

πίστευε. ἡ αὐτὴ γὰρ φωνὴ πάν-

τας ἡμᾶς ἀναστήσει, ὥς που καὶ

ὁ ἀπόστολος λέγει ”σαλπίσει γάρ,

καὶ οἱ νεκροὶ ἀναστήσονται ἄφθαρ-

τοι” τῇ χάριτι τοῦ κυρίου ἡμῶν

Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς

αἰῶνας τῶν αἰώνων. ἀμήν.

{Τοῦ ἁγίου Ἱππολύτου ἐπισκόπου καὶ μάρτυρος ἐκ τῆς πρὸςβασιλίδα τινὰ ἐπιστολῆς.} „Ἀπαρχὴν“ οὖν τοῦτον λέγει ”τῶν κεκοιμημένων”, ἅτε „πρωτότοκοντῶν νεκρῶν“. ὃς ἀναστὰς καὶ βουλόμενος ἐπιδεικνύναι, ὅτι τοῦτο ἦντὸ ἐγηγερμένον, ὅπερ ἦν καὶ ἀποθνῆσκον, δισταζόντων τῶν μαθητῶν,προσκαλεσάμενος τὸν Θωμᾶν ἔφη ”δεῦρο ψηλάφησον καὶ ἴδε, ὅτιπνεῦμα ὀστοῦν καὶ σάρκα οὐκ ἔχει, καθὼς ὑμεῖς ἐμὲ θεωρεῖτε ἔχοντα”.{Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου)ἐκ τῆς αὐτῆς ἐπιστολῆς (d. h. πρὸς βασιλίδα τινά).} „Ἀπαρχὴν“ τοῦτον εἰπὼν ἐπεμαρτύρησε τῷ ὑφ' ἡμῶν εἰρημένῳ,ὡς ”ἐκ τοῦ αὐτοῦ φυράματος” σάρκα λαβὼν ὁ σωτήρ, ἤγειρε ταύτην,ἀπαρχὴν ποιούμενος τῆς τῶν δικαίων σαρκός, ἵν' οἱ πάντες ἐπ' ἐλπίδιτοῦ ἐγηγερμένου προσδόκιμον τὴν ἀνάστασιν ἕξομεν οἱ πιστεύσαντες.{ΠΕΡΙ ΑΝΑΣΤΑΣΕΩΣ ΚΑΙ ΑΦΘΑΡΣΙΑΣ}{Ἱππολύτου ἐπισκόπου Ῥώμηςἐκ τοῦ Περὶ ἀναστάσεως καὶ ἀφθαρσίας λόγου.} Ἔσονται, φησίν, ἐν τῇ ἀναστάσει οἱ ἄνθρωποι ὡς οἱ ἄγγελοι τοῦθεοῦ, ἐν ἀφθαρσίᾳ δηλονότι καὶ ἀθανασίᾳ καὶ ἀρρευσίᾳ. ἄφθαρτοςγὰρ οὐσία οὐ γεννᾷ, οὐ γεννᾶται, οὐκ αὔξει, οὐχ ὑπνοῖ, οὐ πεινᾷ, οὐδιψᾷ, οὐ κοπιᾷ, οὐ πάσχει, οὐ θνήσκει, οὐ τιτρᾶται ὑπὸ ἥλων καὶλόγχης, οὐχ ἱδροῖ, οὐχ αἱμορροεῖ. τοιαῦται οὐσίαι εἰσὶν ἥ τε τῶνἀγγέλων, ἥ τε τῶν ψυχῶν τῶν ἐκ σωμάτων ἀπηλλαγμένων, ἐπειδὴκαὶ ἀμφότεραι ἑτερογενεῖς εἰσιν, καὶ ἀλλότριαι τῆς ὁρωμένης καὶ φθει-ρομένης ταύτης τοῦ κόσμου κτίσεως.{Ἱππολύτου ἐπισκόπου καὶ μάρτυρος λόγος εἰς τὰ ἅγια θεοφάνεια.} Πάντα μὲν καλά, καὶ καλὰ λίαν τὰ τοῦ θεοῦ καὶ σωτῆροςἡμῶν δημιουργήματα, ὅσα τε ὀφθαλμὸς ὁρᾷ καὶ ὅσα ψυχὴ διανοεῖται,ὅσα τε λόγος ἑρμηνεύει καὶ ὅσα χεὶρ περιστρέφει, ὅσα ἡ διάνοια περι-έχει καὶ ὅσα ἡ ἀνθρωπότης καταλαμβάνει. τί γὰρ τοῦ οὐρανίου δίσκουπολυμορφώτερον κάλλος; τί δὲ τοῦ ἐπιγείου χωρίου πολυανθέστερονεἶδος; τί δὲ τοῦ ἡλιακοῦ ἅρματος ὀξυτικώτερον εἰς δρόμον; τί δὲ τοῦσεληνιακοῦ στοιχείου χαριέστερον ζεῦγος; τί δὲ τοῦ πολυπηγήτου τῶνἄστρων μουσείου ἀξιαγαστότερον ἔργον; τί δὲ τῶν ἐπιτηδείων ἀνέμωνπλουσιώτερον εἰς πρόσοδον; τί δὲ τοῦ ἡμερινοῦ φωτὸς ἀκηλιδωτότε-ρον ἔσοπτρον; τί δὲ τοῦ ἀνθρώπου ἐντιμότερον ζῷον; πάντα μὲν οὖνκαλὰ λίαν τὰ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν δημιουργήματα. τί δὲ καὶτῆς τοῦ ὕδατος φύσεως ἀναγκαιότερον χάρισμα; πάντα γὰρ τοῖς ὕδασικαὶ λούεται καὶ τρέφεται καὶ καθαίρεται καὶ ἀρδεύεται. ὕδωρ τὴνγῆν βαστάζει, ὕδωρ τὴν δρόσον τίκτει, τὴν ἄμπελον ἱλαρύνει. ὕδωρτὸν στάχυν τελεσφορεῖ, ὕδωρ τὸν βότρυν ἀπομφακίζει, ὕδωρ ἔλαιονἁπαλύνει, ὕδωρ τὸν φοίνικα γλυκαίνει, ὕδωρ τὸ ῥόδον ἐρυθραίνει καὶτὸ ἴον ἀνθίζει, ὕδωρ τὸ κρίνον λαμπροῖς τοῖς κάλυξι τρέφει. καὶ τίμακρολογῶ; ἄνευ τῆς τῶν ὑδάτων φύσεως οὐδὲν τῶν παρόντων συνί-σταται. οὕτως ἡ τῶν ὑδάτων φύσις ἀναγκαία, ὅτι τὰ μὲν ἄλλα στοι-χεῖα ὑπὸ τῶν καμαρωδεστάτων οὐρανῶν τὴν οἴκησιν ἔλαβεν, ἡ δὲτῶν ὑδάτων φύσις καὶ ἐπάνω τῶν οὐρανῶν τὴν μονὴν ἐδέξατο. καὶτούτου μάρτυς αὐτὸς ὁ προφήτης βοῶν „αἰνεῖτε τὸν κύριον, οἱ οὐρα-νοὶ τῶν οὐρανῶν καὶ τὰ ὕδατα τὰ ἐπάνω τῶν οὐρανῶν αἰνεσάτωσαντὸ ὄνομα κυρίου“. οὐ μόνον δὲ τοῦτο τὴν ἀξιοπιστίαν τοῦ ὕδα-τος παρίστησιν, ἀλλὰ καὶ τὸ πάντων αἰδεσιμώτερον, ὅτι ὁ πάντωνδημιουργὸς Χριστὸς ὡς ὑετὸς κατῆλθε καὶ ὡς πηγὴ ἐγνώσθη καὶὡς ποταμὸς διεδόθη καὶ ἐν τῷ Ἰορδάνῃ ἐβαπτίσθη. ἤκουες γὰρ ἀρτίως,πῶς ἐλθὼν ὁ Ἰησοῦς πρὸς τὸν Ἰωάννην ἐν τῷ Ἰορδάνῃ ἐβαπτίσθηὑπ' αὐτοῦ. ὦ παραδόξων πραγμάτων· πῶς ὁ ἀπερίγραπτος ”ποταμὸςὁ εὐφραίνων τὴν πόλιν τοῦ θεοῦ” ἐν ὀλίγῳ ὕδατι ἐλούετο, ἡ ἀκατά-ληπτος πηγὴ ἡ ζωὴν βλαστάνουσα πᾶσιν ἀνθρώποις καὶ τέλος μὴἔχουσα ὑπὸ πενιχρῶν καὶ προσκαίρων ὑδάτων ἐκαλύπτετο. ὁ πάντηπαρὼν καὶ μηδαμοῦ ἀπολιμπανόμενος, ὁ ἀκατάληπτος ἀγγέλοις καὶἀόρατος ἀνθρώποις ἐπὶ τὸ βάπτισμα ἔρχεται, ὡς ηὐδόκησεν. ταῦταἀκούων, ἀγαπητέ, μὴ φυσικῶς ἐκλάμβανε τὰ λεγόμενα, ἀλλ' οἰκονο-μικῶς δέχου τὰ παρατιθέμενα, διὸ καὶ ὁ κύριος τῇ φιλανθρωπίᾳ τῆςσυγκαταβάσεως οὐκ ἔλαθε τὴν τῶν ὑδάτων φύσιν, ὅπερ ἐποίησεν ἐνκρυφῇ. „εἶδον γὰρ αὐτὸν τὰ ὕδατα καὶ ἐφοβήθησαν“, ἐξέστησαν μικροῦδεῖν καὶ τῆς ὁροθεσίας ἀπέφυγον· ὅθεν ὁ προφήτης ἐκ πολλῶν τῶνχρόνων τοῦτο θεωρήσας ἐπερωτᾷ λέγων ”τί σοί ἐστιν, θάλασσα, ὅτιἔφυγες; καὶ σύ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;” αὐτὰ δὲ ἀπο-κριθέντα εἶπον Τὸν πάντων κτιστὴν ἐν „μορφῇ δούλου“ εἴδομενκαὶ τὸ μυστήριον τῆς οἰκονομίας ἀγνοήσαντες ἀπὸ τῆς δειλίας ἐλαυ-νόμεθα, νῦν δὲ γνόντες τὴν οἰκονομίαν προσκυνοῦμεν αὐτοῦ τὴνεὐσπλαγχνίαν, ὅτι παραγέγονε σῶσαι καὶ οὐ κρῖναι τὴν οἰκουμένην.ὅθεν Ἰωάννης ὁ τοῦ κυρίου πρόδρομος ἀγνοήσας τοῦτο τὸ μυστήριονκαὶ μαθὼν ὅτι ἀληθῶς ὁ κύριός ἐστιν, ἐβόα λέγων τοῖς ἀπερχομένοιςὑπ' αὐτοῦ βαπτισθῆναι ”γεννήματα ἐχιδνῶν”, τί μοι σφοδρῶς ἀτενί-ζετε; „οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός“· ὑπηρέτης εἰμὶ καὶ οὐκ αὐθέντης·ἰδιώτης εἰμί, οὐ βασιλεύς· πρόβατόν εἰμι, οὐ ποιμήν· ἄνθρωπός εἰμι,οὐ θεός· στείρωσιν ἔλυσα μητρὸς γεννηθείς, οὐ παρθενίαν ἐστείρωσα·ἐκ τῶν κάτωθεν ἀνεδόθην, ἐκ τῶν ἄνωθεν οὐ κατῆλθον· πατρικὴνἔδησα γλῶσσαν, οὐ θεϊκὴν ἥπλωσα χάριν· ὑπὸ μητρὸς ἐγνώσθην, ὑπὸἀστέρος δὲ οὐκ ἐμηνύθην· ἐγὼ εὐτελὴς καὶ ἐλάχιστος, ”ἔρχεται δὲὀπίσω μου ὃς ἔμπροσθέν μου ἐστίν”, ὀπίσω διὰ τὸν χρόνον, ἔμπροσ-θεν διὰ τὸ ἀπρόσιτον καὶ ἀνέκφραστον τῆς θεότητος φῶς. „ἔρχεταιὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι, αὐτὸςὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί“. ἐγὼ ὑπεξούσιος, αὐτὸςδὲ αὐτεξούσιος· ἐγὼ ἁμαρτιῶν ἔνοχος, αὐτὸς δὲ ἁμαρτιῶν ἀφαιρετής·ἐγὼ τὸν νόμον παράπτω, αὐτὸς δὲ τὴν χάριν φωταγωγεῖ· ἐγὼ ὡςδοῦλος κατηχῶν, αὐτὸς δὲ ὡς δεσπότης κρίνων· ἐγὼ τὸ ἔδαφος κλί-νην ἔχω, αὐτὸς τὸν οὐρανὸν ἔχει· ἐγὼ μετανοίας βαπτίζω βάπτισμα,αὐτὸς δὲ υἱοθεσίας δωρεῖται χάρισμα. ”αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύ-ματι ἁγίῳ καὶ πυρί”. τί ἐμοὶ προσανέχετε; „οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός“.ταῦτα τοῦ Ἰωάννου πρὸς τὸν ὄχλον λέγοντος καὶ τοῦ λαοῦ παρα-δοκοῦντος ξένον τι θέαμα τοῖς σωματικοῖς ὀφθαλμοῖς θεάσασθαι καὶτοῦ διαβόλου καταπληττομένου ἐπὶ τῇ τοσαύτῃ τοῦ Ἰωάννου μαρτυρίᾳ,ἰδοὺ ὁ κύριος παραγίνεται λιτός, μόνος, γυμνός, ἀπροστάτευτος, ἔνδυμα