The Greek Library Author

Anonymous

De theophania

Authority group
Hippolytus Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
De theophania [Dub.], ed. Achelis, op. cit., 257–263.
CTS identifier
urn:cts:greekLit:tlg2115.tlg026.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

4

ἔχων τὸ ἀνθρώπινον σῶμα, κρύπτων δὲ τὸ τῆς θεότητος ἀξίωμα,

ἵνα λάθῃ τοῦ δράκοντος τὸ πανούργευμα. καὶ οὐ μόνον ὡς κύριος

ἐκτὸς τῆς βασιλικῆς δορυφορίας πρὸς τὸν Ἰωάννην παραγέγονεν, ἀλλὰ

καὶ ὡς ἄνθρωπος λιτὸς καὶ ὑπόχρεως ἁμαρτιῶν ἔκλινε τὴν κεφαλὴν

αὐτοῦ βαπτισθῆναι ὑπὸ Ἰωάννου. ὅθεν ὁ Ἰωάννης θεασάμενος τὴν

τοσαύτην ταπεινοφροσύνην θαμβηθεὶς ἐπὶ τῷ πράγματι ἤρξατο δια-

κωλύειν αὐτὸν λέγων, καθὼς ἀρτίως ἠκούσατε, „ἐγὼ χρείαν ἔχω ὑπὸ

σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ;“ τί ποιεῖς, ὦ δέσποτα; ἀκα-

νόνιστα δογματίζεις. ἄλλα κατήγγειλα καὶ ἄλλα μετέρχῃ. ἄλλα ἤκουσεν

ὁ διάβολος καὶ ἄλλα κατανοεῖ. βάπτισόν με τῷ πυρὶ τῆς θεότητος·

τί περιμένεις τὸ ὕδωρ; φώτισον τῷ πνεύματι· τί προσανέχεις τῷ

κτίσματι; βάπτισόν με τὸν βαπτιστήν, ἵνα γνωσθῇ σου ἡ ὑπεροχή.

ἐγώ, δέσποτα, μετανοίας βαπτίζω βάπτισμα καὶ τοὺς προσερχομένους

πρὸς μὲ ἀμήχανον βαπτίσαι, ἐὰν μὴ τὰς ἁμαρτίας αὐτῶν ἐξομολογή-

σωνται. κείσθω ὅτι βαπτίζω σε, τί ἔχεις ἐξομολογήσασθαι; ἁμαρτιῶν

ἀφαιρετὴς ὑπάρχεις καὶ τὸ τῆς μετανοίας θέλεις βαπτισθῆναι βάπτισμα;

εἰ καὶ ἐγώ σε τολμήσω βαπτίσαι, ὁ Ἰορδάνης οὐ τολμᾷ πλησιάσαι.

”ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι καὶ σὺ ἔρχῃ πρὸς μέ;”

5

τί

οὖν ὁ κύριος πρὸς αὐτόν; „ἄφες ἄρτι, οὕτω γὰρ πρέπον ἡμῖν ἐστι

πληρῶσαι πᾶσαν δικαιοσύνην“. ”ἄφες ἄρτι”, Ἰωάννη, οὐκ εἶ μου σοφώ-

τερος. σὺ ὡς ἄνθρωπος βλέπεις, ἐγὼ ὡς θεὸς προγινώσκω. πρῶτόν

με δεῖ ποιῆσαι καὶ οὕτω διδάξαι. οὐδὲν ἀπρεπὲς μετέρχομαι, εὐπρέ-

πειαν γὰρ περιβέβλημαι. θαυμάζεις, ὦ Ἰωάννη, ὅτι οὐκ ἦλθον μετὰ

τοῦ ἀξιώματός μου; ἰδιώτῃ μὲν γὰρ οὐ πρέπει βασιλικὴ ἁλουργίς,

βασιλεῖ δὲ πρέπει στρατιωτικὸν σχῆμα. πρὸς τύραννον ἦλθον, μὴ γὰρ

πρὸς φίλον; „ἄφες ἄρτι, οὕτω γὰρ πρέπον ἡμῖν ἐστιν πληρῶσαι πᾶσαν

δικαιοσύνην“. πληρωτής εἰμι νόμου, οὐδὲν βούλομαι ἐλλιπὲς κατα-

λεῖψαι εἰς πᾶν τὸ πλήρωμα, ἵνα μετ' ἐμὲ βοήσῃ ὁ Παῦλος ”πλήρωμα

νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι”. „ἄφες ἄρτι,

οὕτω γὰρ πρέπον ἡμῖν ἐστιν πληρῶσαι πᾶσαν δικαιοσύνην“. βάπτι-

σόν με, Ἰωάννη, ἵνα μηδεὶς βαπτίσματος καταφρονήσῃ. ὑπὸ σοῦ τοῦ

δούλου βαπτίζομαι, ἵνα μηδεὶς βασιλέων ἢ ὑπερεχόντων διαπτύσῃ ὑπὸ

πενιχροῦ ἱερέως βαπτισθῆναι. ἄφες ἐν τῷ Ἰορδάνῃ κατέλθω, ἵνα

ἀκούσωσι τὴν πατρῴαν μαρτυρίαν καὶ ἐπιγνώσωνται τὴν τοῦ υἱοῦ

δύναμιν. ”ἄφες ἄρτι, οὕτω γὰρ πρέπον ἡμῖν ἐστιν πληρῶσαι πᾶσαν

δικαιοσύνην. τότε λοιπὸν ἀφίησιν αὐτὸν ὁ Ἰωάννης. καὶ βαπτισθεὶς

ὁ Ἰησοῦς εὐθέως ἀνέβη ἀπὸ τοῦ ὕδατος καὶ ἠνεῴχθησαν αὐτῷ οἱ

οὐρανοί, καὶ ἰδοὺ τὸ πνεῦμα τοῦ θεοῦ κατέρχεται ἐν εἴδει περιστερᾶς

καὶ ἔμεινεν ἐπ' αὐτὸν καὶ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα Οὗτός ἐστιν

ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα”.

6

εἶδες, ἀγαπητέ, πόσων καὶ

πηλίκων ἀγαθῶν ἐμέλλομεν ζημιοῦσθαι, εἰ εἶξεν ὁ κύριος τῇ τοῦ Ἰω-

άννου παρακλήσει καὶ παρῃτήσατο τὸ βάπτισμα. κεκλεισμένοι γὰρ

ἦσαν πρὸ τούτου οἱ οὐρανοί, ἄβατον ἦν τὸ ἄνω χωρίον. ἐν τοῖς κάτω

κατῄειμεν, ἐν τοῖς ἄνω δὲ οὐκ ἀνῄειμεν. μόνον δὲ ὁ δεσπότης ἐβα-

πτίσθη καὶ „τὸν παλαιὸν ἄνθρωπον ἀνεκαίνισεν“ καὶ τὰ σκῆπτρα τῆς

υἱοθεσίας αὐτῷ πάλιν ἐπίστευσεν. ”εὐθέως γὰρ ἠνεῴχθησαν αὐτῷ οἱ

οὐρανοί”. διαλλαγὴ γέγονε τῶν ὁρατῶν πρὸς τὰ ἀόρατα, ἐχαροποι-

ήθησαν τὰ οὐράνια τάγματα, ἰάθη τὰ ἐπίγεια νοσήματα, ἐγνώσθη τὰ

ἀπόρρητα πράγματα, ἐφιλιώθη τὰ ἐχθραίνοντα. ἤκουες γὰρ τοῦ εὐ-

αγγελιστοῦ λέγοντος „ἠνεῴχθησαν αὐτῷ οἱ οὐρανοί“. τριῶν παρα-

δόξων πραγμάτων χάριν. τοῦ γὰρ νυμφίου Χριστοῦ βαπτιζομένου

ἔδει τὸν οὐράνιον θάλαμον τὰς λαμπροφόρους ἀνοῖξαι πύλας. ὡσαύ-

τως δὲ καὶ τοῦ ἁγίου πνεύματος ἐν εἴδει περιστερᾶς κατιόντος καὶ

τῆς πατρῴας φωνῆς πανταχοῦ διαδιδομένης, ἔδει τὰς ἐπουρανίους

πύλας ἐπηρμένας ὑπάρχειν. ”καὶ ἰδοὺ ἠνεῴχθησαν αὐτῷ οἱ οὐρανοὶ

καὶ φωνὴ ἐγένετο λέγουσα Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ

ηὐδόκησα”.

7

ἀγαπητὸς ἀγάπην γεννᾷ καὶ φῶς ἄϋλον „φῶς ἀπρό-

σιτον“. ”οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς”, ὁ κάτω ἐπιφανεὶς καὶ

τῶν πατρῴων κόλπων μὴ χωρισθείς. ἐπεφάνη, οὐκ ἐφάνη. ἄλλο γὰρ

τὸ φανῆναι, ἐπειδὴ πρὸς τὸ φαινόμενον ὁ βαπτίζων τοῦ βαπτιζομέ-

νου προέχει. τούτου ἕνεκεν ὁ πατὴρ οὐρανόθεν τὸ ἅγιον πνεῦμα ἐπὶ

τὸν βαπτιζόμενον κατέπεμπεν. ὥσπερ γὰρ ἐν τῇ κιβωτῷ τοῦ Νῶε

διὰ περιστερᾶς μηνύεται „ἡ φιλανθρωπία τοῦ θεοῦ“, οὕτω καὶ νῦν

τὸ ἐν εἴδει περιστερᾶς κατελθὸν πνεῦμα ὡς καρπὸν ἐλαίας βαστάσαν

ἐπὶ τὸν μαρτυρούμενον κατέστη. διὰ τί; ἵνα καὶ τῆς πατρῴας φωνῆς

τὸ βέβαιον γνωρισθῇ καὶ ἡ προφητικὴ πρόρρησις ἐκ πολλῶν τῶν

χρόνων πιστωθῇ. ποία ταύτη; ”φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ θεὸς

τῆς δόξης ἐβρόντησεν, κύριος ἐπὶ ὑδάτων πολλῶν”. ποία φωνή;

„οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα“. οὗτός ἐστιν ὁ

τοῦ Ἰωσὴφ ὀνομαζόμενος υἱός, καὶ ἐμὸς μονογενὴς κατὰ τὴν θεϊκὴν

οὐσίαν. ”οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός”, ὁ πεινῶν καὶ τρέφων

μυριάδας, καὶ κοπιῶν καὶ ἀναπαύων τοὺς κοπιῶντας, ὁ μὴ ἔχων ποῦ

τὴν κεφαλὴν κλῖναι καὶ πάντα ἐν τῇ χειρὶ βαστάζων, ὁ πάσχων καὶ

τὰ πάθη ἰώμενος, ὁ ῥαπιζόμενος καὶ ἐλευθερίαν τῷ κόσμῳ δωρού-

μενος, ὁ τὴν πλευρὰν νυττόμενος καὶ τὴν πλευρὰν τοῦ Ἀδὰμ διορ-

θούμενος.

8

ἀλλὰ συντείνατέ μοι τὸν νοῦν, παρακαλῶ, μετὰ ἀκρι-

βείας· βούλομαι γὰρ ἐπὶ τὴν πηγὴν τῆς ζωῆς ἀναδραμεῖν καὶ θεάσα-

σθαι τὴν πηγὴν τῶν ἰαμάτων πηγάζουσαν. ὁ τῆς ἀθανασίας πατὴρ

τὸν ἀθάνατον υἱὸν καὶ λόγον ἀπέστειλεν εἰς τὸν κόσμον, ὃς ἀφικό-

μενος εἰς τὸν ἄνθρωπον λούσασθαι ὕδατι καὶ πνεύματι, καὶ ἀναγεν-

νήσας πρὸς ἀφθαρσίαν ψυχῆς τε καὶ σώματος, ἐνεφύσησεν ἡμῖν πνεῦμα

ζωῆς, περιαμφιάσας ἡμᾶς ἀφθάρτῳ πανοπλίᾳ. εἰ οὖν ἀθάνατος γέγονεν

ὁ ἄνθρωπος, ἔσται καὶ θεός. εἰ δὲ θεὸς δι' ὕδατος καὶ πνεύματος

ἁγίου μετὰ τὴν τῆς κολυμβήθρας ἀναγέννησιν γίνεται, εὑρίσκεται καὶ

συγκληρονόμος Χριστοῦ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν. διὸ κηρύσσω

λέγων Δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν ἐπὶ τὴν τοῦ βαπτίσματος

ἀθανασίαν· ζωὴν ὑμῖν εὐαγγελίζομαι τοῖς ἐν τῷ ζόφῳ τῆς ἀγνωσίας

ἐνδιατρίβουσιν· δεῦτε εἰς ἐλευθερίαν ἐκ δουλείας, εἰς βασιλείαν ἐκ τυραν-

νίδος, εἰς ἀφθαρσίαν ἐκ τῆς φθορᾶς. καὶ πῶς, φησίν, ἐλευσόμεθα;

πῶς; δι' ὕδατος καὶ ἁγίου πνεύματος. τοῦτο δέ ἐστιν τὸ ὕδωρ τὸ

τῷ πνεύματι κοινωνοῦν, δι' οὗ παράδεισος ποτίζεται, δι' οὗ ἡ γῆ

πιαίνεται, δι' οὗ φυτὸν αὔξει, δι' οὗ ζῷα τεκνογονεῖ καὶ, ἵνα πάντα

συνελὼν εἴπω, δι' οὗ ἀναγεννώμενος ζῳογονεῖται ἄνθρωπος, ἐν ᾧ καὶ

ὁ Χριστὸς ἐβαπτίσατο, ἐν ᾧ καὶ τὸ πνεῦμα κατήρχετο ἐν εἴδει περι-

στερᾶς.

9

τοῦτο δέ ἐστιν τὸ πνεῦμα τὸ ἀπ' ἀρχῆς ἐπιφερόμενον

ἐπάνω τῶν ὑδάτων, δι' οὗ κόσμος κινεῖται, δι' οὗ κτίσις ἵσταται καὶ

τὰ σύμπαντα ζῳογονεῖται, τὸ ἐν προφήταις ἐνεργῆσαν, τὸ ἐπὶ Χριστὸν

καταπτάν. τοῦτό ἐστι τὸ πνεῦμα τὸ δοθὲν τοῖς ἀποστόλοις ἐν εἴδει

πυρίνων γλωσσῶν. τοῦτο τὸ πνεῦμα ἐζήτει Δαβὶδ λέγων „καρδίαν

καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς

ἐγκάτοις μου“. περὶ τούτου καὶ Γαβριὴλ ἔλεγε τῇ παρθένῳ ”πνεῦμα

ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι”. διὰ

τούτου τοῦ πνεύματος Πέτρος ἐφθέγξατο τὴν μακαρίαν ἐκείνην φωνὴν

„σὺ εἶ ὁ Χριστὸς, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος“. διὰ τούτου τοῦ πνεύ-

ματος ἐστερεώθη ἡ πέτρα τῆς ἐκκλησίας. τοῦτό ἐστιν τὸ πνεῦμα ὁ

παράκλητος τὸ διὰ σὲ πεμπόμενον, ἵνα δείξῃ σε τέκνον θεοῦ.

10

δεῦρο

τοίνυν, ἀναγεννήθητι, ἄνθρωπε, εἰς υἱοθεσίαν θεοῦ. καὶ πῶς; φησίν.

ἐὰν μηκέτι μοιχεύσῃς μηδὲ φονεύσῃς μηδὲ εἰδωλολατρεύσῃς, ἐὰν μὴ

κρατηθῇς ὑφ' ἡδονῆς, ἐὰν μὴ πάθος ὑπερηφανίας κυριεύσῃ σου, ἐὰν

ἀποξέσῃς τὸν ῥύπον τῆς ἀκαθαρσίας καὶ ἀπορρίψῃς τὸ φορτίον τῆς

ἁμαρτίας, ἐὰν ἀποδύσῃ τὴν πανοπλίαν τοῦ διαβόλου καὶ ”ἐνδύσῃ τὸν

θώρακα τῆς πίστεως”, καθώς φησιν Ἡσαΐας „λούσασθε καὶ καθαροὶ

γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν καρδιῶν ὑμῶν· μάθετε καλὸν

ποιεῖν· ἐκζητήσατε κρίσιν· ῥύσασθε ἀδικούμενον· κρίνατε ὀρφανῷ καὶ

δικαιώσατε χήραν. καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέγει κύριος. καὶ ἐὰν

ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν

ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. καὶ ἐὰν θέλητε καὶ τῆς φωνῆς μου

ἀκούσητε, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε“. εἶδες, ἀγαπητέ, πῶς προεῖπεν

ὁ προφήτης τὸ τοῦ βαπτίσματος καθάρσιον. ὁ γὰρ καταβαίνων μετὰ

πίστεως εἰς τὸ τῆς ἀναγεννήσεως λουτρὸν ἀποτάσσεται τῷ πονηρῷ,

συντάσσεται δὲ τῷ Χριστῷ· ἀπαρνεῖται τὸν ἐχθρόν, ὁμολογεῖ δὲ τὸ

θεὸν εἶναι τὸν Χριστόν· ἀποδύεται τὴν δουλείαν, ἐνδύεται δὲ τὴν

υἱοθεσίαν· ἀνέρχεται ἀπὸ τοῦ βαπτίσματος ”λαμπρὸς ὡς ὁ ἥλιος”, ἀπα-

στράπτων τὰς τῆς δικαιοσύνης ἀκτῖνας. τὸ δὲ μέγιστον, ἄνεισιν υἱὸς

θεοῦ καὶ συγκληρονόμος Χριστοῦ. αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν

τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ πνεύματι νῦν καὶ ἀεὶ καὶ

εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. ἀμήν.

{Ἱππολύτου.} Εἰ δὲ βούλει, λόγος θεοῦ ἦν πρωτότοκος, ἀπ' οὐρανῶν ἐπὶ τὴνμακαρίαν Μαρίαν κατερχόμενος, καὶ ἄνθρωπος πρωτότοκος ἐν κοιλίᾳπλασσόμενος, ἵνα ὁ πρωτότοκος λόγος τοῦ θεοῦ πρωτοτόκῳ ἀνθρώπῳσυναπτόμενος δειχθῇ.{Ἱππολύτου.} Ὅτε „αὐτὸν ἀνήγαγον εἰς τὸ ἱερόν, παραστῆσαι τῷ κυρίῳ“, τὰςκαθαρσίους ἐπιτελοῦντες ἀναφοράς. εἰ γὰρ τὰ καθάρσια δῶρα κατὰτὸν νόμον ὑπὲρ αὐτοῦ προσεφέρετο, ταύτῃ καὶ ὑπὸ νόμον γέγονεν.οὔτε δὲ ὁ λόγος ὑπέκειτο τῷ νόμῳ, καθάπερ οἱ συκοφάνται δοξάζου-σιν, αὐτὸς ὢν ὁ νόμος· οὔτε ὁ θεὸς ἐδεῖτο θυμάτων καθαρσίων, ἀθρόᾳῥοπῇ καθαρίζων ἅπαντα καὶ ἁγιάζων. ἀλλ' εἰ καὶ ἐκ τῆς παρθένουτὸ ἀνθρώπινον ὄργανον ἀναλαβὼν ἐφόρεσε καὶ ὑπὸ νόμον ἐγένετο,κατὰ τὰς τῶν πρωτοτόκων ἀξίας καθαρισθείς, οὐκ αὐτὸς δεόμενοςτῆς τούτων χορηγίας ὑπέμενε τὰς θεραπείας, ἀλλ' ἵνα τῆς τοῦ νόμουδουλείας ἐξαγοράσῃ τοὺς πεπραμένους τῇ δίκῃ τῆς ἀρᾶς.{Ἱππολύτου ἐπισκόπου Ῥώμης καὶμάρτυρος.} Διὰ τοῦτο ”πυλωροὶ ᾅδου ἰδόν-τες σε ἔπτηξαν”, καὶ συνετρίβησανπύλαι χαλκαῖ, καὶ μοχλοὶ σιδηροῖσυνεκλάσθησαν· καὶ ἰδοὺ ὁ μονο-γενὴς εἰσῆλθεν ὡς ψυχὴ μετὰ ψυ-χῶν, θεὸς λόγος ἔμψυχος· τὸ γὰρσῶμα ἔκειτο ἐν μνημείῳ, οὐχὶ κε-νωθὲν τῆς θεότητος· ἀλλ' ὥσπερἐν τῷ ᾅδῃ ὤν, τῇ οὐσίᾳ ἦν πρὸςτὸν πατέρα, οὕτως ἦν καὶ ἐν τῷσώματι καὶ ἐν τῷ ᾅδῃ· ἀχώρητοςγάρ ἐστι καὶ ὁ υἱὸς ὡς ὁ πατήρ,καὶ πάντα περιέχει· ἀλλὰ θέλωνἐχωρήθη ἐν σώματι ἐμψύχῳ, ἵναμετὰ τῆς ἰδίας ψυχῆς πορευθῇ εἰςτὸν ᾅδην, καὶ μὴ γυμνῇ τῇ θεότητι.{Καὶ πάλιν ὁ αὐτὸς (d. h. Ἱππόλυτος) ἐν τῷ πρώτῳ λόγῳ τοῦ}Περὶ τοῦ ἁγίου πάσχα συγγράμματος εἴρηκεν οὕτως· Οὐδὲ ἐν τοῖς πρώτοις οὐδὲ ἐν τοῖς ἐσχάτοις ὡς οὐκ ἐψεύσατοπρόδηλον, ὅτι ὁ πάλαι προειπὼν ὅτι „οὐκέτι φάγομεν τὸ πάσχα“εἰκότως τὸ μὲν δεῖπνον ἐδείπνησε πρὸ τοῦ πάσχα, τὸ δὲ πάσχα οὐκἔφαγεν, ἀλλ' ἔπαθεν. οὐδὲ γὰρ καιρὸς ἦν τῆς βρώσεως αὐτοῦ.{Τοῦ ἁγίου Ἱππολύτου ἐπισκόπου καὶ μάρτυροςἐκ τῆς εἰς τὸ πάσχα ἐξηγήσεως.} Ὅλος ἦν ἐν πᾶσι καὶ πανταχοῦ, γεμίσας δὲ τὸ πᾶν πρὸς πάσαςτὰς ἀερίους ἀρχάς, γυμνὸς ἀνταπεδύσατο, καὶ πρὸς ὀλίγον βοᾷ ”παρελ-θεῖν τὸ ποτήριον”, ἵνα δείξῃ ἀληθῶς ὅτι καὶ ἄνθρωπος ἦν, μεμνη-μένος δὲ καὶ δι' ὃ ἀπεστάλη, πληροῖ τὴν οἰκονομίαν εἰς ἣν ἀπεστάληκαὶ βοᾷ „πάτερ μὴ τὸ θέλημά μου“, ”τὸ μὲν πνεῦμα πρόθυμον, ἡδὲ σὰρξ ἀσθενής”.{Διήγησις Ἱππολύτου τοῦ γνωρίμου τῶν ἀποστόλων.} Ἐν ἄλλῳ βιβλίῳ παλαιοτάτῳ ἐπιγεγραμμένῳ Ἱππολύτου τοῦγνωρίμου τῶν ἀποστόλων εὗρον διήγημα τοιοῦτον· ὅτι Εὐγενεστάτητις καὶ ὡραιοτάτη παρθένος ὑπῆρχεν ἐν Κορίνθῳ πόλει ἀσκουμένηεἰς τὴν παρθενίαν. ταύτην κατ' ἐκεῖνο καιροῦ διέβαλλον τῷ τότεδικάζοντι Ἕλληνι ὄντι κατὰ τὸν καιρὸν τῶν διωκτῶν, ὡς βλασφη-μοῦσαν καὶ τοὺς καιροὺς καὶ τοὺς βασιλεῖς καὶ δυσφημοῦσαν τὰ εἴδωλα.προσεπῄνουν δὲ τὸ ταύτης κάλλος οἱ περὶ τὰ τοιαῦτα κάπηλοι. γυναι-κομανὴς οὖν ὑπάρχων ὁ δικαστὴς ἡδέως ἐδέξατο τὴν διαβολὴν τοῖςἱππικοῖς ὠτίοις. καὶ ὡς πᾶσαν κατ' αὐτὴν μηχανὴν κινήσας πεῖσαι τὴνἄνθρωπον οὐκ ἠδυνήθη, τότε ἀπομανεὶς πρὸς αὐτὴν τιμωρίᾳ μὲν οὐπαρέδωκε βασάνων, ἀλλὰ στήσας αὐτὴν εἰς πορνεῖον ἐνετείλατο τῷνέμοντι ταύτην λέγων ὅτι Δέξαι ταύτην ἡμερήσιά μοι τρία νομίσματαφέρων ἐκ ταύτης. ὁ δὲ εἰσπραττόμενος τὸν χρυσὸν ἔκδοτον αὐτὴνπαρεῖχε τοῖς βουλομένοις. ὡς οὖν ἔγνωσαν οἱ περὶ ταῦτα γυναικοϊέρακεςπαρήδρευσαν τῷ ἐργαστηρίῳ τῆς ἀπωλείας καὶ διδόντες τὸ κέρμαὡμίλουν αὐτῇ τὰ πρὸς ἀπάτην. ἡ δὲ ἐκλιπαροῦσα αὐτοὺς παρεκάλειλέγουσα ὅτι· Ἕλκος ἔχω τι εἰς κεκρυμμένον τόπον, ὅπερ ἐσχάτως ὄζει,καὶ δέδοικα, μὴ εἰς μῖσός μου ἔλθητε. ἔκδοτε οὖν μοι ὀλίγας ἡμέραςκαὶ ἐξουσίαν μου ἔχετε καὶ δωρεάν με ἔχειν. Δεήσεσιν οὖν τὸν θεὸν ἱκέτευεν ἐν ἐκείναις ταῖς ἡμέραις. ὅθενκαὶ θεασάμενος ὁ θεὸς αὐτῆς τὴν σωφροσύνην νεανίσκῳ τινὶ Μαγι-στριανῷ καλῷ τὴν γνώμην καὶ τῷ εἴδει ἐνέθηκε ζῆλον πυριφαγῆ θα-νάτου. καὶ ἀπελθὼν τῷ σχήματι τῆς ἀκολασίας εἰσέρχεται βαθεῖανἑσπέραν πρὸς τὸν τρέφοντα ταύτας καὶ δίδωσιν αὐτῷ πέντε νομίσ-ματα καὶ λέγει αὐτῷ· Συγχώρησόν μοι μεῖναι τὴν νύκτα ταύτην μετ'αὐτῆς. εἰσελθὼν οὖν εἰς τὸν ἀπόκρυφον οἶκον λέγει αὐτῇ· Ἀνάστα,σῶσον σεαυτήν. καὶ ἐκδύσας καὶ μεταμφιάσας αὐτὴν τοῖς ἰδίοις ἱμα-τίοις τοῖς τε καμισίοις καὶ τῇ χλαμύδι καὶ τοῖς ἀνδρείοις πᾶσι λέγειαὐτῇ· Τῷ ἄκρῳ τῆς χλαμύδος περικαλυψαμένη ἔξελθε. καὶ οὕτωσφραγισαμένη καὶ ἐξελθοῦσα ἄφθορος καὶ ἀμίαντος διασέσωσται. τῇοὖν ἄλλῃ ἡμέρᾳ γνωσθέντος τοῦ δράματος παρεδόθη ὁ Μαγιστριανὸςτῷ δικαστῇ καὶ ἐβλήθη θηρίοις, ἵνα καὶ ἐν τούτῳ ὁ δαίμων καται-σχυνθῇ, ὅτι διπλοῦς ἐγένετο μάρτυς καὶ ὑπὲρ ἑαυτοῦ καὶ ὑπὲρ τῆςμακαρίας καὶ φιλοπαρθένου ἐκείνης.