Commentarium in Danielem
- Authority group
- Hippolytus Scr. Eccl. (catalogue association; authorship remains anonymous)
- Edition reference
- Commentarium in Danielem, ed. M. Lefèvre, Hippolyte. Commentaire sur Daniel [Sources chrétiennes 14. Paris: Éditions du Cerf, 1947]: 70–386.
- CTS identifier
urn:cts:greekLit:tlg2115.tlg030.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
2
1
τίνες δὲ καὶ ὁποῖαι αἱ αἰχμαλωσίαι γεγένηνται τῷ λαῷ καὶ
ἐπὶ τίνων βασιλέων μὴ παραλείψωμεν.
2
Πέντε γὰρ οὗτοι
υἱοὶ γίνονται τοῦ μακαρίου Ἰωσίου, Ἰωάχας καὶ Ἐλια-
κεὶμ καὶ Ἰωάνναν, Σεδεκίας, ὁ καὶ Ἰεχονίας, καὶ Σαλούμ.
3
Καὶ ὁ μὲν Ἰωάχας μετὰ τὴν τελευτὴν τοῦ πατρὸς
αὐτοῦ χρίεται ὑπὸ τοῦ λαοῦ εἰς βασιλέα, ὢν ἐτῶν κγ.
4
Ἐπὶ τοῦτον ἀναβαίνει Φαραὼ Νεχαὼ ἐν τῷ μηνὶ τῷ
τρίτῳ τῆς βασιλείας αὐτοῦ καὶ λαβὼν αὐτὸν δέσμιον ἄγει
εἰς Αἴγυπτον καὶ ἐπιτίθησι φόρον τῇ γῇ «ἑκατὸν τάλαντα
ἀργυρίου καὶ δέκα τάλαντα χρυσίου» καὶ καθιστᾷ ἀντ'
αὐτοῦ Ἐλιακεὶμ τὸν ἀδελφὸν αὐτοῦ βασιλέα ἐπὶ τῆς γῆς,
ὃν καὶ μετωνόμασεν Ἰωακείμ· οὗτος βασιλεύει ἐπὶ ἔτη
ἕνδεκα.
5
Ἐπὶ τοῦτον «ἀνέβη» «Ναβουχοδονόσορ ὁ
βασιλεὺς Βαβυλῶνος» καὶ λαβὼν αὐτὸν δέσμιον ἄγει εἰς
Βαβυλῶνα «καὶ μέρος» τι «τῶν σκευῶν οἴκου κυρίου»
τῶν ἐν Ἱερουσαλήμ.
6
Οὗτος κατάκλειστος γενόμενος ὡς
φίλος τοῦ Φαραὼ καὶ ὑπ' αὐτοῦ βασιλεὺς κατασταθείς,
«τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει» ἐξάγεται ὑπὸ Εὐιλὰτ
Μαρωδὰχ βασιλέως Βαβυλῶνος. «Καὶ ἔκειρεν» αὐτοῦ τὴν
κεφαλὴν καὶ ἦν αὐτοῦ σύμβουλος «καὶ ἤσθιεν» ἐν τῇ
τραπέζῃ αὐτοῦ ἕως τῆς ἡμέρας «ἧς ἀπέθανεν.»
3
1
Τούτου οὖν μεταχθέντος βασιλεύει ὁ υἱὸς αὐτοῦ
Ἰωακεὶμ ἔτη τρία.
2
Καὶ ἐπὶ τοῦτον ὡς εἴρηται «ἀνέβη
Ναβουχοδονόσορ» καὶ μετοικίζει αὐτόν τε καὶ ἐκ τοῦ λαοῦ
δέκα χιλιάδας ἀνδρῶν εἰς Βαβυλῶνα καὶ καθιστᾷ ἀντ'
αὐτοῦ Ἰεχονίαν τὸν ἀδελφὸν τοῦ πατρὸς αὐτοῦ, ὃν καὶ
μετωνόμασε Σεδεκίαν, μεθ' οὗ ὅρκια καὶ συνθήκας ποιη-
σάμενος ἄπεισιν εἰς Βαβυλῶνα.
3
Οὗτος βασιλεύσας ἔτη
ἕνδεκα ἀπέστη ἀπ' αὐτοῦ καὶ ἔδωκεν ἑαυτὸν πρὸς Φαραὼ
βασιλέα Αἰγύπτου.
4
Ἐν δὲ τῷ δωδεκάτῳ ἔτει «ἦλθεν
ἐπ' αὐτὸν »Ναβουχοδονόσορ« »καὶ πᾶσα ἡ δύναμις τῶν
Χαλδαίων καὶ περιεχαράκωσαν« τὴν πόλιν καὶ περι-
εκάθισαν αὐτὴν κυκλόθεν καὶ συνεῖχον αὐτὴν πάντοθεν,
ὅθεν οἱ πλείονες αὐτῶν ἐν λιμῷ διεφθάρησαν, οἱ δὲ ἐν
ῥομφαίᾳ ἀπώλοντο, τινὲς δὲ αὐτῶν αἰχμάλωτοι ἐλήφθησαν.
Ἡ δὲ πόλις ἐνεπυρίσθη ἐν πυρὶ καὶ ὁ ναὸς καὶ τὸ τεῖχος
καθῃρέθη.
5
Καὶ πάντας τοὺς θησαυροὺς τοὺς εὑρεθέντας
ἐν οἴκῳ κυρίου ἔλαβεν ἡ δύναμις τῶν Χαλδαίων καὶ πάντα
τὰ σκεύη, τά τε χρυσᾶ, καὶ ἀργυρᾶ, καὶ πάντα χαλκὸν
ἐξέκοψεν Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος καὶ ἤνεγκεν αὐτὰ
εἰς Βαβυλῶνα, αὐτὸν δὲ τὸν Σεδεκίαν διὰ νυκτὸς φεύγοντα
μετὰ ἀνδρῶν ἑπτακοσίων »κατεδίωξαν αἱ δυνάμεις τῶν
Χαλδαίων« »καὶ κατέλαβον αὐτὸν ἐν Ἱεριχώ«· »καὶ
ἤγαγον αὐτὸν πρὸς βασιλέα Βαβυλῶνος εἰς Δεβλαθά«.
6
Καὶ ἐκρίθη μετ' αὐτοῦ ὁ βασιλεὺς ἐν θυμῷ διὰ τὸ παρα-
βεβηκέναι αὐτὸν τὸν ὅρκον κυρίου καὶ τὴν διαθήκην, ἣν
διέθετο πρὸς αὐτόν.
7
Καὶ λαβὼν τοὺς υἱοὺς αὐτοῦ
ἔσφαξεν ἔμπροσθεν αὐτοῦ καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου
ἐξετύφλωσεν »καὶ ἔδησεν αὐτὸν ἐν πέδαις« σιδηραῖς »καὶ
ἤγαγεν αὐτὸν« »εἰς Βαβυλῶνα«· καὶ ἦν ἀλήθων ἐν τῷ
μύλωνι »ἕως τῆς ἡμέρας ἧς ἀπέθανεν«.
8
Καὶ ἐν τῷ
ἀποθανεῖν αὐτὸν λαβόντες τὸ σῶμα αὐτοῦ ἔρριψαν ὀπίσω
τοῦ τείχους Νινευΐ.
9
Ἐπὶ τούτου πληροῦται ἡ προφητεία
Ἱερεμίου λέγοντος »ζῶ ἐγώ, λέγει κύριος, ἐὰν γενόμενος
γένηται Ἰεχονίας υἱὸς Ἰωσίου βασιλεὺς Ἰούδα ἀποσφρά-
γισμα ἐπὶ τῆς χειρός μου τῆς δεξιᾶς, ἐκεῖθεν ἐκσπάσω σε
καὶ δώσω σε εἰς χεῖρας τῶν ζητούντων τὴν ψυχήν σου, ὧν
σὺ εὐλαβῇ ἀπὸ προσώπου αὐτῶν, εἰς χεῖρας τῶν Χαλδαίων.
Καὶ ἀπορρίψω σε καὶ τὴν μητέρα σου τὴν τεκοῦσάν σε εἰς
γῆν, οὗ οὐκ ἐτέχθης ἐκεῖ, κἀκεῖ ἀποθανεῖσθε. Εἰς δὲ τὴν
γῆν, ἣν αὐτοὶ εὔχονται ταῖς ψυχαῖς αὐτῶν, οὐ μὴ ἐπιστρέ-
ψωσιν. Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος ἄχρηστον οὗ οὐκ ἔστι
χρεία, διότι ἐξερρίφη καὶ ἐξεβλήθη εἰς γῆν ἣν οὐκ ᾔδει.
Γῆ, 〈γῆ〉, ἄκουε λόγον κυρίου. Γράψον τὸν ἄνδρα τοῦτον
ἐκκήρυκτον ἄνθρωπον, ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος
αὐτοῦ καθήμενος ἐπὶ θρόνου Δαβὶδ ἄρχων ἔτι ἐν τῷ Ἰούδα.«
4
1
Τοῦ οὖν λαοῦ παντὸς μετοικισθέντος καὶ τῆς
πόλεως ἐρημωθείσης τοῦ τε ἁγιάσματος καθῃρημένου εἰς
τὸ πληρωθῆναι τὸν λόγον κυρίου, ὃν ἐλάλησε διὰ τοῦ
στόματος Ἱερεμίου τοῦ προφήτου λέγοντος ὅτι »ἔσται«
ἔρημον ἁγίασμα »ἑβδομήκοντα ἔτη«; εὑρίσκομεν τὸν
μακάριον Δανιὴλ ἐν Βαβυλῶνι προφητεύσαντα καὶ ἔκδικον
τῆς Σωσάννης γενόμενον.
5
1
Λέγει γὰρ ἡ γραφή· »Καὶ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι
καὶ ὄνομα αὐτοῦ Ἰωακεὶμ καὶ ἔλαβε γυναῖκα, ᾗ ὄνομα
Σουσάννα, θυγατέρα Χελκίου, καλὴν σφόδρα καὶ φοβου-
μένην τὸν κύριον, καὶ ἦσαν οἱ γονεῖς αὐτῆς δίκαιοι καὶ
ἐδίδαξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωϋσῆ.«
2
Αὕτη μὲν οὖν ἡ ἱστορία γεγένηται ὕστερον, προεγράφη
δὲ τῆς βίβλου πρώτη.
3
Ἔθος γὰρ ἦν τοῖς γραμματεῦσιν
ὑστερόπρωτα πολλὰ ἐν ταῖς γραφαῖς τιθέναι. Εὑρίσκομεν
γὰρ καὶ ἐν τοῖς προφήταις ὁράσεις τινὰς πρώτας γεγενη-
μένας καὶ ἐπ' ἐσχάτων πεπληρωμένας καὶ αὖ πάλιν ἐπ'
ἐσχάτων εἰρημένας καὶ πρώτας γεγενημένας.
4
Τοῦτο δὲ
οἰκονομίᾳ τοῦ πνεύματος ἐγίνετο, ἵνα μὴ ὁ διάβολος συνιῇ
τὰ ὑπὸ τῶν προφητῶν ἐν παραβολαῖς λαλούμενα καὶ παγι-
δεύσας ἐκ δευτέρου πάλιν ἀποκτείνῃ τὸν ἄνθρωπον.
6
1
Ἡ δὲ ἀρχὴ τῆς βίβλου ἐστὶν ἥδε.
»Ἐν ἔτει τρίτῳ τῆς βασιλείας Ἰωακεὶμ βασιλέως Ἰούδα
ἦλθεν Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος εἰς Ἱερου-
σαλὴμ καὶ ἐπολιόρκησεν αὐτήν. Καὶ ἔδωκε κύριος ἐν χειρὶ
αὐτοῦ τὸν Ἰωακεὶμ βασιλέα Ἰούδα καὶ ἀπὸ μέρους τῶν
σκευῶν οἴκου τοῦ θεοῦ καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Σεναὰρ
εἰς οἶκον τοῦ θεοῦ αὐτοῦ.«
2
Ταῦτα μὲν οὖν ἡ γραφὴ
οὕτως διηγεῖται, ἵνα τὴν γεγενημένην δευτέραν αἰχμαλωσίαν
τοῦ λαοῦ σημάνῃ, ἡνίκα μετῳκίσθη ὅ τε Ἰωακεὶμ 〈ὁ υἱὸς
τοῦ Ἰωακεὶμ〉 καὶ οἱ σὺν αὐτῷ τρεῖς παῖδες ἅμα τῷ
Δανιὴλ εἰλημμένοι.
3
Οὗτος δὲ Ἰωακεὶμ γίνεται ἀνὴρ
Σουσάννης.
7
1
Λέγει δὲ ἡ γραφή· »Καὶ εἶπεν ὁ βασιλεὺς Ἀσφα-
νὲζ τῷ ἀρχιευνούχῳ εἰσαγαγεῖν ἀπὸ τῆς αἰχμαλωσίας τῶν
υἱῶν Ἰσραὴλ καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας καὶ ἀπὸ
τῶν φορθομμὶν νεανίσκους, οἷς οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος,
καλοὺς τῇ ὄψει καὶ συνιέντας ἐν πάσῃ σοφίᾳ καὶ γινώσκον-
τας γνῶσιν καὶ διανοουμένους φρόνησιν καὶ οἷς ἐστιν ἰσχὺς
ἐν αὐτοῖς ἑστάναι ἐν οἴκῳ τοῦ βασιλέως, καὶ διδάξαι αὐτοὺς
γράμματα καὶ γλώσσαν Χαλδαίων. Καὶ διέταξεν αὐτοῖς ὁ
βασιλεὺς τὸ τῆς ἡμέρας καθ' ἡμέραν ἀπὸ τῆς τραπέζης τοῦ
βασιλέως καὶ ἀπὸ τοῦ οἴνου τοῦ ποτοῦ αὐτοῦ καὶ θρέψαι
αὐτοὺς ἔτη τρία καὶ μετὰ ταῦτα στῆναι ἐνώπιον τοῦ βασι-
λέως. Καὶ ἐγένετο ἐν αὐτοῖς ἐκ τῶν υἱῶν Ἰούδα Δανιὴλ καὶ
Ἀνανίας, Μισαὴλ καὶ Ἀζαρίας.«
2
Ταῦτα μὲν οὐ δεῖ ἐν παραδρομῇ ἀναγινώσκειν τοὺς
φιλομαθεῖς, ἐπιστῆσαι δὲ τὸν νοῦν πρὸς τὰ προκείμενα.
Οὐδὲν γὰρ ἀργὸν κηρύττουσιν ἡμῖν αἱ θεῖαι γραφαί, ἀλλὰ
πρὸς μὲν τὴν ἡμῶν αὐτῶν νουθεσίαν, τῶν δὲ προφητῶν
μακαρισμὸν καὶ πάντων τῶν ὑπ' αὐτῶν λελαλημένων ἀπό-
δειξιν.
3
Ἡνίκα γὰρ Ἐζεκίας βασιλεὺς Ἰούδα ἐμαλακίσθη
ἕως θανάτου, τότε »ἦλθεν πρὸς αὐτὸν Ἡσαΐας ὁ προφήτης
καὶ εἶπεν αὐτῷ· τάξαι περὶ τῶν υἱῶν σου καὶ τῶν θυγατέ-
ρων σου καὶ τοῦ οἴκου τοῦ πατρός σου· ἀποθνήσκεις γὰρ
σὺ καὶ οὐ ζήσει.«
4
Ἐφ' ᾧ ῥήματι λυπηθεὶς »Ἐζεκίας
ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον καὶ προσηύ-
ξατο πρὸς τὸν κύριον λέγων· κύριε, μνήσθητί μου καθὼς
πεπόρευμαι ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ ἐν πίστει καὶ ἐν
καρδίᾳ πλήρει καὶ τὸ ἀρεστὸν ἐνώπιόν σου ἐποίησα. Καὶ
ἔκλαυσεν Ἐζεκίας κλαυθμῷ πλείονι.«
5
Τούτου τε γενο-
μένου πέμπεται πρὸς αὐτὸν Ἡσαΐας ἐκ δευτέρου καί φησι
πρὸς αὐτόν· »Τάδε λέγει κύριος, ὁ θεὸς Δαβίδ, τοῦ πατρός
σου· ἤκουσα τῆς προσευχῆς σου καὶ εἶδον τὰ δάκρυά σου
καὶ ἤκουσα τῆς φωνῆς σου. Ἰδοὺ προστίθημι εἰς τὸν χρόνον
σου ἔτη ιεʹ 〈καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων ῥύσομαί
σε〉. Τοῦτο δέ σοι τὸ σημεῖον παρὰ κυρίου ὅτι ποιήσει ὁ
θεὸς τὸ ῥῆμα τοῦτο, κύριος τὸν λόγον τοῦτον, ὃν ἐλάλησεν ...
Ἰδοὺ στρέφω τὴν σκιὰν τῶν ἀναβαθμῶν τοῦ οἴκου τοῦ
πατρός σου, οὓς κατέβη ὁ ἥλιος .., τοὺς δέκα ἀναβαθμοὺς,
οὓς κατέβη ἡ σκιά« ὥστε γενέσθαι τὴν ἡμέραν ἐκείνην
ὡρῶν λβʹ.
6
Τοῦ γὰρ ἡλίου 〈δια〉δραμόντος καὶ ἐπὶ τὴν
δεκάτην ὥραν φθάσαντος καὶ τῆς σκιᾶς τοὺς δέκα ἀνα-
βαθμοὺς τοῦ οἴκου [τοῦ ναοῦ] κατελθούσης ἀνέστρεψε πάλιν
ὁ ἥλιος τοὺς δέκα ἀναβαθμοὺς »εἰς τὰ ὀπίσω« κατὰ τὸ
ῥῆμα κυρίου καὶ ἐγένοντο ὧραι κʹ· καὶ πάλιν τὸν ἴδιον
δρόμον κατὰ τὴν ἰδίαν τάξιν κυκλώσας ὁ ἥλιος ἐπορεύθη
εἰς δυσμάς. Ἐγένοντο οὖν ὧραι τριάκοντα δύο.
8
1
Ἀλλ' ἴσως ἐρεῖ τις, ἀδύνατον τοῦτο γενέσθαι. Ὦ
ἄνθρωπε, τί ἀδύνατον τῷ θεῷ; οὐκ αὐτὸς ἀπ' ἀρχῆς τὴν
πᾶσαν κτίσιν ἐκ μὴ ὄντων ἐδημιούργησε καὶ τὰ στοιχεῖα
ἔθετο ἐν αὐτῇ εἰς φαῦσιν τῆς ἡμέρας καὶ τῆς νυκτός, ᾧ καὶ
πάντα ὑποτασσόμενα δουλεύει καὶ τῆς τούτου φωνῆς ὑπα-
κούοντα τρέμει; »Τὰ οὖν ἀδύνατα παρὰ τοῖς ἀνθρώποις
ταῦτα δυνατὰ παρὰ τῷ θεῷ.«
2
Ἔχομεν δὲ καὶ ἑτέραν
μαρτυρίαν ἐπὶ τοῦτο ἐναπόδεικτον.
3
Ἡνίκα 〈γὰρ〉 Ἰησοῦς
ὁ τοῦ Ναυὴ ἐπολέμει τοὺς Ἀμωρραίους, τοῦ ἡλίου ἤδη εἰς
δυσμὰς κλίνοντος καὶ τοῦ πολέμου ἀθρόως ἐπικειμένου,
εὐλαβηθεὶς ὁ μακάριος Ἰησοῦς μήποτε νυκτὸς ἐπιγενομένης
διαφύγωσιν οἱ ἀλλόφυλοι, ἐβόησε λέγων· »Στήτω ὁ ἥλιος
κατὰ Γαβαὼν καὶ ἡ σελήνη κατὰ φάραγγα Αἰλῶν«, ἕως
ἂν ἐκπολεμήσω τὸν λαὸν τοῦτον. »Καὶ ἔστη ὁ ἥλιος καὶ ἡ
σελήνη ἐν τῇ στάσει αὐτῶν« 〈»καὶ οὐ προεπορεύετο εἰς
δυσμὰς εἰς τέλος ἡμέρας μιᾶς«〉, ὥστε γενέσθαι τὴν
ἡμέραν ἐκείνην ὡρῶν κδʹ. Καὶ διὰ τοῦτο ἐπεμαρτύρησεν ἡ
γραφὴ λέγουσα· »οὐκ ἐγενήθη ἡμέρα τοιαύτη οὐδέποτε
ὥστε ἐπακοῦσαι θεὸν ἀνθρώπου.«
4
Ὁ οὖν ἀπ' ἀρχῆς τὰ
στοιχεῖα ὁροθετήσας ἐν οὐρανῷ καὶ τούτοις ἀεικινήτους
δρόμους κατὰ τὴν ἑαυτοῦ ἐξουσίαν προστάξας, πῶς οὐχὶ καὶ
μετάγειν καὶ τρέπειν καὶ ἀλλοιοῦν, ἡνίκα ἐὰν βούληται
δυνατὸς εἶναι;
5
Ἐπὶ μὲν γὰρ τοῦ Ἰησοῦ ἔστη ὁ ἥλιος
κατὰ Γαβαὼν καὶ ἡ σελήνη κατὰ φάραγγας Ἐλὼμ ἕως
ἡμέρας μιᾶς, καὶ ἀνέστρεψεν ἐπὶ Ἐζεκίου σὺν τῷ ἡλίῳ καὶ
ἡ σελήνη εἰς τοὐπίσω, ἵνα μὴ ἡ σύγκρουσις τῶν δύο στοι-
χείων γένηται ἀτάκτως ἀλλήλοις ἐπιφερομένων. Ἐπὶ δὲ τοῦ
κυρίου πάσχοντος αὐτοῦ οὐ μόνον τὰ στοιχεῖα, ἀλλὰ καὶ
αὐτὴ ἡ ἡμέρα καὶ ὁ πᾶς κόσμος ἐσείσθη.
9
1
Καὶ γὰρ καταπλαγεὶς τότε Μαρωδὰχ ὁ Χαλδαῖος, ὁ
βασιλεὺς Βαβυλῶνος διὰ τὸ τὴν ἀστρολογικὴν τέχνην ἀσκεῖν
καὶ τὸν τοῦ ἡλίου δρόμον ἀκριβῶς καταμετρεῖν μαθὼν τὴν
αἰτίαν ἔπεμψεν ἐπιστολὴν καὶ δῶρα τῷ Ἐζεκίᾳ.
2
Ὃν
τρόπον ἐποιήσαν καὶ οἱ μάγοι ἀπὸ ἀνατολῶν ἐλθόντες. Τοῦ
γὰρ κυρίου »ἐν Βηθλεὲμ γεννηθέντος« καὶ τοῦ ἄστρου ἐν
οὐρανῷ κατὰ τὸ προφητευόμενον ἅμα φανέντος ξενισθέντες
οἱ μάγοι ἐπὶ τῷ γενομένῳ σημείῳ ἦλθον εἰς Ἱεροσόλυμα
λέγοντες· »ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων,
ἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν
προσκυνῆσαι αὐτῷ.«
3
Ὁμοίως οὖν καὶ οἱ Χαλδαῖοι τότε
μὴ εὑρόντες τὸν συνήθη τοῦ ἡλίου δρόμον ἐτίμησαν τὸν
Ἐζεκίαν δώροις καὶ ἐπιστολαῖς ὡς ἄνδρα θεοσεβῆ καὶ
δίκαιον θαυμάσαντες ἐπὶ τῷ σημείῳ τῷ ὑπὸ τοῦ θεοῦ αὐτῷ
δεδομένῳ.
10
5
Ὦ μακαρίων παίδων τὴν διαθήκην τῶν πατέρων φυλα-
ξάντων καὶ τὸν διὰ Μωϋσέως δοθέντα νόμον μὴ παραβάντων,
ἀλλὰ τὸν δι' αὐτοῦ κηρυττόμενον θεὸν φοβηθέντων.
6
Οὗτοι,
αἰχμάλωτοι »ἐν γῇ ἀλλοτρίᾳ« ὑπάρχοντες, οὐ βρώμασι
ποικίλοις ἠπατήθησαν οὐδὲ οἴνῳ ἡδονῆς ἐδουλώθησαν οὐδὲ
δόξῃ βασιλικῇ ἐδελεάσθησαν ἁρπαγέντες, ἐτήρησαν δὲ τὸ
ἑαυτῶν ἁγνὸν καὶ καθαρὸν στόμα, ὅπως καθαρὸς λόγος ἐκ
στόματος καθαρῶν προέλθῃ καὶ ἀνυμνήσῃ 〈καὶ δείξῃ〉 δι'
αὐτῶν τὸν ἐπουράνιον πατέρα.
[διδάσκουσιν] ὅτι μὴ βρώματα ἐπίγεια εἴη τὰ παρέχοντα
ἀνθρώποις κάλλος καὶ ἰσχύν, ἀλλὰ χάρις θεοῦ διὰ λόγου
δωρουμένη, .....
5bis
.. εἶδες πίστιν παίδων ἀμετάθετον καὶ φόβον θεοῦ
ἀπαράβατον; δέκα ἡμερῶν χρόνου διάστημα ᾐτήσαντο, ἵνα
ἐν τούτῳ ἐπιδείξωσι μὴ δύνασθαι ἑτέρως ἄνθρωπον παρὰ
θεοῦ κτήσασθαι χάριν, εἰ μὴ τῷ διὰ τοῦ Ἰησοῦ κηρυσσο-
μένῳ λόγῳ πιστεύουσιν.
11
2
Οὗτοι μὲν οὖν ἄρτῳ καὶ ὕδατι
μόνῳ τρεφόμενοι, τῇ 〈δὲ〉 ἐπουρανίῳ σοφίᾳ κοσμούμενοι
ἔσχον χάριν παρὰ πάντα τὰ παιδάρια τὰ συνήλικα αὐτῶν.
4
τούτους μὲν ἐν πάσῃ σοφίᾳ ὁ λόγος προῆγε,
μάρτυρας πιστοὺς ἐν Βαβυλῶνι δεικνυμένους, ἵνα δι' αὐτῶν
τῶν Βαβυλωνίων τὰ σεβάσματα καταισχυνθῇ καὶ Ναβουχο-
δονόσορ ὑπὸ τριῶν παίδων ἡττηθῇ καὶ διὰ τῆς τούτων
πίστεως τὸ ἐν καμίνῳ πῦρ φυγαδευθῇ καὶ ἡ μακαρία Σωσάν-
να ἐκ θανάτου ῥυσθῇ καὶ τῶν ἀνόμων πρεσβυτέρων μάταιος
ἐπιθυμία ἐλεγχθῇ.
12
1
»Καὶ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι καὶ ὄνομα αὐτοῦ
Ἰωακείμ. Καὶ ἔλαβε γυναῖκα, ᾗ ὄνομα Σουσάννα, θυγάτηρ
Χελκίου, καλὴ σφόδρα καὶ φοβουμένη τὸν κύριον.« Περὶ
οὗ ἔμπροσθεν λόγον ἐποιησάμεθα.
2
οὗτος ὁ Ἰωακεὶμ
πάροικος γενόμενος ἐν Βαβυλῶνι λαμβάνει τὴν Σωσάνναν
εἰς γυναῖκα.
3
Αὕτη δὲ ἦν θυγάτηρ Χελκίου τοῦ ἱερέως τοῦ
εὑρόντος τὸ βιβλίον τοῦ νόμου ἐν τῷ οἴκῳ κυρίου, ἡνίκα
Ἰωσίας ὁ βασιλεὺς ἐκέλευσεν αὐτὸν καθαρίσαι τὰ ἅγια τῶν
ἁγίων.
4
Ταύτης ἀδελφὸς γίνεται Ἱερεμίας ὁ προφήτης,
ὃς ἅμα τοῖς ἐπιλοίποις μετὰ τὴν γενομένην τοῦ λαοῦ ἐν
Βαβυλῶνι αἰχμαλωσίαν ἀπήχθη εἰς Αἴγυπτον καὶ παρῴκησεν
ἐν Τάφναις κἀκεῖ προφητεύων λιθοβοληθεὶς ὑπ' αὐτῶν ἀνῃρέθη.
5
Οὗτοι οὖν ἐκ τοῦ γένους τοῦ ἱερατικοῦ ὑπάρχοντες, ἐκ τῆς
φυλῆς τῆς Λευΐ, ἐπεμίγησαν τῇ φυλῇ Ἰούδα, ἵνα δικαίων
φυλῶν δύο σπερμάτων ἐπὶ τὸ αὐτὸ συνελθόντων τὸ δίκαιον
Χριστοῦ κατὰ σάρκα σπέρμα δειχθῇ καὶ ὁ ἐξ αὐτῶν ἐν
Βηθλεὲμ γεννώμενος καὶ ἱερεὺς θεοῦ ἀποδειχθῇ.
6
Καὶ γὰρ
Ματθαῖος βουλόμενος τὸ κατὰ σάρκα γένος τοῦ Χριστοῦ
καθαρὸν καὶ ἄσπιλον ἕως τοῦ Ἰωσὴφ καταγαγεῖν, ἐλθὼν
ἐπὶ τὸν Ἰωσίαν παρῃτήσατο τοὺς πέντε τούτου υἱοὺς καὶ
ὠνόμασε τὸν Ἰεχωνίαν, τὸν ἐν Βαβυλῶνι ἐκ τῆς Σουσάννης
γεννηθέντα ἀπὸ δικαίου σπέρματος ἐπὶ δίκαιον σπέρμα
μεθαλλόμενος. Λέγει γὰρ· »Ἰωσίας γεννᾷ τὸν Ἰεχωνίαν
καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.«
7
Πῶς οὖν τοῦτο ἀποδειχθήσεται; Ἰωσίας γὰρ ἐν γῇ
Ἰούδα βασιλεύσας τριάκοντα ἓν ἔτος ἐκεῖ τελευτᾷ. Πῶς οὖν
ἠδύνατο ἐκεῖ τελευτήσας γεννᾶν ἐν Βαβυλῶνι τὸν Ἰεχωνίαν;
8
Ἐκ τούτου δεῖ νοεῖν, ὅτι ἐκ τοῦ Ἰωακεὶμ καὶ ἐκ τῆς
Σουσάννης γεννηθέντα τοῦτον ἐγενεαλόγησε Ματθαῖος ὡς
υἱὸν ὄντα Ἐλιακεὶμ τοῦ καὶ Ἰωακεὶμ υἱοῦ Ἰωσίου. Οὐδὲ
γὰρ τὸν ἐκκήρυκτον ὑπὸ τοῦ πνεύματος Ἰεχωνίαν τοῦτον
ἠδύνατο γενεαλογεῖν Ματθαῖος, ὥς τινες πλανώμενοι νομί-
ζουσιν· οὗτος γὰρ πηρὸς ἀχθεὶς εἰς Βαβυλῶνα κἀκεῖ
δέσμιος ἐν μύλωνι κατακλισθεὶς ἄτεκνος τελευτᾷ. Ὥστε οὐκ
ἀργῶς ἡ γραφὴ διδάσκει ἡμᾶς λέγουσα· »Καὶ ἦν ἀνὴρ
οἰκῶν ἐν Βαβυλῶνι καὶ ὄνομα αὐτοῦ Ἰωακεὶμ καὶ ἔλαβε
γυναῖκα, ᾗ ὄνομα Σουσάννα, θυγατέρα Χελκίου, καλὴν
σφόδρα καὶ φοβουμένην τὸν κύριον.«
9
Γεννᾶται οὖν ἐξ
αὐτῆς Ἰεχωνίας, καὶ Ἰεχωνίας γεννᾷ τὸν Σαλαθιὴλ, καὶ
Σαλαθιὴλ γεννᾷ τὸν Ζωροβάβελ. Οὗτος ἅμα Ἔσδρᾳ τῷ
γραμματεῖ καὶ Ἰησοῦ τῷ τοῦ Ἰωσεδὲκ ἀνέρχεται εἰς
Ἱεροσόλυμα κατὰ κέλευσιν Κύρου τοῦ Πέρσου· καὶ οὕτω
καθαρὸν τὸ γένος τῶν πατέρων διέμεινεν ἕως τῆς γεννήσεως
Ἰησοῦ Χριστοῦ.
13
1
Ἦσαν δέ φησιν οἱ γονεῖς αὐτῆς δίκαιοι καὶ ἐδίδα-
ξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωσέως.
2
Ἐκ
γὰρ τοῦ καρποῦ τοῦ ἐξ αὐτῶν προβληθέντος εὐκόλως καὶ τὸ
δένδρον γινώσκεται. Ἄνδρες γὰρ εὐλαβεῖς καὶ »ζηλωταὶ
τοῦ νόμου« γενόμενοι ἄξια θεοῦ τέκνα ἐν κόσμῳ προη-
γάγοντο, τὸν μὲν προφήτην καὶ μάρτυρα Χριστοῦ γεγενη-
μένον, τὴν δὲ σώφρονα καὶ πιστὴν εὑρημένην ἐν Βαβυλῶνι,
ἧς τὸ σεμνὸν καὶ σῶφρον τὸν μακαρίον Δανιὴλ προφήτην
ἀπέδειξεν.
3
Ἦν δέ φησι Ἰωακεὶμ πλούσιος σφόδρα, καὶ
ἦν αὐτῷ γειτνιῶν παράδεισος τῷ οἴκῳ αὐτοῦ καὶ πρὸς
αὐτὸν συνήρχοντο οἱ Ἰουδαῖοι διὰ τὸ εἶναι αὐτὸν ἐνδοξότερον
πάντων. Καὶ ἀπεδείχθησαν δύο πρεσβύτεροι ἐκ τοῦ λαοῦ
κριταὶ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, περὶ ὧν ἐλάλησεν ὁ δεσπότης,
ὅτι ἐξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν,
οἳ ἐδόκουν κυβερνᾶν τὸν λαόν. Οὗτοι προσεκαρτέρουν τῇ
οἰκίᾳ Ἰωακεὶμ καὶ εἰσήρχοντο πρὸς αὐτοὺς πάντες οἱ κρινό-
μενοι.
4
Δεῖ οὖν ἐπιζητεῖν τὸ αἴτιον, πῶς γὰρ αἰχμάλωτοι
ὑπάρχοντες καὶ ὑπόδουλοι Βαβυλωνίοις γεγενημένοι ἠδύ-
ναντο συνέρχεσθαι ἐπὶ τὸ αὐτὸ ὡς αὐτεξούσιοι.
5
Ἐν τούτῳ
δεῖ νοεῖν ὅτι μετοικίσας αὐτοὺς Ναβουχοδονόσορ φιλανθρώ-
πως αὐτοῖς ἐχρήσατο καὶ ἐπέτρεψεν αὐτοὺς ὁμοῦ συνερχο-
μένους πάντα τὰ κατὰ τὸν νόμον πράσσειν.
6
Οἵτινες τὴν
ἐξουσίαν τούτων λαβόντες ἀπέδειξαν δύο ἄρχοντας τοῦ λαοῦ,
οἳ ἐδόκουν κυβερνᾶν τὸν λαόν. Οὗτοι προσεκαρτέρουν τῇ
οἰκίᾳ Ἰωακεὶμ διὰ τὸ ἐνδοξότερον καὶ πλουσιωτέρον ὑπὲρ
πάντας εἶναι, ἅτε δὴ ἐκ γένους βασιλικοῦ ὑπάρχοντα.
14
2
Ταῦτα μὲν οὖν οἱ τῶν Ἰουδαίων ἄρχοντες
βούλονται νῦν περικόπτειν τῆς βίβλου, φάσκοντες μὴ γεγε-
νῆσθαι ταῦτα ἐν Βαβυλῶνι, αἰσχυνόμενοι τὸ ὑπὸ τῶν πρεσ-
βυτέρων κατ' ἐκεῖνον τὸν καιρὸν γεγενημένον.
5
.. ἡ
Σωσάννα προετυποῦτο εἰς τὴν ἐκκλησίαν, Ἰωακεὶμ δὲ ὁ
ἀνὴρ αὐτῆς εἰς τὸν Χριστόν. Ὁ δὲ παράδεισος ... ἡ κλῆσις
τῶν ἁγίων ὡς δένδρων καρποφόρων ἐν ἐκκλησίᾳ πεφυτευ-
μένων. Βαβυλὼν δέ ἐστιν ὁ κόσμος.
6
Οἱ δὲ δύο πρεσβύτεροι
εἰς τύπον δείκνυνται τῶν δύο λαῶν τῶν ἐπιβουλευόντων τῇ
ἐκκλησίᾳ, εἷς μὲν ὁ ἐκ περιτομῆς καὶ εἷς ὁ ἐξ ἐθνῶν. Τὸ
γὰρ λέγειν »ἀπεδείχθησαν« ἄρχοντες »τοῦ λαοῦ« καὶ
»κριταὶ«, ὅτι ἐν τῷ αἰῶνι τούτῳ ἐξουσιάζουσι καὶ ἄρχουσι,
κρίνοντες ἀδίκως τοὺς δικαίους.
15
1
... σημαίνει τοῦτο ὅτι ἕως νῦν παρατηροῦνται καὶ
περιεργάζονται τὰ ἐν τῇ ἐκκλησίᾳ πραττόμενα οἵ τε ἐξ
ἐθνῶν καὶ οἱ ἐκ περιτομῆς Ἰουδαῖοι, βουλόμενοι ψευδεῖς
μαρτυρίας καταφέρειν καθ' ἡμῶν, ὡς ὁ ἀπόστολος λέγει·
»διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες εἰσῆλθον
κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν, ἣν ἔχομεν ἐν Χριστῷ
Ἰησοῦ.«
3
Οἱ γὰρ ἐπίβουλοι καὶ φθορεῖς τῆς
ἐκκλησίας γενόμενοι πῶς δύνανται δίκαια κρίνειν ἢ καθαρᾷ
καρδίᾳ ἀναβλέπειν εἰς τὸν οὐρανόν, τῷ ἄρχοντι τοῦ αἰῶνος
τούτου δεδουλωμένοι;
4
... Καὶ γὰρ ἔστιν ἀληθῶς καταλα-
βέσθαι τὸ εἰρημένον, ὅτι πάντοτε οἱ δύο λαοὶ κατανυσσόμενοι
ὑπὸ τοῦ ἐν αὐτοῖς ἐνεργοῦντος σατανᾶ βουλεύονται διωγμοὺς
καὶ θλίψεις ἐγείρειν κατὰ τῆς ἐκκλησίας, ζητοῦντες ὅπως
διαφθείρωσιν αὐτήν, αὐτοὶ ἑαυτοῖς μὴ συμφωνοῦντες.
5
... Τὸ οὖν »διεχωρίσθησαν ἀπ' ἀλλήλων τῇ ὥρᾳ τοῦ
ἀρίστου« ... τοῦτο σημαίνει ὅτι ἐν μὲν τοῖς βρώμασι τοῖς
ἐπιγείοις οἱ Ἰουδαῖοι μετὰ τῶν ἐθνῶν οὐ συμφωνοῦσιν, ἐν
δὲ ταῖς θεωρίαις καὶ παντὶ πράγματι, κοσμικῷ τούτοις
συνερχόμενοι κοινωνοῦσιν.
6
... αὐτοὶ ἑαυτοῖς προφητεύοντες
ὡς μελλήσουσιν ὑπ' 〈ἀγγέλων〉 ἐταζόμενοι λόγον δοῦναι τῷ
θεῷ ὑπὲρ πάσης ἁμαρτίας ἧς ἔπραξαν, ὡς Σολομὼν λέγει
»ἐτασμὸς δὲ ἀσεβεῖς ὀλεῖ.« Ἁλίσκονται γὰρ οὗτοι ὑπὸ
ἐτάσεως 〈τῶν ἰδίων πονηρῶν.〉
16
2
Ποίαν »εὔθετον 〈ἡμέραν〉« ἀλλ' ἢ τὴν
τοῦ πάσχα; ἐν ᾗ τὸ λουτρὸν ἐν παραδείσῳ τοῖς καυσομένοις
ἑτοιμάζεται καὶ 〈ἡ ἐκκλησία ὡς〉 Σωσάννα ἀπολουομένη
καθαρὰ νύμφη θεῷ παρίσταται; 〈καὶ〉 ὡς 〈αἱ δύο παιδίσκαι
αἱ αὐτῇ παρακολουθοῦσαι〉 πίστις καὶ ἀγάπη, 〈αἱ παρακο-
λουθοῦσαι〉 τὸ ἔλαιον καὶ τὰ σμήγματα τοῖς λουομένοις
ἑτοιμάζουσιν.
3
Τίνα δὲ ἦν τὰ σμήγματα ἀλλ' ἢ αἱ τοῦ
λόγου ἐντολαί; Τί δὲ τὸ ἔλαιον ἀλλ' ἢ τοῦ ἁγίου πνεύματος
δυνάμεις; αἷς μετὰ τὸ λουτρὸν ὡς μύρῳ χρίονται οἱ
πιστεύοντες.
4
Ταῦτα πάλαι προετυποῦτο διὰ τῆς μακα-
ρίας Σωσάννης δι' ἡμᾶς, ἵνα νῦν ἡμεῖς οἱ τῷ θεῷ πισ-
τεύοντες μὴ ὡς ξένα τὰ νῦν γινόμενα ἐν τῇ ἐκκλησίᾳ
νοήσωμεν, ἀλλὰ πάλαι ταῦτα διὰ τῶν πατριαρχῶν προτε-
τυπωμένα πιστεύσωμεν, καθὰ καὶ ὁ ἀπόστολος λέγει »ταῦτα
δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν
ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν.«
5
...
ἡνίκα γὰρ ἂν τὸ πνευματικὸν ἐπιθυμῇ λαβεῖν λουτρὸν ἡ
ἐκκλησία, ἐξ ἀνάγκης ταύτῃ δύο παιδίσκας δεῖ παρακο-
λουθεῖν. Διὰ γὰρ τῆς πίστεως τῆς εἰς Χριστὸν καὶ διὰ τῆς
ἀγάπης τῆς πρὸς τὸν θεὸν λαμβάνει τὸ λουτρὸν ὁμολογοῦσα
ἡ ἐκκλησία.
17-18
3
... 〈»καὶ ἐξῆλθον κατὰ τὰς πλαγίας
θύρας«〉, προμηνύουσαι ὅτι ὁ βουλόμενος τοῦ ἐν τῷ παρα-
δείσῳ ὕδατος μεταλαβεῖν ἀποτάξασθαι μὲν ὀφείλει τῇ
πλατείᾳ θύρᾳ, διὰ δὲ τῆς »στενῆς καὶ τεθλιμμένης«
εἰσελθεῖν.
4
... ὥσπερ γὰρ τότε ἐν τῷ παραδείσῳ ἐνεκρύβη
ὁ διάβολος ἐν τῷ ὄφει, οὕτω καὶ νῦν ἐν τοῖς πρεσβυτέροις
ἐγκρυβεὶς τὴν ἑαυτοῦ ἐνεκίσσησεν ἐπιθυμίαν, ἵνα πάλιν ἐκ
δευτέρου διαφθείρῃ τὴν Εὔαν.
19
2
Ὦ παρανόμων ἀρχόντων καὶ 〈ἡγουμένων〉
διαβολικῆς ἐνεργείας μεμεστωμένων.
3
Ταῦτα ὑμῖν παρέ-
δωκε Μωϋσῆς; Οὕτω δὲ τὸν νόμον ἀναγινώσκοντες ἑτέρους
διδάσκετε; Ὁ λέγων μὴ μοιχεύειν, μοιχεύεις; Ὁ κηρύττων
μὴ φονεύειν, αὐτὸς φονεύεις; Ὁ λέγων μὴ ἐπιθυμεῖν, αὐτὸς
τὴν γυναῖκα τοῦ πλησίον διαφθεῖραι θέλεις;
5
Τί
ἀναπείθετε ἄνομοι σώφρονα καὶ ἀκέραιον ψυχὴν λόγοις
ψευδέσιν, ἵνα τὴν οἰκείαν ἐπιθυμίαν στήσητε;
7
Ταῦτα ὑμῶν τὰ ἀπ' ἀρχῆς δεινὰ τολμήματα διὰ τὸν ἀπ'
ἀρχῆς ἐν ὑμῖν ἐμφωλεύσαντα πλάνον.
8
Ἦν μὲν γὰρ ὄντως
μετὰ ταύτης νεανίσκος ἀπ' οὐρανῶν, οὐ συγγινόμενος αὐτῇ,
ἀλλὰ συμμαρτυρῶν τῇ ἀληθείᾳ.
20
1
Τούτων οὖν τῶν ῥημάτων ἀκούσασα ἡ μακαρία
Σωσάννα κατενύγη τὴν καρδίαν καὶ ἔφραξε τὸ στόμα, μὴ
βουλομένη μιανθῆναι ὑπὸ ἀνόμων πρεσβυτέρων.
2
Ἔστι δὲ
καὶ καταλαβέσθαι ἀληθῶς τὸ συμβὰν ἐπὶ τῇ Σωσάννῃ.
Τοῦτο γὰρ νῦν καὶ ἐπὶ τῇ ἐκκλησίᾳ εὕροις πληρούμενον.
3
Ἡνίκα γὰρ οἱ δύο λαοὶ συμφωνήσουσι διαφθεῖραί τινας
τῶν ἁγίων, παρατηροῦνται ἡμέραν εὐθῆ καὶ ἐπεισελθόντες
εἰς τὸν οἶκον τοῦ θεοῦ προσευχομένων ἐκεῖ πάντων καὶ τὸν
θεὸν ὑμνούντων, ἐπιλαβόμενοι ἕλκουσί τινας καὶ κρατοῦσι
λέγοντες· δεῦτε, συγκατάθεσθε ἡμῖν καὶ τοὺς θεοὺς θρησ-
κεύσατε, »εἰ δὲ μὴ, καταμαρτυρήσομεν« καθ' ὑμῶν.
Τούτων δὲ μὴ βουλομένων προσάγουσιν αὐτοὺς πρὸς τὸ
βῆμα καὶ κατηγοροῦσιν ὡς ἐναντία τοῦ δόγματος Καίσαρος
πράσσοντας καὶ θανάτῳ κατακρίνονται.
21
2
Ἴδετε ῥήματα σωφρονούσης γυναικὸς
καὶ θεῷ μεμελημένης. »Στένα μοι, φησί, πάντοθεν.« Ἡ
γὰρ ἐκκλησία οὐ μόνον ὑπὸ Ἰουδαίων θλίβεται καὶ στενο-
χωρεῖται, ἀλλὰ καὶ ὑπὸ ἐθνῶν καὶ ὑπὸ τῶν λεγομένων μέν,
οὐκ ὄντων δὲ χριστιανῶν, οἱονεὶ τὸ σῶφρον καὶ εὐσταθὲς
ταύτης ἐνορῶντες φθείρειν ταύτην βιάζονται.
3
〈»Ἐάν τε
γὰρ τοῦτο πράξω, θάνατός μοί ἐστιν«〉. Τὸ γὰρ παρα-
κοῦσαι θεοῦ καὶ ὑπακοῦσαι ἀνθρώποις θάνατον καὶ »κόλα-
σιν αἰώνιον« ἐργάζεται.
4
〈»Ἐάν τε μὴ πράξω, οὐκ
ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν«〉. Καὶ τοῦτο ἀληθὲς εἴρηκεν.
Οἱ γὰρ προσαγόμενοι ἕνεκεν τοῦ ὀνόματος τοῦ Χριστοῦ, ἐὰν
μὲν πράξωσι τὸ ὑπὸ ἀνθρώπων κελευόμενον, ἀπέθανον τῷ
θεῷ, ζῶσι δὲ τῷ κόσμῳ, ἐὰν δὲ μὴ πράξωσιν, οὐκ ἐκφεύ-
γουσι τὰς χεῖρας τῶν δικαστῶν, 〈ἀλλ'〉 ὑπ' αὐτῶν ἐκείνων
κατακρινόμενοι 〈ἀποθνήσκουσιν〉.
5
... Τοῦτο γὰρ διαφο-
ρώτερον ἀποθανεῖν ὑπὸ ἀνθρώπων ἀδίκων, ἵνα παρὰ θεῷ
ζήσωσιν, ἢ συνθεμένους αὐτοῖς καὶ ἀπολυθέντας ὑπ' αὐτῶν
»ἐμπεσεῖν εἰς τὰς χεῖρας τοῦ θεοῦ.«
22-23
2
πρὸς τίνα οὖν ἐβόησεν ἡ Σωσάννα
ἀλλ' ἢ πρὸς τὸν θεόν, ὡς Ἡσαΐας λέγει »τότε βοήσεις καὶ
ὁ θεὸς εἰσακούσεταί σου, ἔτι λαλοῦντός σου ἐρεῖ· ἰδοὺ
πάρειμι«.
3
〈»Ἐβόησαν δὲ οἱ δύο πρεσβύται κατέναντι
αὐτῆς«〉. Οἱ γὰρ ἄνομοι οὐ παύονται βοῶντες καθ' ἡμῶν
καὶ λέγοντες· αἶρε ἐκ τῆς γῆς τοὺς τοιούτους· οὐ γὰρ
καθῆκον αὐτοὺς ζῆν.
4
〈»Καὶ δραμὼν ὁ εἷς ἤνοιξε τὰς
θύρας τοῦ παραδείσου«〉, τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδὸν
ἐπιδεικνύων, δι' ἧς οἱ τούτοις πειθόμενοι ἀπόλλυνται.
24-25
3
... οὐ κάλλος περὶ σῶμα πορνικόν, ὃν
τρόπον περιέκειτο τῇ Ἰεζάβελ, οὐδὲ ὄψις ποικίλοις χρώμασι
πεφυκωμένη, ἀλλ' εἶχε κάλλος πίστεως καὶ σωφροσύνης
καὶ ἁγιασμοῦ.
4-5
〈»ἔθηκαν τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν
αὐτῆς«〉, ἵνα κἂν ἐν τῷ ἅψασθαι αὐτῆς τῆς ἰδίας ἐπιθυμίας
τὸν κόρον τελέσωσι.
6
... διὰ γὰρ τῶν δακρύων ἐφείλκετο
τὸν ἀπ' οὐρανῶν λόγον, τὸν μέλλοντα διὰ δακρύων
ἔγειρεν τὸν Λάζαρον τεθνηκότα.
26
2
Δεῖ οὖν ἡμᾶς ἐν παντὶ πράγματι ἑδραίους
γενομένους μὴ λόγοις προσέχειν ψευδέσι μηδὲ προσώποις
ἀρχόντων εὐκόλως συναρπαζομένους πείθεσθαι, γινώσκοντας
ὅτι λόγον ἔχομεν δοῦναι τῷ θεῷ, ἀλλὰ τῇ ἀληθείᾳ
στοιχούντας καὶ τὸ ἀκριβὲς τῆς πίστεως ἐπιζητοῦντας
εὐαρέστους εἶναι τῷ θεῷ.
5
Ὅσοι γὰρ ἐπικαλοῦνται αὐτὸν ἐκ καθαρᾶς καρδίας
τούτων ὁ θεὸς ὑπακούει· ὅσοι δὲ ἐν δόλῳ καὶ ὑποκρίσει
ἀποστρέφει τὸ πρόσωπον αὐτοῦ ἀπ' αὐτῶν.
27-28
5
... δηλοῖ ὅτι ἡνίκα προσηύξατο ἡ
Σωσάννα πρὸς τὸν θεὸν καὶ εἰσηκούσθη, τότε ἐξαπεστάλη
ὁ ἄγγελος βοηθήσων αὐτῇ.
6
Ὃν τρόπον ἐπὶ τοῦ Τωβία
καὶ τῆς Σάρρας συνέβη. Προσευξαμένων γὰρ αὐτῶν, τῇ
αὐτῇ ὥρᾳ καὶ τῇ αὐτῇ ἡμέρᾳ εἰσηκούσθη ἡ δέησις ἀμφο-
τέρων καὶ ἀπεστάλη ὁ ἄγγελος Ῥαφαὴλ ἰάσασθαι τοὺς
δύο.
29
1
Ἐπειδὴ δὲ φθάσαντες ἐν τῷ προοιμίῳ διηγησά-
μεθα ὅτι οἱ δύο πρεσβύτεροι εἰς τύπον ἀναφέρονται τῶν δύο
λαῶν, τοῦ τε ἐκ περιτομῆς καὶ τοῦ ἐξ ἐθνῶν, οἳ καὶ ἀεὶ
ἐπίβουλοι γίνονται τῆς ἐκκλησίας, ἴδωμεν τὰ ῥήματα αὐτοῦ
τοῦ Δανιὴλ καὶ μάθωμεν ὅτι ἐν μηδενὶ ἡμᾶς διαψεύδεται ἡ
γραφή.
2
Τῷ γὰρ πρώτῳ πρεσβυτέρῳ διαλεγόμενος·
»Πεπαλαιωμένε ἡμέρων κακῶν, νῦν ἥκασιν αἱ ἁμαρτίαι
σου, ἃς ἐποίεις τὸ πρότερον κρινῶν κρίσεις ἀδίκους καὶ τοὺς
μὲν ἀθώους κατακρίνων, ἀπολύων δὲ τοὺς αἰτίους, λέγοντος
τοῦ θεοῦ ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς«, ὡς νομομαθεῖ
ἐλάλ〈ει〉 καὶ 〈γινώσκοντι〉 τὸν νόμον.
3
Τῷ δὲ ἑτέρῳ οὐχ
οὕτως διαλέγεται, 〈ἀλλ' »εἶπεν αὐτῷ· σπέρμα Χαναὰν
καὶ οὐκ Ἰούδα«〉· »σπέρμα Χαναὰν« ... ἀποκαλῶν, ...
〈οὕτως »ἐπιθυμία ἐξηπάτησέ σε καὶ τὸ κάλλος διέστρεψε
τὴν καρδίαν σου;〉 οὕ〈τως〉 ἐ〈ποι〉εῖτε θ〈υγατράσιν
Ἰσραήλ,〉 κἀκεῖναι φοβού〈μεναι ὡ〉μίλουν ὑμῖν; 〈ἀ〉λλ'
οὐ θ〈υ〉γάτηρ Ἰούδα ὑ〈πέ〉μ〈εινε τὴν〉 ἀσχημοσύνην ὑμῶν«.
〈»νῦν〉 οὖν ταύτην εἴπερ εἶδ〈ες〉, εἰπόν· ὑπὸ τί δένδρον
εἶδες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις;« »ὁ δὲ εἶπεν· ὑπὸ
πρῖνον. Εἶπεν δὲ Δανιήλ· ὀρθῶς ἐψεύσω καὶ σὺ εἰς τὴν
σεαυτοῦ κεφαλήν· μέλλει γὰρ ὁ ἄγγελος τοῦ θεοῦ πρίσαι
σε μέσον, ὅπως ἐξολοθρεύσῃ ὑμᾶς.«
30
1
Ἵνα οὖν ἐν πᾶσιν τὸ σεμνὸν τῶν ἁγίων γραφῶν
φυλαχθῇ καὶ τὸ καθαρὸν στόμα τῶν μακαρίων προφητῶν
καθαρὸν ἀποδειχθῇ, ῥήματι 〈ῥῆμα〉 συγκρίνωμεν καὶ φράσει
φράσεις συμβάλλωμεν.
2
Τῶν μὲν γὰρ πρεσ〈βυτέρων〉 ...
–μένων ... τὴν ... αὐτῶν ὄρεξιν κ〈αὶ〉 ... εἰπόντων· ἴδομεν
»〈συ〉γγινομένους αὐτούς,« ὁ μακάριος Δανιὴ〈λ〉 ..
–μησεν τὸ ὑπ' ἐκείνων .. λελαλημ〈ένον〉.
3
.. 〈εἶ〉χ〈ο〉ν
ὁμιλίας κα.. συνουσίας.
4
Τούτου .. τοίνυν γινομένου
»ἀνεβόησεν, φησίν, πᾶσα ἡ συναγωγὴ φωνῇ μεγάλῃ καὶ
ἔδωκεν αἶνον τῷ θεῷ, 〈τῷ σώζοντι τοὺς ἐλπίζοντας ἐπ'
αὐτόν. Καὶ ἀνέστησαν ἐπὶ τοὺς δύο πρεσβύτας〉, ὅτι
συνέστησεν αὐτοὺς Δανιὴλ ἐκ τοῦ στόματος αὐτῶν ψευδο-
μαρτυρήσαντας.
31
1
Τί οὖν ἐροῦμεν ἐν τῷ εἰπεῖν τὸν μὲν ἕνα «σχῖνον,»
τὸν δὲ ἕτερον «πρῖνον;» Ἐν τούτῳ ἡ ἀπόδειξις γένηται.
2
Τί γὰρ ἐβούλοντο λέγειν; Ἐν τῷ θέλειν ἡμᾶς τοῦ
νεανίσκου «ἐγκρατεῖς γενέσθαι» οὐκ ἴδομεν ἀσφαλῶς
ποῖον ἦν τὸ δένδρον.
3
Ἀλλ' ἐπειδὴ ἐν πᾶσιν ἡ θεία γραφὴ
σοφίζει ἡμᾶς ὁδηγοῦσα πρὸς τὴν ἀλήθειαν, ἐν ...
4
.. ὄντα
ἀπεφήνατο. Τοῦ γὰρ Δανιὴλ τὰ ἐνθύμια τῆς καρδίας αὐτῶν
διὰ τῶν ῥημάτων ἐλέγξαντος καὶ τὴν δεινὴν αὐτῶν ἐπιθυμίαν
ἣν ἔτι εἶχον ἐν ὀφθαλμοῖς ἐξειπόντος, τὰ τούτων κρύφια
ἀπ' ἀρχῆς σφάλματα, ἃ ἐποίουν εἰς τὰς θυγατέρας Ἰσραὴλ,
φανερῶς αὐτοὶ ἐλεγχόμενοι ὑπὸ τοῦ ἁγίου πνεύματος
«ἐσκοτισμένοι» τῷ νοῒ ξένα δένδρα ὠνόμασαν, ἵνα διὰ τοῦ
ῥήματος αὐτοὶ ὑφ' ἑαυτῶν συμποδισθῶσιν.
32
1
Ὅθεν ἀκούσας πᾶς ὁ λαὸς καὶ πάντες οἱ
συγγενεῖς αὐτῆς ἐβόησαν λέγοντες· ἐψεύσαντο οὔτε ...
2
«Καὶ ἀνέστη〈σαν ἐπ〉ὶ τοὺς δ〈ύο〉 πρεσβυ〈τέρου〉ς»
«καὶ ἐ〈ποί〉ησαν αὐτοῖ〈ς〉, ὃν τρόπον ἐπονηρεύσ〈αν〉το
τῷ πλησίον ποιῆσ〈αι, κ〉αὶ ἀπέκτειναν 〈αὐτοὺς〉», «ὅτι
συνέστησεν αὐτοὺς Δανιὴλ ἐκ τοῦ στόματος αὐτῶν ψευδο-
μαρτυρήσαντας,» ἵνα πληρωθῇ τὸ εἰρημένον «ὁ ὀρύσσων
βόθρον τῷ πλησίον ἐμπέσεται εἰς αὐτόν,» «καὶ ἐσώθη
αἷμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
3
Χελκίας δὲ καὶ ἡ
γυνὴ αὐτοῦ ᾔνεσαν τὸν θεὸν περὶ τῆς θυγατρὸς αὐτῶν μετὰ
Ἰωακεὶμ τοῦ ἀνδρὸς αὐτῆς καὶ τῶν συγγενῶν πάντων, ὅτι
οὐχ εὑρέθη ἐν αὐτῇ ἄσχημον πρᾶγμα. Καὶ Δανιὴλ ἐγένετο
μέγας ἐνώπιον τοῦ λαοῦ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ
ἐπέκεινα.»
33
1
Προσέχειν οὖν ὀφείλομεν ἐν πᾶσιν, ἀγαπητοὶ,
φοβούμενοι μή τις ἔν τινι παραπτώματι κρατηθεὶς αὐτὸς
τῆς αὐτοῦ ψυχῆς ἔνοχος γένηται, γινώσκοντες ὅτι ἔκδικος
ὁ θεὸς περὶ πάντων γίνεται, αὐτὸς ὢν ὅλος ὀφθαλμός,
λανθάνει δὲ τοῦτον τῶν ἐν κόσμῳ πραττομένων οὐδέν, διὸ
ἀεὶ ἐγρήγοροι καρδίαις καὶ σωφρόνως βιοῦντες τὴν
Σωσάνναν μιμήσασθε, καὶ τὸν παρά〈δει〉σον ἐντρυφήσατε
καὶ τοῦ ἀεννάου ὕδατος ἀπολαύσατε καὶ πάντα ῥύπον
ἀποσμήξασθε καὶ ἐλαίῳ ἐπουρανίῳ ἁγιάσθητε, ἵνα σῶμα
καθαρὸν θεῷ παραστήσητε καὶ τὰς λαμπάδας ἐξάψητε καὶ
τὸν νυμφίον προσδοκήσητε, ἵνα κρούσαντα τοῦτον εἰσδέξησθε
καὶ θεὸν διὰ Χριστοῦ ἀνυμνήσητε, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας·
ἀμήν.
2
t
1
{ΛΟΓΟΣ Βʹ}
{Περὶ τῆς εἰκόνος ἧς ἔστησεν Ναβουχοδονόσορ ὁ βασιλεύς.}
1
1
〈«Ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας Ναβουχο-
δονόσορ ἐνυπνιάσθη Ναβουχοδονόσορ ἐνύπνιον καὶ ἐξέστη τὸ
πνεῦμα αὐτοῦ, καὶ ὁ ὕπνος αὐτοῦ ἐγένετο ἀπ' αὐτοῦ. Καὶ
εἶπεν ὁ βασιλεὺς καλέσαι τοὺς ἐπαοιδοὺς καὶ τοὺ〉ς μάγους
καὶ 〈τοὺς φαρμα〉κο〈ὺς καὶ τοὺς χαλδαίους τοῦ ἀναγγεῖλαι
τῷ βασιλεῖ τὰ ἐνύπνια αὐτοῦ· καὶ ἦλθαν καὶ ἔστησαν
ἐνώπιον τοῦ βασιλέως. Καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς·
ἐνυπνιάσθην καὶ ἐξέστη τὸ πνεῦμά μου τοῦ γνῶναι τὸ
ἐνύπνιον· καὶ ἐλάλησαν οἱ χαλδαῖοι τῷ βασιλεῖ Συριστί·
βασιλεῦ εἰς τοὺς αἰῶνας ζῆθι· σὺ τὸ ἐνύπνιον εἰπὲ τοῖς
παισίν σου, καὶ τὴν σύγκρισιν ἀναγγελοῦμεν. Ἀπεκρίθη δὲ
ὁ βασιλεὺς τοῖς χαλδαίοις· ὁ λόγος ἀπ' ἐμοῦ ἀπέστη· ἐὰν
οὖν μὴ γνωρίσητέ μοι τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ,
εἰς ἀπώλειαν ἔσεσθε καὶ οἱ οἶκοι ὑμῶν διαρπαγήσονται· ἐὰν
δὲ τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ γνωρίσητέ μοι,
δόματα καὶ δωρεὰς καὶ τιμὴν πολλὴν λήψεσθε παρ' ἐμοῦ·
πλὴν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγείλατέ
μοι.»
2
1
Τὸ μὲν οὖν ἐνύπνιον τὸ ὑπὸ τοῦ βασιλέως ἑωραμένον
οὐκ ἦν ἐπίγειον, ἵνα ὑπὸ τῶν τοῦ κόσμου σοφῶν ἑρμηνευθῇ,
ἀλλ' ἦν ἐπουράνιον, κατὰ θεοῦ βουλὴν καὶ πρόνοιαν ἰδίοις
καιροῖς πληρούμενον.
2
Καὶ διὰ τοῦτο ἀπεκρύβη μὲν ἀπὸ
τῶν τὰ ἐπίγεια φρονούντων ἀνθρώπων, ἵνα τοῖς τὰ ἐπου-
ράνια ζητοῦσι τὰ ἐπουράνια μυστήρια ἀποκαλυφθῇ.
3
Καὶ
γὰρ ἐν Αἰγύπτῳ ἐπὶ τοῦ Φαραὼ ὁμοίως γέγονεν.
4
Ἰδὼν
γὰρ τὰ ἐνύπνια ἐξηγήσατο ταῦτα πᾶσιν τοῖς ἐξηγηταῖς
Αἰγύπτου, καὶ οὐδεὶς ὁ ἀπαγγέλλων αὐτὰ τῷ Φαραώ·
ἡνίκα δὲ ὁ μακάριος Ἰωσὴφ παρῆν, εὐκαίρως ἐφανεροῦντο
τὰ ὑπὸ ἑτέρων μὴ νοούμενα· καὶ διὰ τοῦτο θαυμάσας ὁ
βασιλεὺς ἀπεκρίθη «τοῖς παισὶν αὐτοῦ λέγων· ἆρα μὴ
εὑρήσομεν ἄνδρα τοιοῦτον, ἐν ᾧ ἐστιν πνεῦμα θεοῦ ἐπ'
αὐτόν;» ... ὅτι οὐδεὶς δυνατὸς ἔσται τὰ ἐπουράνια μυστήρια
διηγεῖσθαι ... συγκρίνων, ἂν μὴ μετέχῃ τοῦ ἁγίου πνεύματος.
5
Οὕτως οὖν καὶ ἐν Βαβυλῶνι ἀπεκρύβη τὸ ὅραμα ἀπὸ τοῦ
βασιλέως, ἵνα, ὑπὸ θεοῦ ἐκλεγόμενος, Δανιὴλ προφήτης ὢν
ἀποδειχθῇ. Ὅσα γὰρ ἀπὸ μὲν ἑτέρων ἀποκέκρυπται, ὑπὸ
ἑτέρου δὲ φανεροῦται, ἐξ ἀνάγκης προφήτην ἀποδείκνυσιν
τὸν λέγοντα.
3
1
Ἵνα οὖν μὴ ἔν τινι τρόπῳ μηχανησάμενοι οἱ χαλδαῖοι
ῥήμασιν πλάνης διαψεύσωνται τὸν βασιλέα, κατανυγεὶς
Ναβουχοδονόσορ εἶπεν πρὸς αὐτούς· «Ἐπ' ἀληθείας οἶδα
ἐγὼ ὅτι καιρὸν ὑμεῖς ἐξαγοράζετε, καθότι ἴδετε ὅτι ἀπέστη
ἀπ' ἐμοῦ τὸ ῥῆμα· ἐὰν οὖν τὸ ἐνύπνιον μὴ ἀπαγγείλητέ μοι,
οἶδα ὅτι ῥῆμα ψευδὲς καὶ διεστραμμένον συνέθεσθε εἰπεῖν
ἐνώπιόν μου, ἕως οὗ ὁ καιρὸς παρέλθοι.» «Ἀπεκρίθησαν
οἱ χαλδαῖοι τῷ βασιλεῖ καὶ λέγουσιν ὅτι οὐκ ἔστιν ἄνθρωπος
ἐπὶ τῆς γῆς ὅστις δυνήσεται τὸ ῥῆμα τοῦ βασιλέως γνωρίσαι,
καθότι πᾶς βασιλεὺς μέγας καὶ ἄρχων ῥῆμα τοιοῦτο οὐκ
ἐπερωτᾷ ἐπαοιδὸν, μάγον, φάρμακον καὶ χαλδαῖον, ὅτι ὁ
λόγος ὃν ὁ βασιλεὺς ἐπερωτᾷ βαρύς, καὶ ἕτερος οὐκ ἔστιν,
ὃς ἀναγγελεῖ αὐτὸν ἐνώπιον τοῦ βασιλέως, ἀλλ' ἢ οἱ θεοὶ,
ὧν οὐκ ἔστιν ἡ κατοικία μετὰ πάσης σαρκός.»
2
Τούτων
εἰρημένων θυμωθεὶς «ὁ βασιλεὺς» ἐκέλευσεν ἀποκτανθῆναι
«πάντας τοὺς σοφοὺς Βαβυλῶνος, καὶ τὸ δόγμα ἐξῆλθεν
καὶ οἱ σοφοὶ ἀπεκτέννοντο.»
4
1
Ἐπεὶ οὖν ἀδύνατον ἔφησαν ὑπὸ ἀνθρώπου τοῦτο
λεχθῆναι τὸ ὑπὸ τοῦ βασιλέως ζητούμενον, ἐπέδειξεν αὐτοῖς
ὁ θεὸς ὅτι τὰ παρ' ἀνθρώποις ἀδύνατα, ταῦτα δυνατὰ ἦν
παρὰ θεῷ.
2
Μέλλοντος γὰρ Ἀριὼχ τοῦ ἀρχιμαγείρου
ἀναιρεῖν τόν τε «Δανιὴλ καὶ τοὺς» τρεῖς «φίλους αὐτοῦ»
—αὐτὸς γὰρ «ἐξῆλθεν ἀναιρεῖν τοὺς σοφοὺς Βαβυλῶνος»·
ἀρχιμάγειρον ...· ὥσπερ γὰρ ὁ μάγειρος πάντα τὰ ζῷα
ἀναιρεῖ καὶ μαγειρεύει, οὕτω κἀκεῖνος τῷ αὐτῷ τρόπῳ καὶ
οἱ ἄρχοντες τοῦ κόσμου ἀναιροῦσι τοὺς ἀνθρώπους ὡς ἄλογα
ζῷα μαγειρεύοντες αὐτοὺς— ... «περὶ τίνος ἐξῆλθεν ἡ
γνώμη ἡ ἀναιδὴς αὕτη ἐκ προσώπου τοῦ βασιλέως;»
ἐζήτησεν γὰρ τὴν αἰτίαν μαθεῖν παρ' αὐτοῦ, τίνι λόγῳ
ἀναιροῦνται οἱ Βαβυλώνιοι.
3
«Ὁ» δὲ «Ἀριὼχ»
«ἐγνώρισεν» «τὸ ῥῆμα τῷ Δανιὴλ.» Ὁ δὲ ἀκούσας
«ἠξίωσεν αὐτὸν, ὅπως χρόνον δῷ αὐτῷ» καὶ τὸ σύγκριμα
«τῷ βασιλεῖ» γνωρίσῃ.
5
1
Τότε «Δανιὴλ» «εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ τῷ
Ἀνανίᾳ καὶ τῷ Μισαὴλ καὶ τῷ Ἀζαρίᾳ» «ἐγνώρισεν τὸ
ῥῆμα. Καὶ οἰκτιρμοὺς ἐζήτουν παρὰ τοῦ θεοῦ τοῦ οὐρανοῦ»,
«ὅπως μὴ καὶ αὐτοὶ ἀπόλωνται» «σὺν τοῖς ἐπιλοίποις
σοφοῖς Βαβυλῶνος. Τότε δὴ τῷ Δανιὴλ ἐν ὁράματι τῆς
νυκτὸς τὸ μυστήριον ἀπεκαλύφθη. Καὶ εὐλόγησεν τὸν θεὸν
τοῦ οὐρανοῦ, Δανιὴλ καὶ εἶπεν· εἴη τὸ ὄνομα κυρίου εὐλογη-
μένον ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, ὅτι ἡ σοφία καὶ
ἡ σύνεσις καὶ ἡ ἰσχὺς αὐτοῦ ἐστιν· καὶ αὐτὸς ἀλλοιοῖ
καιροὺς καὶ χρόνους, καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ, διδοὺς
σοφίαν τοῖς σοφοῖς καὶ φρόνησιν τοῖς εἰδόσιν σύνεσιν·
αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα, γινώσκων τὰ ἐν
τῷ σκότει καὶ τὸ φῶς μετ' αὐτοῦ ἐστιν. Σοὶ, ὁ θεὸς τῶν
πατέρων μου, ἐξομολογοῦμαι καὶ αἰνῶ, ὅτι σοφίαν καὶ
δύναμιν ἔδωκάς μοι καὶ ἐγνώρισάς μοι ἃ ἠξιώσαμεν παρὰ
σοῦ, καὶ τὸ ῥῆμα τοῦ βασιλέως ἐγνώρισάς μοι.»
2
Δεῖ οὖν
νοεῖν ἡμᾶς τὴν τοῦ θεοῦ εὐσπλαγχνίαν, πῶς τοῖς ἀξίοις
καὶ φοβουμένοις αὐτὸν ταχέως ἀποκαλύπτει καὶ φανεροῖ
ἀποπληρῶν τὰς δεήσεις καὶ τὰ αἰτήματα αὐτῶν, ὡς ὁ
προφήτης λέγει· «Τίς σοφὸς καὶ συνήσει ταῦτα; καὶ
ἄνθρωπος συνετὸς καὶ γνώσεται ταῦτα;»
6
1
Τούτων δὲ γενομένων ἀνέστη Δανιὴλ «καὶ ἦλθεν»
«πρὸς Ἀριώχ·» «καὶ εἶπεν αὐτῷ· τοὺς σοφοὺς
Βαβυλῶνος μὴ ἀπολέσῃς, εἰσάγαγε δέ με ἐνώπιον τοῦ
βασιλέως καὶ ἀναγγελῶ» «τῷ βασιλεῖ» τὸ ἐνύπνιον καὶ
«τὴν σύγκρισιν» αὐτοῦ.
2
Ὁ δὲ ἀκούσας ταῦτα «εἰσή-
γαγεν τὸν Δανιὴλ μετὰ σπουδῆς» «καὶ εἶπεν· εὗρον
ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας, ὅστις τὸ
σύγκριμα τῷ βασιλεῖ ἀναγγελεῖ.»
3
Ὁ δὲ καταπλαγεὶς
ἔφη «τῷ Δανιὴλ»· «δύνασαί μοι ἀναγγεῖλαι τὸ ἐνύπνιον
ὃ εἶδον καὶ τὴν σύγκρισιν αὐτοῦ;» εἶπεν δὲ Δανιὴλ·
«Τὸ μυστήριον, ὃ ὁ βασιλεὺς ἐπερωτᾷ, οὐκ ἔστιν μάγων,
ἐπαοιδῶν, γαζαρηνῶν ἀναγγεῖλαι τῷ βασιλεῖ, ἀλλ' ἔστιν
ὁ θεὸς ἐν οὐρανῷ ὁ ἀποκαλύπτων μυστήρια, καὶ ἐγνώρισεν τῷ
βασιλεῖ Ναβουχοδονόσορ ἃ δεῖ γενέσθαι ἐπ' ἐσχάτων τῶν
ἡμέρων.»
4
... τοὺς χαλδαίους ἐκ τοῦ κινδύνου ...
5
διδά-
σκει δὲ τὸν βασιλέα μὴ παρὰ ἀνθρώπων ἐπιγείων τὰ
ἐπουράνια μυστήρια ἐπιζητεῖν, ἅπερ ἔμελλεν ἰδίοις καιροῖς
παρὰ θεοῦ ἐπιτελεῖσθαι.
6
Καὶ διὰ τοῦτο ἀναπέμπων τὸ
φρόνημα τοῦ βασιλέως πρὸς τὸν θεὸν ἔλεγεν· «ἔστιν ὁ
θεὸς ἐν οὐρανῷ ἀποκαλύπτων μυστήρια», παρ' οὗ δεῖ τὸν
ἄνθρωπον ἐν οἰκτιρμοῖς καὶ δεήσεσιν αἰτούμενον λαμβάνειν.
7
Καθ' ὃ καὶ αὐτὸς ταπεινοφρονῶν καὶ σμικρύνων ἑαυτὸν
καὶ μὴ καυχώμενος παρὰ πάντας Βαβυλωνίους σοφώτερος
εὑρεθεὶς ἔλεγεν· «Κἀμοὶ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ
παρὰ πάντας κατοικοῦντας ἐπὶ τῆς γῆς τὸ μυστήριον τοῦτο
ἀπεκαλύφθη, ἀλλ' ἕνεκεν τοῦ τὴν σύγκρισιν τῷ βασιλεῖ
γνωρίσαι, ἵνα τοὺς διαλογισμοὺς τῆς καρδίας σου γνῷς.»
8
Τοῦ γὰρ βασιλέως κρατήσαντος μὲν τῆς γῆς Αἰγύπτου,
τὴν δὲ Ἰουδαίαν χώραν παραλαβόντος καὶ τὸν λαὸν
μετοικίσαντος, διελογίζετο «ἐπὶ τῆς κοίτης» ὤν, «τί»
ἄρα ἔσται «μετὰ ταῦτα.»
9
Ὁ δὲ τὰ κρυπτὰ πάντων
ἐπιστάμενος καὶ «τοὺς διαλογισμοὺς» τῶν καρδιῶν
«ἐρευνῶν», ἀπεκάλυψεν αὐτῷ διὰ μὲν τῆς εἰκόνος τὰ
ἐσόμενα, ἀπέκρυψεν δὲ ἀπ' αὐτοῦ τὸ ὅραμα, ἵνα μὴ ὑπὸ τῶν
σοφῶν Βαβυλῶνος τὰ τοῦ θεοῦ βουλεύματα ἑρμηνευθῆναι
δυνηθῇ, ἀλλ' ὑπὸ τοῦ μακαρίου Δανιὴλ ἅτε προφήτου τοῦ
θεοῦ τὰ πᾶσιν ἀποκεκρυμμένα φανερωθῇ.
7
1
Λέγει γοῦν· «Σὺ βασιλεῦ ἐθεώρεις, καὶ ἰδοὺ
εἰκὼν μία, μεγάλη ἡ εἰκὼν ἐκείνη καὶ ἡ πρόσοψις αὐτῆς
φοβερά· εἰκὼν ἧς ἡ κεφαλὴ αὐτῆς χρυσίου χρηστοῦ, αἱ
χεῖρες καὶ τὸ στῆθος καὶ οἱ βραχίονες αὐτῆς ἀργυροῖ, ἡ
κοιλία καὶ οἱ μηροὶ χαλκοῖ, αἱ κνῆμαι σιδηραῖ, οἱ πόδες
μέρος μέν τι σιδηροῦν καὶ μέρος δέ τι ὀστράκινον. Ἐθεώ-
ρεις ἕως ἀπεσχίσθη λίθος ἄνευ χειρῶν καὶ ἐπάταξεν τὴν
εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους καὶ
ἐλέπτυνεν εἰς τέλος. Τότε ἐλεπτύνθησαν εἰσάπαξ τὸ
ὄστρακον, ὁ σίδηρος, ὁ χαλκός, ὁ ἄργυρος, ὁ χρυσός, καὶ
ἐγένετο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς· καὶ ἐξῆρεν
αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς·
καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγενήθη ὄρος μέγα καὶ
ἐπλήρωσεν πᾶσαν τὴν γῆν. Τοῦτό ἐστιν τὸ ἐνύπνιον καὶ τὴν
σύγκρισιν αὐτοῦ ἐροῦμεν ἐνώπιον τοῦ βασιλέως. Σὺ βασιλεῦ,
βασιλεὺς βασιλευόντων, ᾧ ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν
ἰσχυρὰν καὶ κραταιὰν καὶ ἔντιμον ἔδωκεν ἐν παντὶ τόπῳ,
ὅπου κατοικοῦσιν υἱοὶ τῶν ἀνθρώπων, θηρία τε ἀγροῦ καὶ
πετεινὰ τοῦ οὐρανοῦ ἔδωκεν ἐν τῇ χειρί σου καὶ κατέστη-
σέν σε κύριον πάντων· σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ. Καὶ
ὀπίσω σου ἀναστήσεται βασιλεία ἑτέρα ἥττων σου, ἥτις
ἐστὶν ὁ ἄργυρος· καὶ βασιλεία τρίτη, ἥτις ἐστὶν ὁ χαλκός,
ἣ κυριεύσει πάσης τῆς γῆς· καὶ βασιλεία τετάρτη, ἥτις
ἔσται ἰσχυρὰ ὡς σίδηρος· ὃν τρόπον ὁ σίδηρος λεπτύνει
καὶ δαμάζει πάντα, οὕτως πάντα λεπτυνεῖ, καὶ δαμάσει.
Καὶ ὅτι εἶδες τοὺς πόδας καὶ τοὺς δακτύλους μέρος μέν τι
σιδηροῦν, μέρος δέ τι ὀστράκινον, βασιλεία διῃρημένη ἔσται,
καὶ ἀπὸ τῆς ῥίζης τῆς σιδηρᾶς ἔσται ἐν αὐτῇ, ὃν τρόπον εἶδες
τὸν σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκῳ. Καὶ οἱ δάκτυλοι
τῶν ποδῶν μέρος μέν τι σιδηροῦν, μέρος δέ τι ὀστράκινον,
μέρος τι τῆς βασιλείας ἔσται ἰσχυρόν, καὶ ἀπ' αὐτῆς ἔσται
συντριβόμενον. Ὅτι εἶδες τὸν σίδηρον ἀναμεμιγμένον τῷ
ὀστράκῳ, συμμιγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων καὶ
οὐκ ἔσονται προσκολλώμενοι οὗτος μετὰ τούτου, καθὼς ὁ
σίδηρος οὐκ ἀναμίγνυται μετὰ τοῦ ὀστράκου. Ἐν ταῖς ἡμέ-
ραις τῶν βασιλέων ἐκείνων ἀναστήσει ὁ θεὸς τοῦ οὐρανοῦ
βασιλείαν, ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται, καὶ ἡ
βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται· λεπτυνεῖ
καὶ λικμήσει πάσας τὰς βασιλείας καὶ αὐτὴ ἀναστήσεται εἰς
τοὺς αἰῶνας· ὃν τρόπον εἶδες ὅτι ἀπὸ ὄρους ἐτμήθη λίθος
ἄνευ χειρῶν καὶ ἐλέπτυνεν τὸ ὄστρακον, τὸν σίδηρον, τὸν
χαλκόν, τὸν ἄργυρον, τὸν χρυσόν. Ὁ θεὸς ὁ μέγας ἐγνώ-
ρ…
The complete text is available when the reading interface loads.