Commentarium in Danielem 1.18
- Authority group
- Hippolytus Scr. Eccl. (catalogue association; authorship remains anonymous)
- Edition reference
- Commentarium in Danielem 1.18, ed. M. Richard, "Les difficultés d'une édition du commentaire de S. Hippolyte sur Daniel," Revue d'histoire des textes 2 (1972) 5–7.
- CTS identifier
urn:cts:greekLit:tlg2115.tlg032.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2
τῷ «ἐν τῷ ὄρει».
3
Τίνα δὲ ἦν ἃ ἑωράκει, εἰ μὴ ἐπουρανίων δοξῶν καὶ ἰδεῶν
εἰκόνας, ὧν κατὰ μίμησιν τὴν κατὰ [σάρκα ᾠκοδόμ]η[σεν] σκηνὴν ἐκ ξύλων
ἀσήπτων καὶ [ἕ]ν[δεκα τρι]χίν[ων] δέ[ρρε]ων, ἵνα [τοῖς νοῦ]ν ἔ[χου]σι[ν τὸ σαρ]κι-
κὸν [ὡς] ἐπου[ράνιον φανῇ;]
4
Ἐδ[ὲ]μ οὖν [εἴ]ρηται τόπος τρυφῆς, τ[ουτέστ]ι[ν]
παράδεισος· κατὰ ἀνατολὰς ἐφυτεύετο, ξύλοις ὡραίοις καὶ καρποῖς παντοδαποῖς
κεκοσμημένος, ὥστε ἔστι νοῆσαι τὸ σύστημα τῶν δικαίων τόπον εἶναι ἅγιον, ἐν ᾧ
ἡ ἐκκλησία ἐφυτεύετο.
5
Οὔτε γὰρ ψιλὸς τόπος δύναται καλεῖσθαι ἐκκλησία,
〈οὔτε〉 οἶκος διὰ λίθου καὶ πηλοῦ ᾠκοδομημένος· οὔτε αὐτὸς καθ' ἑαυτὸν ἄνθρω-
πος δύναται καλεῖσθαι ἐκκλησία· οἶκος γὰρ καταλύεται καὶ ἄνθρωπος τελευτᾷ.
6
Τί οὖν ἐστιν ἐκκλησία; Σύστημα ἁγίων ἐν ἀληθείᾳ πολιτευομένων.
7
Ἡ οὖν
ὁμόνοια καὶ ἡ ἐπὶ τὸ αὐτὸ τῶν ἁγίων ὁδὸς τοῦτο γίνεται ἐκκλησία, οἶκος θεοῦ
πνευματικὸς ἐπὶ τῷ Χριστῷ ὡς «ἐν τῇ ἀνατολῇ» πεφυτευμένος, ἐν ᾧ ποικίλα
καὶ εὐθαλῆ [δένδρα] ἐπ[εισ]ερχομέν[οις] φ[αίνεται], γενε[ὰ] πατέρων
[ἀπ' ἀ]ρχ[ῆς] κε[χωρισ]μένη καὶ πρ[οφητῶν ἔργα, ἃ] πεπλ[ήρωται μετὰ τὸν νό]μ[ον,
χορὸς ἀποστόλ]ω[ν, σοφ]ῶν διὰ λόγο[υ γεγενη]μένων, μαρτύρων τε πάντων δι' αἵ-
ματος 〈Χριστοῦ〉 [σ]ε[σωσ]μένων, καὶ παρθένων κλῆσις δι' ὕδατος ἡγιασμένων,
χορὸς διδασκάλων καὶ τάξις ἐπισκόπων, ἱερέων τε καὶ λευϊτῶν.
8
Καὶ παντοδαπῇ
ποικιλίᾳ κεκοσμημένα [ταῦ]τα πάντα ἐν ἐκκλησίᾳ 〈ἀνθοῦσιν〉 φθαρῆναι μὴ
δυνάμενα· ὧν τοὺς καρποὺς μεταλαμβάνοντες ἡμεῖς εὐφραινόμεθα, ἐσθίοντες τὴν
ἐξ αὐτῶν προερχομένην πνευματικὴν καὶ ἐπουράνιον τροφήν.
9
Οἱ γὰρ μακάριοι
πατριάρχαι αὐτοὶ ἡμῖν τὰ τοῦ θεοῦ λόγια διηκόνησαν ὡς δένδρα εὐθαλῆ ἐν παρα-
δείσῳ πεφυτευμένα καὶ πάντοτε μεθ' ἑαυτῶν τὸν καρπὸν βαστάζοντα, ἵνα ἡμεῖς τὸν
γλυκὺν ἐξ αὐτῶν προβληθέντα Χριστόν, καρπὸν ζωῆς δοθέντα ἡμῖν, [γνῶ-
μεν ἕως] νῦν.
10
Ἐν τούτῳ τῷ [Ἐδὲμ] ποταμὸς ἀεννάω[ν ὑδάτ]ων [ἀ]π[ορ]ρέει
καὶ τέσσαρε[ς ποτα]μοὶ ἐξ[ερχ]όμ[ε]ν[οι ἐ]ξ [αὐτοῦ] ποτίζουσιν π[ᾶσαν τὴν] τῶν
[ἀ]ν[θρώπων] γῆν, [ὡς] καὶ ἐν τῇ ἐκκλησίᾳ δείκνυται· ποταμὸς γ[ὰρ ὁ Χριστός·
διὰ τὸ τε]τραμερὲς σωτ[ήρι]ον εὐαγγέλιον 〈πάντα〉 ἐκφυλάτ[τει] καὶ εἰς [πάν]τα
πρόσεστιν. Ἄρ[δει] δὲ καὶ ποτίζει πάντας τοὺς [πι]στεύοντας εἰς αὐτόν, ὡ[ς ὁ]
προφήτης λέγει· «ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν».
11
Ἐν μὲν οὖν
τῷ παραδείσῳ ξύλον ἐδείκνυτο γνώσεως καὶ ξύλον ζωῆς, ὡς νῦν ἐν ἐκκλησίᾳ νόμος
καὶ λόγος ὡς δύο ξύλα πεφυτευμένα δείκνυνται· «διὰ γὰρ νόμου ἐπίγνωσις» γίνε-
ται «τῆς ἁμαρτίας», διὰ δὲ τοῦ λόγου ζωὴ καὶ ἄφεσις δίδοται τῶν παραπτωμά-
των.
12
Καὶ γὰρ τότε ὁ Ἀδὰμ παρακούσας θεοῦ καὶ γευσάμενος ἐκ τοῦ ξύλου
τῆς γνώσεως ἔκβλητος ἐγένετο τοῦ παραδείσου, ἐκ γῆς ληφθεὶς καὶ εἰς γῆν πάλιν
ἀναλυθείς.
13
Ὁμοίως [πάλιν ὁ πε]πιστευ[κὼς] καὶ τὰς ἐντολὰς μὴ
[φυλά]ξας γυμνοῦται τοῦ ἁγίου πνεύματος, ἔκβλητος γενόμενος τῆς ἐκκλησίας,
μηκέτι λαβών, ἀλλὰ γενόμε[νος γῆ εἰς τὸν] παλαιὸν αὐτοῦ ἄνθρωπον ἀν[ελθ]εῖν
ὀφεί[λ]ει.
{PRÉAMBULE} Τοὺς περὶ εὐλογιῶν τοῦ Ἰακὼβ ποιούμενος λόγους αὐτός, αὐτὸς τὴν παρὰτοῦ κυρίου εὐλογίαν αἰτῶ. τίς γὰρ ἀνθρώπων ἱκανὸς διηγήσασθαι τὰ πνευματικῶς εἰρη-μένα, εἰ μὴ ἡ οὐράνιος σοφία συνεργεῖ τῷ λέγοντι; τίς δὲ ἑρμηνεῦσαι δύναται τὰ διὰτῶν μακαρίων προφητῶν διὰ παραβολῶν αἰνιγματωδῶς εἰρημένα, εἰ μὴ αὐτὸς ὁ λόγοςἑαυτοῦ ἑρμηνεὺς γένηται; ὃς πάλαι μὲν 〈ἐν τῷ〉 Ἰσραὴλ ὡς λύχνος ἐν τῷ νόμῳὑπὸ τὸν μόδιον κρυπτόμενος, ἵνα τοὺς ἐν νόμῳ διὰ τῆς περιτομῆς δικαιουμένους φω-τίσῃ, νυνὶ δὲ παρρησίᾳ ἐπὶ τοῦ ξύλου ὡς ἐν λυχνίᾳ ἑπτάμυξος λύχνος φαινόμε-νος, 〈ἵνα τὰ μακρὰν〉 ὑπάρχοντα ἔθνη πρὸς σωτηρίαν πρὸς τὸ ἑαυτοῦ φῶς καλέσῃ.{VISIONS DE JOSEPH} Παρέστω τοίνυν ἡμῖν αὐτὸς ὁ λόγος ἑρμηνεὺς τῶν ἑαυτοῦ μυστηρίων γινόμενος,ἵνα καὶ τὰ τοῦ Ἰωσὴφ ὁράματα τοῖς πιστεύουσιν φανερῶσαι δυνηθῇ. οὐδὲ γὰρ μάτηντοῦτον ὁραματιστὴν ἐκάλουν οἱ ἀδελφοί, εἰ μὴ δυνάμει προεώρων τὸν ἐν αὐτῷ πολιτευό-μενον λόγον. «εἶπον γὰρ πρὸς ἑαυτοὺς λέγοντες. ἰδοὺ ὁ ὁραματιστὴς ἔρχεται· δεῦτεκαὶ ἀποκτείνωμεν αὐτόν, καὶ ἴδωμεν τί ἔσται τὰ ὁράματα αὐτοῦ». τίνα δὲ ἦν τὰτούτου ὁράματα, υἱοὶ Ἰακώβ, εἴπατε. ἐθεώρει, φησίν, δράγματα ἐν πεδίῳ δεσμούμενακαὶ τὸ ἑαυτοῦ δράγμα ὀρθούμενον, τὰ δὲ ἡμέτερα πεσόντα· ἐπιστραφέντα δὲ προσεκύνουντὸ τοῦ Ἰωσὴφ δράγμα. τί ἐν τούτῳ ἠδίκησεν Ἰωσήφ, εἰ τὸ μέλλον ἔσεσθαι ἀπήγγειλενὑμῖν; τί παραζηλοῦτε καὶ μισεῖτε τὸν δίκαιον, εἰ θεὸς τούτῳ τὰ ἑαυτοῦ μυστήριαἀπεκάλυψεν καὶ τὰ ἐπ' ἐσχάτων γινόμενα δι' ὁραμάτων ἐφανέρωσεν; τί ἐλυπήθητεἰδόντες χιτῶνα ποικίλον ἐπ' αὐτῷ, εἰ ὁ δίκαιος πατὴρ τοῦτον παρὰ πάντας ἀγαπήσαςἐτίμησεν καὶ ποιμένα ποιμένων εἰς ἐπίσκεψιν ὑμῖν ἀπέστειλεν καὶ μάρτυρα πιστὸν ἐνκόσμῳ προήγαγεν καὶ δράγμα γήρως ὡς ἀπαρχὴν ἅγιον πρωτότοκον ἐκ νεκρῶνἀνέστησεν; τί ἀγανακτεῖτε, εἰ ἥλιος καὶ σελήνη καὶ ἕνδεκα ἀστέρες προσεκύνουν αὐτόν,οἱ πάλαι προτυπούμενοι; οὐδὲ Ἰακὼβ καὶ Ῥαχὴλ ἥλιος καὶ σελήνη ἐχρημάτιζεν, ἀλλ'οὐδὲ γὰρ οὕτω γεγένηται. ἡ μὲν γὰρ Ῥαχὴλ ἤδη τεθνεῶσα ἐν τῷ ἱπποδρόμῳ ἐτέθαπτο,ὁ δὲ Ἰωσὴφ συναντήσας τῷ πατρὶ αὑτοῦ, πεσὼν προσεκύνησεν, ἵνα ὁ τύπος τηρηθῇ καὶ ἡγραφὴ ἀληθεύουσα φανῇ. ποῦ οὖν πληροῦται τὸ εἰρημένον, τὸ «ἆρά γε ἐλθόντες ἐγὼ καὶ ἡμήτηρ σου καὶ οἱ ἀδελφοί σου προσκυνήσωμέν σοι ἐπὶ τῆς γῆς», ἀλλ' ἢ ὅτε οἱ μακάριοιἀπόστολοι ἅμα Ἰωσὴφ καὶ Μαρίᾳ ἐλθόντες ἐν τῷ ὄρει τῶν ἐλαιῶν προσεκύνησαντὸν Χριστόν; Ἰούδας μετ' αὐτῶν οὐκ ἦν. οὐδὲ γὰρ ὁ Ἰωσὴφ αὐτὸς Χριστὸς ἦν, ἵναἐν Αἰγύπτῳ τοῦτο γεγενῆσθαι νομισθῇ, ἀλλὰ ἦν τύπος τοῦ μέλλοντος παραδεικνυμένουδιὰ Ἰωσήφ· παρέστω τοίνυν ὁ ἀληθινὸς καὶ ἐπουράνιος Ἰωσὴφ ἑρμηνεύς, ἵνα τὰ δι'αὐτοῦ κηρυχθέντα ὑπὸ τῶν μακαρίων προφητῶν αὐτὸς πάλιν ἑρμηνεύων φανῇ· οὐδὲ γὰρπαρεσιώπησεν ἡ γραφὴ ἐπὶ τοῦ Ἰωσήφ, ἀλλὰ ἑρμηνέα τοῦτον ἀπέφηνεν· αὐτὸς γὰρ ἦνἑρμηνεὺς τῶν τοῦ πατρὸς ἀποκρύφων μυστηρίων. καὶ γὰρ ἡ γραφὴ λέγει· «αὐτοὶ δὲ οὐκἔγνωσαν ὅτι ἀκούει» αὐτῶν «ὁ Ἰωσήφ· ὁ γὰρ ἑρμηνεὺς ἀνὰ μέσον αὐτῶν ἦν». Τί ὠφέλησαν οἱ ἀδελφοὶ ἔριφον τότε ἀποκτείναντες καὶ τὸν ἑαυτῶν πατέραπλανήσαντες; ἰδοὺ γὰρ ὁ Ἰωσὴφ ἐν Αἰγύπτῳ βασιλεὺς ἐχρημάτισεν. τί ἐμολύνατε τὸνχιτῶνα τὸν ποικίλον τῷ αἵματι τοῦ ἐρίφου ψευδόμενοι καὶ παρερμηνεύοντες τὰ ὑφ' ὑμῶνγεγενημένα; ὁ δὲ πατὴρ χιτῶνα υἱοῦ τοῦτον εἶναι ὡμολόγει μεθ' ὑμῶν καὶ ἔφερεντὸ γεγενημένον. σὺ δὲ πωλεῖς, Ἰούδα, τὸν Ἰωσὴφ ἐπιθυμίᾳ κόσμου κρατούμενος. οἱδὲ ἀλλόφυλοι Ἰσμαηλῖται τοῦτον ἀγοράζουσιν, ἵνα εἰς Αἴγυπτον ἀχθῇ κἀκεῖ δέσμιοςγένηται καὶ ὁράματα δι' αὐτοῦ ἀποκαλυφθῇ καὶ ὑπὸ Φαραῶ ζητηθῇ καὶ βασιλεὺςΑἰγύπτου κατασταθῇ καὶ τὸν δεύτερον θρόνον πιστευθῇ καὶ σῖτος πολὺς δι' αὐτοῦσυναχθῇ καὶ εἰς ἀποθήκην τηρηθῇ καὶ ἡ ἑβδομὰς ἐτῶν πληρωθῇ καὶ λαὸς λιμώττωντραφῇ καὶ ὑπὸ ἀδελφῶν. προσκυνηθῇ καὶ πατὴρ ὑπ' αὐτῶν ὁμολογηθῇ.