The Greek Library Author

Anonymous

De benedictionibus Isaaci et Jacobi

Authority group
Hippolytus Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
De benedictionibus Isaaci et Jacobi, ed. M. Brière, L. Mariès, and B. C. Mercier, Hippolyte de Rome. Sur les bénédictions d'Isaac, de Jacob et de Moïse [Patrologia Orientalis 27, fasc. 1–2. Paris: Firmin-Didot et Companie, 1954]: 2–114.
CTS identifier
urn:cts:greekLit:tlg2115.tlg033.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

8

{BÉNÉDICTIONS D'ISAAC}

Πῶς οὖν μὴ δοξάσω τὸν ἐπουράνιον βασιλέα, τὸν τὰ ἴδια μυστήρια διὰ προφη-

τῶν σκηνοποιήσαντα. ἀλλ' ἐπεὶ καιρὸς λοιπὸν ἐπέστη πρὸς τὴν τῶν εὐλογιῶν ἑρμη-

10

νείαν τραπῆναι ἡμᾶς, ἐπιστήσαντες τὸν νοῦν ἴδωμεν, εἰ αἱ εἰρημέναι ὑπὸ τοῦ Ἰακὼβ

εὐλογίαι ὡς εὐλογίαι ἐπὶ τοὺς υἱοὺς Ἰσραὴλ ἐχώρησαν. εὑρίσκομεν γὰρ τοὐναντίον·

εὐλογίας μὲν ἐκεῖ λόγῳ γινομένας, ἔλεγχον δὲ αὐτῶν καὶ προφητείαν μεγίστην δι' αὐτῶν

δεικνυμένην, ἥτις εἰς τὰ σπέρματα τῶν ἐκ τοῦ γένους αὐτῶν γεννηθέντων ἀπέβη.

ὥστε ὁ μακάριος Ἰακὼβ πρὸς μὲν τοὺς ἰδίους υἱοὺς ὡς τὸ παρὸν ἐλάλει, τὰ 〈δὲ〉

λεγόμενα εἰς ἔσχατον καιρὸν συνέβη. καὶ τὰς μὲν εὐλογίας προδιέστελλεν, δι' ὧν ταῦτα

προεφητεύετο, ἐδίδου δὲ τοῖς υἱοῖς Ἰσραὴλ ἔλεγχον τῶν παραπτωμάτων ποιούμενος καὶ

ἠπείλει ἐκ τῆς τοιαύτης πράξεως ὑπεξαιρούμενος.

Εὑρίσκομεν δὲ καὶ τὸν μακάριον Ἰσαὰκ τὰ ὅμοια πεποιηκότα, καὶ τὸν μὲν Ἰακὼβ

τὸν νεώτερον υἱὸν εὐλογοῦντα, καὶ πάντα τούτῳ χαριζόμενον διὰ τὸν ἐξ αὐτοῦ μέλλοντα

κατὰ σάρκα γεννᾶσθαι Χριστόν. τὸν δὲ Ἡσαῦ, τύπον ἔχοντα τοῦ προτέρου λαοῦ,

12

προειδώς που τὸν 〈ἐν〉 τῇ καρδίᾳ πονηρὸν λογισμόν, τοῦτον οὐκ αὖ ηὐλόγησεν, ἀλλά,

δυνάμει ῥητῶν, διὰ προφητείας ἐπέπληξεν. ὅτι δὲ οὕτως ἔχει, αὐτὴ ἡ γραφὴ ἀνα-

πτυχθεῖσα σαφέστερον ἡμᾶς διδάξει τὰ προειρημένα. λέγει γὰρ οὕτως· «καὶ ἐκάλε-

σεν Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον καὶ εἶπεν αὐτῷ· λάβε τὸ σκεῦός σου, τήν τε

φαρέτραν καὶ τὸ τόξον καὶ ἔξελθε εἰς τὸ πεδίον καὶ θήρευσόν μοι θήραν, καὶ ποίησόν μοι

ἐδέσματα ὡς φιλῶ ἐγώ· καὶ ἔνεγκέ μοι, ἵνα φάγω, ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου πρὸ

τοῦ ἀποθανεῖν με». τὸ μὲν οὖν ἐντέλλεσθαι τὸν προφήτην τροφὴν αἰτοῦντα παρὰ

τοῦ Ἡσαῦ σημαίνει τὴν διὰ τοῦ λόγου κλῆσιν τοῦ προτέρου λαοῦ γεγενημένην, ὡς

ἀπαιτεῖ καρπὸν ἔργων δικαιοσύνης παρ' αὐτοῦ, ἥτις ἦν ὡς τροφὴ τῷ πατρὶ λογιζομένη.

τὸ γὰρ «ἔξελθε εἰς τὸ πεδίον καὶ θήρευσόν μοι θήραν» τὴν ἐν τῷ κόσμῳ ἀναστροφὴν

σημαίνει. τὸ δὲ εἰπεῖν πρὸς αὐτόν, «λάβε τὴν φαρέτραν καὶ τὸ τόξον σου» δηλοῖ, ὅτι

ἔμελλεν ὁ λαὸς ἰδίας δόξης ἀντιποιούμενος μὴ πίστει δικαιοῦσθαι, ἀλλ' ἐν πολέμῳ καὶ

14

μαχαίρᾳ καυχώμενος τύραννον ἑαυτοῦ βασιλέα αἰτεῖσθαι, ὡς καὶ Μωϋσῆς πρὸς αὐτὸν

ἔλεγεν, «καὶ ἡ μάχαιρα καύχημά σου».

«Εἶπεν δὲ Ῥεβέκκα πρὸς Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον· ἰδοὺ ἐγὼ ἤκουσα

τοῦ πατρός σου λαλοῦντος πρὸς Ἡσαῦ τὸν ἀδελφόν σου καὶ λέγοντος· ἔνεγκέ μοι θήραν

καὶ ποίησόν μοι ἐδέσματα καὶ φαγὼν εὐλογήσω σε ἐναντίον κυρίου. νῦν οὖν ἄκουσόν μου

τέκνον τῆς φωνῆς καὶ πορευθεὶς εἰς τὰ πρόβατα λάβε μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς

καὶ καλοὺς καὶ ποιήσω αὐτοὺς ἐδέσματα τῷ πατρί σου ὡς φιλεῖ καὶ εἰσοίσεις τῷ πατρί

σου καὶ φάγεται, ὅπως εὐλογήσῃ 〈σε〉 ὁ πατήρ σου πρὸ τοῦ ἀποθανεῖν αὐτόν».

Ἡ μὲν οὖν Ῥεβέκκα εἰκόνα φέρουσα τῆς ἐκκλησίας ἤδη προετύπου τὰ μέλλοντα διὰ

τοῦ νεωτέρου υἱοῦ ἐπιτελεῖσθαι. φησὶν γὰρ πρὸς αὐτόν· «πορευθεὶς εἰς τὰ πρόβατα λάβε

μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλούς». ὁ μὲν Ἡσαῦ εἰς τὸ πεδίον πέμπεται, ὡς ἐν

κόσμῳ προσήλυτος ζῶν· ὁ δὲ Ἰακὼβ εἰς τὰ πρόβατα, ἵνα πληρωθῇ τὸ ὑπὸ τοῦ κυρίου

εἰρημένον· «οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ».

16

Τὸ δὲ εἰπεῖν αὐτήν, «λάβε μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλοὺς» ἔδειξεν τὰς

δύο κλήσεις, τὰς διὰ τοῦ εὐαγγελίου γεγενημένας· ἔριφοι μὲν ὄντες ἀπ' ἀρχῆς, ἐπειδὴ

πάντες ἦμεν ἁμαρτωλοί, ἁπαλοὶ δὲ καὶ καλοὶ διὰ ὑπακοῆς γινόμεθα τῇ ἐν Χριστῷ πίστει

δικαιούμενοι, μηκέτι ὡς ἔριφοι κρινόμενοι, ἀλλ' ὡς πρόβατα εἰς «ὀσμὴν εὐωδίας» θυσίᾳ

καθαρᾷ θεῷ προσφερόμενοι, 〈καὶ εἰς τροφὴν πνευματικὴν τῷ λόγῳ ἐξηρτισμένοι〉

ὃς διὰ τοῦ εὐαγγελίου τὰ ὅμοια ἐπιτελῶν ἔλεγεν τοῖς μαθηταῖς· «ἐγὼ βρῶσιν ἔχω

φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε».

«Εἶπεν δὲ Ἰακὼβ πρὸς Ῥεβέκκαν τὴν μητέρα αὐτοῦ· ἔστιν ὁ ἀδελφός μου ἀνὴρ δασύς,

ἐγὼ δὲ ἀνὴρ λεῖος. μήποτε ψηλαφήσῃ με ὁ πατήρ μου καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς κατα-

φρονῶν καὶ ἐπάξω ἐπ' ἐμαυτὸν κατάραν καὶ οὐκ εὐλογίαν.» πῶς σαφῶς ἐνθάδε τὸ ἴδιον εὐλαβὲς

ὁ Ἰακὼβ ἐπέδειξεν. μαθὼν γὰρ τὸ γεγενημένον ὑπὸ τοῦ Χάμ, ὃς ἰδὼν γυμνωθέντα τὸν

Νῶε κατεγέλασεν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ καὶ ἐπεσπάσατο ἐφ' ἑαυτὸν τὴν κατάραν,

18

εὐλαβήθη μήποτε καὶ αὐτὸς ὡς ἐκπειράζων τὸν ἑαυτοῦ πατέρα νομισθῇ καὶ ὑπὸ κατάραν

πέσῃ· ἦν δὲ καὶ τὸ ὑπ' αὐτοῦ λεγόμενον ἀληθές, ὅτι μὲν «Ἡσαῦ ὁ ἀδελφός μοῦ ἐστιν ἀνὴρ

δασύς», τοῦτ' ἔστιν ἁμαρτωλός, «ἐγὼ δὲ ἀνὴρ λεῖος», ᾧπερ δείκνυται τὸ ἄσπιλον καὶ

ἀναμάρτητον τῆς σαρκὸς τοῦ κυρίου. ἀλλ' ἐπειδὴ μὴ ἔδει ἐπὶ ἑτέρου ἐπιτελεῖσθαι τὰ

μυστήρια, φησὶν πρὸς αὐτόν· «ἐπ' ἐμὲ ἡ κατάρα σου τέκνον, μόνον ὑπάκουσον τῆς ἐμῆς

φωνῆς καὶ πορευθεὶς ἔνεγκέ μοι».

Καὶ γὰρ ἔστιν ἐπιγνῶναι τὸ εἰρημένον ὑπὸ τῆς Ῥεβέκκας πάλαι, νῦν ἐπὶ τὴν ἐκ-

κλησίαν πεπληρωμένον. τὸ γὰρ «ἐπ' ἐμὲ ἡ κατάρα σου τέκνον», τοῦτο δηλοῖ, ὅπερ νῦν τινες

βλασφημοῦντες τὴν ἐκκλησίαν ὀνειδίζουσιν ὡς σεβομένην τὸν ἐσταυρωμένον, κατάραν ἡμῖν

καὶ ὄνειδος κατὰ ταῦτα ἐπιφέροντες. τὸ γὰρ πάθος τοῦ κυρίου τοῖς μὲν ἀπίστοις νομίζεται

κατάρα, τοῖς δὲ πιστεύουσιν «ζωὴ καὶ εἰρήνη». καὶ γὰρ ὁ ἀπόστολος λέγει· «Χριστὸς ἡμᾶς

ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα», ὅπερ ἐπεπλήρωσεν ὁ

20

σωτὴρ νῦν διὰ τοῦ σώματος ἐπὶ τοῦ ξύλου θάνατον 〈ἀνθρώπου〉 ἀναδεξάμενος, ἵνα διὰ

τῆς ἰδίας ὑπακοῆς ἀναλύσῃ τὴν τοῦ Ἀδὰμ ἐν τῷ νόμῳ κειμένην κατάραν, τὸ «γῆ εἶ 〈καὶ

εἰς γῆν ἀπελεύσῃ〉».

«Λαβοῦσα οὖν ἡ Ῥεβέκκα τὴν στολὴν τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου

τὴν καλὴν ἐνέδυσεν τὸν υἱὸν αὐτῆς Ἰακὼβ καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκεν περὶ τοὺς

βραχίονας αὐτοῦ».

Τὸ μὲν ἐνδύσασθαι αὐτὸν τὴν στολήν, σημαίνει ὡς ἔμελλεν ὁ λόγος τὴν σάρκα

ἐνδύσεσθαι, τὸ δὲ περιθεῖναι τὰ δέρματα τῶν ἐρίφων περὶ τοὺς βραχίονας αὐτοῦ, δηλοῖ ὅτι

τὰς πάντων ἡμῶν ἁμαρτίας αὐτὸς ἀνέλαβεν, ἐν τῷ σταυρῷ τὰς χεῖρας καὶ τοὺς βραχίονας

ἐκπετάσας. ὡς καὶ Ἡσαΐας εἴρηκεν· «αὐτὸς τὰς ἁμαρτίας ἡμῶν ἦρεν καὶ τὰς νόσους

ἐβάστασεν».

20

Τὸ δὲ εἰπεῖν τὸν Ἰακὼβ τῷ πατρί· «πεποίηκα καθ' ἃ ἐλάλησάς μοι», σημαίνει τὴν ἀεὶ

τοῦ λόγου πρὸς τὸν πατέρα ὑπακοήν. ὡς καὶ ἐν τῷ Ἰεζεκιὴλ λέγει· «ἐποίησα καθ'

ἃ ἐνετείλατό μοι».

22

Εἶπεν δὲ αὐτῷ Ἰσαάκ· «τίς εἶ σύ; ὁ δὲ εἶπεν· ἐγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος Ἡσαῦ».

οὐχ ὡς ἀγνοῶν ὁ προφήτης ἐπερωτᾷ τὸν Ἰακώβ· ἐνορᾷ γὰρ πνευματικῶς τὰ γινόμενα. οὐ γὰρ

Ἰησοῦς ὁ τοῦ Ναυῆ ἐπερωτῶν τοὺς Γαβαωνίτας ἠγνόει τὸ ὑπ' αὐτῶν τετεχνασμένον πανούρ-

γευμα, ἀλλὰ εἰδότως συνεχώρει, ἵνα τὰ ἔθνη εἰς Ἰησοῦν καὶ εἰς Ἰησοῦν μετανοοῦντα καὶ

πιστεύοντα σωθῇ. οὕτως οὖν καὶ ἐνθάδε νοεῖν χρή.

«Ἔγγισόν μοι, φησίν, καὶ ψηλαφήσω σε τέκνον, εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ ἢ οὔ. καὶ

ἤγγισεν πρὸς αὐτόν. ὁ δὲ ψηλαφήσας ἔφη· ἡ μὲν φωνὴ φωνὴ Ἰακώβ, αἱ δὲ χεῖρες χεῖρες

Ἡσαῦ».

22

Τοῦτο σημαίνει ὅτι ὁ λόγος ὁ ἐν τῷ Ἰακὼβ τὰ μυστήρια προτυπῶν καὶ φωνὴ

ἐγένετο τῶν προφητῶν, αὐτὸς ἐν αὐτοῖς προφαίνων τὰ μέλλοντα. αἱ δὲ χεῖρες αὐτοῦ ἐγενή-

θησαν «χεῖρες Ἡσαῦ»· διὰ γὰρ τὰς τοῦ λαοῦ ἁμαρτίας τῷ θανάτῳ παρεδόθη.

24

Φησὶν οὖν πρὸς αὐτόν· «ἔγγισόν μοι, τέκνον, καὶ φίλησόν με. καὶ ἐγγίσας ἐφίλη-

σεν αὐτόν. καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ, καὶ ηὐλόγησεν αὐτὸν καὶ εἶπεν». καὶ

τοῦτο σαφῶς προμηνύων ὁ προφήτης, ὡς οὐδεὶς ἀνθρώπων στόμα ἅγιον προσοίσει πατρὶ ἢ

μόνος ὁ πρωτότοκος ἐκ τῆς παρθένου γενόμενος 〈υἱός〉. «ἐγὼ γάρ φησιν εἰμὶ ὁ υἱός σου,

ὁ πρωτότοκος». παραυτίκα γοῦν ἐπήνεγκεν τὴν εὐλογίαν ὁ προφήτης καὶ λέγει· «ἰδοὺ ὀσμὴ

τῶν ἱματίων τοῦ υἱοῦ μου 〈ὡς〉 ὀσμὴ ἀγροῦ πλήρους, ὃν εὐλόγησε κύριος· καὶ δῴη σοι ὁ

θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς πλῆθος σίτου καὶ οἴνου·

καὶ δουλευσάτωσάν σοι 〈ἔθνη, καὶ προσκυνήσουσίν σοι〉 ἄρχοντες, καὶ γίνου κύριος τοῦ

ἀδελφοῦ σου, καὶ προσκυνήσουσίν σε οἱ υἱοὶ τοῦ πατρός σου. ὁ καταρώμενός σε ἐπικα-

τάρατος, ὁ δὲ εὐλογῶν σε εὐλογημένος».

Εἰ μὲν οὖν νομίζει τις, τὴν εὐλογίαν ταύτην ἐπὶ τὸν Ἰακὼβ γεγενῆσθαι, πεπλάνηται·

οὐδὲν γὰρ τούτων συνέβη τῷ Ἰακώβ. εὑρίσκεται γὰρ πρῶτον μὲν ἐν τῇ Μεσοποταμίᾳ εἴκοσι

26

ἔτη δουλεύων τῷ Λάβαν, ἔπειτα αὐτὸς τὸν ἴδιον ἀδελφὸν Ἡσαῦ προσκυνῶν καὶ διὰ τῶν

δώρων τὸ τούτου πρόσωπον ἐξιλασκόμενος, μετὰ ταῦτα πάλιν εἰς Αἴγυπτον κατερχόμενος,

ἵνα μὴ σὺν τοῖς τέκνοις λιμῷ διαφθαρῇ. ἐπὶ τίνα οὖν πληροῦται τὸ εἰρημένον· «ἰδοὺ

ὀσμὴ τῶν ἱματίων τοῦ υἱοῦ μου· ὡς ὀσμὴ ἀγροῦ πλήρης, ὃν εὐλόγησεν κύριος»; ἐπ' οὐδένα

ἄλλον, εἰ μὴ ἐπὶ τὸν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ. ἀγρὸς γάρ ἐστιν ὁ κόσμος. ὀσμὴ δὲ τῶν

ἱματίων αὐτοῦ εἰσιν πάντες οἱ πιστεύοντες εἰς αὐτόν. ὡς ὁ ἀπόστολος λέγει· «ὅτι Χριστοῦ

εὐωδία ἐσμὲν ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, οἷς μὲν γὰρ ὀσμὴ θανάτου εἰς

θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν».

Τὸ δὲ εἰπεῖν· «δῴη σοι ὁ θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότη-

τος τῆς γῆς πλῆθος σίτου καὶ οἴνου» σαφέστατα διὰ τοῦ ῥητοῦ τὸν λόγον, τὸν ἀπὸ οὐρανῶν

καταβάντα ὡς δρόσον, ἐσήμανεν· τὴν δὲ γῆν, τὴν σάρκα, τὴν ἐκ τῆς παρθένου προσ-

ειλημμένην. «πλῆθος δὲ σίτου καὶ οἴνου» εἰπὼν ἔδειξεν τοὺς ἁγίους ὡς σῖτον εἰς

ἀποθήκην συναγομένους καὶ διὰ τοῦ πνεύματος ὡς οἴνῳ δικαιουμένους.

28

Τὸ δὲ εἰπεῖν· «δουλευσάτωσάν σοι ἔθνη καὶ προσκυνήσουσίν σοι ἄρχοντες» 〈τοῦτο

καὶ μεχρὶ νῦν γίνεται· τίνι σήμερον τὰ ἔθνη πιστεύοντα δουλεύουσι καὶ τίνα προσκυνοῦσιν

οἱ τῆς ἐκκλησίας ἄρχοντες〉 ἀλλ' ἢ τὸν Χριστόν, δι' οὗ ὀνόματος καὶ σώζονται. ὡς καὶ

διὰ Ἡσαΐου αὐτὸς ὁ λόγος προαναφωνῶν λέγει· «τοῖς δὲ δουλεύουσίν μοι κληθήσεται

ὄνομα καινόν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς· εὐλογήσουσιν γὰρ τὸν θεὸν τὸν ἀληθινὸν 〈καὶ

οἱ ὀμνύοντες ἐπὶ τῆς γῆς ὀμοῦνται τὸν θεὸν τὸν ἀληθινόν〉». καὶ πάλιν λέγει· «ἰδοὺ οἱ

δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ

διψήσετε· ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ αἰσχυνθήσεσθε,

ἀπὸ συντριβῆς πνεύματος ὀλολύξετε».

Εἶτα ἐπιφέρει λέγων· «γίνου κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσίν σε οἱ

υἱοὶ τοῦ πατρός σου». τὸν μὲν Ἰακὼβ οὔτε τις προσεκύνησεν, οὔτε γεγένηται κύριος τοῦ

ἀδελφοῦ αὐτοῦ Ἡσαῦ· ἀλλὰ τοὐναντίον, οὗτος φοβηθεὶς αὐτὸν ἔφυγεν, καὶ πρῶτος

30

αὐτὸν προσεκύνησεν ἑπτάκις. τὸ οὖν εἰρημένον πληροῦται ἐπὶ τὸν σωτῆρα. τῶν γὰρ νομι-

ζομένων κατὰ σάρκα ἀδελφῶν ἐγένετο κύριος καὶ δεσπότης, ἵνα ὑπ' αὐτῶν ὡς βασιλεὺς

προσκυνηθῇ. διὰ τοῦτο λέγει· «ὁ καταρώμενός σε ἐπικατάρατος, ὁ δὲ εὐλογῶν σε εὐλο-

γημένος».

30

Τῆς μὲν οὖν εὐλογίας ταύτης ἐμφάσει μὲν ὡς ἐπὶ τὸν Ἰακὼβ εἰρημένης, τῇ δὲ ἀληθείᾳ

ἐπὶ τὸν Χριστὸν πεπληρωμένης, ἴδωμεν τί λέγει ἐν τοῖς ἑξῆς.

«Καὶ ἐγένετο μετὰ τὸ παύσασθαι Ἰσαὰκ εὐλογοῦντα Ἰακὼβ 〈τὸν υἱὸν

αὐτοῦ, καὶ ἐγένετο ὡς ἐξῆλθεν Ἰακὼβ〉 ἀπὸ προσώπου Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, καὶ

Ἡσαῦ ὁ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας· καὶ ἐποίησεν καὶ αὐτὸς ἐδέσματα καὶ προσή-

νεγκεν τῷ πατρὶ αὐτοῦ».

Τὰ μὲν οὖν Ἡσαῦ ἐδέσματα σημαίνει τὴν ἐν τῷ νόμῳ τοῦ λαοῦ θρησκείαν, ὡς καυ-

χώμενοι καὶ νομίζοντες διὰ περιτομῆς δικαιοῦσθαι προσέφερον προσήλυτα ἔθνη ὡς τροφὴν

αὐτοὶ τροφῆς ἐπιδεόμενοι, ἄρτου ἐπουρανίου θιγεῖν μὴ δυνάμενοι.

32

Εἶπεν οὖν Ἡσαῦ· «ἀναστήτω ὁ πατήρ μου καὶ φαγέτω τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ,

ὅπως εὐλογήσῃ με ἡ ψυχή σου». πῶς ὑπερήφανον τὸ ῥῆμα καὶ ἐπηρμένον τῇ καρδίᾳ· καὶ

γὰρ ἕως σήμερον οἱ ἐκ περιτομῆς ὁμοίως καυχῶνται, ὡς μόνοι δεδικαιωμένοι. ὁ δὲ μακάριος

Ἰακὼβ τὸ εὐλαβὲς καὶ ταπεινόφρον προσλαβόμενος ἔλεγεν τῷ πατρί· «ἐποίησα καθ' ἃ

ἐλάλησάς μοι»· ὁ δὲ Ἡσαῦ οὐχ οὕτως, ἀλλὰ «ἀναστήτω ὁ πατήρ μου καὶ φαγέτω τῆς θήρας

τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου». ὁ δὲ πρὸς αὐτὸν ἔφη· «τίς εἶ σύ; ὁ δὲ εἶπεν·

ἐγώ εἰμι ὁ υἱός σου, ὁ πρωτότοκος, Ἡσαῦ. ἐξέστη δὲ Ἰσαὰκ ἔκστασιν μεγάλην σφόδρα

καὶ εἶπεν· τίς οὖν ὁ θηρεύσας μοι θήραν καὶ εἰσενέγκας μοι, καὶ ἔφαγον ἀπὸ πάντων πρὸ

τοῦ σε ἐλθεῖν καὶ ηὐλόγησα αὐτόν, καὶ εὐλογημένος ἔσται». πῶς ἐγρηγόρησεν ἐνθάδε τὸ

πνεῦμα τοῦ προφήτου. ἐπειδὴ γὰρ ἐν τῇ εὐλογίᾳ προσομιλῶν τῷ Ἰακὼβ εἶπεν· «ὁ εὐλογῶν

σε εὐλογημένος· ὁ δὲ καταρώμενός σε ἐπικατάρατος», διὰ τοῦτο ἐπεσφαλίσατο ἐκ δευτέ-

ρου καὶ ἐπεσφράγισεν τὴν πρώτην εὐλογίαν εἰπών· «ηὐλόγησα αὐτὸν καὶ εὐλογημένος

ἔσται». ἦν γὰρ τὸ γεγονὸς ὑπὸ τοῦ Ἰακὼβ μυστήριον οἰκονομίας εἰς Χριστὸν προτυπού-

μενον, ὃς εὐλογημένος ὑπὸ τοῦ πατρὸς γεννηθεὶς εἰς τοὺς αἰῶνας ἐγένετο εὐλογημένος.

34

Τὸ δὲ εἰπεῖν τὴν γραφήν· «ἐξέστη δὲ Ἰσαὰκ 〈ἔκστασιν μεγάλην σφόδρα», τοῦτ'

ἔστιν· ἐθαύμασεν Ἰσαὰκ〉 ἐπὶ τῷ γεγονότι, προορῶν 〈τὰ〉 ἔθνη διὰ τοῦ νεωτέρου

υἱοῦ 〈ὑπὸ〉 τοῦ θεοῦ μέλλοντα εὐλογεῖσθαι καὶ εἰς τὴν διαθήκην τῆς ἐπαγγελίας τῶν

πατέρων χωρεῖν. διὰ τοῦτο γὰρ καὶ Ἰακὼβ τικτόμενος καὶ ἔσχατος ἐκ κοιλίας μητρὸς

ἐκπορευόμενος τὴν πτέρναν ἐκράτει τοῦ Ἡσαῦ· ἤμελλεν γὰρ ὁ τοῖς ἴχνεσιν τῶν προφητῶν

κατακολουθῶν ἔσχατος λαὸς λήψεσθαι τὰ πρωτοτόκια εἰς καινὴν διαθήκην πρῶτος

εὑρισκόμενος.

«Ἐγένετο ἡνίκα ἤκουσεν Ἡσαῦ τὰ ῥήματα Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, ἀνεβόησεν

φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα καὶ εἶπεν· εὐλόγησον δὴ κἀμὲ πάτερ. εἶπεν δὲ αὐτῷ·

ἐλθὼν ὁ ἀδελφός σου μετὰ δόλου ἔλαβεν τὴν εὐλογίαν σου».

Τὸ οὖν εἰπεῖν αὐτῷ· «ἐλθὼν 〈ὁ ἀδελφός〉 σου μετὰ δόλου 〈ἔλαβεν τὴν εὐλογίαν

36

σου〉» σημαίνει μυστικῶς, ὅτι ἤμελλεν ὁ λόγος τοῦ θεοῦ σαρκωθεὶς μορφὴν δούλου λαμ-

βάνειν, ἵνα δι' αὐτοῦ ἄγνωστος γεννηθεὶς ἀναδέξηται τὴν εὐλογίαν παρὰ τοῦ πατρός, μετα-

διδοὺς καὶ ἡμῖν τοῖς ἐπ' αὐτὸν πιστεύουσιν.

Ὁ δὲ ἀκούσας ἔφη· «δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακώβ· ἐπτέρνισεν γάρ με ἤδη

δεύτερον τοῦτο· τά τε πρωτοτόκιά μου εἴληφεν καὶ νῦν ἔλαβεν τὴν εὐλογίαν μου. καὶ ἐνεκότει

Ἡσαῦ τῷ Ἰακώβ, καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ λέγων· πότε ἐγγίσωσιν αἱ ἡμέραι τοῦ

πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου;»

Πῶς σαφῶς ἐνθάδε προανεφώνησεν ἡ γραφὴ 〈διὰ Ἡσαῦ τὰ συμβησόμενα τὰ

συναφῆ·〉 καὶ γὰρ ὁ λόγος πατὴρ τοῦ λαοῦ ἐδείκνυτο, ὃς ἐπ' ἐσχάτων διὰ τῆς σαρκὸς

ἐπὶ τὸ πάθος ἤγγισεν. ὡς Μωσῆς ὀνειδίζων τὸν λαὸν λέγει· «ταῦτα κυρίῳ ἀνταποδίδοτε,

οὐκ αὐτός σου πατήρ;» διέστειλεν οὖν ἡ γραφή, ἵνα νοήσωμεν τὸ εἰρημένον. τὸ γὰρ

εἰπεῖν τὸν Ἡσαῦ· «πότε ἐγγίσωσιν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου;» περὶ

τῶν ἡμερῶν τοῦ πάσχα διηγεῖται, ἐν αἷς παρῄει ὁ λόγος κηρύσσων αὐτοῖς τὴν βασιλείαν.

38

τὸ δὲ «ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου», ἵνα δειχθῇ αὐτὸς ὁ ἄνθρωπος, ὁ κατὰ

σάρκα ἐκ τοῦ Ἰακὼβ γεννηθεὶς καὶ ὑπ' αὐτοῦ ἐπὶ ξύλου προσηλωθείς.

Φησὶν οὖν πρὸς αὐτόν· «οὐχ ὑπελίπου μοι εὐλογίαν πάτερ;» ἵνα γὰρ πᾶν τὸ πλή-

ρωμα τῆς θεότητος σωματικῶς ἐν τῷ Χριστῷ κατοικοῦν εὑρεθῇ, ὅδε πρὸς αὐτὸν

ἔφη· «εἰ κύριον αὐτὸν ἐποίησά σου καὶ πάντας τοὺς ἀδελφοὺς αὐτοῦ πεποίηκα αὐτοῦ

οἰκέτας, σίτῳ καὶ οἴνῳ ἐστήριξα αὐτόν, σοὶ δὲ τί ποιήσω τέκνον;

Κατανυχθέντος δὲ Ἰσαὰκ ἐβόησεν φωνὴν Ἡσαῦ καὶ ἔκλαυσεν». τὸ οὖν κατανυγῆναι

τὸν Ἰσαὰκ τὸ ἐπισπλαγχνισθῆναι τὸν λόγον ἐπὶ τῷ τοῦ λαοῦ παραπτώματι. καὶ γὰρ ὁ

σωτὴρ δεόμενος ὑπὲρ αὐτῶν ἔλεγεν· «πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν ὃ ποιοῦσιν».

Τὸ δὲ ἀναβοήσαντα τὸν Ἡσαῦ κλαῦσαι τὸ μετανοῆσαι αὐτοὺς ἐφ' ᾧ ἔπραξαν ἔργῳ.

ὡς καὶ ἐν ταῖς πράξεσιν τῶν ἀποστόλων γέγραπται· «ἀκούσαντες γὰρ αὐτὰ κατενύγησαν τῇ

40

καρδίᾳ, εἰπόντες πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους· τί ποιήσωμεν ἄνδρες

ἀδελφοί; οἱ δὲ εἶπον· μετανοήσατε καὶ βαπτισθήτω ἕκαστος ὑμῶν εἰς τὸ ὄνομα Ἰησοῦ

Χριστοῦ, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος· ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ

τοῖς τέκνοις ὑμῶν καὶ πᾶσιν τοῖς εἰς μακράν, ὅσους ἂν προσκαλέσηται κύριος ὁ θεὸς ἡμῶν».

Αὕτη οὖν ἡ εὐλογία, ἣν ἐζήτει λαβεῖν ὁ Ἡσαῦ τότε. ἀλλ' ἐπειδὴ καιρὸς οὐκ ἦν,

προφητεύων Ἰσαὰκ τὰ μέλλοντα φησὶν πρὸς αὐτόν· «ἰδοὺ ἀπὸ τῆς πιότητος 〈τῆς〉 γῆς

ἔσται ἡ κατοίκησίς σου καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν καὶ ἐπὶ τῇ μαχαίρᾳ σου

ζήσει καὶ τῷ ἀδελφῷ σου δουλεύσεις· ἔσται δὲ ἡνίκα ἂν καθέλῃς καὶ ἐκλύσῃς τὸν ζυγὸν

ἀπὸ τοῦ τραχήλου σου». τὰ μὲν εἰρημένα ὑπὸ τοῦ μακαρίου Ἰσαὰκ πότερον εὐλογίας

ἔχει δύναμιν ἢ προφητείας; χρὴ γὰρ νοεῖν τὰ προκείμενα. ἰδού φησιν· «ἀπὸ τῆς πιότητος τῆς

γῆς ἔσται 〈ἡ〉 κατοίκησίς σου, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν». συνέβη γὰρ

κατοικῆσαι τὸν λαὸν ἐν τῇ γῇ τῶν Χαναναίων, 〈ἣν〉 διένειμεν αὐτοῖς Ἰησοῦς ὁ τοῦ Ναυῆ.

42

τὸ δὲ εἰπεῖν «καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν», ὅτι οἱ προφῆται νεφέλης δίκην

ἐδρόσιζον αὐτοὺς γνωρίσαντες αὐτοῖς τὰ τοῦ θεοῦ λόγια. τὸ δὲ εἰπεῖν «ἐπὶ τῇ μαχαίρᾳ σου

ζήσει», ὅτι ἀεὶ ὁ λαὸς οὐκ ἐπαύσατο πολεμῶν καὶ πολεμούμενος πρὸς τὰ κύκλωθεν ἔθνη

κατοικοῦντα, καθὼς αὐταὶ αἱ γραφαὶ δηλοῦσιν. τὸ δὲ εἰπεῖν «καὶ τῷ ἀδελφῷ σου δουλεύσεις»

σημαίνει τὸν νῦν ἐνεστῶτα καιρόν, ἐν ᾧ παρῆν ὁ σωτὴρ ἐπισκεψάμενος τοὺς ἰδίους κατὰ

σάρκα ἀδελφούς, ᾧ παραινεῖ ὁ προφήτης ὑπήκοον γενάμενον δουλεύειν. διὰ τοῦτο ἔφη·

«ἔσται δὲ ἡνίκα ἂν καθέλῃς καὶ ἐκλύσῃς τὸν ζυγὸν ἀπὸ τοῦ τραχήλου σου». ποῖον ζυγόν,

ἀλλ' ἢ τὸν ἐν τῷ νόμῳ κείμενον; ἵνα μηκέτι νῦν δοῦλοι ὑπὸ ζυγὸν νόμου πολιτεύωνται, ἀλλὰ

ἐλεύθεροι τῷ εὐαγγελίῳ πιστεύοντες καὶ νῦν σωθῆναι δύνωνται.

Τῶν οὖν μακαρίων προφητῶν κατὰ γενεὰν ἡμῖν τὰ τοῦ Χριστοῦ μυστήρια προ-

κηρυξάντων 〈καὶ τὰ τῆς δικαιοσύνης σαφέστατα δειξάντων〉 τίς διστάζει ἐπὶ τούτοις

44

προφανῶς λελαλημένοις; εἰ γὰρ τὰ πρὸ παρῳχηκότα καὶ τὰ ἐνεστῶτα εἰπόντες πιστοὶ

ὑφ' ἡμῶν κρίνονται, πῶς οὐχὶ καὶ τὰ μέλλοντα ἔσεσθαι;

{BÉNÉDICTIONS DE JACOB

LES FILS DE JOSEPH: EPHRAÏM ET MANASSÉ}

Προμηνύσαντες οὖν τὰς ὑπὸ τοῦ Ἰσαὰκ εἰρημένας εὐλογίας, παρέλθωμεν καὶ ἐπὶ

τὰς ὑπ' αὐτοῦ τοῦ Ἰακὼβ γεγενημένας πρὸς τοὺς υἱοὺς εὐλογίας. φησὶν γὰρ ἡ γραφὴ οὕτως.

«ἰδὼν δὲ Ἰσραὴλ τοὺς υἱοὺς Ἰωσὴφ εἶπεν τίνες εἰσὶν οὗτοι; ὁ δὲ εἶπεν· υἱοί μου εἰσίν, οὓς

δέδωκέν μοι ὁ θεὸς ἐνταῦθα. καὶ εἶπεν· προσάγαγέ μοι αὐτούς, ἵνα εὐλογήσω αὐτούς. οἱ δὲ

ὀφθαλμοὶ Ἰακὼβ ἐβαρύνθησαν ἀπὸ τοῦ γήρως, καὶ οὐκ ἠδυνήθησαν τοῦ βλέπειν. καὶ ἤγγισεν

αὐτοὺς πρὸς αὐτόν, καὶ ἐφίλησεν αὐτοὺς καὶ περιέλαβεν. καὶ εἶπεν Ἰσραὴλ πρὸς Ἰωσήφ·

ἰδοὺ τοῦ προσώπου σου οὐκ ἐστερήθην καὶ ἰδοὺ ἔδειξέν μοι ὁ θεὸς καὶ τὸ σπέρμα σου. καὶ

46

ἐξήγαγεν αὐτοὺς Ἰωσὴφ 〈ἀπὸ τῶν γονάτων αὐτοῦ, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον

ἐπὶ τῆς γῆς· λαβὼν δὲ Ἰωσὴφ〉 τοὺς δύο υἱοὺς αὐτοῦ, τόν τε Ἐφραὶμ ἐν δεξιᾷ, ἐξ ἀριστε-

ρῶν δὲ τοῦ Ἰσραήλ, καὶ τὸν Μανασσῆν ἐν τῇ ἀριστερᾷ, ἐκ δεξιῶν δὲ Ἰσραήλ, ἤγγισεν

αὐτοὺς πρὸς αὐτόν. ἐκτείνας δὲ Ἰσραὴλ τὴν χεῖρα τὴν δεξιάν, ἐπέβαλεν ἐπὶ τὴν κεφαλὴν

Ἐφραίμ, οὗτος δὲ ἦν ὁ νεώτερος, καὶ τὴν ἀριστερὰν ἐπὶ τὴν κεφαλὴν Μανασσῆ, ἐναλλάξας

τὰς χεῖρας ηὐλόγησεν αὐτοὺς καὶ εἶπεν· ὁ θεός, ᾧ εὐηρέστησαν οἱ πατέρες μου ἐναντίον αὐτοῦ,

Ἀβραὰμ καὶ Ἰσαάκ, ὁ θεὸς ὁ τρέφων με ἐκ νεότητός μου ἕως τῆς σήμερον ἡμέρας, ὁ ἄγγελος,

ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν μου, εὐλόγησον τὰ παιδία ταῦτα, καὶ ἐπιτεθήσεται τὸ

ὄνομά μου ἐπ' αὐτούς· καὶ τὸ ὄνομα τῶν πατέρων μου Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ πληθυνθείησαν

εἰς πλῆθος πολὺ ἐπὶ τῆς γῆς».

Ταῦτα εἰπὼν ὁ προφήτης μυστήριον μέγιστον ἡμῖν ἐπέδειξεν. ἐν γὰρ τῷ ἐναλλά-

ξαι τὰς χεῖρας καὶ τὸν νεώτερον υἱὸν τοῦ Ἰωσήφ, λέγω δὴ τὸν Ἐφραίμ, εἰς τὰ δεξιὰ

μεθιστάναι, τὸν δὲ Μανασσῆν τὸν πρωτότοκον εἰς τὰ ἀριστερά, ἔδειξεν δι' αὐτῶν δύο κλήσεις

48

καὶ δύο λαοὺς γινομένους· καὶ τὸν μὲν νεώτερον διὰ πίστεως εἰς δεξιὰν τοῦ Χριστοῦ εὑρισκό-

μενον, τὸν δὲ πρεσβύτερον λαόν, τὸν ἐν τῷ νόμῳ καυχώμενον, εἰς ἀριστερὰν μετατιθέμενον.

ὅθεν μὴ νοήσας ὁ Ἰωσὴφ πνευματικῶς τὸ γινόμενον ὑπὸ τοῦ προφήτου, οἰόμενος πλα-

νᾶσθαι τὸν πατέρα, ἀντελάβετο αὐτοῦ καὶ εἶπεν· «οὐχ οὕτως, πάτερ, αὐτὸς γάρ ἐστιν ὁ πρωτό-

τοκος, ἐπίθες τὴν δεξιάν σου ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. ὁ δὲ εἶπεν· οἶδα, τέκνον, καὶ αὐτὸς ἔσται

μέγας καὶ αὐτὸς ὑψωθήσεται, ἀλλ' ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται»· «καὶ

ἔθηκεν τὸν Ἐφραὶμ ἔμπροσθεν τοῦ Μανασσῆ». ἀλλ' ἐπειδὴ λεληθότως πολλὰ ἔγκειται

ἐν ταῖς ἁγίαις γραφαῖς καὶ τοῦτο ἀφθόνως διηγησόμεθα, τί λέγων ὁ μακάριος Ἰακὼβ

ἰδιοποιήσατο τοὺς δύο υἱοὺς τοῦ Ἰωσήφ. τὸ γὰρ εἰπεῖν «οἱ δύο υἱοί, οἱ γενάμενοι ἐν Αἰγύπτῳ

πρὸ τοῦ με ἐλθεῖν πρός σε εἰς Αἴγυπτον, ἐμοί εἰσιν, Ἐφραὶμ καὶ Μανασσῆς, ὡς Ῥουβὴμ

καὶ Συμεὼν ἔσονταί μοι· τὰ δὲ ἔγγονα, ἃ γεννήσεις μετὰ ταῦτα, σοὶ ἔσονται», τοῦτο

σημαίνει· ἐπειδὴ γὰρ δώδεκα ἦσαν υἱοὶ τοῦ Ἰακώβ, ἐξ ὧνπερ αἱ δώδεκα φυλαὶ γεγένηνται,

50

τοὺς δύο υἱοὺς τοῦ Ἰωσὴφ εἰς δύο φυλὰς ἐμέρισεν, καὶ ἐγένοντο φυλαὶ δεκατρεῖς, τῆς

φυλῆς Ἰωσὴφ εἰς τοὺς δύο υἱοὺς μερισθείσης· καὶ οὕτω οὐκ ἀργὸς ἦν Παῦλος ὁ ἀπόσ-

τολος, τρισκαιδέκατος μετὰ τοὺς ἀποστόλους, ἐκλεγεὶς ἐκ τοῦ ἀριθμοῦ τῶν φυλῶν,

κατελογίσθη καὶ οὕτως τοῖς ἔθνεσιν ἀπόστολος ἐπέμφθη.

{LES DOUZE FILS DE JACOB}

Τῶν οὖν ἁγίων γραφῶν κατὰ πάντα λόγον πληροφορουσῶν ἡμᾶς διὰ τῶν προφητῶν

πειρώμενοι ἴδωμεν ἐν τοῖς ἑξῆς τί λέγει.

«Ἐκάλεσεν δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν· συνάχθητε, ἵνα ἀπαγγείλω ὑμῖν, τί

ἀπαντήσει ὑμῖν ἐπ' ἐσχάτῳ τῶν ἡμερῶν· ἀθροίσθητε καὶ ἀκούσατε, υἱοὶ Ἰακώβ, ἀκούσατε

Ἰσραὴλ τοῦ πατρὸς ὑμῶν».

Τὸ μὲν οὖν εἰπεῖν αὐτόν· «συνάχθητε, ἵνα ἀπαγγείλω ὑμῖν τί ἀπαντήσει ὑμῖν ἐπ' ἐσχάτῳ

52

τῶν ἡμερῶν», προφητεία ἐστὶν τοῦτο, οὐκ εὐλογία· 〈ἡ μὲν γὰρ εὐλογία〉 φέρεται

ἐπί τινι εὐλογουμένῳ, ἡ δὲ προφητεία γίνεται ἐπὶ ἔργῳ τινὶ τελουμένῳ. λεγούσης οὖν

τῆς γραφῆς· «πάντες οὗτοι υἱοὶ Ἰακὼβ δώδεκα, 〈καὶ〉 ταῦτα ἐλάλησεν αὐτοῖς ὁ πατὴρ

αὐτῶν καὶ εὐλόγησεν αὐτοὺς ἕκαστον, κατὰ τὴν εὐλογίαν αὐτοῦ ηὐλόγησεν αὐτούς», πῶς

συμφωνήσει τὸ προκείμενον, ποτὲ μὲν προφητεῖαι δεικνύμεναι, ποτὲ δὲ εὐλογίαι ὀνομαζό-

μεναι; ἐν τούτῳ δεῖ νοεῖν, ὅτι ἐν αὐτοῖς τοῖς ῥητοῖς καὶ εὐλογίαι κεῖνται καὶ προφητεῖαι,

ἵνα αἱ μὲν εὐλογίαι καταντήσωσιν ἐπὶ τὸν ἐκ τοῦ Ἰούδα γενόμενον καὶ τὸν ἐν τῷ Ἰωσὴφ

προτυπούμενον, τὸν ἐκ τοῦ Λευῒ ἱερέα τοῦ πατρὸς εὑρισκόμενον, αἱ δὲ προφητεῖαι ἐπὶ τοῖς

τὰ ἐναντία πράξασιν καὶ τὸν υἱὸν τοῦ θεοῦ ἐξουδενήσασιν.

{Ruben}

Ὅτι δὲ οὕτως ἔχει αὐτὴ ἡ γραφὴ σαφέστερον διδάξει ἡμᾶς. φησὶν γάρ· «Ῥουβὴμ

πρωτότοκός μου σὺ εἶ· ἰσχύς μου καὶ ἀρχὴ τέκνων μου, σκληρὸς φέρεσθαι καὶ σκληρὸς

54

αὐθάδης· ἐξύβρισας ὡς ὕδωρ, μὴ ἐκζέσῃς· ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου, τότε

ἐμίανας τὴν στρωμνήν, οὗ ἀνέβης». τί οὖν, ἐροῦμεν προφητείαν τοῦτο ἢ εὐλογίαν; τὸ γὰρ

λέγειν «σκληρὸς φέρεσθαι καὶ σκληρὸς αὐθάδης» καὶ τὸ «ἀνέβης ἐπὶ τὴν 〈κοίτην〉 τοῦ

πατρός σου· τότε ἐμίανας τὴν στρωμνήν, οὗ ἀνέβης» φαίνεται ἔλεγχος εἶναι μᾶλλον τοῦ

γεγονότος πράγματος ἢ μέλλοντος γενέσθαι. ἀλλ' ἐρεῖ τις, τοῦτο εἰρηκέναι ἐπειδὴ Ῥουβὴμ

μετὰ Βάλλας τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ κοιμηθεὶς ἐμίανεν τὴν κοίτην τοῦ πατρός.

εὑρίσκεται οὖν κατὰ τὸν ἐκείνου λόγον ὁ προφήτης παρ〈ῳχηκόσι πράγμασι, οὐ μέλλουσιν,

ἐνθάδε παρ〉ακολουθῶν. ἔν γε τῷ εἰπεῖν αὐτόν· «συνάχθητε υἱοὶ Ἰακώβ, ἵνα

ἀπαγγείλω ὑμῖν τὰ συμβησόμενα ὑμῖν ἐπ' ἐσχάτων τῶν ἡμερῶν», περὶ μελλόντων πραγ-

μάτων τινῶν αἰνίττεται εἰπεῖν ὁ προφήτης. πῶς οὖν ἐνθάδε νομίσει τις αὐτὸν περὶ

πράγματος γεγονότος λέγειν; ὡς γὰρ προφήτης κατὰ τοῦτον τὸν λόγον κρίνεται προφήτης,

56

ὅταν περὶ μελλόντων διηγῆται, οὐ παρῳχηκότων πραγμάτων. οὐδὲ γὰρ μέγα ἢ παρά-

δοξον νομισθήσεται, εἰ τὰ πρὸ δύο ἢ τριῶν ἐτῶν ὑφ' ἡμῶν ἑωραμένα, ταῦτα ὡς δῆθεν

προφητεύοντες ἄλλοις ἐκδιηγούμεθα, ὑπὸ ὀφθαλμῶν ἑωρακότες τὰ γεγονότα. δείξωμεν οὖν

τὸν προφήτην 〈ὡς προφήτην〉. λέγει γάρ· «Ῥουβὴμ πρωτότοκός μου σὺ εἶ, ἰσχύς μου

καὶ ἀρχὴ τέκνων μου». καὶ τοῦτο μέν τινες φέρουσιν ἐπὶ τὸν σωτῆρα, ὡς δῆθεν

τοῦ πατρὸς προσομιλοῦντος τῷ ἰδίῳ υἱῷ. ἀλλὰ τὰ ἐπιφερόμενα ῥητὰ βλάψει τὰς ἀκοὰς τῶν

ἐντυγχανόντων. 〈καὶ〉 εἰ νομίσει τις τοῦτο πρὸς τὸν σωτῆρα εἰρῆσθαι, 〈«σκληρὸς

φέρεσθαι καὶ σκληρὸς αὐθάδης»〉 καὶ τὰ ἀκόλουθα ἐπισυνάψει· ἀλλ' οὐχ οὕτως ἔχει. ὁ

γὰρ Ῥουβὴμ πρωτότοκος ἦν τοῦ Ἰακὼβ υἱός, ὡς καὶ λαὸς πρωτότοκος ἦν, διὰ τοῦ νόμου

εἰς υἱοθεσίαν 〈θείαν〉 κεκλημένος λαός. τὴν οὖν πρᾶξιν τοῦ πρωτοτόκου,

συνέκρινεν πρὸς τὴν μέλλουσαν ἔσεσθαι τοῦ προτέρου λαοῦ. τὸ γὰρ εἰπεῖν αὐτόν· «Ῥουβὴμ

πρωτότοκός μου σὺ εἶ, ἰσχύς μου καὶ ἀρχὴ τέκνων μου», δύναται πρὸς αὐτὸν τὸν Ῥουβὴμ

58

ὁ Ἰακὼβ εἰρηκέναι. τὸ δὲ «σκληρὸς φέρεσθαι, καὶ σκληρὸς αὐθάδης» ἐνορῶν τὸ πνεῦμα

τὸ ἀπειθὲς καὶ ἀνυπότακτον τοῦ γένους αὑτοῦ. καὶ γὰρ Μωϋσῆς ὁμοίως πρὸς

αὐτοὺς ἔφη· «ὑμεῖς δὲ λαὸς σκληροτράχηλός ἐστε. προσέχετε αὑτοῖς, μήποτε θυμωθεὶς

ὀργισθῇ κύριος 〈καὶ〉 ἐξολοθρεύσῃ ὑμᾶς». ἐν δὲ τῷ εἰπεῖν τὸν Ἰακώβ· «ἐξύβρισας ὡς

ὕδωρ, μὴ ἐκζέσῃς» ἐμείωσεν αὐτῶν τὸ κατὰ σάρκα γένος, διὰ τὸ ἐνυβρίσαι αὐτοὺς τῷ νόμῳ

καὶ ἐξυβρίσαι αὐτοὺς τὸν διὰ αὐτοῦ κηρυχθέντα λόγον. «ἀνέβης γὰρ» λέγει «ἐπὶ

κοίτην τοῦ πατρός σου, τότε ἐμίανας τὴν στρωμνήν, οὗ ἀνέβης». κοίτην δὲ καὶ στρωμνὴν

εἴρηκεν τὴν ἁγίαν σάρκα Χριστοῦ, ἐφ' ἣν οἱ ἅγιοι ὡς ἐπὶ κλίνην ἁγίαν ἀναπαυόμενοι

σώζονται· ἣν τότε λαβόντες 〈οἱ〉 ἄνομοι ἐνύβρισαν ὄξος τούτῳ προσφέροντες καὶ

καλάμῳ κεφαλὴν τύπτοντες καὶ μάστιγας νώτῳ ἐπιβάλλοντες καὶ εἰς πρόσωπον

αὐτοῦ ἐμπτύοντες καὶ ῥαπίσμασιν σιαγόνας δέροντες καὶ ἥλους χερσὶν ἐμπηγνύοντες·

ταῦτα πάντα ἔδρασεν ὁ ἀσεβὴς καὶ ἄπιστος λαὸς σὺν ἀρχιερεῦσιν καὶ γραμματεῦσιν καὶ

60

πᾶσιν τοῖς ἄρχουσιν τοῦ λαοῦ. διὰ τοῦτο οὐδὲ τούτων τὸ ἔργον παρεσιώπησεν ὁ μακάριος

προφήτης, οὐδὲ κοινωνὸς τῆς τούτων πονηρίας ἢ συμβουλίας γίνεσθαι θέλει, ἀλλ'

ἐξαιρεῖται ἑαυτὸν τῆς τοιαύτης αὐτῶν κακομηχάνου πράξεως. 〈λέγει γὰρ οὕτως〉.

{SIMÉON LÉNI}

«Συμεὼν καὶ Λευεῒ ἀδελφοί, συνετέλεσαν ἀδικίαν ἐξαιρέσεως αὐτῶν. εἰς

βουλὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου 〈καὶ ἐν τῇ ἐπισυστάσει αὐτῶν μὴ ἐρίσαι τὰ ἥπατά

μου·〉 ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους καὶ ἐν τῇ ἐπιθυμίᾳ ἐνευροκόπησαν

ταῦρον. ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης, καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη.

διαμεριῶ αὐτοὺς ἐν Ἰακὼβ καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ.»

Καὶ ταῦτα μὲν ἴσως νομίσει τις ἐπὶ τῶν Σηκιμιτῶν λελαληκέναι τὸν μακάριον Ἰακώβ,

ὀνειδίζοντα τοὺς δύο υἱούς, τόν τε Συμεὼν καὶ Λευΐ, ἐπειδὴ δόλῳ ἔπεισαν τοὺς Σηκιμίτας

62

περιτμηθῆναι διὰ τὴν Δείνα, τὴν ἀδελφὴν αὐτῶν, ἣν ἔφθειρεν Ἐμώρ, υἱὸς τοῦ Σουχέμ.

οἵτινες ἐπεισελθόντες τῇ τρίτῃ ἡμέρᾳ ἐφόνευσαν πάντας τοὺς κατοικοῦντας ἐν Σηκίμοις

καὶ τὰ κτήνη αὐτῶν ἐπρονόμευσαν.

Ἀλλ' οὐχ οὕτως ἔχει· καὶ γὰρ αὐτοὶ τότε ἀπελογήσαντο τῷ πατρὶ τὴν αἰτίαν, ὅτι

δικαίως ἐποίησαν. εἰπόντος γὰρ τοῦ πατρὸς αὐτῶν, ὅτι «μισητόν με πεποιήκατε,

ὥστε πονηρόν με ἐν πᾶσιν τοῖς κατοικοῦσιν τὴν γῆν, ἔν τε τοῖς Χαναναίοις καὶ ἐν τοῖς

Φερεζαίοις· ἐγὼ δὲ ὀλιγοστός εἰμι ἐν ἀριθμῷ, καὶ συναχθέντες ἐπ' ἐμὲ συγκόψουσίν

με καὶ ἐκτριβήσομαι ἐγώ τε καὶ ὁ λαός μου», ἀπεκρίθησαν λέγοντες· «ἀλλ' ὡς πόρνῃ

χρησθήσονται τῇ ἀδελφῇ ἡμῶν;» ὅτι ἐπαινετοί εἰσιν μᾶλλον ἢ μεμπτέοι ἐν τούτῳ τῷ

λόγῳ, οἵτινες νέοι τὴν ἡλικίαν ὑπάρχοντες οὕτως ἐζήλωσαν ἕνεκεν τῆς ἀδελφῆς αὐτῶν

φθαρείσης τότε ὑπὸ τοῦ υἱοῦ τοῦ Σουχέμ, καὶ αὐτὸς δὴ ὁ Ἰακὼβ μετὰ ταῦτα χαριζόμενος

τὴν πόλιν τῷ μακαρίῳ Ἰωσὴφ ἔφη· «ἐγὼ δίδωμί σοι Σήκιμα ἐξαίρετον παρὰ πάντας τοὺς

64

ἀδελφούς σου, ἣν ἔλαβον ἐκ χειρὸς Ἀμορραίων ἐν μαχαίρᾳ μου καὶ τόξῳ», ὥστε καὶ αὐτὸς

Ἰακὼβ μαρτυρεῖ δικαίως τοὺς Σηκιμίτας ἀναιρεῖσθαι.

Ποῖ οὖν πληροῦται ἡ προφητεία ἡ εἰρημένη· «Συμεὼν καὶ Λευῒ ἀδελφοί,

συνετέλεσαν ἀδικίαν ἐξαιρέσεως αὐτῶν· εἰς βουλὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου, καὶ ἐν τῇ

ἐπισυστάσει αὐτῶν μὴ ἐρίσαι τὰ ἥπατά μου»;

Ἀνάγνωθι τὸ εὐαγγέλιον καὶ εὑρήσεις τὸ γεγραμμένον· ἐκ γὰρ τῆς φυλῆς τοῦ

Συμεὼν ἦσαν οἱ γραμματεῖς, ἐκ δὲ τοῦ Λευῒ οἱ ἀρχιερεῖς. ἐπεὶ οὖν τῇ τούτων βουλῇ καὶ

γνώμῃ παρεδόθη ὁ Χριστὸς καὶ ὑπ' αὐτῶν ἀνῃρέθη, προειδὼς ὁ προφήτης λέγει· «εἰς βου-

λὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου». βουλὴν δὲ λέγει, ἣν ἐβουλεύσαντο ζητοῦντες ἀφορμὴν

κατὰ Ἰησοῦ, ὅπως αὐτὸν «δόλῳ κρατήσαντες ἀποκτείνωσιν». ὡς καὶ Ἡσαΐας λέγει·

«οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν καθ' ἑαυτῶν εἰπόντες· δήσω-

μεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν».

66

«Καὶ ἐν τῇ ἐπισυστάσει αὐτῶν μὴ ἐρίσαι τὰ ἥπατά μου»· τότε γὰρ ἐπι-

συνήχθησαν ἐπ' αὐτὸν πάντες οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ

λαοῦ ἐπὶ τὴν οἰκίαν τοῦ ἡγεμόνος, αἰτούμενοι θάνατον κατ' αὐτοῦ.

«Ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους». τίνας δὲ ἀνθρώπους, ἀλλ' ἢ τοὺς

μακαρίους προφήτας, οἵτινες ἐκπεμπόμενοι πρὸς αὐτοὺς ὑπ' αὐτῶν ἀπεκτείνοντο, τὴν

ἀλήθειαν αὐτοῖς προκηρύσσοντες;

«Καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον». ἐπιθυμίαν δὲ αὐτῶν εἴρηκεν τὴν

τοῦ κόσμου, οἵτινες ἐπιθυμήσαντες τὰ ἐπίγεια ἀπώλεσαν τὰ ἐπουράνια, τὸν ἀρχηγὸν τῆς

ζωῆς ὡς ταῦρον ἀποκτείναντες.

Διὰ τοῦτο «ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης, καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκλη-

ρύνθη». μῆνιν δὲ αὐτῶν εἴρηκεν τὴν ὀργήν, ἐν ᾗ ἀεὶ ἐμμένοντες ἐσκλήρυναν τὸν

ἑαυτῶν τράχηλον τῷ ἁγίῳ πνεύματι ἀντιπίπτοντες.

«Διαμεριῶ αὐτοὺς ἐν Ἰακὼβ καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ». τίς δὲ ἦν Ἰακὼβ καὶ

68

Ἰσραήλ, ἀλλ' ἢ ὁ ἅγιος τοῦ θεοῦ πρωτότοκος παῖς, ᾧ ἀπειθήσαντες διεσπάρησαν νῦν ἐν

ὅλῳ τῷ κόσμῳ αἰχμάλωτοι ὑπὸ τῶν ἐχθρῶν γεγενημένοι;

{Juda}

Ἐπεὶ οὖν φθάσαντες εἴπομεν, ὅτι ἐν αὐτοῖς τοῖς ῥητοῖς αἱ μὲν εὐλογίαι κεῖνται,

αἱ δὲ προφητεῖαι, εὔλογόν ἐστιν πεῖσαι τοὺς φιλομαθεῖς, μὴ λόγῳ μόνον ἐπιδεῖξαι, ἀλλὰ

δυνάμει ῥητῶν φανερῶσαι τὰ προκείμενα. λέγει γὰρ εὐλογῶν τὸν Ἰούδαν οὕτως.

«Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· προσκυνή-

σουσίν σοι οἱ υἱοὶ τοῦ πατρός σου. καὶ σκύμνος λέοντος Ἰούδα, ἐκ βλαστοῦ, υἱέ μου, ἀνέ-

βης. ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν; οὐκ ἐκλείψει

ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς

ἔσται προσδοκία ἐθνῶν· δεσμεύων πρὸς ἄμπελον τὴν ὄνον αὑτοῦ καὶ τῇ ἕλικι τὸν πῶλον

70

τῆς ὄνου αὐτοῦ. πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν

αὐτοῦ· χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου· καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα».

Πῶς δύναται ὅμοια εἶναι τὰ ῥήματα ταῦτα τοῖς ἐπάνω ἐπὶ τὸν Ῥουβὴμ εἰρημένοις;

ἐκεῖ γὰρ λέγει· «σκληρὸς 〈φέρεσθαι καὶ σκληρὸς〉 αὐθάδης ἐξυβρίσας ὡς ὕδωρ, μὴ

ἐκζέσῃς· ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου, τότε ἐμίανας τὴν στρωμνὴν οὗ ἀνέ-

βης», καὶ τὸ εἰρημένον· «ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης καὶ ἡ μῆνις αὐτῶν,

ὅτι ἐσκληρύνθη». οὗτοι γὰρ οὐκ εὐλογίας εἰσὶν λόγοι, ἀλλ' ἔλεγχος, προφητείας ἐπ' αὐτοῖς

ἀποκαλυπτομένης. τὸ δὲ εἰπεῖν· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου, αἱ χεῖρές σου ἐπὶ

νώτου τῶν ἐχθρῶν σου, καὶ προσκυνήσουσίν σοι οἱ υἱοὶ τοῦ πατρός σου», ναὶ τοῦτο εὐλογία

φαίνεται εἶναι.

Ἀλλ' ἐρεῖ τις· τίνι λόγῳ ἔδοξεν τῷ προφήτῃ ἐπὶ μὲν τοῦ Ἰούδα τοιαύτην εὐλογίαν

ἐπενεγκεῖν, ἐπὶ δὲ τοῖς πρώτοις οὐχ οὕτως;

72

Μάθε. ἐπειδὴ γὰρ ἐκ τῆς Ἰούδα φυλῆς ἔμελλεν ὁ Δαβὶδ γεννᾶσθαι, ἐκ δὲ τοῦ Δαβὶδ

τὸ κατὰ σάρκα Χριστός, προγινώσκων 〈κατὰ τὸ πνεῦμα τὰ μέλλοντα, εὐλόγησε〉 τὸν

ἐκ τοῦ Ἰούδα 〈Δαβὶδ〉 καὶ 〈τὸν ἐκ τοῦ〉 Δαβὶδ μέλλοντα κατὰ σάρκα γεννᾶσθαι

Χριστόν, ἵνα τὴν εὐλογίαν μὴ μόνον τὴν πνευματικὴν ὑπὸ θεοῦ λάβῃ, ἀλλὰ καὶ τὴν κατὰ

σάρκα εὐλογίαν. ὡς καὶ διὰ Ἱερεμία λέγει· «πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ

ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε καὶ προφήτην εἰς ἔθνη

τέθεικά σε». τὸ δ' ἐκ κοιλίας ἡγιασμένον ἤδη παρὰ θεοῦ εὐλογεῖται.

Ἀλλ' ἐρεῖς· τί οὖν τὸν Λευῒ οὕτως οὐκ εὐλόγησεν; εὑρίσκομεν γὰρ 〈καὶ〉 ἐκ τῆς

φυλῆς Λευῒ τὸν Χριστὸν ἱερέα τοῦ πατρὸς δεικνύμενον, ἐπὶ 〈τοῦ τὴν τοῦ Λευῒ φυλὴν πρὸς

τοῦ Ἰούδα ἐπι〉μιγῆναι τὴν φυλήν, ἵνα ἐξ ἀμφοτέρων αὐτῶν καὶ βασιλεὺς καὶ ἱερεὺς

〈ὁ υἱὸς〉 τοῦ θεοῦ ἀποδειχθῇ.

Ὁ μὲν οὖν Ἰακὼβ ἐνορῶν τὴν πρᾶξιν τῶν ἀρχιερέων, Ἄννα τε καὶ Καϊάφα, ἣν

74

ἐτόλμησαν ἐπὶ τὸν υἱὸν τοῦ θεοῦ, διὰ τὸ εἶναι αὐτοὺς ἐκ φυλῆς Λευῒ οὐκ ηὐλόγησεν

τὸν Λευΐ, ἀλλὰ μᾶλλον αὐτὸν ἐπέπληξεν. ἐλθὼν δὲ ὁ μακάριος Μωϋσῆς τὸν 〈Χριστὸν

τὸν〉 ἐξ Ἀαρὼν καὶ Λευῒ γενόμενον ηὐλόγησεν εἰπών· «δότε Λευῒ δήλους αὐτοῦ,

καὶ τὴν ἀλήθειαν αὐτοῦ τῷ ἀνδρὶ τῷ ὁσίῳ». τὸ οὖν ἐλλεῖπον ἐν ταῖς εὐλογίαις αὐτοῦ

Μωϋσῆς παρὼν ἀνεπλήρωσεν. καὶ περὶ μὲν τούτων ἐν τῇ διατάξει τῶν Μωϋσέως εὐλογιῶν

ἀποδώσωμεν τὸν λόγον, νυνὶ δὲ πρὸς τὸ προκείμενον ἐροῦμεν.

Λέγει οὖν Ἰακὼβ οὕτως· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου, αἱ χεῖρές σου

ἐπὶ νώτου τῶν ἐχθρῶν· προσκυνήσουσίν σε οἱ υἱοὶ τοῦ πατρός σου». τίνες δὲ οἱ ἀδελφοί,

οἱ αἰνέσαντες καὶ προσκυνήσαντες αὐτόν, ἀλλ' ἢ οἱ ἀπόστολοι, πρὸς οὓς ἔλεγεν ὁ κύριος·

ἀδελφοί μου καὶ συγκληρονόμοι;

Τὸ δὲ εἰπεῖν «αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου», ἤτοι διὰ τῆς ἐκτάσεως τῶν

χειρῶν ἴσχυσεν κατὰ τῶν ἐχθρῶν θριαμβεῦσαι τὰς ἐξουσίας, ἢ ὅτι τῶν κατὰ σάρκα γενομέ-

76

νων αὐτοῦ ἐχθρῶν ἐγένετο κύριος καὶ δεσπότης καὶ κριτὴς πάντων ὑπὸ πατρὸς

κατασταθείς.

«Σκύμνος λέοντος Ἰούδα ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης». λέοντα οὖν καὶ σκύμνον λέοντος

εἰπὼν σαφῶς τὰ δύο πρόσωπα ἐπέδειξεν, τοῦ πατρὸς καὶ υἱοῦ. τὸ δὲ εἰπεῖν· «ἐκ βλαστοῦ,

υἱέ μου, ἀνέβης», ἵνα τὴν κατὰ σάρκα γέννησιν τοῦ Χριστοῦ δείξῃ, ὃς ἐν κοιλίᾳ παρθένου

ἐκ πνεύματος ἁγίου σαρκωθεὶς ἐβλάστησεν ἐν αὐτῇ καὶ ὡς ἄνθος καὶ ὀσμὴ εὐωδίας εἰς

κόσμον προελθὼν ἐφανερώθη. ἐπεὶ οὖν σκύμνον λέοντος εἶπεν, τὴν κατὰ πνεῦμα αὐτοῦ

γέννησιν ἐκ θεοῦ, ὡς ἐκ βασιλέως βασιλέα γενόμενον ἔδειξεν. οὐκ ἐσιώπησεν δὲ αὐτοῦ καὶ

τὴν κατὰ σάρκα, ἀλλά φησιν· «ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης». Ἡσαΐας γὰρ λέγει· «ἐξελεύ-

σεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ 〈καὶ ἄνθος ἐξ αὐτῆς〉 ἀναβήσεται». ἡ οὖν

ῥίζα τοῦ Ἰεσσαὶ ἦν τῶν πατέρων γενεὰ ὡς ῥίζα ἐν γῇ πεφυτευμένη, ἡ δὲ ῥάβδος ἡ

ἐξ αὐτῶν φανερωθεῖσα ἦν ἡ Μαρία, διὰ τὸ εἶναι ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ. τὸ δὲ ἄνθος

78

τὸ ἐν αὐτῇ βλαστῆσαν ἦν ὁ Χριστός, ὅπερ προφητεύων ὁ Ἰακὼβ ἔλεγεν· «ἐκ βλαστοῦ υἱέ

μου ἀνέβης».

Τὸ δὲ «ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος», ἵνα τὴν κοίμησιν τῆς τριημέρου

αὐτοῦ ταφῆς ἐπιδείξῃ, ἣν ἀνεπαύσατο ἐν τῇ καρδίᾳ τῆς γῆς. ὡς καὶ αὐτὸς ὁ κύριος

ἐμαρτύρησεν εἰπών· «ὥσπερ Ἰωνᾶς ἐποίησεν ἐν τῇ καρδίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ

τρεῖς νύκτας, 〈οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας

καὶ τρεῖς νύκτας〉». καὶ Δαβὶδ προαναφωνῶν λέγει· «ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα.

ἐξηγέρθην, ὅτι κύριος ἀντιλήψεταί μου». ὁμοίως δὲ καὶ Ἰακώβ· «τίς ἐγερεῖ αὐτόν»;

〈καὶ οὐκ εἶπεν· οὐδεὶς ἐγείρει αὐτόν,〉 ἀλλὰ τίς, ἵνα νοήσωμεν τὸν πατέρα τὸν

ἐγείραντα τὸν υἱὸν ἐκ νεκρῶν. ὥσπερ ὁ ἀπόστολος λέγει· «καὶ θεοῦ πατρὸς τοῦ ἐγεί-

ραντος αὐτὸν ἐκ νεκρῶν». καὶ ὁ Πέτρος λέγει· «ὃν ὁ θεὸς ἤγειρεν, λύσας τὰς ὀδύνας τοῦ

θανάτου, καθ' ὅτι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ».

80

Εἶτα λεπτομερῶς διδάσκων ἡμᾶς τὴν κατὰ σάρκα γέννησιν αὐτοῦ φησίν· «οὐκ

ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ, ᾧ ἀπόκειται,

καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν». ὅτι μὴν οὐκ ἐξέλιπεν ἄρχων οὐδὲ ἡγούμενος ἐκ τῆς

φυλῆς Ἰούδα, ἕως παρῆν ὁ σωτήρ, συνέστηκεν· καὶ γὰρ τὸ εὐαγγέλιον ὁμοίως μαρτυρεῖ.

καὶ ὅτι γεννηθεὶς ὁ σωτὴρ ἐγένετο προσδοκία ἐθνῶν τῶν ἕως σήμερον εἰς αὐτὸν

πιστευόντων, καὶ τοῦτο φανερόν. τίνα γὰρ προσδοκῶμεν ἀπ' οὐρανῶν ἐπὶ τῇ ἡμῶν αὐτῶν

σωτηρίᾳ, εἰ μὴ ᾧ ἀπέκειτο πληρῶσαι νόμον καὶ προφήτας;

Εἶτα φησίν· «δεσμεύων πρὸς ἄμπελον τὴν ὄνον αὐτοῦ καὶ τῇ ἕλικι τὸν πῶλον

τῆς ὄνου αὐτοῦ», σημαίνων τὰς δύο κλήσεις πρὸς αὐτὸν ὡς ἄμπελον δεσμευομένας καὶ τῇ

αὐτοῦ ἀγάπῃ εἰς ἑνότητα συναγομένας, ὄνον καὶ πῶλον ἐπὶ τῷ αὐτῷ διὰ λόγου καθαιρομέ-

νους, ἐφ' οἷς ὁ σωτὴρ ἐπιβὰς εἰσῄει εἰς Ἱεροσόλυμα.

Εἶτα ἐπιφέρει λέγων· «πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ». πῶς ἐνθάδε μυστικῶς καὶ

82

τὸ βάπτισμα αὐτοῦ ἐμήνυσεν, ἡνίκα ἀναβὰς ἐκ τοῦ Ἰορδάνου καὶ ἀπολούσας τὰ ὕδατα

ἔλαβεν τὴν χάριν καὶ τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος. 〈στολὴν μὲν εἶπε τὴν σάρκα〉

οἶνον δὲ τὸ καταβὰν ἐπ' αὐτὸν ἐν τῷ Ἰορδάνῃ πατρικὸν πνεῦμα.

«Καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν 〈αὐτοῦ»· «τὴν περιβολὴν»〉 τοῦ λόγου

σημαίνει τὰ ἔθνη, ἅτινα ὡς περιβόλαιον ἐλογίσθησαν αὐτῷ, καθὼς διὰ τοῦ προφήτου λέγει·

«〈ζῶ ἐγώ, λέγει〉 κύριος εἰ μὴ πάντας αὐτοὺς ἐνδύσω, ὡς ἱμάτιον». ἐπεὶ οὖν σταφυλὴ

καὶ βότρυς αὐτὸς ἦν ἐπὶ ξύλου κρεμασθείς, ὃς νυχθεὶς τὴν πλευρὰν προήγαγεν αἷμα

καὶ ὕδωρ, τὸ μὲν εἰς λουτρόν, τὸ δὲ εἰς ἀγορασμόν, ὡς 〈δικαίως〉 ὁ προφήτης ἔφη·

«πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ».

Εἶτα φανερῶν τούς τε προφήτας αὐτοῦ καὶ ἀποστόλους φησίν· «χαροποιοὶ οἱ

ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα». ὀφθαλμοὶ οὖν οἱ τοῦ Χριστοῦ

84

ἐγένοντο οἱ προφῆται, χαίροντες ἐπὶ τῇ τοῦ πνεύματος δυνάμει καὶ προκηρύσσοντες

τὰ εἰς αὐτὸν συμβησόμενα πάθη, ἅτινα καὶ ταῖς μεταγενεστέραις διηκόνησαν γενεαῖς, ὅπως

πιστεύσας 〈πᾶς〉 ὁ ἄνθρωπος σωθῆναι δυνηθῇ. τὸ δὲ εἰπεῖν αὐτόν· «λευκοὶ οἱ

ὀδόντες αὐτοῦ ἢ γάλα», ἤτοι τοὺς ἀποστόλους ἐσήμανεν τοὺς ὑπὸ τοῦ λόγου 〈αὐτοῦ〉

ἁγιασθέντας καὶ ὡς γάλα γενηθέντας, οἵτινες μετέδωκαν ἡμῖν τὴν πνευματικὴν καὶ

ἐπουράνιον τροφήν, ἢ οὖν πάλιν τὰς ἐντολὰς τοῦ κυρίου λέγει, τὰς ἐκ στόματος ἁγίου

προελθούσας, γάλα δὲ ἡμῖν γεγενημένας, ἵνα ἐν αὐταῖς ἀνατραφέντες…

με…

The complete text is available when the reading interface loads.