The Greek Library Author

Anonymous

Chronicon

Authority group
Hippolytus Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
Chronicon, ed. R. Helm (post A. Bauer), Hippolytus Werke, vol. 4, 2nd edn. [Die griechischen christlichen Schriftsteller 46. Berlin: Akademie-Verlag, 1955]: 6–69, 128–134.
CTS identifier
urn:cts:greekLit:tlg2115.tlg036.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

42

Ἐπὶ τούτου γενεαὶ πέντε ἔτη φκεʹ, ἀπὸ

δὲ Ἀδὰμ γενεαὶ ιεʹ ἔτη ͵βψξζʹ.

43

Ἀρχὴ τοῦ χρονογράφου· ἀλλ' ἐν ἄλλοις

βίβλοις εὑρήσεις πλατυτέρως τὴν ἀρχήν, ἡμεῖς δὲ

τὸν διαμερισμὸν μόνον ἐν συντόμῳ γεγράφαμεν.

γίνονται οὖν ὁμοῦ ἀπὸ Ἀδὰμ ἕως τῆς πυργοποιίας

καὶ συγχύσεως τῶν γλωσσῶν γενεαὶ μὲν ιεʹ,

ἔτη δὲ ͵βωʹ.

44

Διαμερισμὸς τῆς γῆς.

45

Τῆς γῆς ὁ δια-

μερισμὸς τοῖς τρισὶν υἱοῖς τοῦ Νῶε μετὰ τὸν κατα-

κλυσμὸν ἐγένετο οὕτως τῷ Σὴμ τῷ Χὰμ καὶ τῷ

Ἰάφεθ.

46

τῶν τριῶν ἀδελφῶν αἱ φυλαὶ διε-

μερίσθησαν,

47

καὶ τῷ μὲν Σὴμ τῷ πρωτοτόκῳ

ἀπὸ Περσίδος καὶ Βάκτρων ἕως Ἰνδικῆς τὸ μῆ-

κος, πλάτος δὲ ἀπὸ τῆς Ἰνδικῆς ἕως Ῥινοκορού-

ρων,

48

Χὰμ δὲ τῷ δευτέρῳ ἀπὸ Ῥινοκορού-

ρων ἕως Γαδείρων τὰ πρὸς νότον,

49

Ἰάφεθ

δὲ τῷ τρίτῳ ἀπὸ Μηδίας ἕως Γαδείρων τὰ πρὸς

βορρᾶν.

50

Ἔχει δὲ Ἰάφεθ ποταμὸν Τίγριν τὸν

διορίζοντα Μηδίαν καὶ Βαβυλωνίαν,

51

ὁ δὲ

Χὰμ ἔχει ποταμὸν Γηὼν τὸν καλούμενον Νεῖλον

[χρυσορρόαν],

52

ὁ δὲ Σὴμ ἔχει [ποταμοὺς δύο]

τὸν Εὐφράτην [καὶ τὸν Φισών].

53

Συνεχύ-

θησαν δὲ αἱ γλῶσσαι μετὰ τὸν κατακλυσμὸν ἐπὶ

τῆς γῆς· ἦσαν οὖν αἱ συγχυθεῖσαι γλῶσσαι οβʹ,

οἱ δὲ τὸν πύργον οἰκοδομήσαντες ἦσαν ἔθνη οʹ,

οἳ καὶ ἐν γλώσσαις αὐτῶν ἐπὶ προσώπου τῆς γῆς

διεμερίσθησαν.

54

Νεβρὼδ δὲ ὁ γίγας, υἱὸς

Χοὺς τοῦ Αἰθίοπος, οὗτος εἰς τὴν βρῶσιν αὐτοῖς

κυνηγῶν ἐχωρήγει θηρία φαγεῖν.

55

Τὰ δὲ

ὀνόματα τῶν ἑβδομήκοντά ἐστι ταῦτα

56

Υἱοὶ Ἰάφεθ τοῦ τρίτου υἱοῦ Νῶε·

57

(1) Γά-

μερ, ἀφ' οὗ Καππάδοκες,

58

(2) Μαγώγ, ἀφ'

οὗ Κελτοὶ καὶ Γαλάται,

59

(3) Μαδάι, ἀφ' οὗ

Μῆδοι,

60

(4) Ἰωύαν, ἀφ' οὗ Ἕλληνες καὶ

Ἴωνες,

61

(5) Θωβέλ, ἀφ' οὗ οἱ Θετταλοί,

62

(6) Μοσόχ, ἀφ' οὗ οἱ Ἰλυριοί,

63

(7) Θή-

ρας, ἀφ' οὗ οἱ Θρᾷκες,

64

(8) Χαταίν, ἀφ' οὗ

οἱ Μακεδόνες.

65

Υἱοὶ Γάμερ τοῦ υἱοῦ τοῦ

Ἰάφεθ τοῦ υἱοῦ τοῦ Νῶε·

66

(9) Ἀσχανάθ,

ἀφ' οὗ Σαρμάται,

67

(10) Ἐρισφάν, ἀφ' οὗ

οἱ Ῥόδιοι,

68

(11) Θωργαμά, ἀφ' οὗ Ἀρμέ-

νιοι.

69

Υἱοὶ Ἰωύαν υἱοῦ Ἰάφεθ τοῦ υἱοῦ τοῦ

Νῶε·

70

(12) Ἐλισσά, ἀφ' οὗ οἱ Σικελοί,

71

(13) Θαρσεῖς, ἀφ' οὗ Ἴβηρες 〈οἱ〉 καὶ Τυρη-

νοί,

72

(14) καὶ Κίτιοι, ἀφ' οὗ Ῥωμαῖοι 〈οἱ〉

καὶ Λατῖνοι.

73

Πάντες οὗτοι υἱοὶ Ἰάφεθ τοῦ

τρίτου υἱοῦ Νῶε· ἐκ τούτων ἀφωρίσθησαν νῆσοι

τῶν ἐθνῶν, εἰσὶ δὲ καὶ (15) οἱ Κύπριοι ἐκ τῶν

Κιτιέων ἐκ τῶν υἱῶν Ἰάφεθ.

ὁμοῦ ἔθνη ιεʹ.

74

Ἔτι δὲ εὑρίσκομεν καὶ

τοὺς ἐν βορρᾷ ὄντας ἐξ αὐτῶν ὁμοφύλους τῶν

Κιτιέων.

75

Ἔστι δὲ καὶ τὰ ἐκ τῆς Ἑλλάδος

ἔθνη πάντα ἐξ αὐτοῦ ἐκτὸς τῶν μετῳκηκότων

ὕστερον ἐκεῖ, οἷον Σαιτῶν, οἳ κατῴκησαν τιμω-

μένην πόλιν τὴν καλουμένην Ἀθήνας,

76

καὶ

τὰς 〈Θήβας, οἳ Σιδωνίων ἄποικοί εἰσιν ἐκ

Κάδμου Ἀγή〉νορος,

77

καὶ οἱ Χαλκηδόνιοι

δὲ τῶν Τυρρηνίων εἰσὶν ἄποικοι,

78

καὶ εἴ

τινες ἄλλοι εἰς Ἑλλάδα μετῴκησαν.

79

Ταῦτα δὲ τὰ τοῦ Ἰάφεθ ἔθνη ἀπὸ Μηδίας

ἕως τοῦ ἑσπερίου κατέσπαρται ὠκεανοῦ βλέποντα

πρὸς βορρᾶν·

80

(1) Μῆδοι (2) Ἀλβανοί (3) Γαρ-

γανοί (4) Ἐρραῖοι (5) Ἀρμένιοι (6) Ἀμαζόνες

(7) Κῶλοι (8) Κορζηνοί (9) Δενναγηνοί (10)

Καππάδοκες (11) Παφλαγόνες (12) Μαριανδη-

νοί (13) Ταβαρηνοί (14) Χάλυβες 〈(15) Μοσ-

σύνοικοι (16) Σαρμάται (17) Σαυρομάται

(18) Μαιῶται (19) Σκύθες (20) Ταύριοι〉

(21) Θρᾷκες (22) Βασταρνοί (23) Ἰλυριοί (24) Μα-

κεδόνες (25) Ἕλληνες (26) Λίγυρες 〈(27) Ἴστροι

(28) Οὐεννοί (29) Δαυνεῖς (30) Ἰάπυγες (31) Κα-

λαβροί (32) Ὀππικοί (33) Λα〉τῖνοι οἱ καὶ Ῥω-

μαῖοι (34) Τυρρηνοί (35) Γάλλιοι 〈οἱ καὶ〉 Κελτοί

(36) Λυγιστινοί (37) Κελτίβηρες (38) Ἴβηρες

(39) Γάλλοι (40) 〈Ἀ〉κουατινοί (41) Ἰλλυρι-

κοί〉 (42) Βάσαντες (43) Κυρ〈τανοί (44) Λυσι-

τάνιοι (45) Οὐακκαῖοι (46) Κόννιοι (47) Βρετ-

τανοί οἱ ἐν νή〉σοις οἰκοῦντες.

81

Οἱ δὲ ἐπι-

στάμενοι αὐτῶν γράμματά εἰσιν

82

(1) Ἴβη-

ρες (2) Λατῖνοι οἷς χρῶνται οἱ Ῥωμαῖοι (3) Σπά-

νοι (4) Ἕλληνες (5) Μῆδοι (6) Ἀρμένιοι.

83

Ἔστι δὲ τὰ ὅρια αὐτῶν ἀπὸ Μηδίας ἕως Γαδεί-

ρων τὰ πρὸς βορρᾶν, εὖρος δὲ ἀπὸ Ποταμίδος

ποταμοῦ ἕως Μαστουσίας τῆς κατὰ ἥλιον.

84

Αἱ δὲ χῶραί εἰσιν αὗται· (1) Μηδία (2) Ἀλ-

βανία (3) Ἀμαζονίς (4) Ἀρμενία μικρὰ καὶ με-

γάλη (5) Καππαδοκία (6) Παφλαγονία (7) Γα-

λατία (8) Κολχίς (9) Ἰνδικὴ Ἀχαΐα (10) Βοσπο-

ρινή (11) Μαιῶτις (12) Δέρρης (13) Σαρματίς

(14) Ταυριανή (15) Βασταρνίς (16) Σκυθία (17)

Θρᾴκη (18) Μακεδονία (19) Δελματία (20) Μολ-

χίς (21) Θεσσαλία (22) Λωκρίς (23) Βοιωτία

(24) Αἰτωλία (25) Ἀττική 〈(26) Ἀχαία〉 (27) Πε-

λοπόννησος 〈(28) Ἀκαρνία〉 (29) Ἠπειρώτης

(30) Ἰλλυρίς (31) ἡ Λυχνῖτις (32) Ἀδριακή, ἀφ'

ἧς τὸ Ἀδριακὸν πέλαγος (33) Γαλλία (34) Θου-

σκηνή (35) Λυσιτανία (36) Μεσαλία (37) Ἰταλία

(38) Κελτίς (39) Σπανογαλία (40) Ἰβηρία (41)

Σπανία ἡ μεγάλη.

85

ὁμοῦ μαʹ.

86

ἐνταῦθα

καταλήγει τὰ ὅρια τοῦ Ἰάφεθ ἕως Βρεταννικῶν

νήσων πᾶσαί τε πρὸς βορρᾶν βλέπουσαι.

87

Εἰσὶ δὲ αὐτοῖς καὶ νῆσοι ἐπίκοιναι αὗται·

88

(1) Σικελία (2) Εὔβοια (3) Ῥόδος (4) Χῖος

(5) Λέσβος (6) Κυθήρα (7) Ζάκυνθος (8) Κεφα-

ληνία (9) Ἰθάκη (10) Κέρκυρα καὶ (11) αἱ Κυκλά-

δες καὶ (12) μέρος τι τῆς Ἀσίας τὸ καλούμενον

Ἰωνία.

89

[αὗται αἱ νῆσοι τῷ μέρει τοῦ Ἰάφεθ.]

90

Ποταμὸς δέ ἐστιν αὐτοῖς 〈Τίγρις〉 διορίζων

Μηδίαν 〈καὶ〉 Βαβυλωνίαν.

91

Ταῦτά ἐστι τὰ ὅρια τοῦ Ἰάφεθ τοῦ τρίτου

υἱοῦ Νῶε.

92

Γενεαλογία τοῦ Χὰμ 〈τοῦ〉 δευτέρου υἱοῦ

τοῦ Νῶε·

93

οἱ δὲ υἱοὶ Χὰμ τοῦ δευτέρου υἱοῦ

τοῦ Νῶε

94

(1) πρῶτος Χούς, ἐξ οὗ Αἰθίοπες,

95

(2) 〈καὶ〉 Μεστραείμ, ἐξ οὗ Αἰγύπτιοι,

96

(3) καὶ Φούδ, ἐξ οὗ Τρωγλοδύται,

97

(4)

καὶ Χανάν, ἐξ οὗ 〈Ἄφροι〉 καὶ Φοίνικες.

98

Οἱ

δὲ υἱοὶ Χοὺς τοῦ Αἰθίοπος 〈τοῦ υἱοῦ Χὰμ

τοῦ δευτέρου〉 υἱοῦ Νῶε.

99

(5) Σαβὰ

100

(6) καὶ Εὐηλὰτ

101

(7) καὶ Σεβακαθὰθ

102

(8) καὶ Ῥεγμὰ

103

(9) καὶ Σεκατθὰ

104

οὗτοι Αἰθίοπες πρῶτοι κατὰ τὰς φυλὰς

αὐτῶν.

105

Καὶ υἱοὶ Ῥεγμὰ τοῦ υἱοῦ Χοὺς

τοῦ Αἰθίοπος 〈τοῦ υἱοῦ Χὰμ〉 τοῦ 〈δευτέρου〉

υἱοῦ Νῶε

106

(10) Σάβατον

107

(11) καὶ

Ἰουδὰδ

108

(12) καὶ Νεβρὼδ ὁ γίγας ὁ

Αἴθιοψ.

109

[γέγραπται γάρ· καὶ Χοὺς ἐγέννησε

τὸν Νεβρὼδ τὸν Αἰθίοπα γίγαντα κυνηγόν—ὡς

Νεβρὼδ γίγας κυνηγός.]

110

Καὶ Αἰγυπτίων

πατριαὶ σὺν Μεστραεὶμ τῷ πατρὶ αὐτῶν ὀκτώ.

λέγει γὰρ οὕτως·

111

Καὶ Μεστραεὶμ ἐγέν-

νησε (13) τοὺς Λυδιείμ, ἐξ οὗ ἐγένοντο Λύδιοι,

112

καὶ (14) τοὺς Τενιείμ, ἐξ οὗ Πάμφυλοι,

113

καὶ (15) τοὺς Λαβιείμ, ἐξ οὗ Λίβυες,

114

καὶ (16) τοὺς Νεφθαλείμ, ἐξ οὗ Φυγάδες,

115

καὶ (17) τοὺς Πατροσονιείμ, ἐξ οὗ Λύκιοι,

116

καὶ (18) τοὺς Φυλιστιείμ, ἐξ οὗ Φοίνικες (?),

117

καὶ (19) τοὺς Καφθοριείμ, ἐξ οὗ Κίλικες.

118

Χαναναίων δὲ πατριαὶ σὺν Χαναὰν τῷ πατρὶ

αὐτῶν εἰσι ιβʹ. λέγει γὰρ οὕτως·

119

Καὶ

Χαναὰν ἐγέννησε τὸν (20) Σιδῶνα πρωτότοκον

120

καὶ (21) τὸν Χετταῖον

121

καὶ (22)

τὸν Ἀμορραῖον

122

καὶ (23) τὸν Γεργεσσαῖον

123

καὶ (24) τὸν Εὐαῖον

124

καὶ (25) τὸν Ἀρου-

καῖον, ἐξ οὗ Τριπολῖται,

125

καὶ (26) τὸν Ἀσεν-

ναῖον, ἐξ οὗ Ὀρθωσιασταί,

126

καὶ (27) τὸν

Ἀράδιον, ἐξ οὗ Ἀράδιοι,

127

καὶ (28) τὸν

Σαμορραῖον, ἐξ οὗ Σαμαρεῖται,

128

〈καὶ (29)

τὸν Φερεζαῖον, ἐξ οὗ Φερεζαῖοι〉,

129

καὶ (30)

τὸν Ἀματθῆ, ἐξ οὗ Ἀμαθούσιοι.

130

Ἔστι

δὲ καὶ αὐτῶν ἡ κατοικία ἀπὸ Ῥινοκορούρων

ἕως Γαδείρων τὰ πρὸς νότον ἐπὶ μῆκος.

131

Τὰ δὲ ἐκ τούτων γεννηθέντα ἔθνη.

132

(1) Αἰθίοπες (2) Τρωγλοδύται (3) Ἀγγαῖοι

(4) Ταγηνοί (5) Ἰσακηνοί (6) Ἰχθυοφάγοι (7) Ἑλ-

λανικοί (8) Αἰγύπτιοι (9) Φοίνικες (10) Λίβυες

(11) Μαρμαρίδες (12) Κᾶρες (13) Ψυλλῖται

(14) Μυσοί (15) Μοσυνοί (16) Φυγάδες (17) Μά-

κονες (18) Βιθυνοί (19) Νομάδες (20) Λύκιοι

(21) Μαριανδηνοί (22) Πάμφυλοι 〈(23) Μοσο-

συνοί (?)〉 (24) Πισιδηνοί (25) Αὐγαλαῖοι (26) Κί-

λικες (27) Μαυρούσιοι (28) Κρῆτες (29) Μαγάρται

(30) Νούμιδες 〈(31) Μακάριοι (?)〉 (32) Νασαμ-

〈ων〉ίδες.

133

οὗτοι διακατέχουσιν ἀπὸ Αἰ-

γύπτου ἕως τοῦ νοτιαίου ὠκεανοῦ.

134

Οἱ δὲ

ἐπιστάμενοι αὐτῶν γράμματα

135

(1) Φοί-

νικες (2) Αἰγύπτιοι (3) Πάμφυλοι (4) Φρύγες.

136

Ἔστι δὲ τὰ ὅρια τοῦ Χὰμ ἀπὸ Ῥινοκο-

ρούρων τῆς ὁριζούσης Συρίαν καὶ Αἴγυπτον καὶ

Αἰθιοπίαν ἕως Γαδείρων ἐπὶ μῆκος.

137

Τὰ δὲ ὀνόματα τῶν χωρῶν ἐστι ταῦτα.

138

(1) Αἴγυπτος σὺν τοῖς περὶ αὐτὴν πᾶσιν.

139

(2) Αἰθιοπία ἡ βλέπουσα κατὰ Ἰνδούς,

140

(3) καὶ ἑτέρα Αἰθιοπία, ὅθεν ἐκπορεύεται

Γηὼν ὁ 〈τῶν Αἰθιόπων〉 ποταμὸς ὁ καλούμενος

Νεῖλος,

141

(4) Ἐρυθρὰ ἡ βλέπουσα κατὰ

ἀνατολάς,

142

(5) Θηβαῒς ὅλη,

143

(6) Λι-

βύη ἡ παρεκτείνουσα μέχρι Κορκυρίνης,

144

(7)

Μαρμαρὶς καὶ τὰ περὶ αὐτὴν πάντα,

145

(8) Σύρ-

τις ἔχουσα ἔθνη τρία, Νασαμόνας Μάκας Ταυτα-

μαίους,

146

(9) Λιβύη ἑτέρα ἡ παρεκτείνουσα

〈ἀπὸ Λέπτεως〉 μέχρι μικρᾶς Σύρτεως.

147

(10) Νουμίδα,

148

(11) Μασσυρίς,

149

(12) Μαυριτανία ἡ παρεκτείνουσα μέχρι

Ἡρακλείων στηλῶν κατέναντι Γαδείρων.

150

Ἔχει δὲ ἐν τοῖς κατὰ βορρᾶν τὰ πρὸς

θάλασσαν,

151

(13) Κιλικίαν (14) Παμφυλίαν

(15) Πισιδίαν (16) Μυσίαν (17) Λυγδονίαν (18)

Φρυγίαν (19) Καμηλίαν (20) Λυκίαν (21) Καρίαν

(22) Λυδίαν (23) Τρῳάδα (24) Αἰολίαν (25) Βιθυ-

νίαν (26) τὴν ἀρχαίαν καλουμένην Φρυγίαν.

152

Εἰσὶ δὲ αὐτοῖς καὶ νῆσοι ἐπίκοινοι αἵδε.

153

(1) Κόρσυλα (2) Λαπάδουσα (3) Γαῦλος

(4) Μελίτη (5) Κέρκινα (6) Μηνίς

(7) Ταυριανίς (8) Σαρδανίς (9) Γαλάτη (10) Γορ-

σύνη (11) Κρήτη (12) Γαυλορίδη (13) Θήρα

(14) Καρίαθος (15) Ἀστυπάλια (16) Χῖος

(17) Λέσβος (18) Τένεδος (19) Ἴμβρος (20)

Ἰασός (21) Σάμος (22) Κῶος (23) Κνίδος

(24) Νίσυρος (25) μεγίστη Κύπρος,

154

ὁμοῦ

νῆσοι κεʹ.

155

Αὗται αἱ νῆσοι δουλεύουσι τῷ

Χὰμ καὶ τῷ Ἰάφεθ τοῖς δύο υἱοῖς τοῦ Νῶε.

156

Ἔχει δὲ Χὰμ ποταμὸν Γηὼν τὸν καλού-

μενον Νεῖλον τὸν κυκλοῦντα πᾶσαν τὴν Αἴγυπτον

〈καὶ〉 Αἰθιοπίαν· ὁρίζει δὲ μεταξὺ τοῦ Χὰμ

καὶ τοῦ Ἰάφεθ τὸ στόμα τῆς ἑσπερινῆς θαλάσ-

σης.

157

Αὕτη τοῦ Χὰμ ἡ γενεαλογία 〈τοῦ

δευτέρου υἱοῦ τοῦ Νῶε〉.

158

Γενεαλογία τοῦ Σὴμ τοῦ πρωτοτόκου

υἱοῦ Νῶε.

159

Ἐκ δὲ τοῦ Σὴμ τοῦ πρωτοτόκου

υἱοῦ Νῶε εἰσὶ φυλαὶ κεʹ· οὗτοι πρὸς ἀνατολὰς

ᾤκησαν.

160

(1) Ἐλάμ, ὅθεν οἱ Ἐλυμαῖοι,

161

(2) καὶ Ἀσούρ, ὅθεν οἱ Ἀσσύριοι,

162

(3)

καὶ Ἀρφαξάδ, ὅθεν οἱ Χαλδαῖοι,

163

(4) καὶ

Λούδ, ὅθεν οἱ Ἀλαζονεῖς

164

(5) καὶ Φούδ, ὅθεν

οἱ Πέρσαι,

165

(6) καὶ Ἀράμ, ὅθεν οἱ Αἰΐται.

166

Καὶ υἱοὶ Ἁρὰμ υἱοῦ Σὴμ υἱοῦ Νῶε·

167

(7) Ὧς καὶ Οὔλ, ὅθεν γεννῶνται Λυδοί,

168

(8) καὶ Γαθέρ, ὅθεν Γασφηνοί,

169

(9) καὶ

Μοσόχ, ὅθεν Μοσυνοί.

170

Καὶ Ἀρφαξὰδ

ἐγέννησε (10) τὸν Καϊνάν, ὅθεν γίνονται οἱ πρὸς

ἀνατολὰς Σαμίται,

171

καὶ Καϊνὰν ἐγέννησε

(11) τὸν Σαλαθιήλ, ὅθεν γεννῶνται ο〈ἱ〉 Σαλα-

θιαῖοι,

172

καὶ Σαλαθιὴλ ἐγέννησε (12) τὸν

Ἔβερ, ὅθεν γεννῶνται Ἑβραῖοι.

173

Καὶ τῷ

Ἔβερ ἐγεννήθησαν υἱοὶ δύο·

174

(13) πρῶτος

Φάλεχ, ὅθεν κατάγεται τὸ γένος τοῦ Ἀβραάμ,

175

καὶ (14) Ἰεκτὰν ὁ ἀδελφὸς αὐτοῦ.

176

Ἰεκτὰν δὲ [ὁ ἀδελφὸς Φάλεχ] ἐγέννησε (15) τὸν

Ἐλμωδὰδ, ὅθεν γεννῶνται οἱ Ἰνδοί,

177

καὶ

(16) τὸν Σαλέφ, ὅθεν οἱ Βακτριανοί,

178

καὶ

(17) τὸν Ἀράμ, ὅθεν οἱ Ἀράβ〈ι〉ες,

179

καὶ

(18) Ἰ〈δ〉ουράμ, ὅθεν Καρμήλιοι,

180

καὶ (19)

Αἰθήλ, ὅθεν οἱ Ἀρειανοί,

181

καὶ (20) Ἀβι-

μεήλ, ὅθεν Ὑρκάνιοι,

182

καὶ (21) Δεκλάμ,

ὅθεν Κεδρούσιοι,

183

καὶ (22) Γεβάλ, ὅθεν

οἱ Σκύθες,

184

καὶ (23) Σαβάτ, ὅθεν οἱ Ἀλα-

μοσινοί,

185

καὶ (24) [Ι]Οὐήρ, ὅθεν Ἑρμαῖοι

186

καὶ (25) Εὐεαί, ὅθεν Γυμνοσοφισταί.

187

Οὗτοι πάντες ἐκ τοῦ Σὴμ τοῦ πρωτοτόκου

υἱοῦ Νῶε.

188

Πάντων δὲ τῶν υἱῶν τοῦ Σήμ

ἐστιν ἡ κατοικία ἀπὸ Βάκτρων ἕως Ῥινοκορούρων

τῆς ὁριζούσης Συρίαν καὶ Αἴγυπτον καὶ τὴν

ἐρυθρὰν θάλασσαν ἀπὸ στόματος τοῦ κατὰ τὸν

Ἀρσινοΐτην τῆς Ἰνδικῆς.

189

Ταῦτα δὲ τὰ ἐξ αὐτῶν γενόμενα ἔθνη·

190

(1) Ἑβραῖοι 〈οἱ〉 καὶ Ἰουδαῖοι (2) Πέρσαι

(3) Μῆδοι (4) Παίονες (5) Ἀρειανοί 〈(6) Ἀσσύ-

ριοι〉 (7) Ὑρκάνιοι (8) Ἰνδοί (9) Μαγαρδοί

(10) Πάρθοι (11) Γερμανοί (12) Ἐλυμαῖοι

(13) Κοσσαῖοι (14) Ἄραβες [οἱ] πρῶτοι οἱ καλού-

μενοι Κεδρούσιοι (15) Ἄραβες δεύτεροι [οἱ καλού-

μενοι] (16) Γυμνοσοφισταί.

191

Παρεκτείνε〈ι〉

δὲ αὐτῶν ἡ κατοικία ἀπὸ Ἡλιουπόλεως τῆς ἔσω

ἕως Ῥινοκορούρων καὶ τῆς Κιλικίας.

192

Οἱ δὲ

ἐπιστάμενοι αὐτῶν γράμματα οὗτοί εἰσιν·

(1) Ἑβραῖοι οἱ καὶ Ἰουδαῖοι (2) Πέρσαι (3) Μῆδοι

(4) Χαλδαῖοι (5) Ἰνδοί (6) Ἀσσύριοι.

195

Ἐστὶ

δὲ ἡ κατοικία τῶν υἱῶν τοῦ Σὴμ τοῦ πρωτοτόκου

υἱοῦ Νῶε μῆκος μὲν ἀπὸ τῆς Ἰνδικῆς ἕως Ῥινοκο-

ρούρων, πλάτος δὲ ἀπὸ τῆς Περσίδος καὶ Βάκτρων

ἕως τῆς Ἰνδικῆς.

193

Τὰ δὲ ὀνόματα τῶν χωρῶν τῶν υἱῶν τοῦ

Σήμ ἐστι ταῦτα·

194

(1) Περσὶς σὺν τοῖς ἐπικει-

μένοις αὐτῇ ἔθνεσιν (2) Βακτριανή (3) Ὑρκανία

(4) Βαβυλωνία (5) Κορδυλία (6) Ἀσσυρία (7) Μεσο-

ποταμία (8) Ἀραβία ἡ ἀρχαία (9) Ἐλυμαΐς

(10) Ἰνδική (11) Ἀραβία ἡ εὐδαίμων 〈(12) Κοίλη

Συρία〉 (13) Κομμαγηνή (14) καὶ ἡ Φοινίκη ἣπερ

ἐστὶ τῶν υἱῶν τοῦ Σήμ.

196

[Τοῦ δὲ Χὰμ τοῦ

δευτέρου υἱοῦ Νῶέ ἐστιν ἡ κατοικία ἀπὸ Ῥινοκο-

ρούρων τῆς ὁριζούσης Συρίαν καὶ Αἴγυπτον καὶ

Αἰθιοπίαν ἕως Γαδείρων.]

197

[Τοῦ δὲ Ἰάφεθ

τοῦ τρίτου υἱοῦ Νῶε ἀπὸ Μηδίας ἕως Γαδείρων

τὰ πρὸς βορρᾶν μέρη καὶ νῆσοι ἐπίκοινοι.]

198

Αἱ πᾶσαι ἐκ τῶν τριῶν τοῦ Νῶε ὁμοῦ

φυλαὶ οβʹ.

199

Τὰ δὲ ἔθνη, ἃ διέσπειρε κύριος ὁ θεὸς

ἐπὶ προσώπου πάσης τῆς γῆς ἐν ταῖς ἡμέραις

Φαλὲκ καὶ Ἰεκτὰν τῶν δύο ἀδελφῶν κατὰ τὰς

ἰδίας γλώσσας αὐτῶν ἐν τῇ πυργοποιίᾳ, ὅτε

συνεχύθησαν αἱ γλῶσσαι αὐτῶν, ἐστὶ ταῦτα·

200

(1) Ἑβραῖοι οἱ καὶ Ἰουδαῖοι (2) Ἀσσύριοι

(3) Χαλδαῖοι (4) Μῆδοι (5) Πέρσαι 〈(6) Ἄραβες

πρῶτοι καὶ δεύτεροι〉 (7) Μαδιηναῖοι πρῶτοι καὶ

δεύτεροι (8) Ἀδιαβηνοί (9) Ταιηνοί (10) Σαλα-

μοσηνοί (11) Σαρακηνοί (12) Μάγοι (13) Κάσπιοι

(14) Ἀλβανοί (15) Ἰνδοὶ πρῶτοι καὶ βʹ (16) Αἰ-

θίοπες πρῶτοι καὶ δεύτεροι (17) Αἰγύπτιοι καὶ

Θηβαῖοι (18) Λίβυες [πρῶτοι καὶ βʹ] (19) Χετ-

ταῖοι (20) Χαναναῖοι (21) Φερεζαῖοι (22) Εὐαῖοι

(23) Ἀμορραῖοι (24) Γεργεσαῖοι (25) Ἰεβουσσαῖοι

(26) Ἰδουμαῖοι (27) Σαμαρρεῖοι (28) Φοίνικες

(29) Σύροι (30) Κίλικες οἱ καὶ Θαρσεῖς (31) Καπ-

πάδοκες (32) Ἀρμένιοι (33) Ἴβηρες (34) Βιβρανοί

(35) Σκύθαι (36) Κόλχοι (37) Σαῦνοι (38) Βοσ-

πορανοί (39) Ἀσιανοί (40) Ἰσαυροί (41) Λυκάονες

(42) Πισίδες (43) Γαλάται 〈(44) Παφλαγόνες

(45) Φρύγες〉 (46) Ἕλληνες οἱ καὶ Ἀχαῖοι

(47) Θεσσαλοί (48) Μακεδόνες (49) Θρᾷκες

(50) Μυσοί (51) Βεσσοί (52) Δάρδανοι (53) Σαρ-

μάται (54) Γερμανοί (55) Παννόνιοι οἱ καὶ Παίονες

(56) Νωρικοί· (57) Δελμάται (58) Ῥωμαῖοι οἱ

καὶ Λατῖνοι καὶ Κιτιαῖοι (59) Λίγυρες (60) Γάλ-

〈λ〉οι οἱ καὶ Κελταῖοι (61) Ἀκυατινοί (62) Βρι-

τανοί (63) Σπάνοι 〈οἱ〉 καὶ Τυρρηνοί (64) Μαῦροι

(65) Μακουακοί (66) Γαίτυλοι (67) Ἄφροι

(68) Μάζικες (69) Ταράμαντες οἱ ἐξώτεροι

(70) Σποράδες (71) Κελτίονες (72) Ταράμαντες

ἐσώτεροι, οἳ ἕως τῆς Αἰθιοπίας ἐκτείνουσι.

201

Ταῦτα τὰ ἔθνη, ἃ διέσπειρε κύριος ὁ θεὸς

ἐπὶ προσώπου πάσης τῆς γῆς κατὰ τὰς ἰδίας

γλώσσας αὐτῶν ἐν ταῖς φυλαῖς αὐτῶν καὶ ἐν ταῖς

χώραις αὐτῶν καὶ ἐν ταῖς πόλεσιν αὐτῶν.

202

Ἀναγκαῖον δὲ ἡγησάμην καὶ τὰς ἀποικίας

αὐτῶν τῶν ἀγνώστων ἐθνῶν καὶ τὰς προσηγορίας

αὐτῶν δηλῶσαί σοι καὶ τὰ κλίματα αὐτῶν, πῶς

οἰκοῦσι καὶ ποῖον ἔθνος πλησίον τίνος ἐστίν, ὅπως

μηδὲ καὶ τούτων ἄπειρος ὑπάρχῃς.

203

Ἄρ-

ξομαι δὲ διαγράφειν ἀπὸ ἀνατολῆς καὶ μέχρι

δύσεως 〈κατὰ τάξιν〉.

204

Τῶν Περσῶν καὶ

Μήδων ἄποικοι γεγόνασι Πάρθοι καὶ τὰ πέριξ

ἔθνη τῆς Εἰρήνης ἕως τῆς Κοίλης Συρίας.

205

Ἀράβων δὲ ἄποικοι γεγόνασιν Ἄραβες οἱ

εὐδαίμονες· τούτῳ γὰρ τῷ ὀνόματι προσαγο-

ρεύεται εὐδαίμων Ἀραβία.

206

Χαλδαίων δὲ

ἄποικοι γεγόνασιν οἱ Μεσοποταμῖται.

207

Μα-

διηναίων δὲ ἄποικοι γεγόνασιν οἱ Κιναιδοκολπῖται

〈καὶ Τρωγλοδύται〉 καὶ Ἰχθυοφάγοι.

208

Ἑλ-

λήνων δὲ ἔθνη καὶ προσηγορίαι εἰσὶ πέντε· (1)

Ἴωνες (2) Ἀρκάδες (3) Βοιωτοί (4) Αἰολεῖς

(5) Λάκωνες.

209

Τούτων δὲ ἄποικοι γεγόνασι·

(1) Ποντικοί καὶ (2) Βιθυνοί (3) Τρῷες (4) Ἀσιανοί

(5) Κᾶρες (6) Λύκιοι (7) Πάμφυλοι (8) Κυρηναῖοι

(9) καὶ νῆσοι δὲ πλεῖσται αἱ καλούμεναι Κυκλάδες

ιαʹ, αἳ τὸ Μυρταῖον πέλαγος περιέχουσιν.

210

εἰσὶ δὲ αὗται· (1) Ἄνδρος (2) Τῆνος (3) Τήω

(4) Νάξος (5) Κέως (6) Κοῦρος (7) Δῆλος (8) Σίφ-

νος (9) Νήρεα (10) Κύρνος (11) Μαραθών [ὁμοῦ

ιαʹ].

211

Εἰσὶ δὲ αὐτοῖς καὶ ἕτεραι νῆσοι

μείζονες ιβʹ, αἵτινες καὶ πόλεις ἔχουσι πλείστας

αἱ καλούμεναι Σποράδες, ἐν αἷς ἀπῳκίσθησαν

Ἕλληνες.

212

Εἰσὶ δὲ αὗται· (1) Εὔβοια (2)

Κρήτη (3) Σικελία

(4) Κύπρος (5) Κῶος (6) Σάμος (7) Ῥόδος (8)

Χῖος (9) Θάσος (10) Λῆμνος (11) Λέσβος

(12) Σαμοθράκη. [ὁμοῦ ιβʹ].

213

Ἐστὶν

οὖν ἀπὸ τῶν Βοιωτῶν Εὔβοια ὥσπερ ἀπὸ τῶν

Ἰώνων Ἰωνίδες πόλεις ιϚʹ ὀνομασταί.

214

Εἰσὶ

δὲ αὗται· (1) Κλαζομεναί (2) Μιτυλήνη (3) Φω-

κ〈α〉ία (4) Πριήνη (5) Ἐρυθραί (6) Σάμος (7)

Τέως (8) Κολοφών (9) Χῖος (10) Ἔφεσος

(11) Σμύρνα (12) Πέρινθος (13) Βυζάντιον

(14) Χαλκηδών (15) Πόντος (16) Ἀμισὸς ἐλευ-

θέρα. [πᾶσαι ιϚʹ].

215

Ῥωμαίων δὲ τῶν καὶ

Κιτιέων [τῶν καὶ Λατίνων κεκλημένων] ἔθνη καὶ

ἀποικίαι εἰσὶν ἑπτά· (1) 〈Τοῦσκοι〉 (2) Αἱμηλίσιοι

(3) Σικηνοί (4) Κα〈μ〉πανοί (5) Ἀπουλούσιοι

(6) Καλαβροί (7) Λουκανοί.

216

Ἄφρων δὲ

ἔθνη καὶ ἀποικίαι εἰσὶ πέντε· (1) Νεβληνοί (2) Κνί-

θιοι (3) Νούμιδες (4) Σαῖοι (5) Νασαμόνες.

217

εἰσὶ δὲ αὐτοῖς καὶ νῆσοι πέντε πόλεις ἔχου-

σαι· (1) Σαρδανία (2) Κόρσι〈κ〉α

(3) Γίρβα (4) Κέρκινα (5) Γαλάτη.

218

Μαύ-

ρων δὲ ἔθνη καὶ ἀποικίαι εἰσὶ τρεῖς· (1) Μοσ-

σουλαμοί (2) Τι〈γγι〉τανοί (3) Καισαρηνσεῖς.

219

Σπάνων δὲ τῶν καὶ Τυρρηναίων, καλου-

μένων δὲ Ταρακωννησίων ἔθνη καὶ ἀποικίαι εἰσὶ

πέντε· (1) Λυσιτανοί (2) Βαιτικοί (3) Αὐτρίγονοι

(4) Βάσκωνες (5) Καλλαϊκοὶ οἱ καλούμενοι Ἄσπο-

ρες.

220

Γάλλων δὲ τῶν καὶ Να〈ρ〉βουδησίων

καλουμένων ἔθνη καὶ ἀποικίαι εἰσὶ τέσσαρες·

(1) Λουγδουνοί (2) Βελσικοί (3) Σικανοί (4)

Ἔδνοι.

221

Γερμανῶν δὲ ἔθνη καὶ ἀποικίαι

εἰσὶ πέντε· (1) Μαρκόμανοι (2) Βάρδουλοι (3)

Κουᾶδροι (4) Βέρδηλοι (5) Ἑρμόνδουλοι.

222

Σαρματῶν δὲ ἔθνη καὶ ἀποικίαι εἰσὶ δύο·

(1) Ἀμαξόβιοι καὶ (2) Γρικοσαρμάτα〈ι〉.

223

Ταῦτα τὰ ἔθνη καὶ αἱ ἀποικίαι αὐτῶν.

224

Καὶ τοῦτο δὲ ἀναγκαῖον ἔδοξέ μοι δηλῶσαί

σοι· τὰ κλίματα τῶν ἀγνώστων ἐθνῶν καὶ τὰ

ὀνομαστὰ ὄρη καὶ τοὺς ἐπισήμους ποταμοὺς τοὺς

ἀποχέοντας εἰς τὴν θάλασσαν, ὅπως μηδὲ τούτων

ἄπειρος ὑπάρχῃς.

225

Ἄρξομαι οὖν λέγειν περὶ

τῶν ἀγνώστων ἐθνῶν ἀπὸ ἀνατολῶν καὶ μέχρι

δυσμῶν, πῶς οἰκοῦσι.

226

Ἀδιαβηνοὶ πέραν

τῶν Ἀράβων, Ταϊνοὶ καταντικρὺς αὐτῶν,

227

Ἀλαμοσινοὶ 〈δὲ πέραν τῶν Ἀράβων,

228

Σακκηνοὶ〉 δὲ πέραν τῶν Ταϊνῶν,

229

Ἀλ-

βανοὶ δὲ πέραν τῶν Κασπίων πυλῶν,

230

Μαδιη-

ναῖοι δὲ οἱ μείζονες οἱ πολεμηθέντες ὑπὸ Μωϋ-

σέως ἐντὸς τῆς ἐρυθρᾶς θαλάσσης οἰκοῦσιν·

231

ἡ γὰρ μικρὰ Μαδιὰμ πέραν ἐστὶ τῆς ἐρυθρᾶς

θαλάσσης, ὅπου ἐβασίλευσε Ῥαγουὴλ καὶ Ἰώθωρ

ὁ πενθερὸς Μωϋσέως.

232

Καὶ πέραν δὲ τῶν

Καππαδόκων εἰς τὰ δεξιὰ μέρη οἰκοῦσιν Ἀρμένιοι

καὶ Ἴβηρες καὶ Βηρανοί, εἰς δὲ τὰ εὐώνυμα μέρη

οἰκοῦσι Σκύθες καὶ Κόλχοι καὶ Βοσπορανοί,

233

Σαῦνοι δὲ οἱ λεγόμενοι Σάνιγγες, οἱ ἕως τοῦ

Πόντου ἐκτείνοντες, ὅπου ἐστὶ παρεμβολὴ Ἄψαρος

〈καὶ Σεβαστόπολις〉 καὶ Ὕσσου λιμὴν καὶ Φάσις

ποταμός.

234

Καὶ ἕως Τραπεζοῦντος οἰκοῦσι

καὶ παρεκτείνεται τὰ ἔθνη ταῦτα.

235

Ὄρη δὲ ὀνομαστά εἰσιν ἐν τῇ γῇ δώδεκα·

(1) Λίβανος ἐν τῇ Συρίᾳ μεταξὺ Βύβλου καὶ

Βηρυτοῦ (2) Καύκασος ἐν τῇ Σκυθίᾳ (3) Ταῦρος

ἐν τῇ Κιλικίᾳ καὶ Καππαδοκίᾳ (4) Ἄτλας ἐν

τῇ Λιβύῃ ἕως τοῦ μεγάλου ποταμοῦ (5) Παρνασὸς

ἐν τῇ Φωκίδι (6) Κιθαιρὼν ἐν τῇ Βοιωτίᾳ (7)

Ἑλικὼν ἐν τῇ Τελμισῷ (8) Παρθένιον ἐν τῇ

Εὐβοίᾳ (9) Ναυσαῖον τὸ καὶ Σινᾶ ἐν τῇ Ἀραβίᾳ

(10) Λυκάβαντος ἐν Ἰταλίᾳ καὶ Γα〈λ〉λίᾳ (11)

Πίνιον ὁ καὶ Μίμας ἐν τῇ Χίῳ (12) Ὄλυμπος ἐν

τῇ Μακεδονίᾳ.

236

Δεδειγμένων οὖν τῶν ὀνομάτων τῶν δώ-

δεκα ὀρέων τῆς γῆς ἀναγκαῖόν ἐστι καὶ τοὺς

ἐπισήμους ποταμοὺς δηλῶσαί σοι.

237

Ποταμοὶ

οὖν εἰσιν ὀνομαστοὶ τεσσαράκοντα ἐν τῇ γῇ οὗτοι·

(1) Ἰνδὸς ὁ καλούμενος Φισών (2) Νεῖλος ὁ

καλούμενος Γηών (3) Τίγρις (4) Εὐφράτης

(5) Ἰορδάνης (6) Κηφισσός (7) Τάναϊς (8) Ἰσ-

μηνός (9) Ἐρύμανθος (10) Ἅλυς (11) Αἰσωπός

(12) Θερμώδων (13) Ἐρασῖνος (14) Ῥεῖος

(15) Βορυσθένης (16) Ἀλφειός (17) Ταῦρος

(18) Εὐρώτας (19) Μέανδρος (20) Ἄξιος (21) Πύ-

ραμος (22) Ὀρέντης (23) Ἔβρων (24) Σαγγάριος

(25) Ἀχελῷος (26) Πινειός (27) Εὔηνος (28) Σπερ-

χιός (29) Κάϋστρος (30) Σιμόεις (31) Σκάμανδρος

(32) Στρυμών (33) Παρθένιος (34) Ἴστρος

(35) Ῥῆνος (36) Βαίτης (37) Ῥόδανος (38) Ἠρι-

δανός (39) Βαῖος (40) Θούβηρος ὁ νῦν καλούμενος

Τιβέρης· ὁμοῦ ποταμοὶ μʹ.

238

Οὗτοι οὖν οἱ ποταμοὶ περιεχόμενοι τῇ γῇ.

239

Φασὶ δέ τινες δοκοῦντες ἔμπειροι εἶναι, ὅτι

οἱ πρῶτοι δ' οἱ μεγάλοι ποταμοὶ οἷον Φισὼν Γηὼν

Τίγρις Εὐφράτης ἀκατάληπτοι μέν εἰσι, πόθεν

ἢ πῶς ἐξέρχονται, μὴ εἰδέναι τινά. λέγουσι δὲ

τοῦτο, ὅτι, ὅτε πλημμυρεῖ Γηὼν ὁ καλούμενος

Νεῖλος ὁ ποτίζων πᾶσαν γῆν Αἰγύπτου καὶ

Αἰθιοπίας, οἱ τρεῖς ἄλλοι λήγουσι, ἐπὰν δὲ οὗτος

μειωθῇ, ἐκεῖνοι ὑπερυψοῦνται τοῖς νάμασιν. Διὸ

καὶ τὰ ὕδατα αὐτοὶ ὁμοχροοῦσιν·

ὁ γὰρ Ἰορδάνης λευκώπιδα σύρει τὰ κύματα καὶ

ἀποχέει ἐν τῇ πρασίᾳ θαλάσσῃ, ἥτις καλεῖται

νεκρά.

240

Δεδειγμένων οὖν τούτων τὸ φιλομαθὲς καὶ σπουδαῖον ἀγάμενος τῆς

σῆς ἀγάπης, ἀδελφὲ τιμιώτατε, ἔδοξέ μοι καὶ τὸν τῆς μεγάλης θαλάσσης

σταδιασμὸν ἢ περίπλουν δηλῶσαί σοι ἐπακριβέστατα, ὅπως καὶ τούτων ἀνα-

γνοὺς ἔμπειρος ἔσῃ, ἀρξάμενος ἀπὸ Ἀλεξανδρείας τῆς Φαρίτιδος ἕως Διοσ-

κουρίδος τῆς ἐν τῷ Πόντῳ κειμένης, καὶ τῆς Εὐρώπης ἀπὸ Ἱεροῦ τῆς πρὸς

τῇ Χαλκηδόνι κειμένης μέχρις Ἡρακλεωτικῶν στηλῶν καὶ Γαδείρων, θέ-

λων πάντας ἀνθρώπους ὠφελεῖν. ἐμφανιῶ δὲ καὶ τὰς διαιρέσεις ἀπὸ τῆς

Ἀσίας πρὸς τὴν Εὐρώπην γράψας ὧδε καὶ τῶν νήσων τὰ ἐπ' ἀλλήλων δια-

στήματα, πόσαι τέ εἰσι καὶ τίνες φαίνονται ἐν τῷ πλέειν αὐτὰς καὶ ὁπηλίκαι

εἰσὶ καὶ τίσιν ἀνέμοις χρῶνται καὶ ποῖος ὁ πλοῦς, δείξω σοι κατὰ ἀλήθειαν.

241

Σταδιασμὸς τῆς θαλάσσης.

242

(1) Ἀπὸ Ἀλεξανδρείας εἰς Χερσό-

νησον· λιμήν ἐστι· στάδιοι βʹ.

243

(2) Ἀπὸ Χερσονήσου εἰς Δυσμάς·

λιμήν ἐστι ἀγωγῆς χιλίων οὐ μείζων ζʹ 〈στάδιοι?〉.

244

(3) ἀπὸ Δυσμῶν

εἰς Πλινθίνην· σάλος ἐστίν· ὁ τόπος ἀλίμενος· στάδιοι Ϟʹ.

245

(4) Ἀπὸ

Πλινθίνης ἐπὶ Ταπόσιριν· πόλις ἐστὶν ἀλίμενος· ἱερὸν τοῦ Ὀσίριδος· στά-

διοι ζʹ.

246

(5) Ἀπὸ Ταποσίρεως ἐπὶ τὸ Χίω· κώμη ἐστίν· βράχη ἐπι-

φαινόμενα· στάδιοι ζʹ.

247

(6) Ἀπὸ τοῦ Χίω ἐπὶ τὸν Γλαῦκον· στάδιοι πʹ.

248

(7) Ἀπὸ τοῦ Γλαύκου εἰς Ἀντίφρας· σάλος ἐστὶν ὁ τόπος· στάδιοι πʹ.

249

(8) Ἀπὸ τὸ Ἄντιφρον ἐπὶ τὸ Δέρρον· ὕφορμός ἐστι θερινοῦ καὶ ὕδωρ

ἔχει· στάδιοι ζʹ.

250

(9) Ἀπὸ τῆς Δέρρας εἰς τὸ Ζέφυρον· λιμήν ἐστι καὶ

σάλος ἔχει· στάδιοι υʹ.

251

(10) Ἀπὸ τοῦ Ζεφύρου εἰς Πεζώνην στάδιοι

ριʹ· ἀπὸ σταδίων ταύτης σκόπελός ἐστι καὶ καλεῖται Μύρμηξ· καὶ ἀκρω-

τήριον καὶ καλεῖται Τραχεῖα.

252

(11) Ἀπὸ Πεζώνης εἰς τὸν Πνιγέα στά-

διοι ζʹ· ἀκρωτήριόν ἐστι ταπεινόν· εἰσάγου δεξιῶς εἰς τὸν πλαταμῶνα.

253

(12) Ἀπὸ τοῦ Πνιγέως εἰς τὸν Φοινικοῦντα στάδιοι ρμʹ· νησία εἰσὶ

Δίδυμα· ὕφορμος ὑπ' αὐτά· βάθος φορτηγοῖς· ὕδωρ ἔχει λακκαῖον ἐν τῇ

φάραγγι.

254

(13) Ἀπὸ Φοινικοῦντος ἐπὶ τὰ Ἑρμαῖα στάδιοι ζʹ· ἐκ δε-

ξιῶν τὴν ἄκραν ἔχων ὁρμίζου· ὕδωρ ἔχει ἐπὶ τοῦ πύργου.

255

(14) Ἀπὸ

Ἑρμαίων ἐπὶ Λευκὴν ἀκτὴν στάδιοι κʹ· νησίον παράκειται ἐκεῖ ταπεινόν,

ἀπέχων ἀπὸ τῆς γῆς σταδίους βʹ· ὕφορμός ἐστι φορτηγοῖς τοῖς ἀφ' ἑσπέρας

ἀνέμοις· ἐν δὲ τῇ γῇ ὑπὸ τὸ ἀκρωτήριον ὅρμος ἐστὶ μακρὸς παντοίαις ναυσίν·

ἱερὸν Ἀπόλλωνος, ἐπίσημον χρηστήριον· καὶ ὕδωρ ἔχει παρὰ τὸ ἱερόν.

256

(15) Ἀπὸ Λευκῆς ἀκτῆς ἐπὶ Ζύγριν στάδιοι ζʹ· νησίον ἐστίν· εὐώνυμον προσ-

ορμίζου· ὕδωρ ἔχει ἐν τῇ ἄμμῳ.

257

(16) Ἀπὸ Ζύγρεως εἰς Λαδαμαν-

τίαν στάδιοι κʹ· νῆσος ἱκανὴ παράκειται μεγάλη· αὐτὴν ἔχων δεξιὰν κατά-

γου· λιμήν ἐστι παντὶ ἀνέμῳ· ὕδωρ ἔχει.

258

(17) Ἀπὸ Λαδαμαντίας ἐπὶ

τὰ Καλαμαίου στάδιοι μʹ· ἀκρωτήριόν ἐστι ἔχων σκόπελον ἐκ δεξιῶν αὐτοῦ

ὕφορμον.

259

(18) Ἀπὸ τῶν Καλαμαίου ἐπὶ Γραίας γόνυ στάδιοι θʹ· ἄκρα

ἐστὶ τραχεῖα ἔχουσα ἐπὶ τοῦ ὑψηλοῦ σκόπελον, ἐπὶ δὲ τῆς γῆς δένδρον· ὅρμος

ἐστὶ καὶ ὕδωρ ἔχει ὑπὸ 〈τὸ〉 δένδρον· φυλάσσου νότον.

260

(19) Ἀπὸ

Γραίας γόνατος ἐπὶ τὸν Ἄρτον στάδιοι ρκʹ· ἀκρωτήριόν ἐστι τραχὺ οὐκ

ἔχων ὕφορμον καὶ ἐπὶ τοῦ ἀκρωτηρίου ταῦροι δύο ὡς νῆσοι ἀνατείνοντες

εἰς τὸ πέλαγος· ταύτην κάμψας ὄψει τὴν πόλιν Παραιτόνιον.

261

Γίνονται

ὁμοῦ οἱ πάντες ἀπὸ Ἀλεξανδρείας εἰς Παραιτόνιον στάδιοι ͵αφνʹ.

262

(20)

Ἀπὸ Παραιτονίου εἰς Δελφῖνας στάδιοι ζʹ.

263

(20) Ἀπὸ Δελφῖνας ἐπὶ

τὸ Ζεφύριν στάδιοι ζʹ· νῆσοί εἰσι δύο καὶ ἀκρωτήριον· λιμήν ἐστι παντὶ

ἀνέμῳ· καὶ ὕδωρ ἔχει.

264

(21) Ἀπὸ τοῦ Ζεφύρου καὶ τῶν Δελφίνων

ἐπὶ τὸν Ἆπιν στάδιοι λʹ· κώμη ἐστί· ταύτην πλέεις στάδ. κʹ· ὅρμος ἐστίν·

ὕδωρ ἔχει ἐν τῇ κώμῃ.

265

(22) Ἀπὸ τοῦ Ἄπιος εἰς Νήσους στάδιοι ζʹ.

266

(23) Ἀπὸ τῶν Νήσων εἰς Λινύδας στάδιοι οʹ· ἄκρα ἐστὶν ἔχουσα

ὕφορμον· ἔχει δὲ ἐκ δεξιῶν βράχη· καθορῶν τὸ βράχος κατάγου.

267

(24)

Ἀπὸ Λινύδος ἐπὶ Ἀζὺ στάδιοι νʹ.

268

(25) Ἀπὸ τῆς Ἀζὺ ἐπὶ Δαρείου

στάδιοι ρκʹ· σκόπελοί εἰσιν· ὑπὸ τούτους ἐστὶ φορτηγοῖς ἀγκυροβολία.

269

(26) Ἀπὸ 〈τῶν Δαρείου〉 σκοπέλων ἐπὶ τὸ Χαυταῖον στάδιοι ρμʹ·

ὕφορμός ἐστι πλοίοις μικροῖς· ὕδωρ ἔχει πηγαῖον ἀνακτὸν ἐν τοῖς ἀγροῖς.

270

(27) Ἀπὸ τοῦ Χαυταίου ἐπὶ Ζυγρὰς στάδιοι ρμʹ.

271

(28) Ἀπὸ Ζυ-

γρῶν εἰς Ἐννησύφοραν στάδιοι σʹ· ὕφορμός ἐστι θερινός· ὕδωρ ἔχει ἐν τῇ

ἄμμῳ καὶ ἐπὶ θαλάσσης σκόπελον.

272

(29) Ἀπὸ Ἐννησυφόρας εἰς Κα-

βάθλιον στάδιοι ρκʹ· χώρα ἐστὶν ὑψηλή. λιμήν ἐστι παντὶ ἀνέμῳ· ὕδωρ ἔχει

ἐν τῇ πρώτῃ νάπῃ εἰς τὸ πρὸς νότον μέρος ἐν τῷ φρουρίου ὄμβριον.

273

(30)

Ἀπὸ Καβαθλίου εἰς Πετράοντα στάδιοι ρνʹ. παραπλεύσας ὡς σταδίους λʹ

ὄψει παρεμφαίνουσαν ἄκραν ὑψηλὴν καὶ μεγάλην· κατ' αὐτὴν ὄψει εἰς σάλον

καὶ λίμνην μεγάλην· ἐκ δὲ τῶν εὐωνύμων χειροποίητος ὅρμος ἐστίν· ἔχει δὲ

ὕδωρ ὑπὸ τὴν συκῆν· διὸ καὶ ὁ τόπος Συκὴ καλεῖται. [(33) Γίνονται ὁμοῦ

ἀπὸ Ἀλεξανδρείας ἕως Πετρεύοντος στάδιοι ͵αϚʹ. Λοιπὸν Μαρμαρική.]

274

(31) Ἀπὸ Συκῆς εἰς Πάνορμον στάδιοι λʹ· νάπη ἐστὶ βαθεῖα· ὕδωρ ἔχει

ὑπὸ τὰς συκᾶς πάνυ καλόν.

275

(32) Ἀπὸ Πανόρμου ἐπὶ τὴν Εὐρείαν στάδιοι

νʹ· φάραγξ ἐστί, ἔσω δὲ αἰγιαλὸς καὶ ἐπ' αὐτοῦ συκαῖ. ὅρμος ἐστὶ καλός·

ὕδωρ ἔχει γλυκύ.

276

(33) Ἀπὸ Εὐρείας ἐπὶ τὸν Πετρεύοντα 〈στάδιοι μʹ〉·

ὕδωρ ἔχει πολὺ ἐν ἑκατέροις τοῖς μέρεσιν.

277

(34) Ἀπὸ Πετρεύοντος ἐπὶ τὴν

Κάρδαμιν στάδιοι ρνʹ· ὅρμος ἐστίν· ἄκρα ἀπολήγουσα, σκοπὰς ἔχουσα· ὁρμίζου

ἐπ' αὐτὴν τοῖς ἄνωθεν ἀνέμοις· ὕδωρ ἔχει ἐν ταῖς ἠπείροις.

278

(35) Ἀπὸ

τῆς Καρδάμ[ωσ]εως εἰς Μενέλαον στάδιοι ρʹ· λιμήν ἐστιν· ὕδωρ ἔχει πλατὺ

ἐν τῇ ἄμμῳ.

279

(36) Ἀπὸ Μενελάου εἰς Κατανέας στάδιοι οʹ· προσφε-

ρόμενος ὄψει θῖνα λευκήν· ὕδωρ ἔχει πλατὺ ἐν τῇ ἄμμῳ.

280

(37) Ἀπὸ

Κατανέων εἰς Πυρθμάνιον στάδιοι ρνʹ· ἀπὸ σταδίων ὀκτὼ παράπλεε—ἔχει

γὰρ βράχη ὑψηλά—· ἔχει καὶ ὕδωρ.

281

(38) Ἀπὸ Πυρθμανίου εἰς Ἀντί-

πυργον στάδιοι σκʹ· ὅρμος ἐστὶ θερινός· νῆσος δέ ἐστι καὶ κατ' αὐτὴν πύργος·

ἱερὸν τοῦ Ἄμμωνος· ὕδωρ ἔχει ἐν τῷ αἰγιαλῷ τῷ ἐξ ἐναντίας.

282

(39)

〈Ἀπὸ Ἀντιπύργου εἰς τὸν Μικρὸν Πετρεύοντα στάδιοι*.〉

283

(40) Ἀπὸ

τοῦ Μικροῦ Πετρεύοντος εἰς τὸν Βάτραχον στάδιοι λʹ· ὕφορμός ἐστι θερινός·

ἄκρα ἐστὶ σκοπὰς ἔχουσα· ἔχει ὕδωρ πολὺ ἐν τῇ νάπῃ.

284

(41) Ἀπὸ τοῦ

Βατράχου εἰς Πλατέαν στάδιοι σνʹ· πρὸς τῷ πελάγει κεῖται νῆσος καλουμένη

Σιδωνία—ἔχει ὕφορμον θερινὸν φορτηγοῖς—ἀπὸ σταδίων λʹ· ἔχει δὲ ὕδωρ

πρὸς τῇ γῇ ἐν τῷ πύργῳ.

285

(42) Ἀπὸ Πλατέος εἰς τὸ Παλίουρον 〈στά-

διοι*〉· ὕδωρ ἔχει πλατύ.

286

(43) Ἀπὸ τοῦ Παλιούρου εἰς τὴν Φαίαν

στάδιοι Ϟʹ· ὕδωρ ἔχει συνακτὸν ἀπὸ σταδίων ιεʹ.

287

(44) Ἀπὸ τὴν Φαίας

εἰς τὸν Διόνυσον στάδιοι Ϟʹ· ἐντεῦθεν 〈ἐν〉 ἀριστερᾷ κατάγου.

288

(45) Ἀπὸ

τοῦ Διονύσου εἰς Χερρόνησον στάδιοι Ϟʹ.

289

(46) Ἀπὸ Χερρονήσου ἐπὶ

τὴν Ἄζαριν στάδιοι ρʹ. ἐντεῦθεν ἀναχθεὶς παράπλεε· πέτραι εἰσὶν ὑψηλαί·

ὕδωρ ἔχει καὶ ποταμὸν μέγαν.

290

(47) Ἀπὸ τῆς Ἀζάριδος παραπλεύ-

σαντι τὰ παράγαια εἰς Ζαρινὴν στάδιοι ρνʹ.

291

(48) Ἀπὸ Ζαρινῆς ἐπὶ τὸ

Ζεφύριον στάδιοι ρνʹ· ἄκρα ἐστὶ δασεῖα· ὕφορμός ἐστι θερινός.

292

(49) Ἀπὸ

τοῦ Ζεφυρίου εἰς Χέρσιν στάδιοι οʹ· ἀναμέσον τοῦ Ζεφυρίου καὶ τοῦ Χερσίου

ἀπέχων σταδίους ιʹ ἔστιν ὅρμος Ἀφροδισίας καλούμενος· ἔστι δ' ἐπ' αὐτῷ

ἱερὸν Ἀφροδίτης.

293

(50) Ἀπὸ τοῦ Χερσίου ἐπὶ τὸ Ἐρυθρὸν στάδιοι Ϟʹ·

κώμη ἐστίν.

294

(51) Ἀπὸ τοῦ Ἐρυθροῦ εἰς Ναύσταθμον στάδιοι οʹ· σάλος

ἐστὶν ἀνατείνων· ὕδωρ ἔχει ἐν τῇ ἄμμῳ.

295

(52) Ἀπὸ Ναυστάθμου εἰς

Ἀπολλωνιάδα στάδιοι ρκʹ.

296

Πάντες ὁμοῦ ἀπὸ Παραιτονίου εἰς Ἀπολλω-

νιάδα στάδιοι ͵γφνʹ.

{[Λοιπὸν Κυρήνη.]}

297

(53) Ἀπὸ Ἀπολλωνιάδος εἰς Φοινικοῦντα στάδιοι ρʹ· κώμην ἔχει·

ὁρμίζουσι ὑπ' αὐτοῖς τοῖς ἀφ' ἑσπέρας ἀνέμοις· ὅρμος ἐστὶ θερινός· ἔχει ὕδωρ.

298

(54) Ἀπὸ Φοινικοῦντος εἰς Ναυσίδα στάδιοι ρϞʹ· κώμη ἐστίν· ἔχει

ὕδωρ ἐν τῷ αἰγιαλῷ.

299

(55) Ἀπὸ Ναυσίδος εἰς Πτολεμαΐδα στάδιοι σνʹ·

πόλις ἐστὶ μεγίστη· ἐπίσαλός ἐστιν ὁ τόπος καὶ νῆσον ἔχει· Ἴλος καλεῖται·

ἀσφαλίζου.

300

(56) Ἀπὸ Πτολεμαΐδος εἰς Τεύχειρα στάδιοι σνʹ· πόλις

ἐστὶ Πενταπόλεως ἀρχαία· αὕτη καλεῖται Ἀρσινόη.

301

(57) Ἀπὸ Τευ-

χείρων εἰς Βερνικίδα στάδιοι τνʹ. Ὁ πλοῦς κάμπτεται· πλεύσας ἐς σταδίους Ϟʹ

ὄψει ἀκρωτήριον προτεῖνον πρὸς ἑσπέραν· παράκειται δὲ βράχη μετέωρα· φυλάσ-

σου παραπλέων· ὄψει δὲ νησίον ταπεινὸν μέλαν[ον]· Βραχέα καλεῖται τὸ

ἀκρωτήριον· εἰς τὰ εὐώνυμα ἔχει ὅρμον πλοιαρίοις μικροῖς.

302

Οἱ πάντες

ὁμοῦ ἐξ Ἀπολλωνιάδος εἰς Βερενικίδα στάδιοι ͵αρνʹ.

{[Λοιπὸν Σύρτις Κυρηναίων.]}

303

(58) Ἀπὸ Βερενικίδος εἰς Ῥίνον στάδιοι ξʹ.

304

(59) Ἀπὸ Ῥίνον

ἐπὶ τὸν Πῖθον στάδιοι ιʹ.

305

(60) Ἀπὸ τοῦ Πίθου ἐπὶ Θεοτιμαῖον στάδιον

αʹ· ὅρμος ἐστὶ θερινός· αἰγιαλὸς βαθύς.

306

(61) Ἀπὸ Θεοτιμαίου ἐπὶ τὰς

Ἅλας στάδιοι ψιʹ· αἰγιαλός ἐστιν.

307

(62) Ἀπὸ τῶν Ἁλῶν ἐπὶ τὸ Βόρειον

στάδιοι νʹ· ἀκρωτήριόν ἐστι ἔχον ὕφορμον.

308

(63) Ἀπὸ τοῦ Βορείου

εἰς Χέρσιν στάδιοι ρμʹ· ὅρμος ἐστὶ τοῖς ἐτησίοις· ὕδωρ ἔχει ἐπὶ τοῦ φρουρίου.

{[Σύρτις Κυρήνης.]}

309

(64) Ἀπὸ τοῦ Χερσίου ἐπὶ τὴν Ἀμάστορος στάδιοι ριʹ.

310

(65) Ἀπὸ

τῆς Ἀμάστορος ἐπὶ τὸ Ἡράκλειον στάδιοι πʹ.

311

(66) Ἀπὸ τοῦ Ἡρακλείου

εἰς τὸ Δρέπανον στάδιοι ζʹ· ἀκρωτήριόν ἐστιν ὑψηλὸν τοῦ Ἡρακλέους ἔχον

θῖνα ἄμμου λευκῆς· ὕδωρ ἔχει.

312

(67) Ἀπὸ τοῦ Δρεπάνου ἐπὶ τὸ Σερα-

πεῖον στάδιοι ρʹ· παράδρομον ὄψει θῖνα λευκὴν μεγίστην, ἀφ' ἧς, ἂν ὀρύξῃς,

ἕξεις ὕδωρ γλυκύ.

313

(68) Ἀπὸ Σεραπείου εἰς Διαροάδα στάδιοι νʹ.

314

(69) Ἀπὸ Διαροάδος ἐπὶ τὸν Ἄπιν στάδιον αʹ· ὕφορμός ἐστιν.

315

(70) Ἀπὸ δὲ τοῦ Σεραπείου ἐπὶ τὸν Καινὸν στάδιοι ρνʹ· φρούριόν ἐστιν

ἔρημον· ὕδωρ ἔχει· ἔστι δὲ ἀλίμενος.

316

(71) Ἀπὸ τοῦ Καινοῦ ἐπὶ τὸν

Εὔσχοινον στάδιοι οʹ· αἰγιαλός ἐστι βαθύς· βουνὸς δέ ἐστιν ἐν τῇ χώρᾳ περι-

φερής· ὕδωρ ἔχει.

317

(72) Ἀπὸ Εὐσχοίνου ἐπὶ τοὺς Ὑφάλους στάδιοι οʹ·

νησίον ἐστὶν ὑπόσαλον· ἔχει δὲ καὶ αἰγιαλὸν βαθύν.

318

(73) Ἀπὸ τῶν

Ὑφάλων ἐπὶ τὸν Σκοπελίτην στάδ. πʹ· σκόπελός ἐστιν ἀπὸ τῆς γῆς στάδ. ιεʹ ὑψη-

λὸς ὅμοιος ἐλέφαντι.

319

(74) Ἀπὸ τοῦ σκοπέλου πρὸς λίβα 〈ἐ〉ν σταδίοις

βʹ νῆσός ἐστιν ὑψηλή. Ποντία καλεῖται.

320

(75) Ἀπὸ Ποντίας πρὸς μεσημ-

βρίαν 〈ἐν〉 σταδίοις ζʹ νῆσός ἐστι καλουμένη Μαῖα καὶ ὑπ' αὐτὴν ὕφορμος·

ὕδωρ ἔχει ἀνακτόν.

321

(76) Ἀπὸ τῆς Μαίας ἐπὶ τὸν Ἀστροχονδα στάδιοι νʹ.

322

(77) Ἀπὸ τοῦ Ἀστροχονδα ἐπὶ τὸν Κορκόδειλον στάδιοι πʹ· ὅρμος ἐστὶ

θερινὸς καὶ ὕδωρ ἔχει ῥεύματα ἔχον.

323

(78) Ἀπὸ τοῦ Κορκοδείλου ἐπὶ

τὸ Βόρειον στάδιοι πδʹ· κώμη ἐστί· φρούριον ἔρημον· ὅρμος καλὸς ἀπὸ λιβός·

ὕδωρ ἔχει.

324

(79) Ἀπὸ τοῦ Βορείου εἰς τὸ Ἀντιδρέπανον στάδιοι κʹ·

ἀκρωτήριόν ἐστιν ὕδωρ ἔχον.

325

(80) Ἀπὸ τοῦ Ἀντιδρεπάνου ἐπὶ τὸ

Μένδριον στάδιοι νʹ· ἄνυδρός ἐστιν.

326

(81) Ἀπὸ τοῦ Μενδρίου ἐπὶ τὸ

Κοζύνθιον στάδιοι ρκʹ· ἄκρα ἐστὶ τραχεῖα· ὅρμος καλὸς ἄνυδρος δέ.

327

(82) Ἀπὸ τοῦ Κοζυνθίου ἐπὶ Ἀμμωνίου Πηγὰς στάδιοι ριʹ· αἰγιαλός

ἐστιν.

328

(83) Ἀπὸ Ἀμμωνίου Πηγῶν εἰς Αὐτομάλακας στάδιοι ρπʹ.

329

(84) Ἀπὸ Αὐτομαλάκων ἐπὶ Φιλαίνων βωμοὺς στάδιοι ρπεʹ· ὅρμος ἐστὶ

θερινὸς καλὸς καὶ ὕδωρ ἔχει. ἕως τούτου τοῦ ἀκρωτηρίου εἰσὶ Κυρηναίων ὄρη

καὶ χώρα.

330

Οἱ πάντες ὁμοῦ ἀπὸ Βερενικίδος ἕως Φιλαίνων βωμῶν

στάδιοι ͵β.

{[Λοιπὸν Σύρτις μεγάλη.]}

331

(85) Ἀπὸ Φιλαίνων βωμῶν ἕως Ἵππου ἄκρας στάδιοι υʹ· ἀκρωτή-

ριόν ἐστι τραχύ· ἔχει ὕφορμον καὶ ὕδωρ.

332

(86) Ἀπὸ Ἵππου ἄκρας ἐπὶ

τὸν Ἔπηρον στάδιοι τνʹ· λιμήν ἐστι πλοίοις μικροῖς· ἔχει ὕδωρ· τοῦτό ἐστι

φρούριον βαρβάρων.

333

(87) Ἀπὸ Ἐπήρου ἐπὶ Κόρακα στάδιοι ρνʹ.

334

(88) Ἀπὸ Κόρακος εἰς Εὐφραντὰς στάδιοι σʹ· λιμήν ἐστι, καὶ ὕδωρ ἔχει.

335

(89) Ἀπὸ Εὐφραντῶν ἐπὶ τὸν Δυσωπὸν στάδιοι ρνʹ.

336

(90) Ἀπὸ

Δυσωποῦ ἐπὶ Ἀσπίδα στάδιοι τνʹ.

337

(91) Ἀπὸ Ἀσπίδος εἰς Ταρι-

χαίας στάδιοι τνʹ.

338

(92) Ἀπὸ Ταριχαίων ἐπὶ Κεφαλὰς στάδιοι υʹ.

339

(93) Προσφερόμενος ἐκ τοῦ πελάγους ὄψει χώραν ταπεινὴν νησία ἔχουσαν.

ὅταν δὲ αὐτοῖς ἐγγίσῃς, ὄψει τὴν πόλιν παραθαλάσσιον καὶ θῖνα λευκὸν καὶ

αἰγιαλόν· ἡ δὲ πόλις ἐστὶ λευκὴ ὅλη· λιμένα δὲ οὐκ ἔχει· ἀσφαλῶς ὁρμίζου

ἐπὶ τοῦ Ἑρμαίου· αὕτη καλεῖται Λέπτης.

340

Οἱ πάντες ὁμοῦ ἀπὸ Φιλαίνων

βωμῶν εἰς Λέπτην τὴν Μεγάλην στάδιοι ͵δσʹ.

341

(94) Ἀπὸ Λεπτέων

ἐπὶ τὸν Ἑρμαῖον στάδιοι εʹ· ὅρμος ἐστὶ πλοίοις μικροῖς.

342

(95) Ἀπὸ

Ἑρμαίου εἰς Γάφαρα στάδιοι τʹ· ἄκρα ἐστὶν ἔχουσα ὅρμον ἐξ ἑκατέρων τῶν

μερῶν· ἔχει ὕδωρ· καλεῖται 〈Αἰ〉νεόσπορα· ἔστι γὰρ ὁμοία νήσῳ.

343

(96)

Ἀπὸ τῶν Γαφάρων ἐπὶ τὸν Ἀμαραίαν στάδιοι μʹ, πύργος ἐστὶν ὕφορμος·

ὕδωρ ἔχει ποτάμιον· ἔστι δὲ γεώργιον πλησίον τοῦ ποταμοῦ. Οἰνολάδων ὁ

ποταμὸς καλεῖται.

344

(97) Ἀπὸ τοῦ Ἀμαραία ἐπὶ Μεγέρθιν στάδιοι μʹ·

πόλις ἐστὶ καὶ λιμένα ἔχει καὶ ὕδωρ.

345

(98) Ἀπὸ Μεγερθέων εἰς Μακα-

ραίαν στάδιοι υʹ.

346

(99) Ἀπὸ Μακαραίας εἰς Σαράθραν στάδιοι υʹ· πόλις

ἐστὶν ἀλίμενος· σάλος ἔχει.

{[Λοιπὸν Σύρτις μικρά.]}

347

(100) Ἀπὸ Ἀλάθρης ἐπὶ Λοκροὺς στάδιοι τʹ· κώμη ἐστὶ καὶ ὑπεράνω

τῆς κώμης πύργος ὑψηλός.

348

(101) Ἀπὸ Λοκρῶν ἐπὶ Ζεύχαριν στάδιοι τʹ·

φρούριον ἔχον πύργον· ὁ δὲ πύργος* λιμήν ἐστιν ἐπίσημος.

349

(102) Ἀπὸ

Ζεύχαριν εἰς Γέργην στάδιοι τνʹ· πύργος ἐστὶ καὶ φρούριον ἔχει καὶ λιμένα

καὶ ὕδωρ.

350

(103) Ἀπὸ Γεργέων εἰς Μήνιγγα στάδιοι ρνʹ· πόλις ἐστὶν

ἐπὶ νήσῳ· ἡ δὲ νῆσος ἀπέχει τῆς γῆς σταδίους ηʹ· ἔχει δὲ πόλεις ἱκανάς, μητρό-

πολις δέ ἐστιν. αὕτη οὖν ἐστιν ἡ τῶν Λωτοφάγων νῆσος. ἔστι δὲ ἐν αὐτῇ βωμὸς

Ἡρακλέους· μέγιστος καλεῖται. ἔστι δὲ λιμὴν καὶ ὕδωρ ἔχει.

351

Οἱ πάντες

ὁμοῦ ἀπὸ Λεπτέως εἰς Μήνιγγα στάδιοι ͵βτʹ.

352

(104) Ἀπὸ Μήνιγγος

εἰς τὴν Ἤπειρον στάδιοι σʹ· πόλις ἐστί, ἔχει δὲ καλὸν λιμένα καὶ ὕδωρ.

353

(105) Ἀπὸ δὲ τῆς Γεργέων εἰς Κιδιφθαν στάδιοι ρπʹ· πόλις ἐστὶ

καὶ λιμένα ἔχει.

354

(106) 〈Ἀπὸ Κιδιφθης εἰς Τακάπην στάδιοι*〉.

355

(107) Ἀπὸ Τακάπης εἰς Νεάπολιν στάδιοι ρʹ· πόλις ἐστὶ καὶ λιμένα ἔχει.

356

(108) 〈Ἀπὸ Νεαπόλεως εἰς Θύθναν στάδιοι*〉.

357

(109) 〈Ἀπὸ

Θύθνης εἰς Ἀγχόλαν στάδιοι*〉.

358

(110) Ἀπὸ Ἀγχολῆς εἰς Ἁλιπόταν

στάδιοι ρκʹ.

359

(111) 〈Ἀπὸ Ἁλιπότης εἰς Θάψον στάδιοι*〉.

360

(112)

Αὗται αἱ πόλεις λιμένας ἔχουσι, διὰ 〈δὲ〉 τὸ ἐπικεῖσθαι αὐταῖς βράχη εἰς ταύτας

πλέουσι σύμμετρα πλοῖα. τῇ δὲ Ἀγχόλα καὶ τῇ Ἀλιπότα καὶ τῇ Κιδιφθὰ

ἐπίκειται Κέρκινα ἡ νῆσος ἀπέχουσα σταδίους ρκʹ· ἀπὸ δὲ τῆς Λωτοφάγων,

ἥπερ ἐστὶ Μῆνιξ, ἐπὶ τὴν Κέρκιναν νῆσον διὰ πόρου στάδιοι ψνʹ. ἀπὸ Θύθνης

εἰς Κέρκιναν 〈νῆσον καὶ〉 πόλιν στάδιοι*. βράχη ἐστὶ φερόμενα πρὸς τὴν πόλιν.

ἀπὸ Κερκίνης εἰς Θάψον στάδιοι ψʹ· ἔχει δὲ νῆσον καλὴν πελαγίαν κειμένην

κατὰ Θάψον πρὸς βορρᾶν ἀπέχουσαν σταδίους πʹ· ἔχει δὲ λιμένα καὶ ὕδωρ.

αὗται αἱ νῆσοι περιέχουσι τὸ Ἰκάριον πέλαγος.

{[Λοιπὸν Φοινίκη]}

361

(113) Ἀπὸ Θάψου εἰς Λέπτην τὴν μικρὰν στάδιοι ροʹ· πόλις μικρά ἐστιν.

καταφανῆ ἔχει βράχη καὶ ἡ καταγωγή ἐστιν ἐπὶ τῇ πόλει δύσκολος πάνυ.

362

(114) Ἀπὸ Λεπτέων εἰς Θερμας στάδιοι ξʹ· κώμη ἐστί· τὸν δ' αὐτὸν

τρόπον καὶ ὧδε βράχη ἐστὶ δυσκατάγωγα.

363

(115) Ἀπὸ Θερμῶν πλεύσας

σταδίους μʹ ὄψει ἀκρωτήριον ἐπ' αὐτῷ ἔχον δύο νησία ἐσκολοπισμένα· ὕφορμός

ἐστιν.

364

(116) Ἀπὸ τοῦ ἀκρωτηρίου ὄψει Ἀδραμύτην τὴν πόλιν ἀπὸ στα-

δίων μʹ· ἀλίμενος.

365

(117) Ἀπὸ Ἀδραμύτου ἐπὶ τὴν Ἀσπίδα στάδιοι

φʹ· ἀκρωτήριόν ἐστιν ὑψηλὸν καὶ περιφανὲς οἷον ἀσπίς. ἐπ' αὐτὴν πλέε τὴν

ἄρκτον παραφαίνων ἐξ εὐωνύμων· εἰσὶ γὰρ εἰς τὸ πέλαγος ἐκεῖνο βράχη πολλὰ

καὶ τραχέα· εἶτα ἐκφανήσεταί σοι ἡ Ἀσπὶς καὶ ἐπ' αὐτῇ Νεάπολις. ἀπὸ τοῦ

κόλπου Νεαπόλεως ἐπὶ τὴν Ἀσπίδα στάδιοι σʹ [ὑψηλός ἐστιν ὁ τόπος καὶ ἐπ'

αὐτῷ ἡ πόλις]. ἔχει λιμένα πρὸς ζέφυρον ἀπὸ σταδίων ιʹ ἀνώτερον τῆς πόλεως.

366

(118) Ἀπὸ Ἀσπίδος 〈ἐπὶ τὴν Ἑρμαίαν ἄκραν στάδιοι*〉.

367

(119)

〈Ἀπὸ τῆς Ἑρμαίας ἄκρας ἐπὶ Μισούαν λιμένα στάδιοι*〉.

368

(120) 〈Ἀπὸ

Μισούας λιμένος〉 ἐπὶ Θερμὰ στάδιοι ξʹ· κώμη ἐστὶ καὶ ἐπάνω τὰ θερμά.

369

(121) Ἀπὸ τῶν Θερμῶν εἰς Κάρπην στάδιοι ρξʹ· πόλις ἐστὶ καὶ λιμένα

ἔχει.

370

(122) Ἀπὸ Κάρπην εἰς Μάξυλαν στάδιοι κʹ· πόλις ἐστὶ καὶ λιμένα

ἔχει.

371

(123) Ἀπὸ Μαξύλων εἰς τὸν Γαλάβραντα στάδιοι νʹ· ὅρμος

ἐστὶν ἕως 〈τῆς τῶν〉 ἀμμώδων ἀγωγῆς.

372

(124) Ἀπὸ τοῦ Γαλάβραντος

εἰς Καρχηδόνα στάδιοι ρκʹ· πόλις ἐστὶ μεγίστη καὶ λιμένα ἔχει, ἐν δὲ τῇ πόλει

πύργος ἐστί· δεξιὰν ὁρμίζου ὑπὸ τὸ χῶμα.

373

Οἱ πάντες ὁμοῦ ἀπὸ Μή-

νιγγος τῆς τῶν Λωτοφάγων νήσου ἕως εἰς Καρχηδόνα στάδιοι φνʹ.

374

(125) Ἀπὸ δὲ Καρχηδόνος εἰς Κάστρα Κορνηλίου στάδιοι τγʹ· λιμήν

ἐστι παραχειμαστικός, ἐν τούτῳ παραχειμάζει μεγάλα πλοῖα.

375

(126) Ἀπὸ

Κάστρων Κορνηλίου εἰς Οὔστικα στάδιοι κδʹ· πόλις ἐστί· λιμένα οὐκ ἔχει,

ἀλλὰ σάλον ἔχει· ἀσφαλίζου.

376

(127) Ἀπὸ Οὐστίκων ****

377

(128) 〈Ἀπὸ*〉 εἰς Καρνας στάδιοι κδʹ· σάλος ἐστί· κοιτῶνας δὲ ἔχει

πλοίοις μικροῖς· ἀσφαλῶς κατάγου.

378

(129) Ἀπὸ Καρνων ἐπ' ἀκρωτήριον

καλούμενον Βαλανέας στάδιοι σʹ·

379

(—) 〈Ἀπὸ Βαλανέων〉 ἐπὶ χωρίων

〈Βαλανεώτων στάδιοι*〉.

380

(130) Ἀπὸ ἀκρωτηρίου Βαλανέων ἐπ'

ἀκρωτήριον Πάλτον στάδιοι Ϟʹ.

381

(131) Ἀπὸ ἀκρωτηρίου Πάλτου κάμ-

ψαντες ἐπ' ἀκρωτήριον Βραγχίων στάδιοι ιʹ.

382

(132) Ἀπὸ δὲ Βαλανέων

ἄκρας ἐπ' εὐθείας εἰς Πάλτον στάδιοι σʹ.

383

Οἱ πάντες ἐκ Πτολεμαΐδος

παρὰ γῆν παραπλέοντες [εἰςελθεῖν] εἰς Πάλτον στάδιοι ͵βʹ.

{[Καὶ λοιπὸν Κοιλὴ Συρία]}

384

(133) Ἀπὸ Πάλτου ἐπὶ χωρίον Πελληταν στάδιοι λʹ.

385

(134) Ἀπὸ

Πελλήτων ἐπὶ λιμένα κείμενον ἐπ' αἰγιαλῷ ἔχοντι καθ' αὑτὸν φάραγγα στάδιοι κʹ.

386

(135) Ἀπὸ Πελλήτων εἰς Γάβαλα στάδιοι λʹ.

387

(136) Ἀπὸ Γα-

βάλων εἰς ποταμὸν πλωτὸν καλούμενον* στάδιοι μʹ.

388

(137) Ἀπὸ 〈τοῦ〉 πλω-

τοῦ ποταμοῦ εἰς ἄκραν, ἐφ' ἧς κεῖται πόλις Λαοδίκεια, στάδιοι σʹ· ἀπὸ δὲ τοῦ

ποταμοῦ εἰς Βαλανέας στάδιοι οʹ· ἀπὸ Βαλανέων εἰς Λαοδίκειαν εὐθυδρομοῦντι

λευκονότῳ ἐπὶ τὰ πρὸς ἠὼ τῆς ἄρκτου στάδιοι σʹ.

389

(138) Ἀπὸ Λαο-

δικείας 〈ἄκρας〉 εἰς Ἡράκλειαν στάδιοι κʹ.

390

(139) Κάμψαντι δὲ τὸ

ἀκρωτήριον λιμήν ἐστι καλούμενος Λευκός· στάδιοι λʹ.

391

(140) Ἀπὸ

Λευκοῦ λιμένος ἐπὶ κώμην καλουμένην Πασιερίαν στάδιοι λʹ.

392

(141) Ἀπὸ

τῆς κώμης ἐπ' ἄκραν Πολιὰν καλουμένην στάδιοι ρκʹ.

393

(142) Ἀπὸ

Ἡρακλείας ἐπὶ Ποσείδιον τὸν ἐπίτομον στάδιοι ρʹ.

394

(143) Ἀπὸ δὲ τῆς

ἄκρας τοῦ ἐπὶ Ποσειδίου εἰς πόλιν Σιδῶνα στάδιοι τʹ· ὑπὲρ ἧς ἐστιν ὄρος

ὑψηλὸν καλούμενον Θρόνος.

395

(144) Ἀπὸ Σιδωνίας πόλεως εἰς τόπον

ὁρίζοντα τὸν Κάσιον, καλούμενον δὲ Χαλαδρόπολιν στάδιοι ξʹ.

396

(145) Ἀπὸ Χαλάδρου ἐπὶ νῆσον καλουμένην Μακρὰν στάδιοι ιʹ.

397

(146) Ἀπὸ Μακρὰν νῆσον ἐπὶ τὸ Νυμφαῖον στάδιοι νʹ. ὁ δὲ ὅλος περί-

πλους τραχύς ἐστιν ἀπὸ τοῦ Κασίου. τοῦτον τὸν τόπον παράπλεε ἀπὸ τῆς

γῆς σταδίοις κʹ.

398

(147) Ἀπὸ τοῦ Νυμφαίου ἐπὶ πόλιν…

ἔχου…

The complete text is available when the reading interface loads.