The Greek Library Author

Anonymous

Demonstratio adversus Judaeos

Authority group
Hippolytus Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
Demonstratio adversus Judaeos [Sp.], ed. E. Schwartz, "Zwei Predigten Hippolyts," Sitzungsberichte der bayerischen Akademie der Wissenschaften, Philosoph.-hist. Kl. Heft 3 (1936) 19–23.
CTS identifier
urn:cts:greekLit:tlg2115.tlg039.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

19

ἐπότισας, καὶ σεμνύνηι ἐπὶ τούτωι. δεῦρο οὖν, κοινῶς ἐπισκεψώ-

μεθα μήπως ἀδίκως καυχᾶσαι, ὦ Ἰσραήλ, μήπως σοι τὸ μικρὸν

ἐκεῖνο ὄξος καὶ ἡ χολὴ τὴν φοβερὰν [σοι] ταύτην ἐπήγαγεν ἀπειλήν,

μήπως δι' αὐτοῦ ἐν τοῖς μυρίοις τούτοις ὑπάρχεις δεινοῖς. προ-

αγέσθω τοίνυν εἰς μέσον ὁ διὰ πνεύματος ἁγίου λαλῶν ἀψευδὴς ὑπάρ-

χων Δαυὶδ ὁ τοῦ Ἰεσσαί. οὗτος ψάλλων τινὰ προφητικῶς εἰς τὸν

ἀληθῆ Χριστὸν τὸν θεὸν ἡμῶν ἐμελώιδησεν διὰ τοῦ ἁγίου πνεύ-

ματος. πάντα τὰ ὑπὸ Ἰουδαίων εἰς αὐτὸν ἐν τῶι πάθει γινόμενα

σαφῶς κατηγγείλατο, ἐν ὧι Χριστὸς ὁ ταπεινώσας ἑαυτὸν καὶ τὴν

μορφὴν τοῦ δούλου Ἀδὰμ ἐνδυσάμενος ὡς ἐκ προσώπου ἡμῶν ἐπι-

καλεῖται τὸν ἐν οὐρανοῖς θεὸν πατέρα καὶ λέγει [ἐν τῶι ξ̅η̅ ψαλμῶι]·

σῶσόν με, ὁ θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου· ἐνεπάγην

εἰς ἰλὺν βυθοῦ, τοῦτ' ἐστὶν εἰς τὴν φθορὰν τοῦ ἅιδου διὰ τῆς ἐν παρα-

δείσωι παρακοῆς· <καὶ οὐκ ἔστιν ὑπόστασις,> ἢ γοῦν ἀντίληψις·

<ἐξέλειπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸν θεόν

μου,> πότε ἥξει καὶ σώσει με. εἶτα εἰπὼν τὰ ἑξῆς λέγει λοιπὸν ὡς

ἐξ οἰκείου προσώπου ὁ Χριστός· <ἃ οὐχ ἥρπαζον,> φησίν, <τότε ἀπε-

τίννυον,> τοῦτ' ἐστὶν ἅπερ οὐχ ἥμαρτον, ὑπὲρ τοῦ ἁμαρτήσαντος

Ἀδὰμ ὑπέμεινα τὸν θάνατον, ἐπεί, <ὁ θεός, σὺ οἶδας τὴν ἀφρο-

σύνην μου καὶ αἱ πλημμελίαι μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν,>

τοῦτ' ἐστὶν οὐ γὰρ ἐπλημμέλησα, φησίν. <δι' ὃ μὴ αἰσχυνθείη-

σαν οἱ ὑπομένοντές> μου ἰδεῖν τὴν τριήμερον ἀνάστασιν, τοῦτ' ἐστὶν

οἱ ἀπόστολοι, <ὅτι ἕνεκα σοῦ,> χάριν τοῦ ὑπακοῦσαί σοι, <ὑπήνεγκα

ὀνειδισμόν,> τοῦτ' ἐστὶν τὸν σταυρόν, ὅτε ἐκάλυψαν <ἐντροπῆι τὸ

πρόσωπόν μου> οἱ Ἰουδαῖοι, ὅτε <ἀπηλλοτριωμένος ἐγενήθην

τοῖς> κατὰ σάρκα <ἀδελφοῖς μου καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός

μου,> τοῦτ' ἐστὶ συναγωγῆς, διότι ὁ <ζῆλος τοῦ οἴκου σου>, πάτερ,

<κατέφαγέ με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε> [ἐπέ-

πεσαν ἐπ' ἐμὲ] καὶ θυόντων τοῖς εἰδώλοις <ἐπέπεσαν 〈ἐπ'〉 ἐμέ.> δι'

20

ὃ <κατ' ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλαις,> ἔξω γὰρ

τῆς πύλης με ἐσταύρωσαν, <καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες

οἶνον,> τοῦτ' ἐστὶν τῆι τοῦ πάσχα ἑορτῆι. <ἐγὼ δὲ τῆι προσευχῆι

μου πρὸς σέ, κύριε,> ἔλεγον· πάτερ, ἄφες αὐτοῖς, τοῖς ἔθνεσιν, διότι

<καιρὸς εὐδοκίας> τῶν ἐθνῶν. <μὴ> τοίνυν <καταποντισάτω με

καταιγὶς> πειρασμῶν <μηδὲ καταπιέτω με βυθός,> τοῦτ' ἐστὶν ὁ

ἅιδης. οὐ γὰρ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ἅιδην <μηδὲ συσ-

χέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ,> τοῦτ' ἐστὶν τὸ μνῆμα.

<ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με,> ἵνα μὴ καυχήσωνται οἱ Ἰου-

δαῖοι λέγοντες καταπίωμεν αὐτόν. ταῦτα δὲ πάντα Χριστὸς

οἰκονομικῶς ὡς ἄνθρωπος ηὔχετο, θεὸς ὢν ἀληθινός, ἀλλ', ὡς φθάσας

εἶπον, ἡ μορφὴ τοῦ δούλου ἦν ἡ ταῦτα λέγουσα καὶ πάσχουσα. δι'

ὃ ἐπήγαγε λέγων· <ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ

ταλαιπωρίαν,> τοῦτ' ἐστὶν ἑκουσίως ἔπαθον καὶ οὐκ ἔκ τινος βίας·

ὅμως <ὑπέμεινα συλλυπούμενον καὶ οὐχ ὑπῆρξε,> ἀφέντες γὰρ

πάντες οἱ ἐμοὶ μαθηταὶ ἔφυγον, <καὶ παρακαλοῦντας καὶ οὐχ

εὗρον.> ἄκουσον νουνεχῶς, ὦ Ἰουδαῖε, τί φησιν ὁ Χριστός·

<ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπό-

τισάν με ὄξος.> καὶ ταῦτα μὲν ἔπαθεν ἐξ ὑμῶν· ἄκουσον τοῦ ἁγίου

πνεύματος λέγοντος καὶ τί ἀνταπέδωκεν ὑμῖν ἀντὶ τοῦ μικροῦ ἐκείνου

ὄξους. λέγει γὰρ ὁ προφήτης ὡς ἐκ προσώπου τοῦ θεοῦ· <γενη-

θήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν.>

ποίαν ἀνταπόδοσιν λέγει; εὔδηλον, τὴν νῦν κατέχουσάν σε δυστυχίαν.

εἶτα ἄκουσον καὶ τὰ ἑξῆς· <σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐ-

τῶν τοῦ μὴ βλέπειν.> ἀλλ' ἐσκοτίσθητε τοῖς τῆς ψυχῆς ὀφθαλ-

μοῖς σκοτισμὸν ἀφεγγῆ καὶ αἰώνιον. ἀνατείλαντος γὰρ τοῦ φωτὸς

τοῦ ἀληθινοῦ ὑμεῖς ὡς ἐν νυκτὶ πλανᾶσθε καὶ ἀνοδίαις προσκόπτοντες

καὶ κρημνιζόμενοι ὡς καταλείψαντες τὴν ὁδὸν τὴν λέγουσαν <ἐγὼ

εἰμὶ ἡ ὁδός.> εἶτα ἄκουσον καιριώτερον, λέγει γάρ· <καὶ τὸν

νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον,> τοῦτ' ἐστὶν ἵνα δουλεύσηι

τοῖς ἔθνεσι οὐ τετρακόσια ἔτη καὶ τριάκοντα ὡς ἐν Αἰγύπτωι, οὔτε

ἑβδομήκοντα ὡς ἐν Βαβυλῶνι, ἀλλὰ διὰ παντός, φησίν, εἰς δουλείαν

σύγκαμψον. λοιπὸν τί κενὰς ἐλπίδας ἔχεις ἀπαλλαγῆναι προσδο-

21

κῶν τῆς κατεχούσης σε ταλαιπωρίας; τὸ γὰρ παραδοξότερον, καὶ οὐκ

ἀδίκως τὴν τῶν ὀμμάτων σου τύφλωσιν ἐπηύξατο, ἀλλ' ὅτι καλύψας

τὰ τοῦ Χριστοῦ ὄμματα οὕτως αὐτὸν ἐράπιζες καὶ διὰ τοῦτο τὸν νῶ-

τόν σου διὰ παντὸς σύγκαμψον εἰς δουλείαν. καὶ ἐπειδὴ τὸ αἷμα

αὐτοῦ μετ' ὀργῆς ἐξέχεας, ἄκουσον τὸ ἀντίδωρον· <ἔκχεον ἐπ' αὐ-

τοὺς τὴν ὀργήν σου καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι

αὐτοὺς καὶ γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη,> πρόδηλον

ὁ ναὸς ὁ περιβόητος. διὰ τί, ὦ προφῆτα, εἰπὲ ἡμῖν· τίνος

χάριν ὁ ναὸς ἠρημώθη; ἆρα διὰ τὴν πάλαι μοσχοποιίαν; ἆρα διὰ τὴν

τοῦ λαοῦ εἰδωλολατρείαν; ἆρα διὰ τὸ τῶν προφητῶν αἷμα; ἆρα διὰ

τὰς μοιχείας καὶ πορνείας Ἰσραήλ; οὐδαμῶς, φησίν, ἐπὶ πᾶσιν γὰρ

ἐκείνοις πάντοτε συγγνώμης καὶ φιλανθρωπίας ἠξιοῦντο, ἀλλ' ὅτι τὸν

υἱὸν τοῦ εὐεργέτου ἐθανάτωσαν. αὐτὸς γάρ ἐστιν ὁ τῶι πατρὶ

συναίδιος 〈υἱός〉, ὅθεν λέγει· γενηθήτω, ὦ πάτερ, ὁ ναὸς αὐτῶν ἠρη-

μωμένος, ὅτι ὃν σὺ πρὸς σωτηρίαν κόσμου θελοντὶ <ἐπάταξας, αὐτοὶ

κατεδίωξαν,> σημαίνει δέ· αὐτοὶ δὲ βιαίωι καὶ καταδίκωι θανάτωι

με κατεδίωξαν, <καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προ-

σέθηκαν.> πρότερον μὲν ἄλγος εἶχον ὡς φιλάνθρωπος διὰ τὴν

πλάνην τῶν ἐθνῶν, ἀλλ' ἐπὶ τὸ ἄλγος προσέθηκάν μοι ἕτερον πλανη-

θέντες καὶ αὐτοί. δι' ὅ, πάτερ, <πρόσθες ἀνομίαν ἐπὶ τὴν

ἀνομίαν αὐτῶν> καὶ θλῖψιν ἐπὶ θλῖψιν, <καὶ μὴ εἰσελθέτωσαν ἐν

δικαιοσύνηι σου>, τοῦτ' ἐστὶν εἰς τὴν βασιλείαν σου, ἀλλ' <ἐξαλειφ-

θήτωσαν ἐκ βίβλου ζώντων καὶ μετὰ δικαίων μὴ γραφή-

τωσαν>, τοῦτ' ἐστὶν μετὰ τῶν ἁγίων πατέρων πατριαρχῶν αὐτῶν.

τί λέγεις πρὸς τοῦτο, ὦ Ἰουδαῖε; οὐ λέγει Ματθαῖος οὐδὲ Παῦλος,

ἀλλὰ Δαυὶδ ὁ σὸς χριστός, ὁ κατὰ σοῦ ὁριζόμενος, ὁ τὰς φοβερὰς

ἀποφάσεις διὰ Χριστὸν ἀντιδιδόμενος καὶ φθεγγόμενος. καὶ ὡς

ὁ μέγας Ἰὼβ ἐρῶ πρὸς ὑμᾶς τῶι δικαίωι καὶ ἀψευδεῖ λέγοντος οὕτως·

ἠγόρασας τὸν Χριστὸν δουλοπρεπῶς· ἦλθες πρὸς αὐτὸν ληιστρικῶς ἐν

τῶι κήπωι. φέρω δὴ εἰς μέσον καὶ τὴν προφητείαν Σολομὼν

τὴν λέγουσαν περὶ Χριστοῦ τὰ πρὸς Ἰουδαίους σαφῶς καὶ ἀριδήλως

22

διαγγέλλουσαν, οὐ μόνον τὰ κατὰ τὸν παρόντα καιρόν, ἀλλὰ τὰ κατὰ

τὸν μέλλοντα αἰῶνα αὐτοῖς συμβαίνειν 〈μέλλοντα〉 διὰ τὴν αὐθάδειαν

καὶ τόλμαν ἣν ἐποίησαν τῶι ἀρχηγῶι τῆς ζωῆς. λέγει γὰρ ὁ προ-

φήτης· οὐ διελογίσαντο οἱ ἀσεβεῖς περὶ Χριστοῦ εἰπόντες ὀρθῶς·

<ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν καὶ

ἐναντιοῦται τοῖς ἔργοις> καὶ τοῖς λόγοις <ἡμῶν καὶ ὀνειδίζει

ἡμῖν ἁμαρτήματα νόμου καὶ ἐπαγγέλλεται γνῶσιν ἔχειν

θεοῦ καὶ παῖδα κυρίου ἑαυτὸν ὀνομάζει·> εἶτά φησιν· <βαρὺς

ἡμῖν ἐστιν καὶ βλεπόμενος, ὅτι ἀνόμοιός ἐστι τοῖς ἄλλοις

ὁ βίος αὐτοῦ καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. εἰς κίβδηλον

ἐλογίσθημεν αὐτῶι καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν ὡς ἀπὸ

ἀκαθαρσιῶν> καὶ <μακαρίζει ἔσχατα δικαίων.> καὶ πάλιν ἄκου-

σον, ὦ Ἰουδαῖε· οὐδεὶς ἐκ τῶν δικαίων ἢ προφητῶν ἐκάλεσεν ἑαυτὸν

υἱὸν θεοῦ· λέγει οὖν αὖθις ὡς ἐκ προσώπου Ἰουδαίων ὁ Σολομὼν περὶ

τούτου τοῦ δικαίου, ὅς ἐστιν ὁ Χριστός, ὅτι <ἐγένετο ἡμῖν εἰς

ἔλεγχον ἐννοιῶν ἡμῶν καὶ ἀλαζονεύεται πατέρα θεόν.

ἴδωμεν οὖν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς εἰσιν, καὶ πειράσωμεν

τὰ ἐν ἐκβάσει αὐτοῦ. εἰ γάρ ἐστιν ὁ δίκαιος υἱὸς θεοῦ, ἀντι-

λήψεται αὐτοῦ καὶ ῥύσεται αὐτὸν ἐκ χειρὸς ἀνθεστηκότων.

θανάτωι ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ ἐπι-

σκοπὴ αὐτοῦ ἐκ λόγων αὐτοῦ.> καὶ πάλιν ὁ Δαυὶδ ἐν

Ψαλμοῖς λέγει περὶ τὸν μέλλοντα αἰῶνα· <τότε λαλήσει πρὸς αὐ-

τοὺς> ὁ Χριστὸς <ἐν ὀργῆι αὐτοῦ καὶ ἐν τῶι θυμῶι αὐτοῦ ταράξει

αὐτούς.> καὶ πάλιν Σολομὼν περὶ Χριστοῦ καὶ Ἰουδαίων φησὶν ὅτι

ὅτε <στήσεται ὁ δίκαιος ἐν παρρησίαι πολλῆι κατὰ πρόσω-

πον τῶν θλιψάντων καὶ τῶν ἀθετούντων τοὺς λόγους αὐτοῦ,

ἰδόντες ταραχθήσονται φόβωι δεινῶι καὶ ἐκστήσονται ἐπὶ

τῶι παραδόξωι τῆς σωτηρίας αὐτοῦ. καὶ ἐροῦσιν ἐν ἑαυτοῖς

μετανοοῦντες καὶ διὰ στενοχωρίαν πνεύματος στενάζοντες·

οὗτός ἐστιν ὃν ἔσχαμέν ποτε εἰς γέλωτα καὶ εἰς παραβολὴν

ὀνειδισμοῦ, οἱ ἄφρονες. τὸν βίον αὐτοῦ ἐλογισάμεθα μανίαν

καὶ τὴν τελευτὴν αὐτοῦ ἄτιμον. πῶς κατελογίσθη ἐν υἱοῖς

θεοῦ καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτοῦ ἐστιν; ἄρα ἐπλανήθη-

23

μεν ἀπὸ ὁδοῦ ἀληθείας καὶ τὸ τῆς δικαιοσύνης φῶς οὐ

κατέλαμψεν ἡμῖν, ὁ ἥλιος οὐκ ἀνέτειλεν ἡμῖν. ἀνομίας

ἐνεπλήσθημεν τρίβους καὶ ἀπωλείας· διωδεύσαμεν ἐρή-

μους ἀβάτους, τὴν δὲ ὁδὸν κυρίου οὐκ ἐγνώσαμεν. τί ὠφέ-

λησεν ἡμᾶς ἡ ὑπερηφάνεια ἡμῶν; παρῆλθεν ἐκεῖνα πάντα

ὡς σκιά.>

καὶ οὗτος μὲν ὁ περὶ δαιμόνων λόγος. περὶ δὲ ᾅδου ἐν ᾧσυνέχονται ψυχαὶ δικαίων τε καὶ ἀδίκων ἀναγκαῖον εἰπεῖν.ὁ ᾅδης τόπος ἐστὶν ἐν τῇ κτίσει ἀκατασκεύαστος, χωρίονὑπόγειον, ἐν ᾧ φῶς κόσμου οὐκ ἐπιλάμπει. φωτὸς τοίνυνἐν τούτῳ τῷ χωρίῳ μὴ καταλάμποντος ἀνάγκη σκότοςδιηνεκῶς τυγχάνειν. τοῦτο τὸ χωρίον ὡς φρούριον ἀπενε-μήθη ψυχαῖς, ἐφ' ᾧ κατεστάθησαν ἄγγελοι, φρουροὶ, πρὸςτὰς ἑκάστου πράξεις διανέμοντες τὰς τῶν τόπων προσκαίρουςκολάσεις. ἐν τούτῳ δὲ τῷ χωρίῳ τόπος ἀφώρισταί τιςλίμνης πυρὸς ἀσβέστου ἐν ᾧ μὲν οὐδέπω τινὰ καταρερίφθαιὑπειλήφαμεν, ἐσκευάσθαι δὲ εἰς τὴν προωρισμένην ἡμέρανπαρὰ τοῦ θεοῦ, ἐν ᾗ δικαίας κρίσεως ἀπόφασις μίαπᾶσιν ἀξίως προσενεχθῇ καὶ οἱ μὲν ἄδικοι καὶ θεῷ ἀπειθή-σαντες τά τε μάταια ἔργα χειρῶν ἀνθρώπων, κατεσκευασ-μένα εἴδωλα, ὡς θεὸν τιμήσαντες ταύτης τῆς ἀϊδίου κολάσεωςὡς αἴτιοι μιασμάτων γενόμενοι προκριθῶσιν, οἱ δὲ δίκαιοιτῆς ἀφθάρτου καὶ ἀνεκλείπτου βασιλείας τύχωσιν, οἳ ἐν τῷᾅδῃ νῦν μὲν συνέχονται ἀλλ' οὐ τῷ αὐτῷ τόπῳ ὡς καὶ οἱδίκαιοι. μία γὰρ εἰς τοῦτο τὸ χωρίον κάθοδος, οὗ τῇ πύλῃἐφεστῶτα ἀρχάγγελον ἅμα στρατιᾷ πεπιστεύκαμεν, ἣν πύληνδιελθόντες οἱ καταγόμενοι ὑπὸ τῶν ἐπὶ τὰς ψυχὰς τεταγ-μένων ἀγγέλων οὐ μιᾷ ὁδῷ πορεύονται, ἀλλ' οἱ μὲν δίκαιοιεἰς δεξιὰ φωταγωγούμενοι καὶ ὑπὸ τῶν ἐφεστώτων κατὰτόπον ἀγγέλων ὑμνούμενοι ἄγονται εἰς χωρίον φωτεινὸν,ἐν ᾧ οἱ ἀπ' ἀρχῆς δίκαιοι πολιτεύονται, οὐχ ὑπ' ἀνάγκηςκρατούμενοι ἀλλὰ τῆς τῶν ὁρωμένων ἀγαθῶν θέαςἀεὶ ἀπολαύοντες καὶ τῇ τῶν ἑκάστοτε καινῶν ὁρωμένωνπροσδοκίᾳ ἡδόμενοι κἀκεῖνα τούτων βελτίονα ἡγούμενοι, οἷςὁ τόπος οὐ καματηφόρος γίνεται, οὐ καύσων οὐ κρύος οὐτρίβολος ἐν αὐτῷ, ἀλλ' ἡ τῶν πατέρων δικαίων τε ὁρωμένηὄψις πάντοτε μειδιᾷ ἀναμενόντων τὴν μετὰ τοῦτο τὸ χωρίονἀνάπαυσιν καὶ αἰωνίαν βίωσιν ἐν οὐρανῷ· τοῦτον δὲ ὀνόματικληΐζομεν κόλπον Ἀβραάμ. οἱ δὲ ἄδικοι ἀριστερὰ ἕλκονταιὑπὸ ἀγγέλων κολαστῶν οὐκέτι ἑκουσίως πορευόμενοι ἀλλὰμετὰ βίας ὡς δέσμιοι ἑλκόμενοι, οἷς οἱ ἐφεστῶτες ἄγγελοιἐπιγελῶντες διαπέμπονται ἐπονειδίζοντες καὶ φοβερῷ ὄμματιἐπαπειλοῦντες καὶ εἰς τὰ κατώτερα μέρη ὠθοῦντες, οὓς ἀγο-μένους ἕλκουσιν οἱ ἐφεστῶτες ἕως πλησίον τῆς γεέννης, ἧς ἐγ-γίονες ὄντες τοῦ μὲν βρασμοῦ ἀδιαλείπτως ἐπακούουσι καὶ τοῦτῆς θέρμης ἀτμοῦ οὐκ ἀμοιροῦσιν, αὐτῆς δὲ τῆς ἐγγίονος ὄψε-ως τὴν φοβερὰν καὶ ὑπερβαλλόντως ξανθὴν θέαν τοῦ πυρὸςὁρῶντες καταπεπλήγασι, τῇ προσδοκίᾳ τῆς μελλούσης κρίσεωςἤδη δυνάμει κολαζόμενοι. ἀλλὰ καὶ οὗτοι τὸν τῶν δικαίωνχῶρον καὶ τοὺς δικαίους ὁρῶσι, καὶ ἐπ' αὐτῷ τούτῳ κολαζόμενοι·χάος γὰρ βαθὺ καὶ μέγα ἀνὰ μέσον ἐστήρικται, ὥστε μήτεδίκαιον συμπαθήσαντα προσδέξασθαι μήτε ἄδικον τολμή-σαντα διελθεῖν. οὗτος ὁ περὶ ᾅδου λόγος, ἐν ᾧ αἱ ψυχαὶπάντων κατέχονται ἄχρι καιροῦ, ὃν ὁ θεὸς ὥρισεν ἀνάστασιντότε πάντων ποιησάμενος, οὐ ψυχὰς μετενσωματῶν ἀλλ'αὐτὰ τὰ σώματα ἀνιστῶν ἃ ἀεὶ λελυμένα ὁρῶντες ἀπιστεῖτεἝλληνες. μάθετε μὴ ἀπιστεῖν. τὴν γὰρ ψυχὴν γενητὴν καὶἀθάνατον ὑπὸ θεοῦ γεγονέναι πιστεύσαντες κατὰ τὸν Πλά-τωνος λόγον χρόνῳ μὴ ἀπιστήσητε καὶ τὸ σῶμα ἐκ τῶναὐτῶν στοιχείων σύνθετον γενόμενον δυνατὸς ὁ θεὸς ἀνα-βιώσας ἀθάνατον ποιεῖν. οὐ γὰρ τὸ μὲν δυνατὸς, τὸ δὲἀδύνατος ῥηθήσεται περὶ θεοῦ. ἡμεῖς μὲν οὖν καὶ σῶμαἀνίστασθαι πεπιστεύκαμεν. εἰ γὰρ καὶ φθείρεταιἀλλ' οὐκ ἀπόλλυται. τούτου γὰρ τὰ λείψανα γῆ ὑποδεξαμένητηρεῖ καὶ δίκην σπόρου πιαινομένου καὶ τῷ γῆς λιπαρωτέρῳσυμπλεκομένου ἀνθεῖ καὶ τὸ μὲν σπαρὲν κόκκος γυμνὸςσπείρεται καὶ κελεύσματι τοῦ δημιουργήσαντος θεοῦ θάλλωνἠμφιεσμένος καὶ ἔνδοξος ἐγείρεται, οὐ πρότερον εἰ μὴ ἀπο-θανὼν λυθῇ καὶ γῇ συμμιγῇ. ὥστε τὴν ἀνάστασιν τοῦ σώ-ματος οὐ μάτην πεπιστεύκαμεν, ἀλλ' εἰ καὶ λύεται πρὸςκαιρὸν διὰ τὴν ἀπ' ἀρχῆς γενομένην παρακοὴν ὡς εἰς χωνευ-τήριον εἰς γῆν καθίσταται πάλιν ἀναπλασθησόμενον, οὐτοιοῦτον φθειρόμενον ἀλλὰ καθαρὸν καὶ μηκέτι φθειρόμενον,ὡς ἑκάστῳ σώματι ἡ ἰδία ψυχὴ ἀποδοθήσεται καὶ τοῦτοἐπενδυσαμένη οὐκ ἀνιαθήσεται ἀλλὰ συγχαρήσεται κα-θαρὰ καθαρῷ παραμείνασα, ὡς ἐν τῷ κόσμῳ νῦν δικαίωςσυνοδεύσασα καὶ μὴ ἐπίβουλον ἐν πᾶσιν ἔχουσα μετὰ πάσηςἀγαλλιάσεως ἀπολήψεται. οἱ δὲ ἄδικοι οὐκ ἀλλοιωθέντα τὰσώματα οὐδὲ πάθους ἢ νόσου μεταστάντα οὐδὲ ἐνδοξασθένταἀπολήψονται ἀλλ' ἐν οἷς νοσήμασιν ἐτελεύτων καὶ ὁποῖα ἦντοιαῦτα ἀναβιώσαντα ἐπενδύσονται καὶ ὁποῖοι ἐν ἀπιστίᾳγεγένηνται τοιοῦτοι πιστῶς κριθήσονται. πάντες γὰρ δίκαιοίτε καὶ ἄδικοι ἐνώπιον τοῦ θεοῦ λόγου ἀχθήσονται· τούτῳγὰρ ὁ πατὴρ τὴν πᾶσαν κρίσιν δέδωκε καὶ αὐτὸς βουλὴνπατρὸς ἐπιτελῶν κριτὴς παραγίνεται, ὃν Χριστὸν προσαγο-ρεύομεν θεὸν ἐνανθρωπήσαντα. οὐδὲ γὰρ Μίνως καὶ Ῥαδά-μανθυς κριταὶ οἱ καθ' ὑμᾶς, Ἕλληνες, ἀλλ' ὃν ὁ θεὸςκαὶ πατὴρ ἐδόξασε, περὶ οὗ ἐν ἑτέροις λεπτομερέστερον δι-εληλύθαμεν πρὸς τοὺς ἐπιζητοῦντας τὴν ἀλήθειαν. οὗ-τος τὴν πατρὸς εἰς πάντας δικαιοκρισίαν ποιούμενος ἑκάστῳκατὰ τὰ ἔργα παρεσκεύασε τὸ δίκαιον, οὗ κρίσει παραστάντεςοἱ πάντες, ἄνθρωποί τε καὶ ἄγγελοι καὶ δαίμονες, μίαν ἀπο-φθέγξονται φωνὴν οὕτως λέγοντες· δικαία σου ἡ κρίσις,ἧς φωνῆς τὸ ἀνταπόδομα ἐπ' ἀμφοτέροις τὸ δίκαιον ἐπάγει,τοῖς μὲν εὖ πράξασι δικαίως τὴν ἀΐδιον ἀπόλαυσιν παρέ-χοντος, τοῖς δὲ τῶν φαύλων ἐρασταῖς τὴν αἰώνιον κόλασινἀπονέμοντος καὶ τούτοις μὲν τὸ πῦρ ἄσβεστον διαμένει καὶἀτελεύτητον, σκώληξ δέ τις ἔμπυρος μὴ τελευτῶν μηδὲσῶμα διαφθείρων ἀπαύστως ὀδύνην ἐκ σώματος ἐκβράσσωνπαραμένει. τούτους οὐχ ὕπνος ἀναπαύσει, οὐ νὺξ παρηγο-