The Greek Library Author

Anonymous

De universo

Authority group
Hippolytus Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
De universo, ed. K. Holl, Fragmente vornicänischer Kirchenväter aus den Sacra Parallela [Texte und Untersuchungen 20. Leipzig: Hinrichs, 1899]: 137–143.
CTS identifier
urn:cts:greekLit:tlg2115.tlg042.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

ρήσει οὐ θάνατος τῆς κολάσεως ἀπολύσει, οὗ παράκλησιςσυγγενῶν μεσιτευσάντων ὀνήσει. οὐ γὰρ ἔτι δίκαιοι ὑπ'αὐτῶν ὁρῶνται οὐδὲ μνήμης γίνονται ἄξιοι, μόνοι δὲ οἱ δί-καιοι δικαίων μεμνήσονται ἔργων, δι' ὧν ἐπὶ τὴνοὐράνιον βασιλείαν κατήντησαν, ἐν ᾗ οὐ πόνος οὐ λύπη οὐφθορὰ οὐ φροντὶς οὐδὲ νὺξ οὐδ' ἡμέρα χρόνῳ μετρουμένη,οὐχ ἥλιος ἀνάγκῃ κύκλον οὐρανοῦ δρόμῳ ἐλαυνόμενος, οὐκἄγγελοι ὡρῶν μέτρα ἢ κέντρα πρὸς εὔγνωστον ἀνθρώπωνβίον διαμετρούμενα ὁροθετοῦντες, οὐ σελήνη φθίνουσα ἢαὔξουσα ἢ τροπὰς καιρῶν ἐπάγουσα, οὐχ ὑγραίνουσα γῆ οὐδὲἥλιος ἐπικαίων οὐκ ἄρκτος στρεφομένη οὐκ ὠρίων γεννώ-μενος οὐκ ἄστρων πλάνη ἐνάριθμος οὐδὲ πλανητῶνζήτησις ἀνάριθμος οὐ δύσβατος γῆ οὐδὲ δυσεύρετος παρα-δείσου πύλη οὐδὲ δεινὸν θαλάσσης φρύαγμα κωλύον ἐπι-βάντα πατεῖν, εὔβατος δὲ καὶ αὐτὴ τοῖς δικαίοις γενήσεταιοὔτε τοῦ ὑγροῦ στερουμένη οὐδὲ τοῦ στερροῦ διὰ τὸ κοῦ-φον τοῦ ἴχνους πατουμένη, οὐκ οὐρανὸς ἀοίκητος ἀνθρώ-ποις οὐδὲ τούτου ὁδὸς ἀναβάσεως ἀνεύρετος, οὐ γῆ ἀνέρ-γαστος οὐδὲ ἀνθρώποις ἐπίπονος αὐτόματος δὲ φύουσακαρποὺς πρὸς εὐκοσμίαν ᾗ προστάξει ὁ δεσπόζων, οὐ θη-ρίων γένεσις πάλιν οὐδὲ τῶν λοιπῶν ζῴων ἐκβρασσομένηοὐσία. οὐδὲ γὰρ ἀνθρώποις πάλιν γέννα ἀλλ' ὁ μετὰ δι-καίων ἀριθμὸς διαμένει ἀνέκλειπτος ἅμα δικαίοις ἀγγέλοιςκαὶ πνεύμασι θεοῦ τε καὶ τῷ τούτου λόγῳ, ὃς τῶν δικαίωνχορὸς ἀνδρῶν τε καὶ γυναικῶν ἀγήρως καὶ ἄφθαρτος δια-μένει, ὑμνῶν τὸν ἐπὶ ταῦτα προαγόμενον θεὸν διὰ τῆςτοῦ ἐν βίῳ εὐτάκτου νομοθεσίας· σὺν οἷς καὶ πᾶσα ἡ κτίσιςἀδιάλειπτον ὕμνον ἀνοίσει καὶ αὐτὴ ἐλευθερωθεῖσα ἀπὸ τῆςφθορᾶς εἰς ἀφθαρσίαν διαυγῆ τε καὶ καθαρῷ πνεύματι δε-δοξασμένη. οὐχ ὑπ' ἀνάγκης δεσμοῦ συσχεθήσεται ἀλλ'ἐλευθεριάζουσα ἑκούσιον τὸν ὕμνον ἅμα τοῖς ἐλευθερω-θεῖσιν πάσης δουλείας, ἀγγέλοις τε καὶ πνεύμασι καὶ ἀνθρώ-ποις, αἰνέσει τὸν πεποιηκότα. τούτοις ἐὰν πεισθέντες Ἕλ-ληνες καταλείψετε τὴν ματαιότητα τῆς ἐπιγείου καὶχρηματεμπόρου σοφίας καὶ μὴ περὶ λέξεις ῥημάτων ἀσχολού-μενοι τὸν νοῦν εἰς πλάνην συνώσητε, ἀλλὰ τοῖς θεοπνεύ-στοις προφήταις καὶ θεολόγοις ἐξηγηταῖς ἐγχειρή-σαντες τὰς ἀκοὰς θεῷ πιστεύσητε, ἔσεσθε καὶ τούτων κοι-νωνοὶ καὶ τῶν μελλόντων τεύξεσθε ἀγαθῶν ἀμέτρου τεοὐρανοῦ ἀνάβασιν καὶ τὴν ἐκεῖ βασιλείαν ὄψεσθε. φανε-ρώσει γὰρ θεὸς, ἃ νῦν σεσιώπηται, ἃ οὔτε ὀφθαλμὸς εἶδενοὔτε οὖς ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ὅσαἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.Ὁμοίως δὲ καὶ Ἰώσηπος ἐν τοῖς Καθ' Ἑλλήνων φησίν·Οὐ συγχωρητέον οὖν οἷς τὸ πολὺ τῶν δαιμόνων σκοτοφυὲς πνεῦμαἐνεῖρκται ἐν ψυχαῖς, πολλὴν θεῶν γένεσιν καὶ ἀναρίθμητον φανταζο-μένοις οὐσίαν, κατά γε τὴν Ἡσιόδου Θεογονίαν καὶ Ὁμήρου ματαιο-λογίαν· οἷς, εἰ μὴ θέλοιεν δοκεῖν πείθεσθαι οἱ καθ' Ἕλληνας φιλόσοφοιἐπαγγελλόμενοι, ἀλλά γε διὰ τοῦ σέβειν τὰ ὑπ' αὐτῶν μεμυθευμένασυνῄραντο.Ἀλλ' ἐπειδὴ πολλοὶ λίαν οἱ παρ' Ἕλλησι περὶ Θεοῦ λέγειν ἐπαγγελ-λόμενοι, Θεὸν δὲ τὸ καθ' ὅλου μὴ ἐγνωκότες, οὐχὶ δὲ καὶ ἐξειπόντες ....Εἷς δὲ ὁ τούτων παρὰ πᾶσι σοφώτερος κριθεὶς νενόμισται Πλάτων·ὃς καὶ περὶ Θεοῦ καὶ ψυχῆς καὶ κτίσεως ἐπεχείρησε λέγειν. Πρὸςτοῦτον ἡμῖν ἡ ἅμιλλα γινέσθω τῶν λόγων, τὸν καὶ πάντων νομιζό-μενον παρ' Ἕλλησι θεοσεβέστατόν τε καὶ ἀληθέστερον. Οὗ φανέντοςἠγνοηκέναι Θεὸν καὶ τὴν τούτου δημιουργίαν, ἀνάγκη τοὺς λοιποὺςσυγχωρεῖν εἰς μορμολύκεια συμφύρεσθαι καὶ τερατεύεσθαι· καὶ οὕτωςἡμεῖς ἐπιδείξομεν τίς Θεὸς ἀληθινὸς καὶ ἡ τούτου δημιουργία. Θεὸνμὲν γὰρ ἐπεχείρησεν εἰπεῖν εἰς πάντας ἄρρητον Πλάτων, ἀεὶ ὄντα,γένεσιν δὲ οὐκ ἔχοντα· ὃν ἐξ ἀκοῆς ὑπονοήσας, μὴ μαθὼν ἐπεχείρησεδιηγήσασθαι. Οὗ τὴν μὲν προαίρεσιν ἀποδεχόμενος Θεὸν ζητήσαντος,τὴν ὑπερηφανίαν δὲ καὶ αὐταρέσκειαν οὐκ ἐπαινῶ μαθεῖν μὴ θελήσαντος·ὃς ὑπὸ τῆς ἀληθείας βιασθεὶς παρ' οὗ ταῦτα ἦν ἀκηκοὼς ἱερέως ἐνΑἰγύπτῳ ἀπήγγειλε τοῖς ἰδίοις ἐπανήξας εἰς τὴν λάλον Ἑλλάδα ὡςἴδια, οὐκ ἐπιζητήσας πόθεν παραλαβὼν ὁ Αἰγύπτιος ἱερεὺς ἀπήγγειλεΣόλωνι τῷ φιλοσόφῳ, καθὼς ἐν τῷ Τιμαίῳ διαμέμνηται· καὶ ταῦταφάμενος ὅσα ἐκ παρακουσμάτων ἦν εἰληφὼς τοῖς τὰ πρῶτα περὶ Θεοῦμανθάνουσιν, ὡς μεγάλα τῷ Σόλωνι διηγήσατο περί τε κατακλυσμοῦτοῦ πρώτου καὶ ἐκπυρώσεως μερικῆς ἐν Σοδόμοις. Οἷς καταπλαγεὶςὁ Σόλων ὡς μεγάλα καὶ θαυμάσια κατὰ πᾶσαν τὴν Ἑλλάδα κηρύσσεικατὰ τὴν τοῦ ἱερέως καὶ τοῦ Πλάτωνος ὑπόθεσιν. Οἷς εἰ ἐβούλετοΠλάτων μὴ φιλοδόξως ἀλλὰ θεοσεβῶς .... Καὶ κριτὴν πάντων ἴσμεν δικαίων τε καὶ ἀδίκων ἔν τε τῷ παρόντιβίῳ καὶ ἐν τῷ μέλλοντι· ἐν ᾧ δὴ καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργααὐτοῦ δικαίως καὶ ἀπροσωπολήπτως. Δίκαιος γάρ ἐστιν καὶ δικαιο-σύνας ἠγάπησεν. Ἱππολύτου. «Γνῶναι σοφίαν καὶ παιδείαν». Ὁ γὰρ γνοὺςτὴν σοφίαν τοῦ θεοῦ λαμβάνει παρ' αὐτοῦ καὶ παιδείαν, ἐκμανθάνωνδι' αὐτῆς τὰ τοῦ λόγου μυστήρια. Καὶ οἱ ἐπιγνῶντες τὴν ἀληθῆκαὶ ἐπουράνιον σοφίαν εὐκόλως νοήσουσι τοὺς σοφῶς ὑπ' αὐτῆςλαλουμένους λόγους. «Δέξασθαί τε στροφὰς λόγων». Τὰ γὰρ ἀντιστρόφως ἐνπαραβολαῖς ὑπὸ τοῦ ἁγίου πνεύματος λελαλημένα, ταῦτα τοῖς πιστὴνκαρδίαν ἔχουσι πρὸς τὸν θεὸν εὔγνωστα γίνεται· νοοῦσι γὰρ τὴνἀληθῆ δικαιοσύνην διὰ Χριστοῦ καταγγελλομένην. «Καὶ κρίμα κατευθύνειν». Τουτέστι κρίνειν. «Ἵνα δῷ ἀκάκοις πανουργίαν». Τοῖς ἁπλῇ καὶ ἀκάκῳ καρδίᾳπροσερχομένοις θεῷ. «Παιδὶ δὲ νέῳ». Οἵτινες νεάσαντες ὡς παιδία νήπια καὶἀναγεννήσεως διὰ Χριστὸν τυχόντες λαμβάνουσιν «αἴσθησιν καὶἔννοιαν» ἀγαθήν, καθὼς καὶ ὁ κύριος λέγει. «Ἐὰν μὴ στραφῆτεκαὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶνοὐρανῶν». «Τῶνδε γὰρ ἀκούσας σοφὸς 〈σοφώτερος ἔσται〉». Τῶνγὰρ θείων λόγων κατακούων πᾶς ἄνθρωπος καὶ ποιῶν αὐτούς,σοφὸς ὑπάρχων σοφώτερος γίνεται, κυβερνώμενος καὶ φρουρούμενοςἀεὶ ὑπὸ τοῦ ἁγίου πνεύματος. «Ὁ γὰρ νοήμων», φησί, «κυβέρνησινκτήσεται». «Νοῆσαί τε παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶνκαὶ αἰνίγματα». «Πνευματικὰ γὰρ πνευματικοῖς συγκρίνεται·ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρίαγὰρ αὐτῷ ἐστι, μὴ γινώσκων ὅτι πνευματικῶς ἀνακρίνεται». Ὅσαγὰρ διὰ παραβολῆς καὶ σκοτεινῶς τὸ πνεῦμα τὸ ἅγιον διὰ τῶνπροφητῶν ἐλάλησε, ταῦτα τοῖς μετόχοις καὶ κοινωνοῖς τοῦ ἁγίουπνεύματος ὑπάρχουσιν εὔγνωστα γίνεται, ὑπ' αὐτοῦ τοῦ πνεύματοςἐκδιδασκόμενα. Ἀσφράγιστος γὰρ καὶ ἀκυβέρνητος τὰς θείαςγραφὰς ἐπιγνῶναι οὐ δύναται· «Φόβος γὰρ κυρίου ἀρχὴ αἰσθήσεως».Παραβολὴ δέ ἐστιν ὡς τὸ «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶνζύμῃ». «Ἄκουε, υἱέ, παιδείαν πατρός σου». Τουτέστι τοῦ θεοῦ καὶπατρὸς τῶν ὅλων. «Καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου». Θεσμοὺς μητρός,τῆς σε ἀναγεννησάσης σοφίας, ἥτις ὡς μήτηρ καὶ τιθηνὸς ἡμῶνγίνεται, γαλουχοῦσα ἡμᾶς καὶ ἀνατρέφουσα ἐν τοῖς λόγοις καὶ ταῖςἐντολαῖς τοῦ θεοῦ. «Στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ». Ἐὰν γὰρ τηρήσῃςἐν καρδίᾳ πιστῇ τὸν νόμον τοῦ πατρός σου καὶ φυλάξῃς τὰς ἐντολὰςτῆς μητρός σου, «στέφανον χαρίτων δέξῃ σῇ κορυφῇ καὶ κλοιὸνχρύσεον». Πότε, ἀλλ' ἢ ἐν τῇ ἀναστάσει τῶν δικαίων ἐν τῇ ἐπου-