The Greek Library Author

Anonymous

Fragmenta in Proverbia

Authority group
Hippolytus Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
Fragmenta in Proverbia (e Pseudo-Anastasio Sinaïta), ed. Richard, Muséon 79 (1966) 82–94.
CTS identifier
urn:cts:greekLit:tlg2115.tlg045.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

«Καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνει». Χριστὸς βασιλεύσαςἐπὶ τὰ ἔθνη, δημηγορεῖ διὰ προφητῶν καὶ ἀποστόλων τὸν λόγοντῆς ἀληθείας. Ταῦτα πάλαι διὰ παραβολῶν λαλῶν ὁ Βαλαὰμ οὐκἐγινώσκετο· καὶ νῦν ὁ Χριστὸς παρὼν, καὶ ταῦτα πληρῶν,οὐκ ἐπιστεύετο· ὅθεν προβλέπων καὶ θαυμάζων λέγει· ὢ, ὢ,τίς ζήσεται, ὅταν θῇ ταῦτα Θεός; Οὐ πορεύσῃ μετ' αὐτῶν, οὐδὲ καταράσῃ τὸν λαόν. Οὐπερὶ τοῦ λαοῦ αἰνίττεται, πάντες γὰρ κατεστρώθησαν· ἀλλὰδιὰ τὸ προδηλούμενον τοῦ Χριστοῦ μυστήριον. Ἐπειδὴ γὰρἔμελλεν ἐκ τῶν πατέρων κατὰ σάρκα γεννᾶσθαι, προδιδάσκειτὸ πνεῦμα τὸν ἄνδρα, μήποτε κατὰ ἄγνοιαν πορευθεὶς κατα-ράσηται τὸν λαόν. Οὐχ ὡς ἀρὰν ἰσχύουσαν παρὰ τὴν τοῦΘεοῦ βούλησιν, ἀλλ' εἰς ἔνδειξιν τῆς τοῦ Θεοῦ προνοίας, ἧςεἶχε διὰ τοὺς προπάτορας εἰς αὐτούς. Καὶ οὗτος ἐπεβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ. Ἡ μὲν ὄνοςτύπον εἶχε σώματος Χριστοῦ· ἐφ' ὃν πάντες οἱ ἄνθρωποι ἐκκαμάτων ἀναπαυόμενοι, ὡς ὑπὸ ὀχήματος βαστάζονται. Τὸγὰρ φορτίον τῶν ἡμετέρων ἁμαρτημάτων ὁ Σωτὴρ ἀνεδέξατο.Ὁ δὲ ἄγγελος ὀφθεὶς τῷ Βαλαὰμ, αὐτὸς ὁ Λόγος ἦν· εἶχεδὲ ἐν τῇ χειρὶ μάχαιραν, δηλονότι, ἣν εἶχεν ἄνωθεν ἐξουσίαν. Οὐχ ὡς ἄνθρωπος ὁ Θεός. Δείκνυσιν, ὡς πάντες μὲνἄνθρωποι ψεύδονται μεταφερόμενοι· ὁ δὲ Θεὸς οὐχ οὕτως·ἀεὶ γὰρ μένει ἀληθὴς, ἐπιτελῶν ὅσα βούλεται. Ἀποδοῦναι ἐκδίκησιν παρὰ Κυρίου τῇ Μαδιάμ. Ὁγὰρ μηκέτι ἐν πνεύματι Θεοῦ λαλῶν, ἀλλὰ κατέναντι νόμουΘεοῦ, ἕτερον πορνείας νόμον ἱστάνων, οὗτος οὐκέτι ὡς προ-φήτης, ἀλλ' ὡς μάντις λογισθήσεται· μὴ ἐμμείνας γὰρ τῇτοῦ Θεοῦ ἐντολῇ, ἄξιον τῆς αὐτοῦ κακομηχανίας ἀντελάβετομισθόν. Ἴσθι ὅτι πᾶς ἄνθρωπος ἢ κενὸς ἐστὶν, ἢ πλήρης· εἰ μὲνγὰρ οὐκ ἔχει ἅγιον Πνεῦμα, οὐκ ἔχει γνῶσιν τοῦ κτίσαντος,οὐ παρεδέξατο τὴν ζωὴν Ἰησοῦν τὸν Χριστὸν, οὐκ οἶδε τὸνΠατέρα τὸν ἐν τοῖς οὐρανοῖς· εἰ οὐ βιοῖ κατὰ τὸν λόγον, κατὰνόμον τὸν οὐράνιον, οὐ σωφρονεῖ, οὐ δικαιοπραγεῖ· ὁ τοιοῦτοςκενός ἐστιν· εἰ δὲ κεχώρηκε τὸν εἰπόντα Θεὸν, ἐνοικήσω ἐναὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτοῖς Θεὸς, οὗτος οὐκἔστι κενὸς, ἀλλὰ πλήρης. Προφητείᾳ ἐν αὐτοῖς ἐσημαίνετο, ὡς παραβάτης γενό-μενος ὁ λαὸς σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν σφιγγίσεται.Τὸ δὲ λυθῆναι αὐτοῦ αὐτομάτως τὰ δεσμὰ σημαίνει, ὡς με-τανοήσας πάλιν λυθήσεται ἐκ τῶν τῆς ἁμαρτίας δεσμῶν. Οὐκ εὐχερὲς ὑπὸ πλάνης κατεχομένην μεταπεῖσαι ψυχήν. Καὶ τὸν Βαλαὰμ υἱὸν Βεὼρ ἀπέκτειναν ἐν ῥομφαίᾳ.Ὁ γὰρ μηκέτι ἐν πνεύματι Θεοῦ λαλῶν, ἀλλὰ κατέναντινόμου Θεοῦ ἕτερον πορνείας νόμον ἱστάνων, οὗτος οὐκέτι ὡςπροφήτης, ἀλλ' ὡς μάντις λογισθήσεται. Μὴ ἐμμείνας γὰρτῇ τοῦ Θεοῦ ἐντολῇ, ἄξιον τῆς αὐτοῦ κακομηχανίας ἀντε-λάβετο μισθόν.Ἐκ τῶν Διατάξεων τῶν ἁγίων ἀποστόλων· Πᾶς δὲ πιστὸς πειράσθω, πρὸ τοῦ τινος γεύσασθαι, εὐ-χαριστίας μεταλαμβάνειν· εἰ γὰρ πίστει μεταλάβοι, οὐδ' ἂνθανάσιμόν τις δώῃ αὐτῷ μετὰ τοῦτο, οὐ κατισχύσει αὐτοῦ.Ἱππολύτου πρὸς Μαμμεῖαν βα[σιλίδα]· Ἦν μὲν γὰρ [τοῦ]Χριστοῦ τύπος ἡ κιβωτὸς ἐξ ἀσήπτων ξύλων σημαίνουσα τὴντοῦ ἀχράντου σώματος [ἀφθαρσίαν], ὅτι μὴ εἶδε [δια]φθοράν.Συμπεριέλαβε δὲ πέντε καὶ ἥμισυ μέτρ[α] τὴν κ[ιβωτὸν] οὐκἀργῶς· διὰ γὰρ τῶν μέτρων ἐσήμανε τὸν ἐπιβαλόντα τῷχρόνῳ ἀριθμὸν ὡς τῷ μέτρῳ τούτῳ συγκείμεν[ος] πληρωθεὶς〈...〉 φέροντα τὴν ἄσηπτον κιβωτόν, τὸ ἑαυτοῦ σῶμα, ἐν ᾧπᾶν δικαίωμα χωρούμενον ἀνάπαυλαν λαμβάνει. Πολὺς ἐν σοφίᾳ Σολομῶν, ὁ μαρτυρηθεὶς ὑπὸ θεοῦ.Ἔμπροσθέν σου οὐκ ἐγένετο ἄλλος καὶ μετά σε οὐκ ἀναστήσε-ται ὅμοιός σοι. Πολύς ἐστι καὶ δυσερμήνευτος καὶ ὀκνηρὸςπρὸς ἐγχείρησιν, ἀλλ' ὅμως καὶ πολλάκις ἠβουλήθημεν τὰδι' αὐτὸν ὑπεξελθεῖν, ὅπως τε τὰ περὶ αὐτοῦ τί ἐστι καὶ πόθενὁ τοσοῦτος τῆς σοφίας ἔρως ἐπ' αὐτῷ ἀνεπέπαυτο, τίνες δὲαἱ βίβλοι καὶ ποταπαὶ καὶ πόσαι καὶ πῶς αὐτὰς ἐξῆλθε.Τρεῖς τοίνυν αὐτοῦ βίβλους ἀνοθεύτους εὑρίσκομεν, τήν τεπαροιμίαν, τὸν ἐκκλησιαστὴν καὶ τὸ ᾆσμα τῶν ᾀσμάτων. Ὅπως δέ τινες καὶ τὴν λεγομένην σοφίαν πανάρετον εἰςαὐτὸν περιπλέκωσιν, ἥντινα ξένην καὶ ἀλλοτρίαν αὐτοῦ ἐπι-στάμεθα, οὐ μόνον ἐκ τῶν ἀρχαίων καὶ μακαρίων πατέρων,ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς βίβλου. Τά τε σκέμματα καὶ τοὺς τρόπους,τὰς παραβολάς τε καὶ τὰ αἰνίγματα, τάς τε ἐνεργείας καὶ τὰμυστήρια, ὅσα ἐν τοῖς τρισὶ βίβλοις τοῖς μετὰ πόνου ἐντυγχά-νουσι γνώριμα, ξένην καὶ πάλιν τούτων ὑποτίθημι. Ὅπωςτε πάλιν μυστηριωδῶς καὶ πάνυ κεκαλυμμένως τὰς βίβλουςταύτας τὰς τρεῖς τῇ ἁγίᾳ τριάδι συνέταξε. Τήν τε γὰρπαροιμίαν εἰς τὸν πατέρα μυστηριωδῶς συγγράψας, ἐλάλησε,φησίν, ὡς ἀπὸ τοῦ πατρὸς αὐτοῦ τῷ Σολομῶντι, ἐν οἷς φέρεταιὁ πατὴρ περὶ τοῦ υἱοῦ τοῦ ἰδίου καὶ ὁμοουσίου μυστήριά τιναμέλλοντα ἐκβήσεσθαι ἐπ' ἐσχάτου τῶν ἡμερῶν εἰς ἡμᾶς.Τόν τε ἐκκλησιαστὴν εἰς Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸνμονογενῆ καὶ ὅσα ἐν τῇ ἐκκλησίᾳ αἰνίγματα, μᾶλλον δὲ ἐκεῖνοςαἰνιγματωδῶς καὶ κεκαλυμμένως ἐξέθετο· πῶς δὲ δηλοῖ τὴν ἐξἐθνῶν ἐκκλησίαν τοῖς μὴ παρέργως ἀναγινώσκουσι καὶ πῶς τὰτοῦ κόσμου «ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης»,ἅπερ ὁ Χριστὸς ὕστερον ἐν τῷ εὐαγγελίῳ διδάξας φαίνεται.Τὸ δὲ ᾆσμα τῶν ᾀσμάτων τὰ τοῦ θείου πνεύματος λόγιαὅπως τε αὐτὸ παρέχει καὶ τὸ ᾆσμα καὶ τὸ ψάλλειν καὶ τὰ χαρίσ-ματα τὰ διάφορα καὶ πῶς τὴν ἐξ ἐθνῶν ἐκκλησίαν ποτὲ μεμε-λανωμένην ταῖς παραπτώμασιν ἐφαίδρυνε καὶ ἥνωσεν ἑαυτῷλαμπρύνας διαφόροις χαρίσμασι. Μυστηριωδῶς τοίνυν ὁΣολομὼν τὰς τρεῖς βίβλους ταύτας εἰς τὴν ἁγίαν τριάδασυνέγραψε. [Καὶ ὁ Ἱππόλυτος τρεῖς λέγει τὰς βίβλους].Ἀλλ' ἐπὶ τὸ προκείμενον τῆς βίβλου προΐεμεν. Ἔγραψας ἡμῖνδιατί ᾆσμα ᾀσμάτων καλεῖται; Τρισχιλίας παραβολὰς καὶπεντακισχιλίας ᾠδὰς ἱστόρησε, φησί, Σολομὼν καὶ ἀπὸ τῆςκέδρου τοῦ λιβάνου ἕως τῆς ὑσσώπου τῆς ἐπὶ δώματος καὶ ἀπὸπετεινοῦ ἕως ἑρπετοῦ καὶ θηρίου τοῦ ἕρποντος ἐπὶ τὴν γῆν.Ὅτι μὲν οὖν δυσνόητον τὸ πρόβλημα καὶ δυσεγχείρητον, παντίπου δῆλόν ἐστιν, ὥστε ἀπό τε τοῦ οὐρανοῦ καὶ γῆς, ξύλου τε καὶθηρίου καὶ πετεινοῦ καὶ ἑρπετοῦ καὶ πάντων τῶν φαινομένων οὐπαρέλιπέ τι ὧν οὐχ ὑπεξῆλθε, τῶν μὲν ζηλούντων καὶ μιμου-μένων τὰ ὑποδείγματα, τῶν δὲ φεύγειν καὶ ἀποτρέπειν τοὺςτρόπους, ὡς ἑκάστῳ κατὰ δύναμιν. Ποῦ τοίνυν πᾶσα ἡτοιαύτη πλουσία γνῶσις; Ποῦ δὲ τὰ μυστήρια τὰ κεκρυμμένα;Ποῦ αἱ παραβολαὶ καὶ τὰ αἰνίγματα τὰ τοιαῦτα; Ποῦ δὲ αἱβίβλοι; Ἀναφαίνονται γὰρ μόναι παραβολαὶ αὗται αἱ γεγενη-μέναι ἐν τῇ σοφίᾳ. Ὀλίγαι γάρ. Ἀναφέρεται δὲ καὶ ἕτερονβιβλίον τοῦ ἐκκλησιαστοῦ, στίχοις ψηʹ. Ἀναφέρεται δὲ καὶτὸ ᾆσμα τῶν ᾀσμάτων, ἐγγύς που ἢ πλέον τʹ. Ποῦ οὖνἄρα τὸ πλῆθος παρέδραμε; Τί δὲ ἄρα; Πάντα τὰ βίβλια αὐτοῦἀνῄρηται ἢ ψεύδεται ἡ γραφή; Ἀλλὰ μὴ γένοιτο. Τὸ ἐπίτομονγὰρ μᾶλλον ἡ χάρις τοῦ ἁγίου πνεύματος ποιήσασθαι εὐδόκησενὥς τε πολλὰ μὲν καὶ ἄπορα τὰ τοῦ ἀνδρὸς τούτου ἤθη, ὥστε καὶπλείστοις τῶν ἔξω τῶν αἰνιγμάτων αὐτοῦ ἐμφορηθῆναι· καὶΠλάτωνι γὰρ καὶ Ἀριστοτέλει καὶ τοῖς περὶ αὐτὸν σοφοῖςλέγεται ἀποκλέψαι οὐκ ὀλίγα τινὰ τῶν τοῦ ἀνδρὸς τούτου παροι-