The Greek Library Author

Anonymous

In Canticum canticorum

Authority group
Hippolytus Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
In Canticum canticorum (paraphrasis), ed. M. Richard, "Une paraphrase grecque résumée du commentaire d'Hippolyte sur le cantique des cantiques," Muséon 77 (1964) 140–154.
CTS identifier
urn:cts:greekLit:tlg2115.tlg049.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

12

μιῶν τε καὶ αἰνιγμάτων. Πολλὰ δὲ καὶ οἱ θεῖοι εὐαγγελισταὶ

ὑπεμνήσθησαν ἐν κρυφῇ τῶν τοῦ ἀνδρὸς τούτου κατορθωμάτων.

13

Τί οὖν; Ἅπαντα ἐσιωπήθη; Οὐχί· μὴ γένοιτο. Εἶπε γὰρ

ὅτι ἱστόρησεν ἀπὸ τῆς κέδρου καὶ τῆς ὑσσώπου καὶ πετεινοῦ

καὶ θηρίου καὶ ἑρπετοῦ καὶ ἕως πατνωμάτων. Ἐπεὶ οὖν ἄπειρον

ἦν τὸ πλῆθος, ὅρα τὸ ἀπειροδύναμον τῆς σοφίας τοῦ πνεύματος.

Ὅσα ἦν ἀναγκαῖα πρὸς ἐκκλησιαστικὸν ὅρον, ταῦτα καὶ μόνον

ἐσημειώθη.

14

Καὶ τοῦτο οὐκ ἔστιν ἐμὸν τὸ ῥῆμα, ἀλλ' ἄκουσον

τῆς βίβλου τῶν παροιμιῶν αὐτοῦ που μέσον οὕτως δογματιζού-

σης· «Αὗται αἱ παροιμίαι, φησί, Σολομῶντος αἱ ἀδιάκριτοι

ἃς ἐξελέξαντο οἱ φίλοι Ἐζεκίου τοῦ βασιλέως». Εἰ δὲ ἐκεῖ-

νοι ἀδιακρίτους αὐτὰς εἶπον, τί εἴπωμεν ἡμεῖς οἱ βραχεῖς καὶ

ταπεινοί, πλεῖστα αὐτῶν ἀπολιμπάνοντες ὅπως τε δυσερμηνευτοί

εἰσιν. Ἐδόθη γὰρ αὐτῷ, φησί. «χύμα καρδίας» ὥστε μὴ

παρεμποδίζεσθαι αὐτὸν μηδὲ τὸ τυχὸν φιλοσοφῆσαι. Τὸ δὲ

«ἐξελέξαντο» τοιοῦτόν ἐστιν. Τελευτήσαντος Σολομῶντος, μετὰ

πλεῖστα ἔτη, ἦλθεν Ἐζεκίας ὁ βασιλεύς. Σοφὸς δὲ ὁ ἀνὴρ καὶ

δίκαιος καὶ εὐγνώμων ἐνώπιον κυρίου θεοῦ αὐτοῦ. Διὰ τοῦτο

γὰρ εἶπεν ἡ βίβλος ὅτι οἱ φίλοι Ἐζεκίου ἐξελέξαντο, ἵνα μάθῃς

ὅτι ἀξιοπίστου ὀνόματος προσήγαγε μάρτυρας. Πάντως γὰρ

οὐκ ἂν αὐτοὺς ἐκέκτητο φίλους, δίκαιος ὤν, εἰ μὴ τῶν τῆς

εὐσεβείας ὅρων συμμύσται αὐτῷ καὶ ὁμόφρονες ὑπῆρχον. Καὶ

πόθεν φησὶν ἐξελέξαντο; Ἐν αἷς εἶπε πεντακισχιλίαις ᾠδαῖς

καὶ τρισχιλίαις παραβολαῖς. Σοφοὶ γὰρ ὑπάρχοντες ἀκριβῶς

ἐξελέξαντο. Τοῦτο δὲ οὐκ ἄνευ τῆς οἰκονομίας τοῦ πνεύματος

γέγονεν, ἵνα τὸ μυστήριον τὸ μέλλον φανερωθῇ δι' αὐτῶν

ἐπ' ἐσχάτων ἀποτελούμενον.

15

Δέδεικται οὖν ὅτι τὰ μὲν

πλείω ἦν, τὰ δὲ ἀναγκαῖα, ὅσα ἔφθην εἰπὼν μυστηριωδῶς εἴς

τε τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰς τὴν οἰκο-

νομίαν τοῦ Χριστοῦ καὶ εἰς τὴν εὐωδίαν τοῦ πνεύματος, εἴς

τε τὴν ἐκκλησίαν καὶ τοὺς σοφοὺς ἀποστόλους.

16

Ἀλλ' ἐπὶ

τὸ βιβλίον τοῦ ᾄσματος ἥκομέν σοι πειθόμενοι. Διὰ τί ᾆσμα

ᾀσμάτων καλεῖται; Ὅτι δὲ ἐν οἷς τὰ πεντακισχίλια ᾄσματα

ἐξ αὐτῶν ᾆσμα ἓν καὶ βελτίω διηγήσαντο παντὶ γνώριμον.

Ὥσπερ γὰρ φίλος φίλων καὶ ἄνθρωπος ἀνθρώπων εἰς σύγκρι-

σιν τοῦ βελτίονος, οὕτω φησὶ καὶ ᾆσμα ᾀσμάτων, τουτέστι

τῶν ᾀσμάτων ᾀσματικώτερον καὶ τῶν ᾠδῶν ᾠδικώτερον.

Ἀλλ' ἐπὶ τὸ προκείμενον τῆς βίβλου προΐεμεν.

2

1

<Φιλησάτω με ἀπὸ φιλήματος στόματος

αὐτοῦ>, [Καὶ ἐν τούτοις τὰ πλεῖστα τῷ πατρὶ τούτῳ συνᾴδει

καὶ ὁ μέγας Ἱππόλυτος] <ὅτι ἀγαθοὶ μαστοί σου

ὑπὲρ οἶνον καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα

τὰ ἀρώματα, μύρον ἐκκενωθὲν ὄνομά σου.

Διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε>.

2

Τὸ μὲν

φιλησάτω ἀπὸ προσώπου τῆς συναγωγῆς λαμβάνει, ἥτις

παρακαλεῖ ἐφέλκεσθαι βουλομένη ἀπ' οὐρανίου λόγου, ἵνα

φιληθῇ. Ἕτοιμα 〈γὰρ〉 τὰ χείλη βούλεται κολλῆσαι

αὐτῷ, ἵνα δύναμιν πνευματικὴν ἀποσπᾶσαι δυνηθῇ.

3

Διὰ

γὰρ τῶν ἐντολῶν ἐντέλλεται, ἵνα σκιρρώσῃ τὴν διὰ

στόματος ἀγάπην. Τὸ δὲ <ἀγαθοὶ μαστοί σου ὑπὲρ

οἶνον>, ὃν τρόπον εὐφραίνει καρδίαν ὁ οἶνος, οὕτως

εὐφραίνουσι διαθῆκαι Χριστοῦ. Μαστοὶ γάρ εἰσιν αὐτοῦ αἱ δύο

διαθῆκαι, νόμος καὶ εὐαγγέλιον, γάλα δὲ αἱ λευκαὶ ἐντολαί.

Ὥσπερ δὲ νήπια γαλουχεῖται διὰ τῶν μαζῶν, οὕτω καὶ οἱ πιστοὶ

ἀπὸ τῶν δύο διαθηκῶν ἀμέλγουσιν ἐντολάς.

4

Μύρα Χριστοῦ

τίνα λέγει, ἀλλ' ἢ τὰ λόγια ὑπὲρ πάντα ἀρώματα ἡδονὴν

χορηγοῦντα.

5

Ὃν γὰρ τρόπον ἐν ἀγγείῳ μύρον ὂν ἐγκεί-

μενον, οὐδέπω τὴν ὀσμὴν παρέχει, ἔχει δὲ αὐτὴν ἐν ἑαυτῷ,

λυθέντος δὲ τοῦ μύρου, τέρπει ἅπαντας τοὺς ἐγγὺς καὶ τοὺς

μακράν, οὕτω τὸ μύρον ὁ λόγος ἐν καρδίᾳ πατρὸς ὤν, τουτέστιν

ἐν τῷ κόλπῳ, ἐκκενωθεὶς εἰς τὸν κόσμον εὐωδίας τὰ πάντα

πεπλήρωκε.

34

<Διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε καὶ

εἵλκυσάν σε, εἰς ὀσμὴν μύρου σου ἔδραμον.>

Νεάνιδες δὲ οἱ ἀγαπήσαντες, οἱ μακαριστοὶ ἀπόστολοι, οἵτινες

ἀφέντες τὸν κόσμον ἠγάπησαν αὐτόν. <Εἵλκυσάν σε>· ἐν

γὰρ τῷ ἑλκύσαι Χριστὸν πρὸς ἑαυτούς, ἠκολούθησαν αὐτῷ εἰς

ὀσμὴν μύρου αὐτοῦ δραμόντες, ὅ ἐστι τῆς διδασκαλίας αὐτοῦ.

3

1

<Εἰσήνεγκέ με>, φησίν, ὁ <βασιλεὺς εἰς

τὸ ταμιεῖον αὐτοῦ>. Τίς δέ ἐστι βασιλεύς, ἀλλ' ἢ ὁ

Χριστός; Τί δὲ ταμιεῖον, ἀλλ' ἢ ἡ ἐκκλησία; Τίς δὲ ταῦτα

λαλεῖ ὅτι εἰσήγαγέ με; Πάντως ἡ συναγωγὴ τῶν πιστευσάντων·

ἠσφαλίσατο γὰρ αὐτὴν εἰς τὸ ταμιεῖον ὅ ἐστιν ἡ ἐκκλησία.

4

<Ἀγαλλιασθῶμεν>, φησί, <καὶ εὐφρανθῶμεν ἐν

σοί, ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον·

εὐθύτης ἠγάπησέ σε>. Ἤδη μὲν οὖν τὸ μὲν προκα-

τείληπτο, τὸ δὲ εὐθύτης, ὅσοι κατ' εὐθεῖαν πορεύονται οὗτοί σε

ἀγαπῶσι.

4

1

<Μέλαινά εἰμι καὶ καλή, θυγάτερες

Ἱερουσαλήμ. Μὴ βλέπετέ με ὅτι ἐγὼ μεμε-

λανωμένη εἰμί, μηδὲ ὅτι παρεῖδέ με ὁ ἥλιος>.

Πῶς καὶ μέλαινά φησι καὶ καλή; Ὅτι ἁμαρτωλὴ ἤμην,

ἀλλ' ἐφιλησέ με Χριστός.

5

1

<Παρεῖδέ με ὁ ἥλιος>, τουτέστιν ἔμπροσθεν ὁ

Χριστὸς παρεῖδέ με. Παρεῖδε γὰρ αὐτὴν μὴ πεισθεῖσαν,

διαλάσσεται δὲ αὐτῇ μετανοούσῃ. Εἶδες στόμα συναγωγῆς

ὁμολογούσης τὰ συμβεβηκότα.

2

<Υἱοὶ> γάρ, φησί, <μητρός

μου ἐμαχέσαντό με>. Μητὴρ ὁ νόμος, υἱοὶ οἱ προφῆται

οἵτινες ἐμάχοντο ἐν ἐμοὶ λέγοντες· ἐπίστρεψον ἐπὶ νόμον

Μωυσῆ.

3

<Ἔθεντό με φυλακὴν ἐν ἀμπελῶνι·

ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα>. Τουτέστιν ἔθεντό με

ὡς ἄμπελον· οὐκ ἐτήρησα δὲ τὸν ἐμὸν λαόν, τουτέστι τὰ

κλήματά μου. Παρὰ πάσης γὰρ θεοπνεύστου γραφῆς ἀμπελὼν

ὁ Ἰσραὴλ λέγεται. «Ἐφύτευσα» γάρ, φησίν, «ἀμπελῶνα καὶ

φραγμὸν αὐτῷ περιέθηκα». Καὶ «ἄμπελον ἐξ Αἰγύπτου

μετῆρας» καὶ πολλὰ τοιαῦτα.

6

1

<Ἀπάγγειλόν μοι ὃν ἠγάπησεν ἡ ψυχή

μου, ποῦ ποιμαίνεις, ποῦ κοιτάζῃ ἐν μεσημ-

βρίᾳ>; Λέγε μοι, Χριστέ, φησί, παρακαλῶ, ἐγκατέλιπάς με;

Εἰς ἔθνη ποιμαίνῃ ἢ ἐπορεύθης ἐκεῖ; Ὀρφανὴ γεγένημαι.

2

Ἡ πλουσία πένομαι. <Μήποτε γένωμαι περιβαλ-

λομένη ἐπ' ἀγέλαις ἑταίρων σου>. Μήποτε, φησίν,

ἡ πάλαι προσδεχομένη προσηλύτους, νῦν προσήλυτος ἐθνῶν

γένωμαι.

7

1-2

Ἢ καὶ λέγει συναγωγῇ· <Ἐὰν μὴ γνῷς

σεαυτήν, ἡ καλὴ ἐν γυναιξί>, λέγουσα· <Μέλαινά

εἰμι καὶ καλή>, ἀλλ' ἁμαρτωλός, ἀλλὰ φιλοῦμαι, οὐδαμοῦ

σε ὀνήσει ἡ φιλία μου· τουτέστιν, ἐὰν μὴ ἐπιστρέψῃς ἐξ

ὅλης τῆς καρδίας καὶ εἴπῃς τὰς ἁμαρτίας σου, οὐ μὴ δικαιω-

θῇς. Μή σε ἀπατάτω ἡ πρὸς πατέρας ἐπαγγελία· Ἀβραὰμ

σώζεται, ἀλλ' οὐδέν σε ὠφελήσει.

3

<Ἔξελθε σὺ ἐν

πτέρναις καὶ ποίμαινε τὰς ἐρίφους>. Τουτέστιν

ἀνυπόδετος καὶ γυμνὴ πορεύου ὀπίσω μου· πρόβατον γὰρ

ᾕρημαι ἐν αὐτῷ· ἀλλὰ γὰρ εἰς ἐρίφους σοι τὸ ἐναντίον λογίζο-

μαι, οὐκέτι εἰς ποί〈μνην〉 προβάτων, ἀλλ' εἰς ἐρίφους.

5

<Ἐὰν μὴ γνῷς σεαυτήν, ἡ καλὴ ἐν γυναι-

ξίν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων

σου καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνω-

μάτων τῶν ποιμένων>.

8

1

<Τῇ ἵππῳ μου ἐν ἅρμασι Φαραὼ

ὡμοίωσά σε, ἡ πλησίον>. Ἐὰν μετανοήσῃς, φησί,

συναγωγή, τότε σὲ ὁμοιώσω ἐμαυτῷ ὡς τῇ ἵππῳ ζευγνυμένην

ἐν ἅρμασι Φαραώ. Διατί δὲ τῷ ἵππῳ, τῷ ἅρματι τοῦ Φαραὼ

ὡμοίωσεν; Ὅτι τότε τίμια ἦν παρὰ τῷ Σολομῶντι ὁ ἵππος, παρὰ

δὲ τῷ Φαραὼ βασιλεῖ Αἰγύπτου τὸ ἅρμα Ὃν τοίνυν τρόπον

ταῦτα οὕτως ἐζευγμένα ἐστὶν ἔνδοξα, οὕτως καὶ σὺ ἔνδοξος ἔσῃ,

ἐὰν ἄρα μετανοήσῃς.

2

Ἡ μὲν γὰρ ἵππος ἦν ἐκ λαοῦ τῶν

Ἰουδαίων, ὅθεν οἱ ἀπόστολοι. «Ἐπεβίβασας» γάρ, φησίν, «εἰς

θάλασσαν τοὺς ἵππους σου», καὶ «ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους

σου». Καὶ διατί ἵππους τοὺς ἀποστόλους καλεῖ; Διὰ τὸ

διώκειν ἐν κόσμῳ, τουτέστι τρέχειν τὸν δρόμον τῆς εὐσεβείας,

ἅρματα δὲ αἱ ἐκκλησίαι αἱ ἐξ ἐθνῶν, ὑποζευγνύμενοι τοίνυν

ἵπποι, τουτέστιν ἀπόστολοι, ἅρμα ὅ ἐστιν ἡ ἐκκλησία. Ἕλκου-

σιν αὐτὴν δικαίως προτρεπόμενοι ἐπὶ τὴν ὁδὸν τῆς οὐρανίου

ζωῆς.

9

1

<Σιαγόνες σου>, φησίν, <ὡς τρυγόνες>. Ἔχει

γὰρ τὸ ἐρυθρὸν τὸν τῆς πίστεως δυσωπούμενον λόγον.

<Τράχηλός σου ὡς ὁρμίσκοι>. Τουτέστιν οὐκέτι κάτω

νεύεις· τὸ γὰρ παρρησιαστικὸν τῆς ἐλευθερίας λαβοῦσα, εἰς

οὐρανοὺς ἀνάνευε.

10

1

<Ὁμοιώματα χρυσίου ποιήσομέν σοι

ἀπὸ στιγμάτων τοῦ ἀργυρίου>. Ὅτι ὁ νόμος ὡς

ἀργύριον ἦν μετρίως παιδεύων, νῦν δὲ τὴν ἐξοχωτάτην τιμὴν

τοῦ χρυσίου κληρονόμον λαβοῦσα τὸ εὐαγγέλιον, ὁμοιώματα

χρυσίου ποιήσεταί σοι.

11

1

<Ἕως οὗ ὁ βασιλεὺς ἐναγκαλίσῃ αὐτούς>,

φησί. Τουτέστιν ἕως οὗ ὁ Χριστὸς παραγένηται τὸ δεύτερον,

θάλπων ἅπαντας τοὺς πιστεύσαντας ἐν τῇ βασιλείᾳ αὐτοῦ.

12

1

<Νάρδος μου, φησίν, ἔδωκεν ὀσμὴν

αὐτοῦ>. Τουτέστιν τὸ μύρον τῆς χάριτος ἔπνευσεν, ἵνα, ἐὰν

θέλῃ, καὶ περιτομὴ σωθῆναι δυνηθῇ. <Ἀπόδεσμος τῆς

στακτῆς>· ἦν γὰρ Χριστὸς σῶμα κεκτημένος, ἵνα διὰ τοῦτο ὡς

βότρυς ἐκθλιβῇ.

2

<Ἀδελφιδός μου ἐμοί, ἀνὰ

μέσον τῶν μαστῶν μου αὐλισθήσεται>.

13

1

<Νάρδος τῆς κύπρου ἀδελφιδός μου

ἐν ἀμπελῶσιν Ἐνγαδδί>. Τόπος ἐστὶ χώρας τινὸς ἐν

τῇ Ἰουδαίᾳ οὕτω καλούμενος ἐν ᾧ τὸ ἀποβάλσαμον γίνεται.

Εἰσὶν οὖν ἀμπελῶνες ἐκεῖ 〈ἐπὶ〉 ξύλων. Ταῦτα τὰ ξύλα ἐκεῖ

κνιζόμενα δίδωσι τὸ μύρον. Εἶπεν οὖν «ἀδελφιδὸς ἐν ἀμπελῶσιν

Ἐνγαδδί», σημαίνων τόδε· ἰσχυρὸς μὲν γὰρ ἦν, φησίν, ἐπὶ

ξύλου πάσχων ὁ κύριος, νυττόμενος δὲ ἐπὶ ξύλου δίδωσι τὴν

εὐωδίαν.

2

Ἡνίκα δ' ἂν ὑπὸ τοῦ τεχνίτου ὅπλῳ νυγῇ τὰ ξύλα

ἐκεῖνα, παραυτίκα τὸ δάκρυον ἀποστάζει, οὕτω καὶ ὁ Χριστὸς

ἐγγὺς αὐτοῦ που τοῦ τόπου τὸν λαὸν ἐδάκρυεν, ἵνα ἀπολοῦσαι

δυνηθῇ, τὴν παρ' ἑαυτοῦ εὐωδίαν δι' εὐσπλαγχνίαν δηλῶν.

Τότε μὲν ἐπὶ ξύλου ἐνύσσετο ὡς ἐν ἀμπελῶνι, ἵνα τὸ καλὸν

μύρον τῆς εὐωδίας δείξῃ.

3

Ὁ δὲ λόγος τοῦ θεοῦ κατὰ σάρκα

σώματι ἐσφίγγετο καὶ μέγας ὢν μικρὸς ἐγένετο· ἐντεῦθεν

κρεμασθέντος αὐτοῦ ἐπὶ ξύλου τὸ καλὸν μύρον τῆς εὐωδίας

ἀπεκαλύπτετο.

4

Λέγει οὖν· <Ἀδελφιδός μου ἐν ἀμπε-

λῶσιν Ἐνγαδδί>.

14

1

Ἀντιφωνεῖ καὶ λέγει πάλιν ἐκεῖνος· <Ἰδοὺ εἶ

καλή, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή> [ἀδελφιδός

μου]. Ὑπὸ πάντων γὰρ πεφίλησαι καὶ τῶν μὴ γινωσκόντων σε.

<Ἰδοὺ εἶ καλὸς ἀδελφιδός μου>. Ὡμολόγησάς με

καλόν, διὰ ταύτην τὴν αἰτίαν ὁμολογῶ σε κἀγὼ καλήν. Τί δὲ

ἦν τὸ εἰπεῖν τὸν Χριστόν· Καλὴ εἶ, ἀλλ' ἤ· «Θάρσει, θύγατερ,

ἀφέωνταί σου αἱ ἁμαρτίαι».

15

2

Ἐπεφώνησε πάλιν ἡ αὐτὴ καὶ λέγει· <Ἰδοὺ εἶ

καλὸς ἀδελφιδός μου καί γε ὡραῖος· πρὸς

κλίνην ἡμῶν σύσκιος, δοκοὶ οἴκων ἡμῶν

κέδροι>. Τίνα δὲ βούλεται λέγειν τὴν κατοικίαν; Λέγει γάρ·

<πρὸς κλίνην ἡμῶν σύσκιος>· πάντως τὴν τοῦ πνεύ-

ματος χάριν σκ〈έπη〉ν γενομένην πᾶσι τοῖς καυσουμένοις.

16

1

<Δοκοὶ οἴκων ἡμῶν κέδροι>. Τίνες δοκοὶ

κέδρινοι, ἀλλ' ἢ πατέρες καὶ πατριάρχαι; Ὃν γὰρ τρόπον ἡ

κέδρος οὐ σήπεται, οὕτω καὶ δόξα πατέρων οὐκ ἀπολεῖται.

<Πατνώματα ἡμῶν κυπάρισσοι>. Πατνώματα γάρ

εἰσιν οἱ ἀπόστολοι, τὴν πᾶσαν ὀροφὴν ὑποβαστάζοντες. Ὥσπερ

δὲ ἡ κυπάρισσος οὐκ ἀποβάλλεταί ποτε τὸ ἄνθος, ἔχει δὲ ἐν

ἑαυτῇ πάντοτε τὴν μορφὴν καὶ χειμῶνος καὶ θέρους, τὸν αὐτὸν

τρόπον καὶ οἱ ἀπόστολοι οὐ λείπουσι πατνώματα κυπαρίσσου

ἐκκλησίας ὑπάρχοντες.

17

1

Ἄρχεται λοιπὸν ἑαυτὴν ἐπάγειν καὶ λέγειν δικαιου-

μένη· <Ἐγὼ ἄνθος τοῦ ἄγρου ὡς κρίνον τῶν

κοιλάδων, ὡσεὶ κρίνον ἐν μέσῳ ἀκανθῶν>.

Ἐγὼ πλάτος τοῦ κόσμου ἤδη σκορπιζομένη, σοὶ πιστεύουσα

ἄνθος γεγένημαι παρὰ πᾶσιν ἀνθρώποις. Καὶ γάρ ἐστι θεωρῆ-

σαι ἵνα, ἐάν τις ἐκ περιτομῆς πιστεύσῃ Χριστῷ, πῶς ἄνθος ἐστὶ

παλαιὰ καὶ νέα φθεγγόμενος.

2

Τὴν εὐωδίαν τοίνυν τοῦ κρίνου

παρέβαλε τῇ ὁμοιότητι τῶν ἁγίων. Ὃν γὰρ τρόπον τὸ κρίνον

εὐωδιάζει, οὕτω καὶ οἱ ἅγιοι, τῶν ἐν τῷ βίῳ ἀνθρώπων ὡς

ἀκανθῶν ἀποπνιγομένων, μυρίζουσι.

18

1

Τῆς οὖν εὐωδίας ταύτης μετέχων λέγει αὐτῇ·

<Ἰδοὺ εἶ καλὴ ἡ πλησίον μου, ἰδοὺ εἶ καλή>.

Ἡ δὲ πρὸς Χριστόν· <Ἰδοὺ εἶ καλός· ὡς μῆλον ἐν

τοῖς ξύλοις τοῦ δρυμοῦ οὕτως ἀδελφιδός

μου>. Ὃν γὰρ τρόπον, ἀγαπητοί, ἐν μήλῳ πάρεστιν εὐωδία

παρὰ πᾶν ἀκρόδρυον, οὕτω καὶ Χριστὸς ἀνὰ μέσον πάντων

προφητῶν ἐπὶ ξύλου πηγνύμενος τὴν εὐωδίαν ὡς μῆλον παρεί-

χετο.

19

1

<Ἀδελφιδός μου ἀποκρίνεται καὶ λέγει

μοι· Ἐλθέ, ἡ πλησίον μου, καλή μου, περισ-

τερά μου>. Δικαίως ταύτην λοιπὸν περιστερὰν καλεῖ εἰς

ἡμερότητα τρεπομένην.

2

<Ἐχόμενα τοῦ προτειχίσ-

ματος> προσκαλεῖ ταύτην. Προτείχισμα δὲ πρόμαχόν ἐστι

τειχῶν. Ἐλθέ, φησίν, ἐγγὺς ἀσφαλείας καὶ δικαιοσύνης τοῦ

προτειχίσματος, ἵνα δικαίων κοινωνὸς γένῃ.

3

<Δεῖξόν μοι

τὴν ὄψιν σου καὶ ἀκούτισόν με τὴν φωνήν

σου· ὅτι ἡδεῖα ἡ φωνή σου καὶ ἡ ὄψις σου

ὡραία>. Ἀκουτισθείσης γὰρ ψυχῆς, μᾶλλον δὲ τῆς συναγωγῆς,

καὶ ὁμολογησάσης Χριστὸν ἐν ἀληθείᾳ, ἡδεῖα ἡ φωνή, χαρο-

ποιὰ ἡ ὄψις τῆς πίστεως, παρρησιαζομένη δὲ ἀποκρίνεται καὶ

λέγει· Μυστήριον γὰρ μυστηριωδῶς σοι βούλομαι φράσαι ἀπὸ

τοῦ νῦν ὅσα ἐπικεκρυμμένως εἰς τὰ μέλλοντα ἡμῖν ἐκφύεσθαι

ἐξηγήσατο.

20

1

Εἰπούσης γὰρ αὐτῆς ὅτι <ἀκούτισόν με τὴν

φωνήν σου>, ἐπάγει λέγουσα· <Πιάσετε ἡμῖν ἀλώ-

πεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας καὶ

ἀμπελῶνες ἡμῖν κυπρίζουσιν>. Οἶδά σε δὲ πυθόμενόν

με καὶ περὶ τοῦ Σαμψὼν πολλάκις τί φησι τὰ «ἀλωποὺς ἐκράτησε

κέρκον πρὸς κέρκον δήσας»; Μυστηριωδῶς δὲ τὰς μελλούσας

ἀνακύπτειν αἱρέσεις προεσημήνατο ἐν οἷς καὶ ἡ βίβλος αὕτη

ἀλώπεκας τοὺς ψευδοπροφήτας λέγει καὶ ψευδοχρίστους. Τί δέ

φησι μικρούς; Ὡς γὰρ ἔτι, φησί, νηπιάζουσι, συλλάβετε αὐτάς,

ἵνα μὴ αὐξήσαντες τοὺς ἀμπελῶνας κακίας ἐμπλήσωσι τοὺς

κυπρίζοντας τὸ ἄνθος τῆς πίστεως. Ὅτι δὲ ἀλωποί εἰσιν οἱ

ψευδοπροφῆται καὶ αἱρετικοί, ἄκουσον Ἰερεμίου λέγοντος·

«Ἰδοὺ οἱ ψευδοπροφῆταί σου, Ἰσραήλ, ὡς ἀλώπεκες ἐνεδρεύον-

ταί σοι». Τοῦτο δὲ καὶ Χριστὸς ἐν τοῖς εὐαγγελίοις ἐδήλωσε

πρὸς Ἡρώδην εἰπών· «Εἴπατε τῇ ἀλώπεκι ταύτῃ· Ἰδοὺ σήμερον

καὶ αὔριον δυνάμεις ἐπιτελῶ καὶ τῇ τρίτῃ ἡμέρᾳ δοξασθήσο-

μαι».

2

Τούτοις δὲ καὶ αὐτὸς ὁ Σαμψὼν τοὺς τʹ ἀλωποὺς

κέρκον πρὸς κέρκον δήσας, λαμπάδα ὀπίσω αὐτῶν τὰς αἱρέσεις

τὰς μελλούσας ἀναφύειν ᾐνίττετο, ὧν τὰ ἔσχατα πῦρ φλέγον.

3

Κέρκον δὲ πρὸς κέρκον δήσας, τὸ ἀνόμοιον ἔδειξεν αὐτῶν

ὅτι καὶ αἱ αἱρέσεις ἀλλήλαις ἀντιλέγουσι.

4

Τούτων κρατου-

μένων, οἱ ἀμπελῶνες κυπρίζουσι καὶ καρπὸν πέπειρον τῷ θεῷ

προσφέρουσιν.

21

1

Ἀποκρίνεται πάλιν καὶ λέγει· <Ἰδοὺ ἀδελφιδός

μου πηδῶν ἥκει ἐπὶ τὰ ὄρη διαλλόμενος ἐπὶ

τοὺς βουνούς. Ὅμοιος ἦν ἀδελφιδός μου τῇ

δορκάδι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθήλ>.

2

Τί

τὸ πήδημα; Τοῦ λόγου τὸ ταχύ. Ἐπήδα γὰρ ἀπὸ μὲν τοῦ οὐρανοῦ

εἰς μήτραν παρθενικήν, ἀπὸ μήτρας εἰς τὸν κόσμον, ἀπὸ τοῦ

κόσμου ἐπὶ τὸ ξύλον, ἀπὸ τοῦ ξύλου εἰς τὸν ᾅδην, ἀπὸ τοῦ

ᾅδου ἄνεισι πάλιν εἰς γῆν, ἀπὸ γῆς εἰς οὐρανούς, ἀπ' οὐρανοῦ

πάλιν ἐπὶ τὴν γῆν, ἀλλὰ τότε μὲν σῶσαι, νῦν δὲ κρίναι τὸν

κόσμον.

3

Ἐπὶ γὰρ τοῖς τὰ ὑψηλὰ ὡς ὄρη φρονοῦσι πατεῖ

μέν, διάλλεται δέ· οὐκ ἀναπαύεται γὰρ ἐπ' αὐτήν.

22

1

<Ὅμοιος>, φησί, <τῇ δορκάδι>. Τὸ γὰρ ὀξὺ

τοῦ λόγου καινὸν καὶ εὔκολον ἐσήμανε· θαύμασον δέ, ὦ ἄνθρωπε,

τοῦ θεοῦ ὀξύτητα δρόμων, ἀπὸ ἀνατολῶν ἐπὶ δύσιν, ἀπὸ δύσεως

ἐπὶ μεσημβρίαν, κάτω καὶ ἄνω σπεύδοντος, ἵνα ποτὲ μὲν ὡς

δορκάς, ποτὲ δὲ ὡς ἔλαφος δειχθῇ, τῷ ὠκεῖ τῶν ποδῶν τὸ εὐαγ-

γέλιον σημαίνων. Ἀμφότερα δὲ διχηλῆ καὶ μαρυκᾶται.

4

Ταῦτα μόνος καθαρὰ ἐκήρυττε. Καθαρὸς γὰρ ἐσημαίνετο

Χριστός, τῶν δύο διαθηκῶν πίστιν ἐπιφερόμενος. Μαρυκᾶται

γὰρ τὸ σαφὲς τοῦ λόγου, τῆς δυνάμεως τὸ ἰσχυρὸν ἀναφέρων.

23

1

Εἶτα <ἰδοὺ ἀδελφιδός μου παρακύπτων

διὰ τῶν θυρίδων, ἐκκύπτων διὰ τῶν δικτύων.

Λέγει μοι· Ἐλθέ, πλησίον μου, καλή μου,

περιστερά μου>. Θυρίδας δὲ καὶ δίκτυα τοὺς προφήτας

καλεῖ, ἐξ ὧν διακύπτων ὁ λόγος κηρύσσεται Διὰ τούτων τῶν

θυρίδων παρακύπτων λέγει μοι· Ἐλθέ, ἡ πλησίον μου. Διὰ πάν-

των γὰρ τῶν προφητῶν προσκαλεῖται ταύτην, καθὼς καὶ ὁ

προφήτης λέγει· «Θυρίδες ἠνεῴχθησαν ἐν τῷ οὐρανῷ».

24

1

<Ἐν νυξί, φησίν, ἐζήτησα ὃν ἠγά-

πησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν καὶ οὐχ

εὗρον αὐτόν. Εὗρόν με οἱ φρουροῦντες τὴν

πόλιν. Μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου εἴδετε;

Ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτὸν ἕως

οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου

καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με>.

2

τῶν ἀποκρύφων μυστηρίων τοῦ θεοῦ. Θεώρησον τοῦτο πληρούμε-

νον ἐν Μάρθᾳ καὶ Μαρίᾳ.

3

Τῇ νυκτὶ γὰρ ἐζήτησαν τὸν

ζῶντα ὡς νεκρόν. Ἄκουσον γὰρ τοῦ ἀγγέλου· «Τίνα ζητεῖ-

τε;»

4

<Εὗρόν με οἱ φρουροῦντες τὴν πόλιν>.

Τίνες οὗτοι; Οἱ ἄγγελοι οἱ εἰς τὸν τάφον καθήμενοι. Οὐκέτι

γὰρ τάφος ἦν, ἀλλὰ πόλις, ὅτι τὸν οὐράνιον βασιλέα ἐχώρησεν.

25

1

Εἶτα, ὡς ἀπέστη ἀπ' αὐτῶν, φησίν· <Εὗρον ὃν

ἠγάπησεν ἡ ψυχή μου>.

2

Ἰδοὺ γάρ, φησίν, Ἰησοῦς

ἀπήντησεν αὐταῖς. <Ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα

αὐτόν>. Προσελθοῦσαι γὰρ ἐκράτησαν αὐτοῦ τοὺς πόδας.

Οὐκ ἀφιεῖσαι αὐτόν, φησίν, <ἕως εἰσήγαγον αὐτὸν

εἰς οἶκον μητρός μου καὶ εἰς ταμιεῖον τῆς

συλλαβούσης με>, τῆς καρδίας μου ἔνδον καὶ τῶν σπλάγχ-

νων καὶ τῆς ψυχῆς τὴν ἀγάπην αὐτοῦ ἔγνων,

3*

μυστηριωδῶς

ὁ Σολομῶν πρὸ τοσούτων γενεῶν τῶν γυναικῶν τὸ μυστήριον

αἰνιττόμενος.

26

1

Εἶτα μετὰ τοῦτο· <Τίς αὕτη ἡ ἀναβαίνου-

σα ἀπὸ τῆς ἐρήμου ὡς στελέχη καπνοῦ

τεθυμιαμένη, σμύρναν καὶ λίβανον ἀπὸ

πάντων κονιορτῶν μυρεψοῦ>. Πάλαι γὰρ τὰ ἔθνη

ἔρημα θεῷ ὑπήρχομεν, νυνὶ δὲ χάριτι θεοῦ πολίται καὶ

συγκληρονόμοι Χριστοῦ. Τὴν οὖν ἐξ ἐθνῶν ἐκκλησίαν λέγει τὴν

ἔρημον ἥτις ἐγένετο πόλις τοῦ θεοῦ.

2

<Ὡς στελέχη

καπνοῦ τεθυμιαμένη>. Διὰ τί καπνοῦ; Ὅτι καπνὸς ἐκ

πυρὸς προερχόμενος εἰς ἀέρα ἵπταται. Τὸν αὐτὸν δὴ τρόπον τοῦ

Χριστοῦ μυστήριον κατήγγειλεν ἡ οἰκονομία εἰς τὰ πέρατα τῆς

γῆς, εὐωδιάσαν ἡμᾶς τῷ πυρὶ τῆς θεότητος ἀπὸ τῆς γῆς εἰς

οὐρανοὺς ἀνερχόμενον.

3

Στέλεχος γὰρ ξύλου τὸν σταυρὸν

ἐδήλωσεν, ᾧ φρουρεῖται ἡ ἐκκλησία, <σμύρναν καὶ λίβανον>

τὸν ἐνταφιασμὸν ἐν ᾧ καυχᾶται· ταῦτα γὰρ τὰ εὐώδη θυμιά-

ματα τῆς ἐκκλησίας. Ἀλλά, μετὰ πάντα, φησί· <Κονιορτῶν

μυρεψοῦ>. Συναγόμενα γὰρ τὰ πάθη ἀπὸ τῆς γεννήσεως

αὐτοῦ μέχρι τῆς ἀναστάσεως πάντα εὐωδιάζει. Μυρεψὸν δὲ τὸ

εὐαγγέλιον ὠνόμασεν· ἐν ἐκείνῳ γὰρ ἀπόκεινται πάντα τὰ

εὐώδη μυστήρια. Διὰ τοῦτο λέγει· <Σμύρναν καὶ λίβανον

ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ>.

27

1

Εἶτά φησιν· <Ἰδοὺ ἡ κλίνη τοῦ Σολο-

μῶν, ἑξήκοντα δυνατοὶ κύκλῳ αὐτῆς ἀπὸ

δυνατῶν Ἰσραήλ, ἕκαστος ῥομφαίαν ἐπὶ τὸν

μηρὸν αὐτοῦ βαστάζων>. Κλίνη τοῦ Σολομῶντος οὐκ

ἄλλη τρανὴ ἐκηρύττετο, ἀλλ' ἢ ὁ Χριστός. Ὃν γὰρ τρόπον ἐκ

πολλοῦ κόπου τίς καὶ καμάτου ἐπιστρέψας ἐπὶ κλίνης ἑαυτὸν

ἐπιρρίπτει τῶν καμάτων ἀποσοβῆσαι καὶ ἀναπαύσασθαι, οὕτω

καὶ ἡμεῖς ἐπιστρέψαντες ἐκ τῆς τοῦ κόσμου ματαιότητος καὶ

τῆς τούτου πλάνης, τόν τε κόπον τῶν ἁμαρτημάτων ὡς φορτίον

ἐπὶ τὸν ὦμον ἐγκείμενον ἀπορρίψαντες, ἀνεπαυσάμεθα μυστι-

κῶς ἐν τῇ κλίνῃ ταύτῃ, ἥτις ἐστὶν ὁ Χριστὸς ὁ λέγων· «Δεῦτε

πάντες οἱ κοπιῶντες πρός με, κἀγὼ ἀναπαύσω ὑμᾶς».

2

Ἐπὶ ταύτην τὴν κλίνην ἀνεπαύσαντο οἱ προφῆται, οἱ πρὸ

νόμου καὶ μετὰ νόμον λάμψαντες, πρὸς δὲ καὶ οἱ πατριάρχαι.

<Ἑξήκοντα γὰρ δυνατοὶ κύκλῳ αὐτῆς ῥομφαίαν

ἐπὶ τὸν μηρὸν αὐτοῦ βαστάζων ἕκαστος>,

τούτεστι σπέρμα εἰς Χριστὸν ψηφιζόμενοι ἀπὸ Ἀδὰμ μέχρι τοῦ

Χριστοῦ ἑξήκοντά εἰσι προπάτορες αὐτοῦ ἀπὸ καταβολῆς τοῦ

κόσμου, τουτέστιν, ὡς ἔφθην εἰπών, ἀπὸ τοῦ Ἀδὰμ καὶ καθ' ἑξῆς

μέχρι τοῦ Χριστοῦ.

Καὶ ἐβαπτίσατό, φησιν, ἐν τῷ Ἰορδάνῃ ἑπτάκις. Οὐμάτην πάλαι Ναιμὰν λεπρὸς ὢν βαπτισθεὶς ἐκαθαίρετο, ἀλλ'εἰς ἔνδειξιν ἡμετέραν· οἳ λεπροὶ ὄντες ἐν ταῖς ἁμαρτίαις διὰτοῦ ἁγίου ὕδατος καὶ τῆς τοῦ Κυρίου ἐπικλήσεως καθαρι-ζόμεθα τῶν παλαιῶν παραπτωμάτων, ὡς παιδία νεόγοναπνευματικῶς ἀναγεννώμενοι, καθὼς καὶ ὁ Κύριος ἔφη· ἐὰν μήτις ἀναγεννηθῇ δι' ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσελεύσεταιεἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Εἰ τὸ Ἐλισσαίου σῶμα νεκρωθὲν νεκρὸν ἤγειρε, πόσῳμᾶλλον ὁ Θεὸς ὁ τὰ νεκρὰ σώματα τῶν ἀνθρώπων ζωο-ποιήσας ἄξει ἐπὶ τὴν κρίσιν; Τοῦ ἁγίου Εἰρηναίου ἐπισκόπου Λουγδούνου· Ὥσπερ γὰρ ἡ κιβωτὸς κεχρυσωμένη ἔσωθεν καὶ ἔξωθεν χρυσίῳκαθαρῷ ἦν, οὕτω καὶ τὸ τοῦ Χριστοῦ σῶμα καθαρὸν ἦν καὶ διαυγές,ἔσωθεν μὲν τῷ λόγῳ κοσμούμενον, ἔξωθεν δὲ τῷ πνεύματι φρουρού-μενον, ἵνα ἐξ ἀμφοτέρων τὸ περιφανὲς τῶν φύσεων ἐπιδειχθῇ. Ἀνάγκην ἔσχομεν, ἀγαπητοί, δεῖξαι τίς ἡ δύναμις τῶν ψαλμῶν,οὐχ ἑνὸς ψαλμοῦ κλωμένου πρὸς ἀπάτην ψυχῆς, οὐδὲ πλάνης αἱρέσεωςκαινῆς νομιζομένης. Ὁ γὰρ πανοῦργος πάντοτε διάβολος τὴν ἀπ'ἀρχῆς εἰς ἄνθρωπον ἔχθραν πιθανότητι πλάνης παρεισάγων βούλεταιἐντέχνῳ ἡδονῇ ἀποκτεῖναι τὸν ἄνθρωπον. Ἔλθωμεν τοίνυν ἐπὶ τὰ προκείμενα. Δαυὶδ γέγονε βασιλεὺςἸσραήλ. Οὗτος, βασιλεὺς ἐν Ἱερουσαλήμ, τὸ πᾶν πλῆθος τοῦ λαοῦκρατήσας, ὃ ὑπετάγη μετὰ τὴν τελευτὴν Σαούλ, δίκαιος ὑπάρχωνἀνήρ, κατ' ἐπαγγελίαν θεοῦ ἐκλεγείς, ἐβουλήθη τὴν κιβωτὸν ἀναγαγεῖνεἰς Ἱερουσαλήμ. Ἦν δὲ ἐν οἴκῳ Ἀμιναδὰβ πρὸ ἐτῶν εἴκοσιν ἐπι-στρέψασα ἀπὸ Ἀζωτίων. Οὗτος ἐλθὼν λαμβάνει τὴν κιβωτόν, ἣνἐπιθεὶς ἐπὶ ἅμαξαν καινὴν ἄγειν ἐπειράθη εἰς Ἱερουσαλήμ. Καὶ δὴὁ Ἄζα ἀπίστως ἐκτείνας τὴν χεῖρα πέπτωκε παταχθείς· ἐφ' ᾧδειλιάσας ὁ Δαυὶδ εἰσήγαγε τὴν κιβωτὸν εἰς οἶκον Ἀβδαιδὰν τοῦΓετθαίου. Καὶ δὴ τρεῖς μῆνας γενομένη παρ' αὐτῷ παρέσχε χάρινπρὸς θεόν· ὅθεν μαθὼν Δαυὶδ ὅτι εὐλόγηται Ἀβδαιδάν, κατελθὼνπάλιν ἀναλαμβάνει τὴν κιβωτὸν ἐξ οἴκου Ἀβδαιδὰν καὶ ταύτηνἄγει εἰς Ἱερουσαλήμ. Ἣν καταστήσας ἐκεῖ, εἰς κλῆρον λαβὼν τὴνφυλὴν Λευί, ἐπιλέγεται τοὺς κληρωθέντας τέσσαρας ἄρχοντας ᾠδῶν. Τέσσαρες οὖν ᾠδοὶ γίνονται Ἀσὰφ Αἰμὰν Αἰθὰμ Ἰδιθούμ·τούτοις ἀριθμὸς ᾠδῶν παρακολουθεῖ σπηʹ. Ἔστι δὲ καὶ πρὸς τοῦτοἀπ' ἀρχῆς τὸ προφητευθὲν θεωρῆσαι μυστήριον, ὅπερ ἐπὶ τῶν ᾠδῶν