The Greek Library Author

Anonymous

Fragmenta in Proverbia

Authority group
Hippolytus Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
Fragmenta in Proverbia, ed. Richard, Muséon 78 (1965) 263–271, 273–277, 279– 288.
CTS identifier
urn:cts:greekLit:tlg2115.tlg053.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

4

2

Εἰ δὲ ἐφ' ἡμῖν ἐστι τὸ <περιχαρακοῦν> αὐτήν, αἱ δὲ

ἀρεταὶ ἐφ' ἡμῖν, χάρακες ἄρα εἶεν αἱ ἀρεταὶ αἱ ὑψοῦσαι

τὴν γνῶσιν τοῦ θεοῦ.

3

Οἷον ἄσκησις, μελέτη καὶ ὁ ἄλλος

τῶν ἀρετῶν ὁρμαθός, ἃς ὁ τηρῶν τὴν σοφίαν τιμᾷ· μισθὸς δὲ

τὸ πρὸς αὐτὴν μετεωρισθῆναι καὶ περιληφθῆναι ὑπ' αὐτῆς ἐν

τῷ ὑπερκοσμίῳ παστῷ.

5vat

1

Ἱππολύτου. Εἶπε καὶ

τὴν αἰτίαν πῶς ἔσται τοῦτο.

<Ὁδοὺς γὰρ σοφίας> ἤτοι

τῆς εὐμηχάνου, τῆς εὐπόρου·

ὅθεν ἂν βαδίσαι θέλῃς, πάντα

ὑπεξίσ〈τα〉ται, οὐδὲν τὸ

ἀντιπίπτον, εἴκουσι πάντα καθὰ

βασιλίδα.

2

Θείως δὲ εἶπεν τὸ <ἐμ-

βιβάζω>, ὥστε φησὶ ἀσ-

φαλῆ γενέσθαι τὴν παραμο-

νήν. Οὐ γὰρ τοσαῦται παρεκ-

τροπαὶ τῶν λεωφόρων ὅσαι τῆς

ἀρετῆς· καὶ ἔργον ἐστὶν ἐρεῖν

ἄνδρα ὀρθὸν ἀεί.

5pat

1

Εἶτα πῶς τοῦτό φησιν·

<ὁδοὺς γὰρ σοφίας> διδά-

σκω σε τῆς εὐμηχάνου καὶ

εὐπόρου· οὐ γὰρ ἔχει μίαν

ὁδόν, ἀλλ' ὅθεν ἂν βαδίσαι

βουληθῇ, τὸ ἀντιπίπτον οὐδέν·

πάντα παραχωρεῖ καὶ ὑπεξί-

σταται καθάπερ τινὶ βασιλίδι.

2

〈Θείως δὲ εἶ〉πεν <ἐμ-

βιβάζω>, ὥστε ἀσφαλῆ

γένεσθαι τὴν παραμονήν. Οὐκ

εἶπεν ἀνίστημι, 〈ἀλλ' <ἐμ-

βιβάζω>〉. Οὐ γὰρ τοσαῦ-

ται αἱ παρεκτροπαὶ τῶν λεωφό-

ρων τούτων εἰσὶν ὅσαι ἐκκλί-

νουσιν ἀπὸ τῆς ἀρετῆς καὶ

ἄνδρα ἔργον ἐσ〈τὶν〉 εἶναι

ἀεὶ ὀρθόν.

5vat,bis

1

Εἰ γοῦν ἀκούεις ἐμοῦ,

<πληθυνθήσεται ἔτη

ζωῆς σου>.

2

Ἵνα σχῇς ἄφθαρτον ζωὴν

δηλονότι.

3

<Πολλαὶ ὁδοὶ

βίου>, πράξεις ἀγαθαὶ ἐπὶ

τὴν γνῶσιν φέρουσαι τοῦ θεοῦ.

4

<Τροχιαὶ δὲ ὀρθαὶ> αἱ

ἀπὸ τῶν ἀγαθῶν πράξεων πρὸς

ἀγαθὰς πορεύσεις.

5cat1

2

Ἵνα σχῇς, φησίν, ἄφθαρ-

τον ζωήν.

3

<Πολλαὶ> δὲ

<ὁδοὶ βίου>, πράξεις ἀγαθαὶ

ἐπὶ τὴν γνῶσιν φέρουσαι τοῦ

θεοῦ.

4

<Τροχιαὶ ὀρθαὶ>

αἱ ἀπὸ τῶν ἀγαθῶν πράξεων

πρὸς ἀγαθὰς πορεύσεις ἀπά-

γουσαι.

6

1

Ἱππολύτου. <Ἀσεβεῖς> μὲν οἱ ἑτερόδοξοι,

<παράνομοι> δὲ οἱ παραβάται τοῦ νόμου.

2

Ὧν <τὰς

ὁδοὺς> ἤτοι τὰς πράξεις <μὴ ἐπελθεῖν> φησιν.

3

<Τὰς

ὁδούς>, φησί, τῶν ἑτεροδόξων <μὴ ἐπέλθῃς ἢ> τῶν τὸν

νόμον παραβαινόντων.

4

Τὸ γοῦν <μὴ ἐπέλθῃς> ἀντὶ τοῦ

μὴ ἐνθυμηθῇς τὰ διανοήματα αὐτῶν.

5

<Ἔκκλινον> οὖν

<ἀπ' αὐτῶν>, ἡνιοχῶν τὰς ἀλόγους ὁρμάς.

6

<Ἢ ἀσεβεῖς>

φησι τοὺς πονηροὺς λογισμοὺς ψυχὰς ἀποκτείνοντας.

7

στρατὸς αὐτῶν εἰς φόνον ψυχῆς ἀφορᾷ.

7

1

Ἱππολύτου. <Ὀρθὰ> ὁρᾷ ὁ λογισμοὺς ἔχων

ἀπαθεῖς καὶ δόγματα ἀληθῆ.

2

Ὁ μὴ περὶ τὰς ἔξω φαντα-

σίας ἐπτοημένος.

3

Ὅταν λέγῃ <οἱ ὀφθαλμοί σου

ὀρθὰ βλεπέτωσαν>, τὴν ὅρασιν δηλοῖ τῆς ψυχῆς, καὶ

ὅταν παραινῇ· <φάγε μέλι, υἱέ, ἵνα γλυκανθῇ

ὁ φάρυγξ σου>, μέλι τροπικῶς τὴν θείαν λέγει διδασκα-

λίαν, ἥτις τὴν πνευματικὴν καταρτίζει τῆς ψυχῆς γνῶσιν, ἀλλὰ

καὶ ἅπτεται τῆς ψυχῆς ἡ σοφία· <ἐράσθητι> γάρ, φησίν,

<αὐτῆς, ἵνα σε περιλάβῃ>. ψυχὴ δὲ διὰ περιπλοκῆς

σοφίᾳ ἑνωθεῖσα, ἁγιασμοῦ πληροῦται καὶ καθαρότητος.

4

Ἔτι

γε μὴν τῶν Χριστοῦ μύρων ἀντιλαμβάνεται ἡ τῆς ψυχῆς

ὄσφρησις.

8

1

Ἱππολύτου. Ἡ ἀρετὴ μεσότης· διὸ καὶ τὴν ἀνδρείαν

μεταξὺ τῆς θρασύτητος καὶ τῆς δειλίας εἶναί φησιν. Νῦν δὲ

ὀνομάζει <δεξιὰ> οὐ τὰ φύσει δεξιά, —ὅπερ ἐστὶν αἱ ἀρεταί

—ἀλλὰ τὰ φαινόμενά σοι δεξιὰ διὰ τὰς ἡδονάς.

2

Ἡδοναὶ

δέ εἰσιν οὐ μόνον ἀφροδίσια, ἀλλὰ καὶ πλοῦτος καὶ τρυφή·

<ἀριστερὰ> δὲ φθόνος, φόνος, ἁρπαγαὶ καὶ τὰ τούτοις ὅμοια.

3

<Βορέας> γάρ φησι <σκληρὸς ἄνεμος, ὀνόματι

δὲ ἐπιδέξιος καλεῖται>. Βορέαν γὰρ συμβολικῶς τὸν

πονηρὸν καλεῖ—ἤτοι τὸν διάβολον—ἀφ' οὗ ἐξεκαύθη πάντα

τὰ κακὰ ἐπὶ τῆς γῆς.

4

<Ὀνόματι δὲ> οὗτος <ἐπιδέξιος>,

ὅτι ἄγγελος καλεῖται δεξιῷ ὀνόματι.

9

1

Ἱππολύτου. Σύ, φησίν, <ἔκκλινον ἀπὸ

κακοῦ> καὶ τῷ θεῷ μελήσει τοῦ τέλους.

2

Προπορεύεται

γάρ σου καταλύων τοὺς πολεμίους, ὡς ἐν εἰρήνῃ σε βαδίσαι.

10

1

Ἱππολύτου. Ὅρα πῶς αὐτὸν εἰς σύνδεσμον ἄγει

τῆς ὁμοζύγου· δείκνυσι γὰρ καὶ διὰ τοῦ ζῴου τὸ τῆς ἡδονῆς

καθαρὸν καὶ διὰ τοῦ πώλου τὸ τῆς γυναικὸς παρίστησι γαῦρον

καὶ ποθεινόν.

2

Καὶ ἐπειδὴ πολλὰ οἶδε τὰ παροξύνοντα,

ἀσφαλῆ, ἀρραγῆ τὸν τῆς φιλίας αὐτοῖς δεσμὸν ἐπιτίθησι, τὸ

ἀδιάρρηκτον αὐτοῖς μηχανώμενος.

11cat,rec

1

Ἱππολύτου

Οὐ τὸν ἄρτον τῇ μίξει

παραβάλλει, ἀλλὰ τὸ ἐπὶ τῇ

μίξει καταβαλλόμενον ἀργύ-

ριον τῷ τοῦ ἑνὸς ἄρτου τιμή-

ματι.

2

Οὐκ εἶπε δὲ γυναικός,

ἀλλὰ <πόρνης>· οὐ γὰρ ἀπὸ

τῆς φύσεως, ἀλλ' ἀπὸ τῆς

κακίας αὐτὴν ἐκάλεσεν. Κακία

δὲ οὐδενὸς ἀξία, φέρει δέ πως

τοῖς ἡττωμένοις ὀδύνην, ὅταν ὁ

νενικηκὼς εὐκαταφρόνητος ᾖ.

3

Ἢ ὅτι τοσαύτη ἐστὶν ἡ

ἡδονὴ τῆς κακίας, ὅση καὶ

ἑνὸς ἄρτου.

4

Γυνὴ δὲ 〈ἀνδρῶν〉

αἰσχύνθητι, φησίν, ὅτι γυνή

σε νικᾷ καὶ ὅτι τῇ οὐδενὸς

ἀξίᾳ πόρνῃ τὸ παρὰ σοὶ τιμιώ-

τερον, τὴν ψυχήν, προδίδως.

11poly

1

Βασιλείου

Οὐ τὸν ἄρτον τῇ μίξει

παραβάλλει, ἀλλὰ τὸ ἐπὶ τῇ

μίξει καταβαλλόμενον ἀργύ-

ριον τῷ τοῦ ἑνὸς ἄρτου τιμή-

ματι.

2

τοῦ Χρυσοστόμου

<Τιμὴ γὰρ πόρνης>,

ἐννόησον τί ἐστιν ἐκείνη, πῶς

οὐδενὸς ἀξία λόγου· φέρει γάρ

τινα καὶ τοῦτο τοῖς ἠτιμω-

μένοις ὀδύνην, ὅταν ὁ νενικη-

κὼς εὐκαταφρόνητος ᾖ. Τιμὴ

γὰρ οὐκ εἶπε γυναικός, ἀλλὰ

<πόρνης>, οὐκ ἀπὸ τῆς φύσεως,

ἀλλ' ἀπὸ τῆς κακίας αὐτὴν ἐκά-

λεσεν· κακία δὲ οὐδενὸς ἀξία

λόγου.

12

1

Ἱππολύτου. Ἵνα μὴ λέγῃς· «Τί γὰρ βλάβος τοῖς

ὀφθαλμοῖς μὴ πάντως οὔσης ἀνάγκης τὸν ἐνορῶντα τραπῆναι;»

δείκνυσί σοι ὡς ἡ μὲν ἐπιθυμία πῦρ ἐστιν, ἡ δὲ σὰρξ ἱμάτιον·

τὸ μὲν εὐάλωτον, ἡ δὲ τυραννική. Ὅταν δὲ οὐχ ἁπλῶς

ἐγκείμενον ᾖ, ἀλλὰ καὶ ἀποδεδεμένον, οὐ πρότερον ἐξελεύσεται,

ἕως ἑαυτῷ ποιήσει διέξοδον. Ὁ γὰρ ἰδὼν γυναῖκα, εἰ καὶ

διέφυγεν, ἀλλ' οὐκ ἐπιθυμίας καθαρὸς ἀνεχώρησεν. Τί δὲ δεῖ

πραγμάτων, παρὸν ἀπραγμόνως σωφρονεῖν; Ὅρα τί φησιν ὁ

Ἰώβ· <Διαθήκην διεθέμην τοῖς ὀφθαλμοῖς μου,

τοῦ μὴ κατανοῆσαι γυναῖκα ἀλλοτρίαν>,

οὕτως οἶδε τὴν τῆς ἐπηρείας ἰσχύν. Καὶ ὁ Παῦλος δὲ τούτου

ἕνεκεν <Ὑπεπίεζε τὸ σῶμα καὶ ἐδουλαγώγει>.

13

1

Ἱππολύτου. Κέμφος ἐστὶν εἶδος λάρου, ὃς οὕτως

ἀκρατῶς ἔχει πρὸς ἡδονὴν ὡς αἵματος πληροῦσθαι δοκεῖν τοὺς

ὀφθαλμοὺς ἐν τῷ ὀχεύειν, καὶ λανθάνει ἀναισθητῶν, βρόχοις

πολλάκις ἢ χερσὶ περιπίπτων ἀνθρώπων.

2

Τούτῳ οὖν τὸν

προστιθέμενον τῇ πόρνῃ δι' ἀκολασίας ἀπείκασεν.

3

Ἣ διὰ

τὸ τοῦ ζῴου εὔηθες· καὶ γὰρ καὶ οὗτος ὡς ἄφρων <ἐπηκολού-

θησεν>. Φασὶ δὲ αὐτὸ τοσοῦτον χαίρειν ἀφρῷ, ὥστε εἴ τις

πλέων ἀφρὸν ἐπὶ χειρὸς ἕξει, ἐπικάθηται τῇ χειρί.

4

Τίκτει

δὲ καὶ ἐν ὀδύνῃ.

13procop

1

Τῶν ἐρῳδιῶν τρία γένη, ὅ τε κέπφος καὶ ὁ λευκὸς καὶ ὁ

ἀστ〈ερ〉ίας. Ὁ δὲ κέπφος χαλεπῶς εὐνάζεται καὶ ὀχεύει·

κράζει τε καὶ αἷμα τῶν ὀφθαλμῶν ἀφίησι καὶ τίκτει ἐν ὀδύνῃ,

καθά φησιν Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων. Τῷ οὖν ὀρνέῳ

τὸν πειθόμενον τῇ πόρνῃ δι' ἀκολασίαν ἀπείκασεν.

2

Ἕτερός φησι· Δυσκίνητον τὸ ζῷον καὶ εὔηθες· ὡς οὖν

ἄφρων <ἐπηκολούθησεν>. Ἐν πελάγει δέ φασιν διατρίβον,

χαίρει θαλάττης ἀφρῷ· κἂν ἀφρόν τις πλέων ἐπὶ χειρὸς

ἐπιδείξῃ, ἐπικάθηται ταῖς χερσί, ῥαδίαν ἔχον τὴν ἅλωσιν.

14

1

Ἱππολύτου· Εἶδες αὐτῆς τὴν βλάβην, μὴ ἀναμεί-

νῃς δέξασθαι τὴν ἐπιθυμίαν· ἀθάνατος γὰρ αὐτῆς ἡ τελευτή.

16

1

Ἱππολύτου· Σημείωσαι ὅτι τὸν σοφὸν πολλοῖς εἶναι

χρήσιμον ἀναγκαῖον, ὡς ὅ γε ἑαυτῷ χρήσιμος μόνον οὐκ εἴη

σοφός· πολλὴ γὰρ τῆς σοφίας κατηγορία, εἰ μέχρι τοῦ

κεκτημένου τὴν δύναμιν ἕξει. Ὥσπερ δὲ ἰὸς οὐκ ἂν εἴη βλαβερὸς

ἑτέρῳ σώματι, ἀλλὰ τῷ δεχομένῳ μόνῳ, οὕτω καὶ ὁ ἀποβὰς

κακὸς ἑαυτὸν βλάψει, οὐκ ἄλλον. Οὐδεὶς γὰρ ἐνάρετος παρὰ

κακοῦ βλάπτεται.

17

1

Ἱππολύτου· <Καρπὸς δικαιοσύνης> καὶ <δέν-

δρον ζωῆς ὁ> Χριστός ἐστιν, ὁ μόνος ἀνθρωπίνως <πᾶσαν

δικαιοσύνην πληρώσας>. καὶ ὡς αὐτοζωὴ τοὺς τῆς

γνώσεως καὶ ἀρετῆς καρποὺς ὡς δένδρον ἐβλάστησεν· ἐξ οὗ

οἱ ἐσθίοντες ἀειζωΐαν λήψονται, καὶ τοῦ παραδείσου τοῦ δένδρου

τῆς ζωῆς ἀπολαύσονται σὺν Ἀδὰμ καὶ πᾶσι τοῖς δικαίοις.

Αἱ δὲ τῶν <παρανόμων ψυχαὶ ἀφαιροῦνται> μὲν

<ἄωροι> ἐκ προσώπου τοῦ θεοῦ παρὰ τὸ παρορᾶν αὐτὸν αὐτοὺς

ἐν τῇ φλογὶ τῆς βασάνου.

18

1

Ἱππολύτου· Οὐ παρὰ ἀνθρώπων, ἀλλὰ παρὰ τῷ θεῷ

δύναμιν εὕρῃ.

19

1

Ἱππολύτου. Οὗτος <ἐρωτᾷ σοφίαν ὁ> γνῶναι

ζητῶν τί τὸ θέλημα τοῦ θεοῦ· <ἐννεὸν δὲ ἑαυτὸν ποι-

ήσας> περὶ οὗ μαθεῖν ἦλθεν, οὗτος <δόξει φρόνιμος

εἶναι>.

2

Εἰ οὗτος ἐρωτᾷ περὶ σοφίας ὁ βουλόμενός τι περὶ

σοφίας μαθεῖν, οὗτος δὲ σιωπᾷ ἀπὸ σοφίας ὁ μὴ μόνον οὐδὲ

θέλων γνῶναι περὶ σοφίας, ἀλλ' ἀποπαύων καὶ τοὺς πλησίον.

Διὸ καὶ φρονιμώτερος λέγεται εἶναι ὁ πρότερος τοῦ δευτέρου.

20

1

Ἱππολύτου· Αὗται αἱ <τρεῖς θυγατέρες>, εἶτα

κατ' ἰδίαν ἄλλαι.

2

Ἀεὶ ἐν σκυθρωπῷ ...

26vat

1

Ἱππολύτου· Ὁ σεισμὸς δη-

λοῖ τὴν τῶν ἐπὶ γῆς πραγμά-

των μεταβολήν. Ἡ ἁμαρτία

τοίνυν δούλη οὖσα φύσει <ἐβα-

σίλευσεν ἐν τῷ θνητῷ>

τῶν <ἀνθρώπων σώματι>.

Ἅπαξ μὲν ἐπὶ τοῦ κατακλυσ-

μοῦ·

δεύτερον δὲ ἐπὶ τῶν Σοδομι-

τῶν, μὴ ἐνεγκάντων τὴν εὐφο-

ρίαν τῆς γῆς, ἀλλὰ καὶ τοὺς

ξένους βιασαμένων· τρίτον ἐπὶ

τῆς μισητῆς Αἰγύπτου, τῆς

λαχούσης ἄνδρα τὸν Ἰωσὴφ

σιτομετροῦντα πᾶσιν, ἵνα μὴ

διαφθαρῶσι λιμῷ ἀλλ' οὐκ

ἤνεγκε τὴν εὐτυχίαν, εἰς τοὺς

υἱοὺς Ἰσραὴλ ἐξυβρίσασα.

<Οἰκέτις δὲ ἐκβαλοῦσα

τὴν ἑαυτῆς δέσποι-

ναν, ἡ> ἐξ ἐθνῶν ἐκκλησία,

ἣ δούλη οὖσα καὶ ξένη τῶν

ἐπαγγελιῶν, τὴν εὐγενίδα καὶ

κυρίαν συναγωγὴν <ἐκβα-

λοῦσα>, γέγονε κυρία καὶ

νύμφη Χριστοῦ.

26procop

1

Ὁ σεισμὸς νῦν δηλοῖ τὴν

τῶν ἐπὶ γῆς πραγμάτων μετα-

βολήν· ἅπαξ μὲν ἐν τῷ κατα-

κλυσμῷ διὰ τὴν τότε βασι-

λεύουσαν ἁμαρτίαν, ὅπερ τῇ

φύσει δοῦλόν ἐστι. <Πᾶς γὰρ

ὁ ποιῶν τὴν ἁμαρτίαν

δοῦλός ἐστι τῆς ἁμαρ-

τίας. Ἡ γὰρ ἁμαρτία

ἐβασίλευσεν ἐν τῷ

θνητῷ τῶν ἀνθρώπων

σώματι>.

procop

1

Τοῦτο δὲ δεύτερον ἐπὶ τῶν

Σοδομιτῶν, μὴ ἐνεγκόντων τὴν

εὐφορίαν τῆς γῆς, ἀλλὰ καὶ

ξένους βιασαμένων· τρίτον ἐπὶ

τῆς μισητῆς Αἰγύπτου, τῆς

λαχούσης ἄνδρα τὸν Ἰωσὴφ

σιτομετροῦντα πᾶσιν, ἵνα μὴ

διαφθαρῶσι λιμῷ· ἀλλ' οὐκ

ἤνεγκε τὴν εὐτυχίαν εἰς τοὺς

υἱοὺς Ἰσραὴλ ἐξυβρίσασα.

<Οἰκέτις δέ> ἐστιν <ἐκβα-

λοῦσα τὴν ἑαυτῆς

κυρίαν ἡ> ἀπὸ τῶν ἐθνῶν

ἐκκλησία, ἡ φύσει τε δούλη

οὖσα καὶ ξένη τῶν διαθηκῶν

καὶ ἀλλοτρία τῶν ἐπαγγελιῶν

καὶ μακρὰν τοῦ θεοῦ παρευδο-

κιμήσασα, τὴν εὐγενίδα συνα-

γωγὴν καὶ κυρίαν διὰ τοὺς

πατέρας καὶ τὴν νομοθεσίαν

<ἐκβαλοῦσα> καὶ γενομένη

νύμφη Χριστοῦ.

29vat

1

Ἱππολύτου. Τὸν πεποιωμέ-

νον ἐν τῇ κακίᾳ· ὁ δὲ ἀπόστο-

λος· <τοὺς ἁμαρτάνον-

τας>, φησίν, <ἐνώπιον

πάντων ἔλεγχε>. [τὸν

ἐκτραπέντα πρὸς ὀλίγον].

29cat1

1

Anonyme. Ἢ τὸν πεποιωμέ-

νον τῇ κακίᾳ· ὁ δὲ ἀπόστολός

φησιν· <τὸν ἁμαρτάνοντα

ἐνώπιον πάντων ἔλε-

γχε>, τὸν πρὸς ὀλίγον

ἐκτραπέντα.

30

1

Ἱππολύτου. Καθάπαξ ἀδύνατον νοηθῆναι· οὐ καθάπαξ,

φησίν, <ἀδύνατον νοῆσαι>.

31vat

1

Σύ· Ὁ τὴν τοῦ <θεοῦ

δόξαν ἢ> τὴν τοῦ <βασι-

λέως κρύπτων> παρ' ἑαυτῷ,

τουτέστι κατέχων καὶ φυλάτ-

των, τιμᾷ προστάγματα αὐτοῦ.

cat1

1

Ἱππολύτου· Ὁ τὴν τοῦ

<θεοῦ δόξαν ἢ> τὴν τοῦ

<βασιλέως κρύπτων> παρ'

ἑαυτῷ, τιμᾷ πρόσταγμα αὐτοῦ.

Ὁ θεὸς καὶ πατὴρ τοῦ κυ-ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶθεὸς πάσης παρακλήσεως, ὁἐν ὑψηλοῖς κατοικῶν καὶ τὰταπεινὰ ἐφορῶν, ὁ γινώσκωντὰ πάντα πρὶν γενέσεως αὐ-τῶν, σὺ ὁ δοὺς ὅρους ἐκκλη-σίας διὰ λόγου χάριτός σου,ὁ προορίσας τε ἀπ' ἀρχῆςγένος δίκαιον ἐξ Ἀβραάμ,ἄρχοντάς τε καὶ ἱερεῖς κατα-στήσας,τό τε ἁγίασμά σου μὴ καταλι-πὼν ἀλειτούργητον, ὁ ἀπὸκαταβολῆς κόσμου εὐδοκήσαςἐν οἷς ᾑρετίσω δοξασθῆναι·καὶ νῦν ἐπίχεε τὴν παρά σουδύναμιν τοῦ ἡγεμονικοῦ πνεύ-ματος, ὅπερ διὰ τοῦ ἠγαπη-μένου σου παιδὸς ἸησοῦΧριστοῦ δεδώρησαι τοῖς ἁγίοιςσου ἀποστόλοις, οἳ καθίδρυ-σαν τὴν ἐκκλησίαν κατὰ τό-πον ἁγιάσματός σου εἰς δόξανκαὶ αἰνὸν ἀδιάλειπτον τοῦ ὀνό-ματός σου.Καρδιογνῶστα πάντων δὸςἐπὶ τὸν δοῦλόν σου τοῦτον ὃνἐξελέξω εἰς ἐπισκοπὴν 〈ποί-μαινεν τὴν ποίμνην〉 σουτὴν ἁγίαν, καὶ ἀρχιερατεύεινσοι ἀμέμπτως, λειτουργοῦντανυκτὸς καὶ ἡμέρας, ἀδια-λείπτως τε ἱλάσκεσθαι τῷπροσώπῳ σου καὶ προσφέρεινσοι τὰ δῶρα τῆς ἁγίας σουἐκκλησίας, καὶ τῷ πνεύματιτῷ ἀρχιερατικῷ ἔχειν ἐξουσίανἀφιέναι ἁμαρτίας κατὰ τὴνἐντολήν σου,διδόναι κλήρους κατὰ τὸπρόσταγμά σου, λύειν τεπάντα σύνδεσμον κατὰ τὴνἐξουσίαν ἣν ἔδωκας τοῖς ἀπο-στόλοις, εὐαρεστεῖν τέ σοι ἐνπραότητι καὶ καθαρᾷ καρδίᾳ,προσφέροντά σοι ὀσμὴν εὐω-δίας διὰ τοῦ παιδός σου ἸησοῦΧριστοῦ τοῦ κυρίου ἡμῶν,μεθ' οὗ σοι δόξα, κράτος,τιμή, σὺν ἁγίῳ πνεύματι, νῦνκαὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶναςτῶν αἰώνων. Ἀμήν.Ἀναγνώστης καθίσταται ἐπι-δόντος αὐτῷ βιβλίον τοῦ ἐπι-σκόπου· οὐδὲ γὰρ χειροθετεῖ-ται.Χῆραι καὶ παρθένοι πολλάκιςνηστευέτωσαν καὶ εὐχέσθω-σαν ὑπὲρ τῆς ἐκκλησίας.Πρεσβύτεροι, ἐπὰν βούλοιντο,καὶ λαϊκοὶ ὁμοίως νηστευέτω-σαν. Ἐπίσκοπος οὐ δύναταινηστεύειν, ἐὰν μὴ ὅτε καὶ πᾶςὁ λαός. Ἔσθ' ὅτε γὰρ θέλειτις προσενεγκεῖν, καὶ ἀρνή-σασθαι οὐ δύναται· κλάσαςδὲ πάντως γεύεται.Εὐχαριστοῦμέν σοι, κύριε ὁθεός, καὶ προσφέρομεν ἀπαρ-χὴν καρπῶν οὓς ἔδωκας ἡμῖνεἰς μετάληψιν τελεσφορῆσαιδιὰ τοῦ λόγου σου καὶ κελεύ-σας καρποὺς παντοδαποὺς εἰςεὐφροσύνην καὶ τροφὴν τοῖςἀνθρώποις καὶ παντὶ ζώῳ. Ἐνπᾶσιν ὑμνοῦμέν σε, ὁ θεός,ἐπὶ πᾶσιν οἷς εὐηργέτησαςἡμῖν πᾶσαν κτίσιν πηλίκοιςκαρποῖς, διὰ τοῦ παιδός σουἸησοῦ Χριστοῦ τοῦ κυρίουἡμῶν, δι' οὗ καὶ σοὶ ἡ δόξαεἰς τοὺς αἰώνας τῶν αἰώνων.Ἀμήν.{Τοῦ ἁγίου Ἱππολύτου ἐπισκόπου Πόρτου ἤγουν τοῦ λιμένοςῬώμης καὶ μάρτυρος τῆς ἀληθείας ἐκ τοῦ κατὰ Βήρωνοςκαὶ Ἡλίκονος τῶν αἱρετικῶν περὶ θεολογίας καὶ σαρκώ-σεως κατὰ στοιχεῖον λόγου, οὗ ἡ ἀρχή· „Ἅγιος, ἅγιος, ἅγιοςκύριος σαβαὼθ“ ἀσιγήτῳ φωνῇ βοῶντα τὰ σεραφὶμ τὸνθεὸν δοξάζουσιν.}Ἀπειροδυνάμῳ γὰρ θελήσει τοῦ θεοῦ καὶ γέγονε πάντα καὶσώζεται τὰ γενόμενα κατὰ τοὺς ἑαυτῶν εὐκρινῶς ἕκαστα συντηρού-μενα λόγους, αὐτῷ τῷ κατὰ φύσιν ἀπειροδυνάμῳ θεῷ καὶ ποιητῇτῶν ὅλων τῆς θείας αὐτοῦ θελήσεως, ᾗ τὰ πάντα πεποίηκέ τε καὶκινεῖ τοῖς ἑαυτῶν ἕκαστα φυσικοῖς διεξαγόμενα νόμοις, ἀκινήτουσυνδιαμενούσης. τὸ γὰρ ἄπειρον κατ' οὐδένα τρόπον ἢ λόγον ἐπι-δέχεται κίνησιν, οὐκ ἔχον ὅπου καὶ περὶ ὃ κινηθήσεται. τροπὴ γὰρτοῦ κατὰ φύσιν ἀπείρου κινεῖσθαι μὴ πεφυκότος ἡ κίνησις. διὸ καὶκαθ' ἡμᾶς ἀληθῶς γενόμενος ἄνθρωπος χωρὶς ἁμαρτίας ὁ τοῦ θεοῦ