The Greek Library Author

Hippolytus

Refutatio Omnium Haeresium

Scientific editors
Paul Wendland
Edition reference
Hippolytus Werke · Leipzig · J. C. Hinrichs'sche Buchhandlung · 1916
CTS identifier
urn:cts:greekLit:tlg2115.tlg060.local001
Corpus release
2.2.0 · 2026-08-29

Sigelverzeichnis

Buch I

L = Laurentiamis IX 32

0 = Ottobonianus 194

B = Barberinus IV 78

Τ = Taurinensis C I 10

Buch IV — X

Ρ = Parisinus Suppl. gr. 464

<ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ. >

Chapter summary

Τάδε ἔνεστιν ἐν τῇ πρώτῃ τοῦ κατὰ πασῶν αἱρέσεων ἐλέγχου·

Τίνα τὰ δόξαντα τοῖς φυσικοῖς φιλοσόφοις καὶ τίνες οὖτοι, καὶ τίνα τὰ τοῖς ἠθικοῖς καὶ τίνες οὑτοι, καὶ τίνα τὰ τοῖς διαλεκτικοῖς καὶ τίνες οἱ διαλεκτικοί.

Θυσικοὶ μὲν οὖν Θαλῆς Πυθαγόρας Ἐμπεδοκλῆς Ἡράκλειτος Ἀναξίμανδρος Ἀναξιμένης Ἀναξαγόρας Ἀρχέλαος Παρμενίδης Λεύκιππος Δημόκριτος Ξενοφάνης Ἔχφαντος Ἲππων.

Ἠθικοὶ Σωκράτης Ἀρχελάου μαθητὴς τοῦ φυσικοῦ, Πλάτων Σωκράτους μαθητής· οὑτος τὰς τρεῖς φιλοσοφίας ἔμιξεν.

Διαλεκτικοὶ Ἀριστοτέλης Πλάτωνος μαθητής· οὗτος τὴν διαλεκτικὴν συνεστήσατο. Στωϊκοὶ δὲ Χρύσιππος, Ζήνων.

Ἐπίκουρος δὲ σχεδὸν ἐναντίαν δόξαν πᾶσιν ἐπεχείρησε. Πύρρων ὁ Ἀκαθήμοις· οὑτος ἀκαταληψίαν τῶν πάντων λέγειλ.

Βραχμᾶνες οἱ ἐν Ἰνδοῖς, Δρυίδαι οἱ ἐν Κελτοῖς, καὶ Ἡσίοδος.

Chapter praef

οὐδένα μῦθον τῶν παρ’ Ελλησι ὠνομασμένων παραιτητέον. πιστὰ γὰρ καὶ τὰ ἀσύστατα αὐτῶν δόγματα ἡγητέον διὰ τὴν ὑπερβάλλουσαν τῶν αἱρετικῶν μανίαν, οἳ διὰ τὸ σιωπᾶν ἀποκρύπτειν τε τὰ ἄρρητα ἑαυτῶν μυστήρια ἐνομίσθησαν πολλοῖς θεὸν σέβειν· ὦν καὶ πάλαι 20 f Hinweis auf das ühere Syntagma; s. Harnack, Altchristl. Lit. I 323 Über den Titel s. meine ’orrede und Apparat zu S. 4, 12: ὡριγένους κατὰ πασῶν αἱρέσεως ἔλεγχοι Ο, ὠριγένους φιλοσοφουμένων Β L, Ο a. R., ὠριγένους πάντιμα τοῦ σοφωτάτου Τ 4 τῆς φυσικῆς Β φυσικοῖς L übergeschr. φιλοσόφοις > ΒΟ 5 τῆς ἠθικῆς L0 τῆς διαλεκτικῆς L0 11 σωκράτους σωκράτου L0 13 συνέστησεν Β 15 ἀκαδήμιος Roeper über die correctere Form s. önert, Mem. Hercul. 295): καδήμοις LO, καδιμιος Τ, ἀκάδημος Β, Ἀκαδημαϊκός Menagius zu Diog. IX 61; S.Register 17 + προοίμιον 19 διὰ τὸ Richter: διὰ τοῦ HSS τὰ] καὶ Β μετρίως τὰ δόγματα ἐξεθέμεθα, οὐ κατὰ λεπτὸν ἐπιδείξαντες, ἀλλ ἁδρομερῶς ἐλέγξαντες, μὴ † ἂν ἄξιον ἡγησάμενοι τὰ ἄρρητα εἰς φῶς ἄγειν, ὅπως, δι' αἰνιγμάτων ἡμῶν ἐκθεμένων τὰ δόξαντα αὐτοῖς αἰσχυνθέντες, μήποτε καὶ τὰ ἄρρητα ἐξειπόντες ἀθέους ἐπιδείξωμεν, παύσωνταί τι τῆς ἀλογίστου γνώμης καὶ ἀθεμίτου ἐπιχειρήσεως.

ἀλλ’ ἐπεὶ ὁρῶ μὴ δυσωπουμένους αὐτοὺς τὴν ἡμετέραν ἐπιείκειαν μηδὲ λογιζομένους, ὡς θεὸς μακροθυμεῖ ὑπ' αὐτῶν βλασφημούμενος, ὅπως ἢ αἰδεσθέντες μετανοήσωσιν ἢ ἐπιμείναντες κριθῶσι, βιασθεὶς πρόειμι δείξων αὐτῶν τὰ ἀπόρρητα μυστήρια, ἃ τοῖς μυουμένοις μετὰ μεγάλης ἀξιοπιστίας παραδιδόασιν οὐ πρότερον ὁμολογήσαντες, εἰ μὴ τὸν τοιοῦτον δουλώσονται χρόνῳ ἀνακρεμάσαντες καὶ κλάσφημον πρὸς τὸν ὄντως θεὸν κατασκευάσαντες καὶ περιεργίᾳ γλιχόμενον τῆς ἐπαγγελίας ἴδωσι.

καὶ τότε δοκιμάσαντες δέσμιον εἶναι τῆς ἁμαρτίας μυοῦσι τὸ τέλειον τῶν κακῶν παραδιδόντες, ὅρκοις δήσαντες μήτε ἐξειπεῖν μήτε τῷ τυχόντι μεταδοῦναι, εἰ μὴ ὁμοίως δουλωθείη, οὗ μόνου παραδοθέντος οὐκέτι ὅρκος ἀναγκαῖος ἠν· ὁ γὰρ ὑπομείνας παθεῖν καὶ παραλαβεῖν τὰ τέλεια αὐτῶν μυστήρια ἱκανῶς αὐτῷ τῷ ἔργῳ πρός τε τὴν ἰδίαν συνείδησιν καὶ πρὸς τὸ ἑτέροις μὴ ἐξειπεῖν ἔσται δεδεμένος.

εἰ γὰρ ἐξείποι τινὶ ἀνθρώπων τὸ τοιοῦτον ἀνόμημα, οὔτε ἐν ἀνθρώποις λογισθήσεται οὔτε τὸ φῶς ὁρᾶν ἄξιος ἡγηθήσεται, * * ἃ καὶ ὄλογα ὄντα ἀνόμημα οὐκ ἐπιχειρεῖ, καθὼς έν τοῖς τόποις γενόμενοι ἐροῦμεν.

ἀλλ’ ἐπεὶ ἀναγκάζει ἡμᾶς ὁ λόγος εἰς μέγαν βυθὸν διηγήσεων ἐπιβῆναι, οὐχ ἡγούμεθα σιγᾶν, ἀλλὰ τὰ πάντων δόγματα κατὰ λεπτὸν ἐκθέμενοι οὐδὲν σιωπήσομεν. δοκεῖ δέ, εἰ καὶ μακρότερος ἔσται ὁ λόγος, μὴ καμεῖν. οὐδὲ γὰρ μικράν τινα βοήθειαν τῷ τῶν ἀνθρώπων βίῳ καταλείψομεν πρὸς τὸ μηκέτι πλανᾶσθαι, φανερῶς πάντων ὁρώντων τὰ κρύφια αὐτῶν καὶ ἄρρητα ὄργια, ἃ ταμιευόμενοι μόνοις 12 Iren. Ι Vorrede 1: ἀπολλύντες αὐτοὺς ἐν τῷ βλάσφημον καὶ ἀσεβῆ τὶν γνώμην αὐτῶν κατασκενάξειν εἰς τὸν θεόν. 2 μὴ ἂν HSS (auch T): μηδὲν Gö., μὴ ὄν Roeper 5 τι] 5f τῆς ἀθεμίτου γνώμης καὶ ἀλόγου επιχειρήσεως Τ 7 μήτε HSS 8 ἤ1] οἱ Β 11 δουλώσ(ονται Wolf Diels 12 καὶ > Ο 14 δέσμιον — ἁμαρτίας] auch Τ 16 μόνον Sancroft Roeper 17 μαθεῖν Roeper, ποθεῖν Gronov 18 ἱκανῶν L: ἱκανὸν BT, ἱκανὰ Ο 21 Lücke We. (z. Β. ἀσεβέστερος τῶν θηρίων), sonst ὄντα unverständlich ἃ] εἰ Roeper, ὅτι Sancroft 23 γήσεως L 23 23f ἐμβῆναι (ἀναβῆναι) Roeper 24 σιγήν Ο 25 ὁ > 26 κάμενιν Β οὔτε Β μύσταις παραδιδόασιν.

ταῦτα δὲ ἒτερος οὐκ ἐλέγξει ἢ τὸ ἐν ἐκκλησίᾳ παραδοθὲν ἄγιον πνεῦμα, οὑ τυχόντες πρότεροι οἱ ἀποστολοι μετέδοσαν τοῖς ὀρθῶς πεπιστευκόσιν· ὧν ἡμεῖς διάδοχοι τυγχάνοντες τῆς τε αὐτῆς χάριτος μετέχοντες ἀρχιερατείας τε καὶ διδασκαλίας καὶ φρουροὶ τῆς ἐκκλησίας λελογισμένοι οὐκ ὀφθαλμῷ νυστάζομεν οὑδὲ λόγον ορθὸν σιωπῶμεν, ἀλλ' οὐδὲ πάσῃ Ψυχῇ καὶ σώματι ἐργαζόμενοι κάμνομεν, ἄξια ἀξίως θεῷ τῷ ἐυρεργέτῃ ἀνταποδιδόναι πειρώμενοι καὶ οὐδ' οὒτως κατ' ἀξίαν ἀμειβόμενοι, πλὴν ἐν οἶς πεπιστεύμεθα μὴ ἀτονοῦντες, ἀλλὰ τοῦ ἰδίου καιροῦ τὰ μέτρα ἐπιτελοῦντες καἰ ὄσα παρέχει τὸ ἂγιον πνεῦμα πᾶσιν ἀφθόνως κοινωνοῦντες·

οὐ μόνον ἀλλότρια ἐλέγχου ἐλέγχου εἰς φανερὸν ἄγοντες, ἀλλὰ καὶ ὂσα ἡ ἀλήθεια ὑπὸ τῆς τοῦ πατρὸς χάριτος παραλαβοῦσα ἀνθρώποις διηκόνησε, ταῦτα καὶ διὰ λόγου σημειούμενοι καὶ διὰ γραμμάτων ἐμμαρτυρομύμενοι ἀνεπαισχύντως κηρύσσομεν.

ἵν' οὖν, καθὼς φθάσαντες εἴπομεν, ἀθέους αὐτοὺς ἐπιδείξωμεν καὶ κατὰ γνώμην καὶ κατὰ τρόπον καὶ κατὰ ἔργον, ὂθεν τε τὰ ἐπιχειρήματα αὐτοῖς γεγένηται, καὶ ὅτι μηθὲν ἐξ ἁγίων γραφῶν λαβόντες ταῦτα ἐπεχείρησαν ἤ τινος ἁγίου διαδοχὴν φυλάξαντες ἐπὶ ταῦτα ὢρμησαν, ἀλλ’ ἔστιν αὐτοῖς τὰ δοξαζόμενα ἀρχὴν μὲν ἐκ τῆς Ἑλλήνων σοφίας λαβόντα, ἐκ δογμάτων φιλοσοφουμένων καὶ μυστηρίων ἐπικεχειρημένων καὶ ἀστρολόγων ῥεμβομένων, δοκεῖ οὖν πρότερον ἐκθεμένους τά δόξαντα τοῖς τῶν Ἑλλήνων φιλοσόφοις ἐπιδεῖξαι τοῖς ἐντυγχάνουσιν ὄντα τούτων παλαιότερα καὶ πρὸς τὸ θεῖον σεμνότερα·

ἔπειτα συμβαλεῖν ἑκάστην αἵρεσιν ἑκάστῳ, ὡς τούτοις τοῖς ἐπιχειρήμασιν ἐπιβαλόμενος ὁ πρωτοστάτης τῆς αἱρέσεως ἐπλεονέκτησε λαβόμενος τὰς ἀρχὰς κοὶ ἐκ τούτων ἐπὶ τὰ χείρονα ὁρμηθεὶς δόγμα συνεστήσατο.

ἔστι μὲν οὖν πόνου μεστὸν τὸ ἐπιχειρούμενον καὶ πολλῆς δεόμενον ἱστορίας, 1 — 4 Apost. Constit. VIII 1, 2 S. 460, 17 Funk τούτων τῶν χαρισμάτων πρότερον μὲν ἡμῖν δοθέντων τοῖς ἀποστόλοις μέλλουσι τὸ εὐαγγέλιον καταγγέλλειν πάσῃ τῇ κτίσει, ἔπειτα δὲ τοῖς δι’ ἡμῶν πιστεύσασιν ἀναγκαίως χορηγουμένων. 5 νυστάξομεν HSS, verb. Richter Observ. criticae S. 77 6 λόγου ὂρους Τ , λόγου ὀργάνῳ Roeper 8 ἀνταμειβόμενοι Morus Sancroft 9 κλήρου Conti 10 παρέξει Delarue 11 μόνον <γὰρ>? We δι’ ἐλέγχου so auch Τ εἰς Τ 12 ὑπὸ] ἀπὸ Sancroft 13 ἐμμαρτυρούμενοι ἐπιμ.) hier Roeper, im 2. Gliede σημειούμενοι 13f ἐμμαρτυρούμενοι Diels ἐμμαρτθρησάμενοι Morus): ἐμμάρτυρα σημειούμενοι HSS, ἐμμάρτυρα ποιούμενοι Sancroft 16 τε] τι Β 19 ἀφορμὴν ἐκ Roeper 20 ἐπικεχειρημένων nach Diels corrupt 24 ὡς] vorher ücke z. Β. τῶν φιλοσόφων, ἵν’ ἀποδείξωμεν)? We ἐπιλαβόμενος HSS, verb. Roeper 25 πρωτοστατήσας L τῆς] ἑκάστης? We λαβόμενος] > Diels vfiederholt aus Ζ. 24, λαβὼν? Gö. 26 δόγμα] τὸ δόγμα Disle ἀλλ' οὐκ ἐνδεήσομεν· ὕστερον γὰρ εὐφρανεῖ ὡς ἀθλητὴν μετὰ πολὺν πόνον στεφάνου τυχόντα ἢ ἔμπορον μετὰ μέγαν θαλάσσης σάλον λερδἀμαμτα ἢ γεωργὸν μετὰ ἱδρῶτα προσώπου καρπῶν ἀπολαύσαντα ἢ προφήτην μετὰ ὁνειδισμοὺς καὶ ὒβρεις ὁρῶντα τὰ λαληθέντα ἀποβαίνοντα.

Ἀρξάμενοι τοίνυν ἐροῦμεν, τίνες οἱ παρ’ Ἒλλησι πρῶτοι φιλοσοφίαν φθσικὴν ἐπιδείξαντες. τούτων γὰρ μάλιστα γεγένηνται κλεψίλογοι οἱ τῶν αἱρέσεων πρωτοστατήσαντες, ὡς μετέπειτα έν τῇ πρὸς ἀλλήλους συμβολῇ ἐπιδείξομεν. ἑκάστῳ δὲ τῶν προαρξαμένων τὰ ἴδια ἀποδιδόντες γυμνοὺς καὶ ἀσχήμονας τοὺς αἱρεσιάρχας παραστησομεν.

Chapter 1

Λέγεται Θαλῆν τὸν Μιλήσιον ἴνα τῶν ἑπτὰ σοφῶν πρῶτον ἐπικεχειρηκέναι φιλοσοφίαν φυσικήν. οὖτος ἴφη ἀρχὴν τοῦ εἶναι καὶ τέλος τὸ ὕδωρ.

ἐκ γὰρ αὐτοῦ τὰ πάντα συνίστασθαι πηγνυμένου καὶ πάλιν διανιεμένου ἐπιφέρεσθαί τε αὐτῷ τὰ πάνται ἀφ' οὑ καὶ σεισμοὺς καὶ πνευμάτων συστροφὰς καὶ ἄστρων κινήσεις γίνεσθαι· καὶ τὰ πάντα φέρεσθαί τε καὶ ῥεῖν τῇ

τοῦ πρώτου ἀρχηγοῦ τῆς γενέσεως αὐτῶν φύσει συμφερόμενα. θεὸν δὲ τοῦτ' εἶναι, τὸ μήτε ἀρχὴν μήτε τελευτὴν ἔχον.

οὖτος περὶ τὸν τῶν ἄστρων λόγον καὶ τὴν ζήτησιν ἀσχοληθεὶς Ἒλλησι ταύτης τῆς μαθήσεως αἴτοις πρῶτος γίνεται, ὃς ἀποβλέπων πρὸς τὸν οὐρανὸν καὶ τὰ ἐπιμελῶς κατανοεῖν λέγων εἰς φρέαρ ἐνέπεσεν, ὃν ἐγγελῶσά τις Θρᾷττα τοὔνομα, ἔφη· τὰ ἐν οὐρανῷ προθυμούμενος ἰδεῖν τὰ ἐν ποσὶν οὐκ εἶδεν. ἐγένετο δὲ κατὰ Κροῖσον.

Chapter 2

Ἔστι δὲ καὶ ἑτέρα φιλοσοφία οὐ μακρὰν τῶν αὐτῶν χρόνων, ἦς ἦρξε Πυθαγόρας, ὂν Σάμιόν τινες λέγουσιν. ἣν Ἰταλικὴν προση- γόρευσαν διὰ τὸ τὸν Πυθαγόραν φεύγοντα Πολυκράτην τὸν Σαμίων τύραννον οἰκῆσαι πόλιν τῆς Ἰταλίας κἀκεῖ τὸν βίον πληρῶσαι. οὖ τὴν αἴρεσιν οἱ διαδεξάμενοι οὐ πολὺ διήνεγκαν τοῦ αὐτοῦ φρονήματος.

καὶ αὐτὸς δὲ περὶ φυσικῶν ζητήσας ἔμιξεν ἀστρονομίαν καὶ γεωμετρίαν καὶ μουσικὴν <καὶ ἀριθμητικήν>. καὶ οὔτως μονάδα μὲν εἶναι ἀπεφήνατο τὸν θεόν, ἀριθμοῦ δὲ φύσιν περιέργως καταμαθὼν μελῳδεῖν ἔφη τὸν κόσμον καὶ ἁρμονίᾳ συγκεῖθαι, καὶ τῶν ἑπτὰ ἄστρων πρῶτος τὴν κίνησιν εἰς ῥυθμὸν καὶ μέλος ἡγαγεν.

θαυμάσας δὲ τὴν διοίκησιν τῶν ὄλων ἡξίωσε τὰ πρῶτα σιγᾶν τοὺς μαθητάς, οἱονεὶ μύστας τοῦ παντὸς εἰς τὸν κόσμον ἥκοντος· εἶτα ἐπειδὰν αὐτοῖς ἱκανῶς παιδείας τῆς τῶν λόγων δόξῃ μετεῖναι καὶ δυνατῶς περὶ ἄστρων καὶ φύσεως φιλοσοφήσωσι, καθαροὺς κρίνας τότε κελεύει φθέγγεσθαι.

οὑτος τοὺς μαθητὰς διεῖλε καὶ τοὺς μὲν ἐσωτερικούς, τοὺς δὲ ἐξωτερικοὺς ἐκάλεσεν· τοῖς μὲν γὰρ τὰ τελεώτερα μαθήματα ἐπίστευε, τοῖς δὲ τὰ μετριώτερα.

ἐφήψατο δὲ καὶ μαγικῆς, ὥς φασι, καὶ φυσιογνωμονικὴν αὐτὸς ἐξεῦρε.

Ἀριθμούς τε καὶ μέτρα ὑποθέμενος ἔλεγεν τὴν ἀρχὴν τῆς ἀριθμητικῆς <τὴν> φιλοσοφίαν κατὰ σύνθεσιν περιέχειν τόνδε τὸν ἀριθμὸς γέγονε πρῶτος ἀρχή, ὅπερ ἐστὶν ἒν] ἀόριστον, ἀκατάληπτον,

ἔχων έν ἑαυτῷ πάντας τοὺς ἐπ' ἄπειρον δυναμένους ἐλθεῖν ἀριθμοὺς κατὰ τὸ πλῆθος. τῶν δὲ ἀριθμῶν ἀρχὴ γέγονε καθ’ ὑπόστασιν ἡ πρώτη μονάς, ἥτις ἐστὶν μονὰς ἄρσην γεννῶσα πατρικῶς πάντας 1ff S. Diels, Dox. S. 145f — 18 Porplijrios, V. Pyth. 13 (aus Antonius Dio- genes) — S. 6, 21 -wiederholt IV 51, 4 — 8 (im Apparat als Η Über die Parallelen aus zahlensvmbolischer Literatur s. Borghorst, De Anatolii fontibus, Diss. Berlin 1905 S. 4ff; L. Cohn, Philonis lib. de opif. mundi, Vratislaviae 1889 p. 69 SS. — 23f vgl. Vorsokr. I S. 346, 17 1 ἔτι Β0 3 Σάμιον HSS, verb. Roeper 6 φύσεως Β 7 + καὶ ἀριθμητικὴν (vgl. Ζ. 8) Wolf, Parallelen bei Diels und Roeper S. 520 οὐτος Roeper 9 καὶ καθ’ ἁρμονίαν Roeper (vgl. K. 2, 13 Diog. Laert. VIll 33; Sext. Hypot. III 155; Adv. dogm. IV 283) ἄστρων so auch Τ 10 ἀνήγαγεν Roeper 12 τὸν οἶκον Usener, τὸ ὁμακόειον? Diels 16 τοῖς] τοὺς Ο μὲν γὰρ] δὲ Delarue 18 φυσιογονικὴν L0 αὐτὸς (vgl. Κ. 4, 2. 24, 2) HSS: πρῶτος Roeper, πρῶτος αὐτὸς G";., 19 τε Usener: τινας HSS ἔλεγεν Usener: λέγων HSS 20 τὴν φιλοσοφίαν Diels (aus Η): φιλοσοφίας HSS τὸν > Β Ο 21 πρῶτος > Η ἀρχὴ ἓν > Η Roeper ἀόριστος ἀκατάληπτος HSS, verb. Gö. nach Η 23 πλῆθος > Usener ὑπόθεσιν verb. in ἀκατάληπτον L, ὑπόστασιν auch H τοὺς ἄλλους ἀριθμούς. δεύτερον ἡ δυάς, θῆλυς ἀριθμός, ὁ δὲ αὐτὸς καὶ ἄρτιος ὑπὸ τῶν ἀριθμητικῶν καλεῖται.

τρίτον ἡ τριάς, ἀριθμὸς ἄρσην· οὑτος καὶ περισσὸς ὑπὸ τῶν ἀριθμητικῶν νενομοθέτηται καλεῖσθαι. ἐπὶ ἐπὶ πᾶσι τούτοις ἡ τετράς, θῆλυς θῆλυς ὁ δὲ αὐτὸς καὶ ἄρτιος καλεῖται, ὅτι θῆλύς ἐστιν.

Γεγόνασιν οὖν οἱ πάντες ἀριθμοὶ ληφθέντες ἀπὸ γένους τέσσαρες (ἀριθμὸς δ' ἦν τὸ γένος ἀόριστος), ἀφ’ ὦν ὁ τέλειος αύτοῖς ἀριθμός, ἡ δεκάς· τὸ γὰρ ὲν δύο τρία τέσσαρα γίνεται δέκα, ἐὰν ἑκάστῳ τῶν ἀριθμῶν φυλάσσηται κατ’ οὐσίαν τὸ οἰκεῖον ὄνομα.

ταύτην ὁ Πυθαγόρας ἴφη ἱερὰν τετρακτύν, πηγὴν ἀεννάου φύσεως [ὡς] ῥιζώματα ἔχουσαν« ἐν ἑαυτῇ, καὶ ἐκ τούτου τοῦ ἀριθμοῦ ἔχειν τοὺς ἀριθμοὺς τὴν ἀρχήν· ὁ γὰρ ἔνδεκα καὶ ὁ δώδεκα καὶ οἱ λοιποὶ τὴν ἀρχὴν τοῦ εἶναι ἐκ τοῦ δέκα μετέχουσι. ταύτης τῆς δεκάδος, τοῦ τελείου ἀριθμοῦ, τὰ τέσσαρα καλεῖται μέρη· ἀριθμός, μονάς, δύναμις, κύβος.

ὡς καὶ ἐπιπλοκαὶ καὶ μίξεις πρὸς γένεσιν αὐξήσεως γίνονται, κατὰ φύσιν τὸν γόνιμον ἁριθμοὸν ἀποτελοῦσαι· ὄταν γὰρ δύναμις αὐτὴ ἐφ' ἑαυτὴν κυβισθῇ, γέγονε δυναμοδύναμις· ὂταν δὲ δύναμις ἐπὶ κύβον, <γέγονε δυναμόκυβος· ὅταν δὲ κύβος ἐπὶ γέγονε κυβόκυβος· ὡς γίνεσθαι τοὺς πάντας ἀριθμούς, ἐξ ὦν ἡ τῶν γινομένων γένεσις γίνεται, ἑπτά· ἀριθμόν, μονάδα, δύναμιν, κύβον, δυναμοδύναμιν, δυναμόκυβον, κυβόκυβον.

οὑτος καὶ ψυχὴν ἀθάνατον εἶπε καὶ μετενσωμάτωσιν· διὸ ἔλεγεν ἑυατὸν πρὸ μὲν τῶν Τρωϊκῶν Αἱθαλίδην γεγονέναι, ἐν δὲ τοῖς Τρωϊ- 10 die pythagoreischen Verse (Diels, Vorsokr. I S. 349, 36 und Archiv ür Gesch. der Philos. ITI 457) lauten: οὐ μὰ τὸν ἁμετέρᾳ κεφαλᾷ παραδόντα τερρακτύν παγὰν ἀενάου φύσεως ῥἴξωμά τ’ ἔχουσαν. — 22-S. 7, 2 Cedrenus Ι 275, 4-8 — 23-S. 7, 6 s. Vorsokr. | S. 30; Porphyrios, V. Pyth. 45 S. 41, 17–20 Ν. (aus Antonius Diogenes) 2 ἀριθμητικῶν Η Wolf: ἀριθμῶν HSS 4 ἐφ’ ἅπασι Η 6 ἀπὸ] + τοῦ Η 7 ἀόριστος Η: ἀόριστον HSS τέλειος] τρίτος Β 8 διὰ τοῦτο γὰρ καὶ δεκὰς εἴρηται οἱονεὶ δοχὰς ἡ δεχομένη πάντα ἀριιθμόν· ὑπὲρ γάρ τὴν δεκάδα ἔτερος οὐκ ἔστιν ἀριθμός, ἀλλ' ἀναδιπλασιάζονται ἀριθμοί Paraphrase in L a. R. 9 ὄνομα τὸ οἰκεῖον Η 10 τετρακτὴν Β Ο πηγὴν > Τ ἀένναον φύσιν Τ 10 f ῥιφώματ' ἔχουσα (ohne πηγήν) Η 11 ὡς > Η Wolf 11 f τοὺς πάντας ἀριθμοὺς Η 12 > Η 13 ἀπὸ τῶν δέκα λαμβάνουσι Η 14 μονάς, ἀριθμός war die richtige Stellung, die Hipp, selbst verkehrt hat, s. Η 15 οἷς ἐπιπλοκαὶ Η 16 ἐπιτελοῦσαι Η 17 αὐτὴ Η: αύτὴν HSS κυβιστῆ Ausgaben bis Delarue, κυβισθήσεται Η 18 ergänzt von Gö. aus Η (vgl. Roeper S. Gronov) 23 ἰθαλιδην Cedr. La Croze: θαλλίδην L, θαλλήδην Β, θαλλιδαν Ο κοῖς Εὔφορβον, μετὰ δὲ ταῦτα Ἑρμότιμον Σάμιον, μεθ’ ὅν Πύρρον Δήλιον, πέμπτον Πυθαγόραν.

Διόδωρος δὲ ὁ Ἐρετριεὺς καὶ Ἀριστόξενος ὁ μουσικός φασι πρὸς Ζαράταν τὸν Χαλδαῖον Χαλδαῖον Πυθαγόραν· τὸν δὲ ἐκθέσθαι αὐτῷ δύο εἶναι ἀπ' ἀπχῆς τοῖς οὖσιν αἴται, πατέρα καὶ μητέρα· καὶ πατέρα μὲν φῶς, μητέρα δὲ σκότος, τοῦ δὲ φωτὸς μέρη θερμόν, ξηρόν, κοῦφον, ταχύ· τοῦ δὲ σκότους ψυχρόν ὑγρόν, βαρύ, βραδύ· ἐκ δὲ τούτων πáντα τὸν κόσμον συνεστάναι, ἐκ θηλείας καὶ ἄρρενος.

εἶναι δὲ τὸν κόσμον φησὶν κατὰ μουσικὴν ἁρμονίαν, διὸ καὶ τὸν ἤλιον ποιεῖσθαι τὴν περίοδον ἐναρμόνιον. περὶ δἐ τῶν ἐκ γῆς καὶ κόσμου γινομένων τάδε φασὶ λέγειν τὸν Ζαράταν· δύο δαίμονας εἶναι, τὸν μὲν οὐράνιον, τὸν δὲ χθόνιον· καὶ τὸν μὲν Χθόνιον ἀνιέναι τὴν γένεσιν ἐκ τῆς γῆς· εἶναι δὲ ὔδωρ, τὸν δὲ ούράνιον πῦρ μετέχον τοῦ ἀέρος, θερμὸν καὶ ψυχρόν· διὸ καὶ τούτων οὐδὲν ἀναιρεῖν οὐδὲ μιαίνειν φησὶ τὴν ψυχήν· ἐστὶ γὰρ ταῦτα οὐσία τῶν πάντων.

κυάμους δὲ λέγεται παραγγέλλειν μὴ ἐσθίειν, αἰτίᾳ τοῦ τὸν Ζαράταν εἰρηκέναι κατὰ τὴν ἀρχὴν καὶ σύγκρισιν τῶν πάν- 2f Aristoxenos] das Fr. fehlt bei Müller, s. Yorsokr. 1 S. 31, 33 und u. Zaratas (= Zarathustra), Porph. 12 S. 23, 8 N. (aus Antonius Diogenes) — 3 vgl. Clem. Strom. I 69, 6. 70, 1 S. 44, 3ffSt. — 4f Plut. De animae procreatione in Timaeo 2 καὶ αράτας ὁ Πυθαγόρου διδάσκαλος ταύτην μὲν (sc. τὴν δυάδα) ἐκάλει τοῦ ἀριθμοῦ μητέρα, τὸ δ' ἔν πατέρα vgl. u. VI 23, 2 — 15 — S. 8, 10 aus derselben Quelle wie Porphyrios, Y. Pyth. 43. 44 S. 40. 20–41, 14 N. (vgl. S. 23, 8), stark verkürzt, wodurch 16 — 8, 1 unverständlich geworden ist, s. Porph. ἴσα παρᾐνει ἀπέχεσθαι καθάπερ ἀνθρωπίνων σαρκῶν. ἱστοροῦσι δ' αὐτὸν ἀπαγορεύειν τὸ τοιοῦτο, ὄτι τῆς πρώτης τῶν ὅλων ἀρχῆς καὶ γενέσεως ταραττομένης καὶ πολλῶν ἅμα συνηνεγμένων καὶ συσπειρομένων καὶ συσσηπομένων ἐν τῇ γῇ κατ’ ὀλίγον γένεσις καὶ διάκρισις συνέστη ζῴων τε ὁμοῦ γεννωμένων καὶ φυτῶν ἀναδιδομένων, τότε δὴ ἀπὸ τῆς αὐτῆς σηπεδόνος ἀνθρώπους συστῆναι καὶ κύαμον βλαστῆσαι. Was bei Porph. und bei Hipp. S. 8, 2 — 10 folgt, citiert Johannes Lydus De mens. IV 42 S. 99, 24ff W. unter dem Namen des Antonius Diogenes (E. Rohde, Romano 2 273 ff), auf den also auch Hipp, zurückgeht; vgl. Mewaldt, De Pythagoricis sententiis Berlin 1904 S. 3 und Clemens Strom. III 24 S. 206, 25 25—27 St. 1 Εὔφορβον Cedr. Wolf: ἔφορβον L Ο, ἔφοιβον Β σάμειον Β 2 den unbekannten Diodor beseitigt Roeper Εὔδωρος ὁ Ἀλεξανδρεὺς) 3 ζαρέταν Β, ζαράτην Ο 7 πάντων HSS, verb. Roeper 8 τὴν κόσμου φὐσιν καὶ Roeper φησίν Gronov (L hat φύσιν) φύσιν HSS (auch Τ), φασίν Wolf. Unvermittelter Übergang von Zaratas zu Pyth. wie Z. 15 κατὰ Gö. (s. zu S. 5 9): καὶ 13 μετέχων Β θερμὸν τοῦ ψυχροῦ Roeper 14 οὐδὲν] οὐδὲ Β ἀναιρεῖ falsch Roeper των συνισταμένης τῆς γῆς ἔτι καὶ συνσεσημμένης γενέσθαι τὸν τούτου δὲ τεκμήριόν φησιν, εἴ τις καταμασησάμενος λεῖον τὸν κύαμον καταθείη πρὸς ἤλιον χρόνον τινά — τοῦτον γὰρ ἀντικλήψεσθαι — , προσφέρειν ἀνθρωπίνου γόνου ὀσμήν.

σαφέστερον δὲ εἶναι καὶ ἔτερον παράδειγμα λέγει· εἰ ἀνθοῦντος τοῦ κυάμου λαβόντες τὸν κύαμον καὶ τὸ ἄνθος αὐτοῦ καὶ καταθέντες εἰς χύτραν ταύτην τε καταχρίσαντες εἰς γῆν κατορύξαιμεν καὶ μετ’ ὀλιγας ἡμέρας ἀνακαλύψαιμεν, ἴδοιμνεν <ἂν> αὐτὸ εἶδος ἔχον τὸ μὲν πρῶτον αἰσχύνην γυναικός, μετὰ δὲ ταῦτα κατανοούμενον παιδίου κεφαλὴν συμπεφυκυῖαν.

Οὖτος ἐν Κρότωνι τῆς Ἰταλίας ἄμα τοῖς μαθηταῖς έμπτρισθεὶς διεφθάρη. ἔθος δὲ τοῦτο ἦν παρ’ αὐτῷ, ἐπειδὰν προσίῃ τις μαθητευθησόμενος, πιπράσκειν τὰ ὑπάρχοντα καὶ τὸ ἀργύριον κατατιθέναι ἐσφραγισμένον Παρὰ τῷ Πυθαγόρᾳ, καὶ ὑπέμενε σιωπῶν ὁτὲ μὲν ἔτη τρία, ὁτὲ δὲ πέντε καὶ μανθάνων· αὖθις δὲ Μεὶς ἐμισγετο τοῖς ἑτέροις καὶ παρέμενε μαθητὴς καὶ συνειστιᾶτο ἄμα, εἰ δ' οὔ, ἀπελάμβανε τὸ ἴδοιον καὶ ἀπεβάλλετο.

οἱ μὲν οὐν ἐσωτερικοὶ ἐκαλοῦντο Πυθαγόρειοι, οἱ δὲ ἒτεροι Πυθαγορισταί. τῶν δὲ μαθητῶν αὐτοῦ οἱ διαφυγόντες τὸν ἐμπρησμὸν Λῦσις ἦν καὶ Ἄρχιππος καὶ ὁ τοῦ Πυθαγόρου οἰκέτης οἰκέτης ὃς καὶ τοὺς παρὰ Κελτοῖς Δρυΐδας λέγεται διδάξαι φιλοσοφεῖν τὴν Πυθαγόρειον φιλοσοφίαν.

τοὺς δὲ ἀριθμοὺς καὶ τὰ μέτρα παρ’ Αἰγυπτίων φασὶ τὸν Πυθαγόραν μαθεῖν ὂς καταπλαγεὶς τῇ τῶν ἱερέων ἀξιοπίστῳ καὶ φαντασιώδε καὶ δυσχερῶς 19 vgl. Porph. 55 S. 48, 1. 2 Ν. Vorsotr. Ι S. 33, 19f — 20f Zamolxis] s. Porph. 14 (Herodot IV 95), Cic. De div. I 90, Caesar De bello Gallico VI 14, 5, unten K. 25 Berterman, De lamblichi Vitae Pythagoricae fontibus, Regimonti 1913 S. 17 — 22 Ägypten] Porph. 11 1 συνεσταμένη Τ γενέσθαι] + τὸν ἄνθρωπον ὁμοῦ καὶ Sauppe handschriftich) 2 λοῖν Β Ο 3 κατεσθίη Β καταθείη auch Antonius Diogenes) 3 τοῦτο — 4 ἀντιλήψεται HSS, verb. Diels 4 προσφέρειν Τ: προσφέρει LBO γόνου] φόνου Porph. loh., so stand in Hippolyts Vorlage ὀδμὴν Wolf 6 τὸν κύαμον καὶ > Sauppe 7 ὀλίγας] ἐνενήκοντα Antonius Diogenes 8 Β + ἂν Cruize εὒροι ἄν Antonius Diogenes) 9 κατανοοῦμεν Usener, κατανοοῦμεν οἶον Sauppe, was die Wortstellung nicht empfiehlt 11 κρότονι Β 12 προσίῃ Cruize: προσείη Β, προσήει L Ο 12 f μαθητεσόμενος Ο 14 πυθαγόρη L ὑπέμεινε Β σιωπᾶν Ο 1 5 πάντι Β μανθάνειν HSS, verb. Wolf λυθὲν ἐμίσγετο τῷ τῶν ἑτέρων Τ 16 συνεστιᾶτο Β 17 ἀπεβάλετο Τ 19 λύσης L Ο 20 ζάμετος Β, ζάμαλτις L οἲ καὶ L Ο ἐξαγορευομένῃ σοφίᾳ, μιμησάμενος ὁμοίως καὶ αὐτὸς σιγᾶν προσέταττεν καὶ ἐν καταγείοις καταγείοις ἠρεμεῖν ἐποίει μανθάνοντα.

Chapter 3

ἐμπεδοκῆς δὲ μετὰ τούτους γενόμενος καὶ περὶ δαιμόνων φύσεως εἶπε πολλά, ὡς ἀναστρέφονται διοικοῦντες τα κατὰ τὴν γῆν ὄντες πλεῖστοι. οὖτος τὴν τοῦ παντὸς ἀρχὴν νεῖκος καὶ φιλίαν ἔφη· καὶ τὸ τῆς μονάδος νοερὸν πῦρ τὸν θεόν, καὶ συνεστάναι ἐκ πυρὸς τὰ πάντα καὶ εἰς πῦρ ἀναλυθήσεσθαι· ᾦ σχεδὸν καὶ οἱ Στωϊκοὶ συντίθενται δόγματι, ἐκπύρωσιν προσδοκῶντες.

μάλιστα δὲ πάντων συγατατίθεται τῇ μετενσωματώσει, οὔτως είπών· ἤτοι μὲν γὰρ ἐγὼ ἐγενόμην κοῦρός τε κόρη τε θαμνός τε οἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπορος ἰχθύς. οὖτος πάσας εἰς πάντα τὰ ζῷα μεταλλάττειν εἶπε τὰς ψυχάς. καὶ γὰρ ὁ τούτων διδάσκαλος Πυθαγόρας ἔφη ἑαυτὂν Εὔφορβον τὸν ἐπὶ Ἴλιον στρατεύσαντα, φάσκων ἐπιγινώσκειν τὴν ἀσπίδα. ταῦτα μὲν ὁ Ἐμπεδοκλῆς.

Chapter 4

Ἡράκλειτος δὲ φυσικὸς φιλόσοφος, ὁ Ἐφέσιος, τὰ πάντα ἔκλαιεν ἄγνοιαν τοῦ παντὸς βίου καταγινώσκων καὶ πάντων ἀνθρώπωνμ ἐλεῶν δὲ τὸν τῶν θνητῶν βίον. αὑτὸν μὲν γὰρ ἔφασκεν τὰ πάντα εἰδέναι, τοὺς δὲ ἄλλους ἀνθρώπους οὐδέν.

καὶ αὐτὸς δὲ σχεδὸν σύμφωνα τῷ Ἐμπεδοκλεῖ ἐφθέγξατο, στάσιν καὶ φιλίαν φήσας τῶν ἁπάντων ἀρχὴν εἶναι καὶ πῦρ νοερὸν τὸν θεὸν συμφέρεσθαί τε τὰ πάντα ἀλλή- λοις καὶ οὐχ

ἑστάναι, καὶ ὥσπερ ὁ Ἐμπεδοκλῆς πάντα τὸν καθ' ἡμᾶς τόπον ἔφη κακῶν μεστὸν εἶναι καὶ μέχρι μὲν σελήνης τὰ κακὰ 1 vgl. Porph. 9 — — S. 10, 3 über die Verwirrung in diesem Abschnitt s. Dox. S. 145 — 11 Cedrenus I 275, 20–276, 6–10 Empedokles Diels — 16. 20 Cedi-enus I 276,7 7 Τέταρτος Ἡρ. καὶ αὐτὸς σχεδὸν σύμφωνα τῷ Ἐμπεδοκλεῖ (so HSS) φθεγξάμενος — 18f Heraklit] vgl. Proklos In Timaeum 106 Ε (IS. 351,6D. Heracliti reliquiae ed. Bywater p. 33): Ἡράκλειτος μὲν ἑαυτὸν πάντα εἰδέναι λέγων πάντας τοὺς ἄλλους ἀνεπιστήμονας ποιεῖ 1 προσέταττεν Β: προσέτκαν Ο, προσεταξεν L 2 ἀδυνάτοις Τ κατάγων HSS, verb. Roeper ἐρημεῖν Roeper μανθάνοντας ö. 3 περὶ κατάδοκλεους Β Ο 7 ὦ L Ο Gedr.; ὡς Β 10. 11 ἤτοι μὲν πρῶτα κοῦρος ἐγενόμην γενόμην Par.) κόρη (κούρη Par.) τε καὶ θὴρ πῦρ Par.) καὶ ἐξ ἁλὸς ἰχθύς Gedr. 10 ἤδη γάρ ποτ’ Emp. 11 ἐξαλλὸς Β ἔμπορος] ἔλλοπος Emp. 12 μεταλάττειν Β 13 τούτου Wolf, doch s. Diels, Dox. S. 145 ἔφορβον LB Τ s. zu S. 7, 1 14 ἐπὶ] περὶ Roeper τὴν > Ο 15 μὲν] + μὲν] + 16 περὶ ἡρακλείτου Β Ο 18 δὲ] δὴ Roeper αὐτὸν LBO, τὸν Τ 20 τῶν] τὴν Salvinius 21 ἐμφέρεσθαι HSS, verb. Roeper > Β 22 f καθ' so auch Τ 23 μὲν Τ: δὲ L B O φθάνειν ἐκ τοῦ περὶ γῆν τόπου ταιἐμτα, περαιτέρω δὲ μὴ χωρεῖν, ἄτε καθαρωτέρου τοῦ ὑπὲρ τὴν σελήνην παντὸς ὄντος τόπου, οὕτω καὶ τῷ Ἡρακλείτῳ ἔδοξεν.

Chapter 5

Μετὰ Μετὰ ἐγένοντο καὶ ἒτεροι φυσικοί, ὧν οὐκ ἀναγκαῖον ἡγησάμεθα τὰς δόξας εἰπεῖν, μηδὲν τῶν προειρημένων ἀπεμφαινούσας. ἀλλ’ ἐπεὶ καθόλου οὐ μικρὰ γεγἐνηται ἡ σχολὴ πολλοί τε οἱ μετέπειτα φθσικοὶ ἐξ αὐτῆς γεγένηνται ἄλλοι ἄλλως περὶ φύσεως τοῦ παντὸς διηγούμενοι καὶ δοκεῖ ἡμῖν τὴν ἀπὸ Πυθαγόρου ἐκθεμένους φιλοσοφίαν κατὰ διαδοχὴν ἀναδραμεῖν ἐπὶ τὰ δόξαντα τοῖς μετὰ Θαλῆν, καὶ ταῦτα ἐξειπόντας ἐλθεῖν ἐπί τε τὴν ἠθικὴν καὶ λογικὴν φιλοσοφίαν, ὡν ἡρξαν Σωκράτης μὲν ἡθικῆς Ἀριστοτέλης δὲ διαλεκτικῆς.

Chapter 6

Θαλοῦ τοίνυν Ἀναξίμανδρος γίνεται ἀκροατής. Ἀναξίμανδρος Πραξιάδου Μιλήσιος. οὗτος ἀρχὴν ἔφη τῶν ὄντων φύσιν τινὰ τοῦ ἀπείρου, ἐξ ἡς γίνεσθαι τοὺς οὐρανοὺς καὶ τοὺς ἐν αὐτοῖς κόσμους. ταύτην δὲ ἀίδοιν εἶναι καὶ ἀγήρω, ἢν καὶ πάντας περιέχειν τοὺς κόσμους. λέγει δὲ χρόνον ὡς ὡρισμένης τῆς γενέσεως καὶ τῆς οὐσίας καὶ τῆς φθορᾶς.

οὑτος μὲν ἀρχὴν καὶ στοιχεῖον εἴρηκεν τῶν ὄντων τὸ ἄπειρον, πρῶτος τοὔνομα καλέσας τῆς ἀρχῆς. πρὸς δὲ τούτῳ κίνησιν εἶναι, ἐν ᾐ συμβαίνει γίνεσθαι γίνεσθαι τοὺς οὐρανούς.

τὴν δὲ γῆν εἶναι μετέωρον ὑπὸ μηδενὸς κρατουμένην, μένουσαν δὲ διὰ τὴν ὁμοίαν πάντων ἀπόστασιν· τὸ δὲ σχῆμα αὐτῆς γυρόν, συρογγὐλον, κίονι λίθῳ παραπλήσιον. τῶν δὲ ἐπιπέδων ᾦ μὲν ἐπιβεβήκαμεν, ὄ 4f Cedrenus Ι 276, 12-14 — 13-S. 18, 19 doxogi-aphische von Theophrast abhängige Quelle, s. Dox. S. 146 ff — 14 — 17. 20 — 23 Cedrenus I 15—21 6 ἐπὶ Β 7 αὐτῶν HSS, verb. Usener 8 καὶ > ἡμῖν] νῦν? 10 θαλλῆν L ἐξειπόντα Β 11 ἡθικῆς LOT: ἡθικὴν Β 11 f διαλεκτικῆς LOT: διαλεκτικὴν Β 13 περὶ ἀναξιμάνδρου Β θαλλοῦ L0 15 ἀφ' ἦς γενέσθαι Cedr. τοὺς — κόσμους Ritter (s. Dox. 476, 8. 133): τὸν — κόσμον HSS Cedr. 16 ἤν > Cedr. 18 μὲν] + οὖν Τ, vgl. S. 9,15 19 τούτων 20 συμβαίνειν Roeper, doch s, S. 11, 3 τοὺς ἀνθρώπους Β 21 ὑπὸ μηδενὸς Τ Cedr: ὑπ' οὐδενὸς LOB δὲ Gedr.: > HSS 22 ἀνάστασιν Cedr. ed. aber ἀπόστασιν die HSS des Cedr. γυρόν Roeper: ὑγρόν HSS Cedr. 23 κίονι λίθῳ Wolf (vgl. Diels Dox. S. 218): χιόνι λίθῳ HSS, χιονῶδες λίθῳ Cedr. κίονι λιθῷ Theophrast, λίθέῃ κίονι? Anax. nach Diels; nach Zeller 1226 Anm. 4 stand in der Vorlage κυλίνδρῳ) ὃ μὲν HSS, verb. Gronov 23 f ὃ δὴ L B δὲ ἀντίθετον ὑπάρχει.

τὰ δὲ ἄστρα γίνεσθαι κύκλον πυρός, ἀποκριθέντα τοῦ κατὰ τὸν κόσμον πυρός, περιληφθἐντα δ' ὑπὸ ἀέρος. ἐκπνοὰς δ’ ὑπάρξαι πόρους τινὰς αὐλώδεις, καθ' οὔς φαίνεται τὰ ἄστρα· διὸ καὶ ἐπιφρασσομένων τῶν ἐκπνοῶν τὰς ἐκλείψεις γίνεσθαι.

τὴν δὲ σελήνην ποτὲ μὲν πληρουμένην φαίνεσθαι, ποτὲ δὲ μειουμένην κατὰ τὴν τῶν πόρων ἐπίφραξιν ἢ ἄνοιξιν. εἶναι δὲ τὸν κύκλον τοῦ ἡλίου ἑπτακαιεικοσαπλασίονα τῆς σελήνης, καὶ ἀνωτάτω μὲν εἶναι τὸν ἢλιον, κατωτάτω δὲ τοὺς τῶν ἀπλανῶν ἀστέρων κύκλους.

τὰ δὲ ζῷα γίνεσθαι * * * ἐξατμιζόμενα ὑπὸ τοῦ ἡλίου. τὸν δὲ ἄνθρωπον ἑτέρῳ ζῷῳ γεγονέναι, τούτεστιν ἰχθύϊ, παραπλήσιον κατ ἀρχάς.

ἀνέμους δὲ γίνεσθαι τῶν λεπτοτάτων ἀτμῶν τοῦ ἀέρος ἀποκρινομένων καὶ ὂταν ἀθροισθῶσι κινουμένων, ὑετοὺς δὲ ἐκ τῆς ἀτμιδος τῆς † ἐκ τῶν ὑφ’ ἥλιον ἀναδιδομένης· ἀστραπὰς δέ, ὂταν ἄνεμος ἐμπίπτων διϊστᾷ τὰς νεφέλας. οὖτος ἐγένετο κατὰ ἔτος τρίτον τῆς τεσσαρακοστῆς δευτέρας ὀλυμπιάδος.

Chapter 7

Ἀναξιμένης δὲ καὶ αὐτὸς ὢν Μιλήσιος, υἱὸς δὲ Εὐρυστράτου, ἀέρα ἄπειρον ἔφη τὴν ἀρχὴν εἶναι, ἐξ οὖ τὰ γινόμενα καὶ τὰ γεγονότα καὶ τὰ ἐσόμενα καὶ θεοὺς καὶ θεῖα γίνεσθαι, τὰ δὲ λοιπὰ ἐκ 1–14 Cedrenus 1–14 — 17 ἀέρα — 18 γίνεσθαι Cedrenus — 17 18 ff vgl. Heidel, Proceedings of tlie American Academy XVIIi 691 f τὰ] τὸ Β γενέσθαι Cedr. ed. Bekker, aber γίνεσθαι die HSS des Cedr. πυρός HSS Cedr.: ἀέρος Roeper, doch s. Dox. 348, 6. 579, 15 (= Vorsokr. I 19, 28. 16, 18) 1 f ἀποκριθέντα ἐκ (so) τοῦ — πυρός HSS des Cedr. (< Bekker) Cedr. Diels (vgl. Dox. S. 156): τόπους HSS, τόπους ~ nach οὒς Roeper αύλώδεις Oiels: αὐρώδεις Cedr., ἀερώδεις HSS φάινονται Cedr., φαίνεσθαι Usener κατὰ] παρὰ Τ Cedr. ed. Bekker κατὰ die HSS des Cedr.) 7 ἑπτακαιεικοσιπλασίονα Cedr. ed. Bekker, aber ἑπτακαιεικοσαπλασίονα Paris, des Cedr., ἑπτακοσιεικοσαπλασίονα nach Diog. Laert. I 24 Roeper. Nach Diels stand in der Quelle etwa ἑπτακαιεικοσιπλασίονα <τῆς γῆς, ἐννεκαιδεκαπλασίονα δὲ τὸν> (Hippolyts Angabe hält für richtig Zeller Ι 5 224 2), die Verstümmelung Hipp, selbst herrühren τοῦ τῆς σελήνης Roeth 8 ἢλιον HSS Cedr.: Roeper ἤλιον] + μετ’ αὐτὸν δὲ τὴν σελήνην? Diels ἀπλανῶν] + καὶ τῶν πλανητῶν Diels (wegen κύκλους vgl. Dox. 345, 11) 9 ζᾠδια Cedr. 〈ἐξ ὑγροῦ〉 ἐξατμιζομένου (vgl. Dox. 189) Diels ὑπὸ τὸν ἢλιον Β 10 ἰχθείι (2. ι eingeklammert) Β, ἰχθὺς Ο ἐκ τοῦ Cedr. 12 ἀθρηθῶσι Τ ὑετοὺς Cedr., ὑετὸν RSS 12 ἐκ — 13 ἢλιον (ἡλίου Paris.) ἀναδιδομένης Cedr.: ἐκ γῆς τῆς Τ) ἀναδ. ἐκ τῶν τῶν ὑφ' τῆς ἐκ (oder ἀπὸ) γῆς ὑφ’ Μου (ἥλιον Vorsokr.) ἀναδιδομένης Diels ἐκ νεφελῶν ö. 14 ἐκπίπτων διίστησι Cedr. 16 περὶ ἀναξιμένους Ο 11 καὶ Cedr.: > τῶν τούτου ἀπεογόνων.

τὸ δὲ εἶδος τοῦ ἀέρος τοιοῦτον· οταν μὲν ὁμαλώτατος ᾖ, ὄψει ἄδηλον, δηλοῦσθαι δὲ τῷ ψυχρῷ καὶ τῷ θερμῷ καὶ τῷ νοτερῷ καὶ τῷ κινουμένῳ. κινεῖσθαι δὲ ἀεί· οὐ γὰρ μεταβάλλειν ὄσα μεταβάλλει, εἰ μὴ κινοῖτο.

πυκνούμενον γὰρ καὶ ἀραιούμενον διάφορον φαίνεσθαι· ὂταν γὰρ εἰς τὸ ἀραιότερον ἀραιότερον πῦρ γίνεσθαι, ἀνέμους δὲ πάλιν εἰς ἀέρα πυκνούμενον, ἐξ ἀέρος <δὲ> ἀποτελεῖσθαι κατὰ τὴν πίλησιν, ἔτι δὲ μᾶλλον μᾶλλον ἐπὶ πλεῖον πυκνωθέντα γῆν καὶ εἰς τὸ μάλιστα πυκνότατον λίοθους. ὢστε τὰ κυριώτατα τῆς γενέσεως ἐναντία εἶναι, θερμόν τε καὶ ψυχρόν.

τὴν δὲ γῆν πλατεῖαν εἶναι ἐπ’ ἀέρος ὀχουμένην, ὁμοίως δὲ καὶ ἢλιον καὶ σελήνην καὶ τὰ ἄλλα ἄστρα πάντα πύρινα ὄντα ἐποχεῖσθαι τῷ ἀέρι διὰ πλάτος.

γεγονέναι δὲ τὰ ἄστρα ἐκ γῆς διὰ τὸ τὴν κμάδα ἐκ ταύτης ἀνίστασθαι, ἧς ἀραιουμένης τὸ πῦρ γίνεσθαι, ἐκ δὲ τοῦ πυρὸς μεταωριζομένου τοὺς ἀστέρας συνίστασθαι. εἶναι δὲ καὶ γεώδεις φὐσεις ἐν τῶν τόπῳ τῶν ἀστέρων συμπεριφερομένας ἐκείνοις.

οὐ κινεῖσθαι δὲ ὑπὸ τῆν τὰ ἄστρα λέγει, καθὼς ἔτεροι ὑπειλήφασιν, ἀλλὰ περὶ γῆν, ὡσπερεὶ περὶ τὴν ἡμετέραν κεφαλὴν στρέφεται τὸ πιλίον. κρύπτεσθαί τε τὸν ἥλιον οὐχ ὑπὸ γῆν γενόμενον, ἀλλ’ ὑπὸ τῶν τῆς γῆς ὑψηλοτέρων μερῶν σκεπόμενον καὶ διὰ τὴν πλείονα ἡμῶν αὐτοῦ γενομένην ἀπόστασιν. τὰ δὲ ἄστρα μὴ θερμαίνειν διὰ τὸ μῆκος τῆς ἀποστάσεως.

ἀνέμους δὲ γεννᾶσθαι, ὂταν † ἐκπεπυκνωμένος ὁ ἀὴρ ἀραιωθεὶς φέρηται, συνελθόντα δὲ καὶ ἐπὶ πλεῖον παχυθέντα νέφη γεννᾶσθαι καὶ οὕτως εἰς ὕδωρ μεταβάλλειν. χάλαζαν δὲ γίνεσθαι, ὂταν ἀπὸ τῶν νεφῶν τὸ ὒδωρ καταφερόμενον παγῇ.

χιόνα δὲ αὐτὰ αὐτὰ ταῦτα ἐνυγρότερα ὄντα πῆξιν λάβῃ· ἀστραπὴν 3 vgl. Heidel a. a. Ο. 692 — —15 Cedrenus Ι 277, 17—22 1 τούτων Τ 2 ἦν ὄψει εὔδηλον Τ ψυχῷ, a. R. ψυχιῷ Β 2f θερμῷ καὶ τῷ > Ο 3 τὸ νοτερῶ Β 3f <ἂν> μεταβαλεῖν <εἰς> Gomperz 4 5 φέρεσθαι Τ γὰρ Roeper: δὲ HSS 6 ἀνέμους Zeller: μέσως HSS δὲ ἐπὰν HSS, verb. Roeper εἰς] εἶναι Diels + δὲ Diels 7 ἀποτελεσθῆ HSS, verb. Roeper πήλλησιν πόλησιν LOB, verb. Salvinius πλεῖον δὲ ? Diels 7f πυκνότατον > ? Diels (s, Vorsokr.) 10 εἶναι > Cedr. δὲ ἤλιον Cedr. 11 Gedr.: πάντα γὰρ HSS 11 f πάντα — ἄστρα > Τ 11 επιχεῖσθαι Ο 12 διὰ τὸ πλάτος. γέγονε Gedr. 13 ἐκ — 14 συνίστασθαι > Gedr. 15 Gedr. (vgl. S. 14, 1. 3): συμφερομένας HSS 17 ὡς περ’ We στέφεται Β 18 πιλεῖον LBO, πηλεῖον Τ τε > Β 18f ὑπὸ τῶν ὀρῶν L a. R. 21 21f εἰς πεπτκνωμένον Usener ᾖ πεπυκνωμένος ὁ ἀὴρ καὶ ὡσθεὶς φέρηται Diels, Vorsokr., ἢ πεπ. — ἢ ἀρ. Heidel 22 ἀρθεὶς Zeller, dors. Ι 5 246 ἀραιῷ εἰσφέρηται 22 f συνελθότνος — παχυθέντος Zeller 23 παχυνθέντα Salvinius γενᾶσθαι L Ο δ' ὄταν τὰ νέφη διϊτῆται βίᾳ πνευμάτων· τούτων γὰρ διϊσταμένων λαμπρὰν καὶ πυρώδη γίνεσθαι τὴν αὐγήν. ἶριν δὲ γεννᾶσθαι τῶν ἡλιακῶν αὐγῶν εἰς ἀέρα συνεστῶτα πιπτουσῶν· σεισμὸν δὲ τῆς γῆς ἐπὶ πλεῖον ἀλλοιουμένης ὑπὸ θερμασίας καὶ ταῦτα ταῦτα μὲν οὖν Ἀναξιμένης. οὗτος ἤκμασεν περὶ ἔτος πρῶτον τῆς πεντηκοστῆς ὀγδόης ὀλυμπιάδος.

Chapter 8

Μετὰ τοῦτον γίνεται Ἀναξαγόρας Ἡγησιβολύλου ὁ Κλαζομένιος. οὖτος ἔφη τὴν τοῦ παντὸς ἀρχὴν νοῦν καὶ ὕλην, τὸν μὲν νοῦν ποιοῦντα, τὴν δὲ ὕλην γινομένην. ὄντων γὰρ πάντων ὁμοῦ, νοῦς ἐπελθὼν διεκόσμησεν. τὰς δὲ ὑλικὰς ἀρχὰς ἀπείρους ὑπάρχειν καὶ τὰς σμικροτέρας αὐτῶν ἄπειρα λέγει.

κινήσεως δὲ μετέχειν τὰ πάντα ὑπὸ τοῦ νοῦ κινούμενα συνελθεῖν τε τὰ ὄμοια. καὶ τὰ μὲν τὸν οὐρανὸν κεκοσμῆσθαι ὑπὸ τῆς ἐγκυκλίου κινήσεως. τὸ μὲν οὖν πυκνὸν καὶ ὑγρὸν καὶ τὸ σκοτεινὸν καὶ ψυχρὸν καὶ πάντα τὰ βαρέα συνελθεῖν ἐπὶ τὸ μέσον, ἐξ ὦν παγέντων τὴν γῆν ὑποστῆναι· τὰ ἀντικείμενα τούτοις, τὸ θερμὸν καὶ τὸ λαμπρὸν καὶ τὸ ξηρὸν κοὶ τὸ κοῦφον, εἰς τὸ πρόσω τοῦ αἰθέρος ὁρμῆσαι.

τὴν δὲ γῆς τῷ σχήματι πλατεῖαν εἶναι καὶ μένειν μετέωρον διὰ τὸ μέγεθος καὶ διὰ τὸ μὴ εἶναι κενόν· καὶ διὰ <τοῦ>το τὸν ἀέρα ἰσχυρότατον φέρειν ἐποχουμένην τὴν γῆν.

τῶν δὲ ἐπὶ γῆς ὑγρῶν τὴν μὲν θάλασσαν ὑπάρξαι † τά τε ἐν αὐτῇ ὒδατα ἐφατμισθέντα ὑποστάντα οὒτως γεγονέναι καὶ τῶν τῶν καταρρευσάντων ποταμῶν.

τοὺς δὲ ποταμοὺς καὶ ἀπὸ τῶν ὄμβρων λαμβάνειν τὴν ὑπόστασιν καὶ ἐξ ὑδάτων τῶν ἐν τῇ γῇ· εἶναι γὰρ αὐτὴν κοίλην καὶ ἔχειν ὒδωρ ἐν τοῖς κοιλώμασιν. τὸν δὲ Νεῖλον αὔξεσθαι κατὰ τὸ θέρος καταφερομένων εἰς αὐτὸν ὑδάτων ἀπὸ τῶν ἐν τοῖς <ἀντ>αρκτικοῖς χιόνων.

ἢλιον δὲ καὶ 8–10 10 vgl. Cedrenus Ι 278, 1 — 4 — 9f vgl. Anaxagoras Fr. 1. 12 D. 11 Anax. Fr. 1 ὁμοῦ πάντα χρήματα ἦν, ἄπειρα καὶ πλῆθος καὶ σμικρότητα· καὶ γὰρ τὸ σμικρὸν ἄπειρον ἦν 1 διίσταται HSS 1 πλῆον L 5 πρῶτον] falsch statt τρίτον, s. Diels, Rh. Μ. XXXI 27 7 περὶ ἀναξαγόρου Β Ο ἡγησιφόντου Τ κλυζομένιος Β 8 τοῦ > Delarue πάντων Cedr. (ohne Artikel) 9 ὁμοφυῶν ὁ Cedr. ed. Bekk. (HSS des Cedr. wie Hipp.) 10 f καὶ (> Vorsokr.) κατὰ τὴν σμικρότητα ἄπειρα λέγει τὸ ἄπειρον λέγων Vorsokr.) Diels 12 ἀπὸ Ο τοῦ] τε Usener τε > Usener 14 πάντως? Diels (vgl. Dos. 289, 17) βαρεῖα Β Ο 17 καὶ πάντως τὰ#x003E; κοῦφα Usener, doch s. Vorsokr. 19 τοῦτο Usener: τὸ HSS 21 f ὑπάρξαι <ἔκ> τε τῶν ἐν αὐτῇ (der Erde) ὑδάτων, <ὦν> ἐξατμισθέν ὑποστάντα κάτω γεγονέναι Diels 21 ἐξατμιοσθέντων ὑπὸ τοῦ <ὑπὸ ὑποστάντα Roeper 23 f ὑδάτων Roeper: αὐτῶν HSS 26 τοῖς ἀνταρκτικοῖς Roeper: τοῖς(!) ἄρκτοις HSS σελήνην καἰ πάντα τὰ ἄστρα λίθους εἶναι ἐμπύρους συμπεριληφθέντας ὑπὸ τῆς αἰθέρος περιφορᾶς. εἶναι δ' ὑποπάτω τῶν ἄστρων ἡλίῳ καὶ σελήνῃ σώματά τινα συμπεριφερόμενα ἡμῖν ἀόρατα.

τῆς δὲ θερμότητος μὴ αἰσθάνεσθαι τῶν ἄστρων διὰ τὸ μακρὰν εἶναι καὶ διὰ] τὴν ἀπόστασιν τῆς γῆς· ἔτι δὲ οὐχ ὁμοίως θερμὰ τῷ ἡλίῳ ἡλίῳ τὸ χώραν ἔχειν ψυχροτέραν. εἶναι δὲ τὴν σελήνην κατωτέρω τοῦ ἡλίου πλησιώτερον ἡμῶν. ὑπερέχειν δὲ τὸν ἤλιον μεγέθει τὴν Πελοπόννησον.

τὸ δὲ φῶς τὴν σελήνην μὴ ἴδιον ἔχειν, ἀλλὰ ἀπὸ τοῦ ἡλίου. τὴν δὲ τῶν ἄστρων περιφορὰν ὑπὸ γῆν γίνεσθαι.

ἐκλείπειν δὲ τὴν σελήνην γῆς ἀντιφραττούσης, ἐνίοτε δὲ καὶ τῶν ὑποκάτω τῆς σελήνης, τὸν δὲ ἥλιον ταῖς νουμηνίαις σελήνης ἀντιφραττούσης. τροπὰς δὲ ποιεῖσθαι καὶ ἥλιον καὶ σελήνην ἀπωθουμένους ὑπὸ τοῦ ἀέρος. σελήνην δὲ πολλάκις τρέπεσθαι διὰ τὸ μὴ σύνασθαι κρατεῖν τοῦ ψυχροῦ.

οὗτος ἀφώρισε πρῶτος τὰ περὶ τὰς ἐκλείψεις καὶ φωτισμούς. ἔφη δὲ γηΐνην εἶναι τὴν σελήνην ἔχειν τε ἐν αὑτῇ πεδία καὶ φάραγγας. τὸν δὲ γαλαξίαν ἀνάκλασιν εἶναι τοῦ φωτὸς τῶν ἄστρων τῶν μὴ καταλαμπομένων ὑπὸ τοῦ ἡλίου. τοὺς δὲ μεταβαίνοντας ἀστέρας ὡσεὶ σπινθῆρας ἀφαλλομένους γίνεσθαι ἐκ τῆς κινήσεως τοῦ πόλου.

ἀνέμους δὲ γίνεσθαι λεπτυνομένου τοῦ ἀέρος ὑπὸ τοῦ ἡλίου καὶ τῶν ἐκκαιομένων πρὸς τὸν πόλον ὑποχωρούντων καὶ ἀποφερομένων. βροντὰς δὲ καὶ ἀστραπὰς ἀπὸ θερμοῦ γίνεσθαι ἐμπίπτοντος εἰς τὰ νέφη.

σεισμοὺς δὲ γίνεσθαι τοῦ ἄνωθεν ἀέρος εἰς τὸν ὑπὸ γῆς ἐμπίπτοντος· τούτου γὰρ κινουμένου καὶ τὴν ὀχουμένην γῆι, ὑπ' αὐτοῦ σαλεύεσθαι. ζῷα δὲ τὴν μὲν ἀρχὴν ἐν ὑγρῶ γενέσθαι, μετὰ ταῦτα δὲ ἐξ ἀλλήλων, καὶ ἄρρενας μὲν γίνεσθαι, ὂταν ἀπὸ τῶν δεξιῶν μερῶν ἀποκριθὲν τὸ σπέρμα τοῖς δεξιοῖς μέρεσι τῆς μήτρας κολληθῇ, τὰ δὲ θήλεα κατά τοὐναντίον.

οὖτος ἤκμασεν ἔτους πρώτου τῆς ὀγδοηκοστῆς ὀγδόης 27 οὖτος — S. 15 1 γεγενῆσθαι] vgl. Cedrenus 1 278, 13—15 1 ἐμπύρους ἐμπυρισθέντας Usener (vgl. Dox. 341, 12) 2 τῆς] + τοῦ Brandes 2 f ἡλίῳ καὶ σελήνῃ Roeper Diels: ἢλιον καὶ σελήνην HSS (+ καὶ Brandis) 4 #x003E; μὴ Conti μακρὸν Β, μακρὰ Ο, μικρὰ? Roeper (dann καὶ διὰ zu halten) καὶ διὰ > Roeper, s. S. 12, 19 7 πελοπόνησον HSS 9 σελήνην Usener 12 ἀπωθουμένης L Ο, ἀποθουμένης Β 14 τὰς περὶ HSS 15 τε] δὲ Ο αὐτῇ HSS τὸν δὲ Roeper: τόν τε L0, τῶν τε Β 16 f καταλαμβανομένων HSS, verb. Menagius zu Diog. II 9 17 ὡσπερ Β 18 ἀφαλομένους 19 Μου] dann τοὺς δὲ μετ. αστ. aus Ζ. 17 wiederholt und getilgt Β 20 ἀποφαινομένων Ο, ἀνταποφερομένων VseneT 22 ἐμπίπτοντος Β (Schaubach): ἐκπίπτοντος LO 24 ἐν ὐγρῷ] vgl. Dox. 430, 15, ἐξ ὑγροῦ Diog. Laert. II 9 γενέσθαι Ο (Diog. Laert.): γενᾶσθαι L, γεννᾶσθαι Β 26 θήλεια Β 27 ἤκμασεν HSS Cedr. ἤκμαζεν Paris.), Vorlage ἐτελεύτησε (s. Rh.MXXXI 28) oder ἤκμασεν * * *<καὶ ἐτελεύτησεν #x003E; Diels (s. V orsokr.) ὀλυμπιάδος, καθ' ὂν καιρὸν καὶ Πλάτωνα λέγουσι γεγενῆσθαι. τοῦτον λέγουσι καὶ προγνωστικὸν γεγονέναι.

Chapter 9

Ἀρχέλαος τὸ μὲν γένος Ἀθηναῖος, υἱὸς δὲ Ἀπολλοδώρου. οὑτος ἔφη τὴν μῖξιν τῆς ὕλης ὁμοίως Ἀναξαγόρᾳ τάς τε ἀρχὰς ὡσαύτως·

οὗτος δὲ τῷ νῷ ἐνυπάρχειν τι εὐθέως μῖγμα. μἶναι <δ'> ἀρχὴν τῆς κινήσεως…

τὴν…

The complete text is available when the reading interface loads.