The Greek Library Catalogue

Anonymous

De accentibus

Edition reference
De accentibus [Sp.], ed. M. Schmidt, Ἐπιτομὴ τῆς καθολικῆς προσῳδίας Ἡρωδιανοῦ, Jena: Mauke, 1860: 1–227.
CTS identifier
urn:cts:greekLit:tlg2116.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

Τὸ ἐφικέσθαι τῆς ἐν προσῳδίαις καθολικῆς ἀνα-

λογίας ποθοῦντας, πρὸς δὲ τὸ μῆκος τῆς Ἡρωδιανοῦ

πραγματείας ἀπαγορεύοντας, ἡ δι' ἐπιτομῆς παράδοσις

ὀνήσει πρὸς τὸ βούλημα. Σκόπει οὖν εἴ τι καὶ ἡμῖν

ἤνυσται χρήσιμον εἰς συντομίαν, ἀλλὰ καὶ εἰς σαφή-

νειαν. ἐπεὶ γὰρ τὸ πολύυλον τῶν ὁρισμῶν ἐν πολλοῖς

κανόσιν ἀθρόως κείμενον δύσληπτον ἦν, καταδιῃρέθη

τοῦτο, ἵν' εὔληπτα γένηται διαιρεθέντα τὰ ὑφ' ἓν κεί-

μενα τῷ Ἡρωδιανῷ· τὸ γὰρ ἅμα γένος εἶδος σχῆμα κα-

τάληξιν παράληξιν ἀρχὴν χρόνον στοιχεῖον πάθος παρα-

τηρεῖν, καὶ ὅσα ἄλλα, ἢ τὰ πλεῖστα τούτων, χαλεπὸν

καὶ δυσέφικτον. ἐφ' ἑκάστῳ δὲ τῶν τοιούτων ὁρισμῶν

2

ἡ μὴ [ἐπιπολλοῖς ἅμα διὰ] τῶν παραδειγμάτων εὐθὺς

παράθεσις ἀπαγορεύει διάνοιαν, ὥστε ῥᾷον τοῖς ἄλλοις

ἀκολουθεῖν. δεῖ δὲ τὸν ἐφ' ἑκάστου κανόνος περιμένον-

τας λόγον οὕτως ἔχειν αὐτὸν ἐντελῆ συναγόμενόν τε ἐκ

τῶν κατὰ μέρος, ἵνα μὴ συντομία μόνον, ἀλλὰ καὶ σα-

φήνεια τοῖς ἐντευξομένοις ὑπάρχῃ. συντομίας δὲ χάριν

παρεῖται τὸ διὰ ζητήσεως κανονίζειν τῶν μὲν ἀνατρε-

πομένων λόγον, τῶν δὲ κρατυνομένων· ἱκανὸν γὰρ τῷ

κρατοῦντι λόγῳ πείθεσθαι περὶ τῆς ὀρθῆς προσῳδίας,

ὥστε τῆς ὀρθότητος τοῦ ἑλληνισμοῦ μὴ διαμαρτάνειν,

καὶ τοῦ ταύτην συνιστάντος λόγου μὴ ἀνεπιστήμονα

ἔχειν. ἀλλὰ καὶ τὸ πολὺ πλῆθος τῶν παραδειγμάτων,

καὶ ἡ περὶ τῶν ἀγνοουμένων ἐν αὐτοῖς ἐξήγησις, καὶ

ἡ τῆς χρήσεως αὐτῶν πολλὴ παράθεσις καταλέλειπται

τῷ συγγραφεῖ· κἀκεῖθεν αὐτὰ λήψεται ὁ μὴ μόνον τὴν

τῶν προσῳδιῶν ὀρθότητα ζητῶν, ἀλλὰ καὶ περὶ τὰς

δυνάμεις καὶ χρήσεις φιλομαθῶν. εὐθὺς οὖν τὴν ἐν

τῷ προοιμίῳ διατριβὴν περιελόντες, ἐνδεικνυμένην τὸ

μέγεθος τῆς πραγματείας, καὶ τῶν πρότερον γεγραφό-

των τὸ ἐνδεὲς ἐλέγχουσαν, ἐπ' αὐτὰ ἥξομεν τὰ πρὸς

ἐπίγνωσιν τῆς ἀναλογίας κατεπείγοντα. εἰ δὲ τὸ συντο-

μώτερον τοῦ πρὸ ἡμῶν ἐπειγομένου πεποιήκαμεν, ὥσπερ

ἐζήτησας, μετὰ τοῦ σαφεστέρου καὶ εὐσυνόπτου τοῖς

πολλοῖς, αὐτὸς ἐπικρινεῖς.

3

{Πίναξ τοῦ ὅλου βιβλίου τοῦ περὶ τόνων.}

Τὸ μὲν οὖν πρῶτον βιβλίον περιέχει τὰ εἰς Ν λή-

γοντα ὀνόματα ὑπὲρ μίαν συλλαβὴν ἀρσενικὰ καὶ θη-

λυκά.

Τὸ δὲ δεύτερον περιέχει τὰ εἰς Ξ καὶ εἰς Ρ καὶ τὰ

εἰς ΑΣ.

Τὸ δὲ τρίτον τὴν εἰς ΗΣ κατάληξιν.

Τὸ δὲ τέταρτον τὴν εἰς ΙΣ.

Τὸ δὲ πέμπτον τὰ εἰς ΩΣ λήγοντα καθαρά.

Τὸ δὲ ἕκτον ἀρξάμενον ἀπὸ τῶν εἰς ΒΟΣ συμπλη-

ροῖ τὰ εἰς ΛΟΣ· κατὰ γὰρ τὴν τῶν στοιχείων τάξιν

ἡ παράθεσις καὶ ἐπὶ τῶν εἰς ΩΝ ληγόντων.

Τὸ δὲ ἕβδομον ἀπὸ τῶν εἰς ΜΟΣ μέχρι τῶν εἰς

ΠΟΣ.

Τὸ δὲ ὄγδοον ἀπὸ τῶν εἰς ΡΟΣ μέχρι καὶ ΨΟΣ

καὶ ἔτι περὶ τῶν εἰς ΟΣ οὐδετέρων.

Τὸ ἔννατον περὶ τῶν εἰς ΟΣ συνθέτων.

4

Τὸ δὲ δέκατον περιέχει τὰ εἰς ΥΣ ἀρσενικὰ καὶ

θηλυκὰ καὶ τὰ ἔχοντα διφθόγγους πρὸ τοῦ Σ· ἔτι τὰ

εἰς ΩΣ καὶ Ψ.

Τὸ ἑνδέκατον περιέχει τὰ εἰς Α λήγοντα θηλυκά.

Τὸ δωδέκατον τὴν εἰς Η κατάληξιν τῶν θηλυκῶν

κατὰ τὴν τῶν συμφώνων πάλιν τάξιν, καὶ τὴν εἰς Ω.

Τὸ τρισκαιδέκατον περὶ οὐδετέρων ὀνομάτων διέξ-

εισι.

Τὸ τεσσαρεσκαιδέκατον περιέχει πᾶν ὄνομα μονο-

σύλλαβον.

Τὸ δέκατον πέμπτον τὰς πλαγίας τῶν ὀνομάτων

κανονίζει, καὶ τοὺς κατὰ κλίσιν ἀριθμοὺς καὶ τοὺς κατὰ

θέμα εἰρημένους.

Τὸ ἑκκαιδέκατον περιέχει τὰ εἰς Ω καὶ εἰς ΜΙ ῥή-

ματα κατὰ πᾶν πρόσωπον.

Τὸ δέκατον ἕβδομον περιέχει πᾶν ῥῆμα καὶ πᾶσαν

μετοχήν.

Τὸ δέκατον ὄγδοον ἀντωνυμίας ἄρθρα καὶ προ-

θέσεις.

Τὸ δέκατον ἔννατον περιέχει ἐπιῤῥήματα καὶ συν-

δέσμους.

Τὸ εἰκοστὸν περὶ χρόνων τῶν ἐν φωνήεσι καὶ πνευ-

μάτων.

5

Ἐπὶ δὲ τοῖς εἴκοσι ἐν ἄλλῳ βιβλίῳ τὸ ἀναγνωστι-

κὸν εἶδος κατὰ τὴν σύνταξιν τῶν λέξεων παραδέδοται,

ἀκολούθως μετὰ τὴν δήλωσιν τῆς καθ' ἑκάστην προσῳ-

δίας γινομένης διδασκαλίας περὶ διαστολῆς καὶ συναλοι-

φῶν καὶ τῶν ἄλλων τῶν παρακολουθούντων τῇ ἀνα-

γνώσει, οἷον ὅτε τὸ <Ζεύς> ὀξυνόμενον οὐκ ἔχει τὴν

ὀξεῖαν ῥωννυμένην, ἐν τῷ <Ζεὺς δ' ἐπεὶ οὖν Τρῶας>,

ἀλλ' ἐγκλινομένην διὰ τὴν ἐπιφορὰν τοῦ <δέ> συνδέσμου.

ἐν γοῦν τῷ <Ζεύς τε καταχθόνιος> ῥώννυται διὰ

τὴν ἐπιφορὰν τοῦ <τέ>. ἡ δὲ <οἱ> ἀντωνυμία περισπωμένη

ἐν τῷ <οἷ αὐτῷ θάνατον>, οὐκ ἐφύλαξε τὴν περι-

σπωμένην ἐν τῷ <καί οἱ ἐπευχόμενος>, τῆς συντά-

ξεως τοῦτ' ἀπαιτούσης τοῦ σημαινομένου. οὕτως ἔχει

καὶ τὸ <μάχῃ ἐνὶ κυδιανείρῃ>, καὶ ὅσα ἄλλα.

6

{Τὰ εἰς Ν.}

{<Βιβλίον αʹ.>}

Τὰ εἰς ΑΝ λήγοντα ἁπλᾶ ὀνόματα ὀξύνεσθαι θέ-

λει, ἐπ' εὐθείας πτώσεως μὴ τροπὴν ἀναδεξάμενα ἀπὸ

τῶν εἰς ΗΝ βαρυτόνων, οἷον· <παιάν Ἰάν Δαρειάν

Ἀλκμάν τιτάν πελεκάν.>

Τὰ εἰς ΑΝ σύνθετα ἀπὸ ἁπλῶν ῥητῶν πάντα βα-

ρύνονται, οἷον· <Αἰγίπαν Ἑρμόπαν αἰνοτίταν.> τὸ

δὲ <καρβάν> ὀξύνεται, καὶ ὅσα μὴ ἀπὸ ἁπλῶν ῥητῶν.

Τὰ εἰς ΗΝ λήγοντα μὴ συντεθειμένα ἀπὸ τῶν εἰς

ΗΝ ῥητῶν, εἰ ἔχοι πρὸ τοῦ ΗΝ δασὺ σύμφωνον ἢ ψι-

λὸν, ὀξύνεσθαι θέλει, οἷον· <ἀρχήν εὐχήν ναυχήν

κηφήν ὀρφήν.>

Τὰ εἰς ΗΝ ἔχοντα ἐν τῇ πρὸ τέλους συλλαβῇ τὸ

Α ἤτοι μόνον, ἢ καὶ σὺν ἑτέρῳ φωνήεντι δισσύλλαβα

ὀξύνεται, εἰ μὴ ἔχοι οὐδετέρου παρασχηματισμὸν, οἷον·

<Ἀγήν αὐχήν ἀτμήν ἀπτήν αἰτήν ἁδήν> (ἡ νόσος).

7

Τὰ εἰς ΗΝ λήγοντα ἔχοντα πρὸ τοῦ Η τὸ Σ, ἢ δι-

πλοῦν σύμφωνον μὴ παραληγόμενον τῇ ΟΥ διφθόγγῳ(?)

ὀξύνεσθαι θέλει, εἰ μὴ παρασχηματίζοιτο οὐδετέρῳ γένει,

οἷον· <ἐσσήν καμασήν> (ὁ ἰχθῦς) <νασσήν ἐρσήν

Αἰζήν ἀζήν ἀψήν.>

Τὰ εἰς ΗΝ λήγοντα ὀξύνεται· <βαλλήν Τελλήν

Ὠλήν σωλήν κωλήν Πελλήν.> σεσημείωται τὸ <Ἕλ-

λην> βαρυνόμενον.

Τὰ εἰς ΗΝ ἁπλᾶ ἔχοντα δεδιπλασιασμένον σύμφω-

νον ὀξύνεται· <ἐσσήν ὀσσήν Τελλήν βαλλήν> πλὴν

τοῦ <Ἕλλην.> τὸ δὲ <ἄῤῥην> ἀττικῶς ἀπὸ τοῦ ἄρσην

γέγονε.

Τὰ εἰς ΗΝ κατ' ἐπιπλοκὴν δύο συμφώνων ὀξύνε-

ται· <πυθμήν Κεβρήν,> πλὴν τοῦ <Ἕκτην.>

Τὰ εἰς ΗΝ ἔχοντά τι τῶν μέσων πρὸ τοῦ Η ὀξύ-

νεται, ὁπότε διχρόνῳ παραλήγοιτο, ἢ φύσει μακρᾷ, οἷον·

<Ὠγήν ἁδήν ἀττήν ἀτταγήν τριβήν> (ὁ τρίπους).

Τὰ εἰς ΗΝ ὑπὲρ δύο συλλαβὰς χαίρουσι τῇ ὀξείᾳ,

οἷον· <ἀτταγήν κορδυλήν μαραθήν δοθιήν,>

πλὴν τοῦ <περπέρην.>

Τὰ εἰς ΗΝ ἀπὸ ῥητῶν ἤτοι διαλεγομένων τῶν εἰς

8

ΗΝ βαρύνεται, οἷον· Ἕλλην <φιλέλλην>, εἴρην <μελλεί-

ρην,> ποιμήν <ἀρχιποίμην.>

Τὰ εἰς ΜΗΝ ὀξύνεται, εἰ μὴ σύνθετα ἀπὸ ἁπλῶν

εἴη τῶν εἰς ΜΗΝ· <Δαμήν λιμήν ὑμήν ποιμήν.>

Τὰ εἰς ΡΗΝ καθαρὸν μὴ ἔχοντα πρὸ τέλους συλ-

λαβὴν εἰς τὸ Ε φωνῆεν καταλήγουσαν ὀξύνεται· <Σει-

ρήν Πειρήν διπρήν> πλὴν τοῦ <εἴρην.>

Τὰ εἰς ΡΗΝ καθαρὸν τῷ Ε παραλήγοντα παροξύ-

νεται, οἷον· <ἔρην τέρην Θέρην> (ποταμὸς) <πέρην.>

Τὰ εἰς ΙΝ δικατάληκτα ἁπλᾶ μὲν ὀξύνεται· <δελ-

φίν> καὶ δελφίς, <Τελχίν> καὶ Τελχίς, <Σαλαμίν> καὶ

Σαλαμίς, <ἀκτίν> καὶ ἀκτίς. σύνθετα δὲ βαρύνεται· <εὐ-

άκτιν χρυσάκτιν.>

Τὰ εἰς ΥΝ λήγοντα βαρύνεται ἐξαιρέτως παρὰ τοῖς

Αἰολεῦσι· <Φόρκυν Πόλτυν Γόρτυν μόσυν τέ-

κτυν> (ὁ τέκτων).

Τὰ εἰς ΒΩΝ δισύλλαβα ἀρσενικὰ βαρύνεται, εἰ μὴ

μέρος σώματος δηλοῖ, οἷον· <Στίβων τρίβων Στρά-

βων ἄμβων.>

9

Τὰ εἰς ΒΩΝ ὑπερδισύλλαβα ὀξύνεται· <Ἀλαβών

ἀῤῥαβών.> τὸ δὲ <Χαρναβῶν> περισπᾶται.

Τὰ εἰς ΓΩΝ δισύλλαβα ἀρσενικὰ, ὁπότε μὴ πε-

ριεκτικὴν ἔχοι δύναμιν ἢ διὰ τοῦ Ο κλίνοιτο κατὰ τὴν

πρὸ τέλους συλλαβὴν, βαρύνεται, οἷον· <πύγων Αἴγων

Μέγων.> τὸ δὲ <φλεγών> καὶ <ἀγών> ὀξύνονται.

Τὰ εἰς ΓΩΝ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται καὶ βα-

ρύνεται. καὶ βαρύνεται μὲν, ὅσα φυλάττει τὸ Ω κατὰ

τὴν γενικὴν, καὶ διὰ τοῦ ΝΤ κλίνεται· <Οὐκαλέγων

Πελάγων προάγων Σαλάγγων Ἐρίγων.> ὀξύ-

νεται δὲ διὰ τοῦ Ο κλινόμενα, εἰ μὴ ἀπὸ συνθέτου τοῦ

ΟΣ παρώνυμα ὑπάρχοι, οἷον· <Παφλαγών Λαιστρυ-

γών ἀρηγών> (ὁ σύμμαχος), πλὴν τοῦ <καταπύγων·>

τὰ γὰρ ἀπὸ συνθέτων εἰς ΟΣ παραχθέντα κατὰ τοῦ

αὐτοῦ σημαινομένου βαρύνεται· ἄπειρος ἀπείρων, ἄναι-

μος <ἀναίμων,> ἀγκύλος <ἀγκύλων.>

Τὰ εἰς ΔΩΝ δισύλλαβα ὀξύνεται καὶ βαρύνεται.

βαρύνεται μὲν, ὅσα ἐστὶν ἀρσενικὰ διὰ τοῦ ΝΤ κλινό-

μενα καὶ φυλάττοντα τὸ Ω κατὰ τὴν γενικὴν, χωρὶς

τῶν συνεμπιπτόντων πόλει, οἷον· <κώδων Φαίδων

Φείδων κλύδων κνώδων.> τὸ δὲ <Σιδών> πόλις.

10

ὀξύνεται δὲ τὰ διὰ τοῦ Ο μόνου κλινόμενα, οἷον· <Μυγ-

δών σαρδών σινδών.>

Τὰ εἰς ΔΩΝ ὑπὲρ δύο συλλαβὰς, εἰ παραλήγοιτο

τῷ Ο ἢ Α ἢ Υ βαρύνεται, οἷον· <ἀκόδων κινάδων

Κορύδων.>

Τὰ εἰς ΔΩΝ ὑπερδισύλλαβα ὀξύνεται, παραλή-

γοντα τῷ Υ ἢ Ι, ὀνόματα ὄντα πόλεων ἢ ἐθνικὰ· <Ἀμυ-

δών Καλυδών Ἀπιδών χελιδών.>

Τὰ εἰς ΔΩΝ θηλυκὰ ὀξύνεται· <ληθεδών τηκε-

δών σηπεδών ἀηδών.>

Τὰ εἰς ΖΩΝ λήγοντα ἀρσενικὰ βαρύνεται, ὁπότε

μὴ εἴη ὑπερδισύλλαβα, ἢ πρὸ τέλους ἔχοι μακρὸν τὸ

Α ἢ πόλει ὁμωνυμεῖ, οἷον· <μείζων Ῥίζων Ὄζων .....

ὀλίζων.> τὸ δὲ <ἀλαζών> (ὁ ὑπερήφανος) ὀξύνεται. τὸ

δ' ἐπὶ ἔθνους φυλάττει τὸ Ω ἐν ταῖς πλαγίαις.

Τὰ εἰς ΗΩΝ βαρύνεται· <παιήων ξυνήων.>

Τὰ εἰς ΘΩΝ δισύλλαβα ἀρσενικὰ βαρύνεται, ὁπότε

μὴ ἐθνικὰ εἴη ἢ περιεκτικὰ· <μόθων Ὄθων Μά-

θων> (ὁ Θηβαῖος) <πίθων> (ὁ πίθηκος ὑποκοριστικῶς)

<Ῥίνθων αἴθων.> τὸ δὲ <Πυθών> πόλις καὶ <Σι-

θών> καὶ <πιθών> καὶ <κιθών> (ὁ χιτὼν) ὀξύνεται.

11

Τὰ εἰς ΘΩΝ ὑπὲρ δύο συλλαβὰς βαρύνεται, ὁπότε

μὴ τόπου ἢ ὄρους ὄνομα ὑπάρχοι, ἢ διὰ τοῦ ΝΤ κλί-

νοιτο, καὶ φυλάττει τὸ Ω τῆς εὐθείας, οἷον· <Φαέθων>

Φαέθοντος, <Πυριφλεγέθων> Πυριφλεγέθοντος, <Κι-

ναίθων ἐνοσίχθων.> τὸ μέντοι <Μαραθών Ἀρ-

γανθών> ὀξύνεται. τὸ δὲ <Ἱπποθῶν> περισπᾶται φυ-

λάττον καὶ τὸ Ω μέγα καὶ διὰ τοῦ ΝΤ κλινόμενον.

Τὰ εἰς ΚΩΝ δισύλλαβα ἀρσενικὰ, ὁπότε μὴ εἴη

περιεκτικὰ, ἢ μέρος σώματος σημαίνοι, βαρύνεται· <Χάλ-

κων Δράκων Κίκων Δίκων Λάκων.> τὸ δὲ <κρο-

κών πευκών χαλκών> ὡς περιεκτικὰ ὀξύνεται, καὶ

τὸ <ἀγκών> μέρος σώματος, καὶ τὸ <Ἀγκών> πόλις ὡς

θηλυκὸν, καὶ τὸ <εἰκών.>

Τὰ εἰς ΚΩΝ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται καὶ βα-

ρύνεται καὶ περισπᾶται. τὰ μὲν οὖν διὰ τοῦ ΝΤ κλι-

νόμενα καὶ Ο παραληγόμενα περισπᾶται· <Ἱπποκῶν

Λαοκῶν.> τὰ μέντοι μὴ οὕτως καὶ παραληγόμενα τῷ

Α ὀξύνεται, εἰ ἔστι τοπικώτερα, οἷον· <χαρακών ἀν-

θρακών φαρμακών> (τὸ βαφεῖον)· τοιοῦτο καὶ τὸ

<γυναικών ἑλικών> ὡς τοπικόν· τὸ μέντοι <Τριάκων

σαλάκων> καὶ <Αἰολοσίκων> ὑγιῶς βαρύνεται· οὐ

γάρ εἰσι τοπικά.

Τὰ εἰς ΛΩΝ δισύλλαβα βαρύνονται μὴ ὄντα το-

πικὰ, οἷον· <δόλων Φίλων Γέλων.> τὸ δὲ <αὐλών>

καὶ <μυλών> ὡς τοπικὰ ὀξύνονται.

12

Τὰ εἰς ΛΩΝ λήγοντα ὑπὲρ δύο συλλαβὰς βαρύ-

νονται, μὴ ὄντα περιεκτικὰ· <Ἀπόλλων Κεφάλων.>

τὸ δὲ <ἀμπελών> καὶ <καμηλών> ὡς περιεκτικὰ ὀξύ-

νονται· τὸ <Βαβυλών> ἀρσενικῶς, ἀφ' οὗ καὶ ἡ πόλις,

ὁμοίως καὶ τὸ <μιμαλλών> θηλυκὸν, (ἤτοι μαινάς).

Τὰ εἰς ΜΩΝ δισύλλαβα μὴ ὄντα τοπικὰ, [ἢ ἐπὶ

καιροῦ λαμβάνοιτο, ἢ ἔχοι πρὸ τοῦ τέλους τὸ Υ ἐκτε-

ταμένον,] βαρύνεται· <Ἕρμων Σάλμων Τίμων Σί-

μων.> τὰ μέντοι ὀξυνόμενα τοπικά ἐστιν, ἢ ἐπὶ καιροῦ

λαμβάνεται, ἢ ἔχει τὸ Υ ἐκτεταμένον· καὶ τὸ <κρεμών>

ὀξύνεται.

Τὰ εἰς ΜΩΝ ὑπὲρ δύο συλλαβὰς, εἰ παραλήγοιτο

φύσει ἢ θέσει μακρᾷ, βαρύνεται· <ἀμύμων ἐγκύμων

Ἡγήμων Φιλήμων.>

Τὰ εἰς ΜΩΝ ὑπὲρ δύο συλλαβὰς παραληγόμενα

Α βραχεῖ καὶ μὴ κλινόμενα διὰ τοῦ Ο ὀξύνεται· εἰ δέ

τι ἐβαρύνθη, ὡς κύριον. καὶ ὀξύτονα μὲν <Τελαμών>

(καὶ τὸ κύριον καὶ τὸ προσηγορικὸν), <καλαμών πλα-

ταμών κεραμών> περιεκτικόν· <Κεράμων> δὲ τὸ κύ-

ριον, ὡς τὸ <Ποτάμων ἀσσάμων.> τὸ δὲ <τεράμων>

βαρύνεται ὡς διὰ τοῦ ΝΤ κλινόμενον.

Τὰ εἰς ΜΩΝ ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ

τέλους συλλαβὴν βραχεῖαν, ὑπεσταλμένης τῆς εἰς τὸ Α

13

παραλήξεως, εἰ μὲν κλίνοιτο διὰ τοῦ ΝΟΣ, τῆς πρὸ

τέλους οὔσης διὰ τῆς Ο, ὀξύνεται· εἰ δὲ διὰ τοῦ Ω,

βαρύνεται, οἷον ἐπὶ τῶν βαρυτόνων· <Ἀρτέμων Πο-

λέμων Διδύμων.> τῶν δὲ ὀξυτόνων τὸ <δαιτυμών

ἰτυμών κηδεμών ἀκρεμών ἐθνυμών> (τὸ ἔθνος).

Τὰ διὰ τοῦ ΑΙΜΩΝ βαρύνεται· <δαίμων αἵ-

μων ἀναίμων κακοδαίμων.>

Τὰ εἰς ΝΩΝ μὴ ἔχοντα ἐν ἐπιπλοκῇ σύμφωνον,

ἢ κατὰ διάστασιν, εἰ μὴ ἐπὶ πόλεων εἴη ἢ περιεκτικὰ,

βαρύνεται· <Μέμνων ἄφνων Ἄγνων.> τὸ <Κρα-

νών> ὡς ἐπὶ πόλεως ὀξύνεται, καὶ τὸ <δαφνών> ὡς

περιεκτικόν.

Τὰ εἰς ΝΩΝ ἔχοντα τὴν πρὸ τέλους εἰς φωνῆεν

ἢ φωνήεντα λήγουσαν, εἰ μὴ τοπικὰ εἴη, βαρύνεται ἢ

ἰσοδυναμεῖ τοῖς διὰ τοῦ ΩΝΟΣ, οἷον· <Κόνων Σί-

νων.> τὸ δὲ <κανών> ὀξύνεται, προσέτι <πλατανών>

καὶ <ξενών.>

Τὰ εἰς ΞΩΝ, ὁπότε μὴ εἴη ἐπίθετα, δυνάμενα

καὶ ἐπὶ θηλυκοῦ τάττεσθαι, βαρύνονται· <ἄξων πρά-

ξων.> τὸ μέντοι <δραξών> ὀξύνεται ὡς ἐπιθετικόν.

Τὰ εἰς ΠΩΝ μὴ ὄντα περιεκτικὰ βαρύνεται· <Λάμ-

πων δράπων> (ὁ δραπέτης) <Δούπων Ἵππων> τὸ

14

κύριον, <ἱππών> περιεκτικὸν, <πέπων> τὸ πεπώνιον, <πε-

πών> περιεκτικόν.

Τὰ εἰς ΡΩΝ μετ' ἐπιπλοκῆς συμφώνου, εἰ μὴ εἴη

περιεκτικὰ, ἢ ἐπὶ πόλεων, ἢ διὰ τοῦ ΝΥ κλινόμενα,

βαρύνεται· <ἄφρων πρόφρων Μάκρων.> τὸ μέντοι

<ἀντρών λουτρών ἀνδρών> ὡς περιεκτικὰ ὀξύνεται.

τὸ δὲ <Δεξικρῶν> καὶ <Ἑρμοκρῶν> ὡς διὰ τοῦ ΝΤ

κλινόμενα περισπᾶται.

Τὰ εἰς ΡΩΝ μὴ παραληγόμενα τῇ ΟΙ ἢ ΑΙ δι-

φθόγγῳ, εἰ μὴ τοπικὰ εἴη ἢ πόλει ὁμωνυμεῖ, βαρύνον-

ται· <Θήρων Νέρων γέρων τήρων.> τὸ δὲ <οἰρών>

καὶ <σχαιρών> διὰ τὰς διφθόγγους, καὶ τὸ <προθυρών

θυρών ἀχυρών Πλευρών> ὡς τοπικὰ ἢ ὁμώνυμα.

Τὰ εἰς ΣΩΝ ἀρσενικὰ, εἰ μὴ ἐθνικὰ εἴη ἢ πε-

ριεκτικὰ, βαρύνονται· <Παύσων Θράσων Αἴσων

Ἰάσων.> τὸ δὲ <Ὀλοσσών> πόλις ....... καὶ τὸ <κισ-

σών> ὡς περιεκτικόν.

Τὰ εἰς ΤΩΝ μὴ περιεκτικὰ ...... διὰ τοῦ Ο κλι-

νόμενα βαρύνεται· εἰ δέ τι ὀξυνθῇ, τοῦτο διαστολὴν

15

ἀνεδέξατο βαρυνομένου· <Πλούτων Πλάτων Κρά-

των Χίτων> ποταμός, <χιτών> δὲ τὸ ἱμάτιον. τὸ <Ἀρί-

στων Ἑκάτων Χαρίτων> βαρύνονται· τὸ δὲ <κοι-

τών ἱστών προβατών> ὡς περιεκτικὰ ὀξύνεται.

Τὰ δὲ διὰ τοῦ ΥΩΝ ὑπὲρ δύο συλλαβὰς καὶ βα-

ρύνεται καὶ ὀξύνεται. καὶ βαρύνεται μὲν, ὅσα κλίνεται

διὰ τοῦ Ω, μὴ συνεμπίπτοντα πόλεσιν, ὡς ἔχει <Ἀμφι-

τρύων Ἠλεκτρύων.> τὸ δὲ <σικυών> ὀξύνεται. τὰ

μέντοι κατὰ γενικὴν τρέποντα τὸ Ω εἰς Ο ὀξύνεται·

<ἀλεκτρυών Γηρυών Κερκυών ἀμφικτυών.>

Τὰ εἰς ΦΩΝ ἀρσενικὰ σύνθετα διὰ τοῦ ΝΤ κλι-

νόμενα περισπᾶται· <Ἀγλαοφῶν Ξενοφῶν Ἀντι-

φῶν Δημοφῶν.> τὸ μέντοι <κολοφών> καὶ <κατη-

φών> ὀξύνεται.

Τὰ εἰς ΧΩΝ δισύλλαβα ἀρσενικὰ βαρύνονται μὴ

ὄντα μηνῶν ὀνόματα· <Βρύχων Τύχων Σπέρχων.>

τὸ δὲ <γλήχων> ὤφειλε βαρύνεσθαι. εἰ δὲ θηλυκὸν καὶ

διὰ τοῦ Β, ὀξύνεται. τὸ δὲ <παχών> ὀξύνεται ὄνομα

μηνὸς παρ' Αἰγυπτίοις ὄν. τὸ δὲ <Πολυσπερχῶν> διὰ

τοῦ ΝΤ κλινόμενον περιεσπάσθη.

Τὰ εἰς ΩΝ ἐν τέλει ἔχοντα τὸν τόνον καὶ κλινό-

μενα διὰ τοῦ ΝΤ περισπᾶται· <Ξενοφῶν Ἱπποκῶν.>

16

σεσημείωται τὸ <Ποσειδῶν> καὶ <ταῶν> καὶ <τυφῶν>

περισπώμενα μὲν, οὐ μέντοι διὰ τοῦ ΝΤ κλινόμενα.

Τὰ εἰς ΩΝ θηλυκὰ μὴ ἐπὶ πόλεων κατηγορούμενα

ὀξύνεται, ὁπότε μὴ διὰ τοῦ Ω κλίνεται· <χιών λαγών

τρυγών σταγών γοργών.> τὸ δὲ <τρήρων μή-

κων γλήχων> βαρύνονται φυλάττοντα τὸ Ω ἐπὶ τῆς

γενικῆς.

Τὰ εἰς ΩΝ δισύλλαβα ἐπὶ πόλεων ὀξύνονται· εἰ

δέ τι βαρυνθῇ, ἑτέρῳ χαρακτῆρι, ἢ διαστολῇ σημαινο-

μένου· <Ἠιών Πλευρών Πυθών Σιδών.> τὸ <Ἴτων>

βαρύνεται, ὡς [ἐν] ἑτέρῳ χαρακτῆρι ὑποπεσόν· (καθό-

λου γὰρ τὰ εἰς ΤΩΝ δισύλλαβα φύσει μακρᾷ παραλη-

γόμενα βαρύνεται μὴ ὄντα τοπικὰ, διὰ τὸ <κοιτών.> τὰ

δὲ βαρύτονα· <Πλούτων γείτων Τρίτων>) ... <Σούλ-

μων> πόλις Σικελίας, πλὴν τοῦ <κροτών.>

Τὰ εἰς ΩΝ ὑπὲρ δύο συλλαβὰς ἐπὶ πόλεων ὀξύ-

νεσθαι θέλει, εἰ μὴ εἰς ΛΩΝ λήγοι ἔχοντα πρὸ τοῦ

τέλους Α, ἢ ἔννοιαν συνθέσεως· <Ἐλεών Μεδεών

Σικυών Βαβυλών.> σεσημείωται τὸ <Ἀσκάλων> καὶ

<ἀσσάλων.>

Τὰ εἰς ΩΝ σύνθετα ἀπὸ ἁπλῶν, συντεθειμένα

ῥητὰ ἀπὸ βαρυτόνων βαρύνονται· <Ἀνακρέων Χα-

17

μαιλέων.> τὰ δὲ ἀπὸ περισπωμένων περισπῶνται· <φι-

λοξενοφῶν φιλοκτησιφῶν·> καὶ τὰ ἀπὸ ὀξυτόνων

φυλάττει τὴν ὀξεῖαν· <φιλομακεδών ἱππαλεκτρυών.>

Τὰ εἰς ΩΝ ὀξύτονα δισύλλαβα καὶ μονοσύλλαβα

ἐν τῇ συνθέσει ἀναβιβάζουσι τὸν τόνον, ὁπότε μὴ σχέ-

σει τοπικῇ ἥνωται, ὡς ἔχει τὸ κατὰ συνήθειαν· <προ-

κοιτών προπυλών προθυρών.> τὰ δὲ ἄλλα ἀνα-

βιβάζουσι τὸν τόνον, οἷον· <βαθυλείμων ἀχίτων

αὐτόχθων.>

Αἱ εἰς ΩΝ λήγουσαι μετοχαὶ δισύλλαβοι ὀξυτονού-

μεναι ὡς ὀνόματα κλινόμενα μετατιθέασι τὸν τόνον,

οἷον· <Ἀμφίων Ὑπερίων.> Καὶ τοσαῦτα περὶ τῶν

εἰς Ν ληγόντων ἀρσενικῶν καὶ θηλυκῶν.

Τὰ εἰς ΩΝ τοὺς τρεῖς ἐπιδέχεται τόνους· τὰ μὲν

γὰρ ὀξύνεται, <ὡς αἰών,> τὰ δὲ βαρύνεται, <ὡς Πλά-

των,> τὰ δὲ περισπᾶται, <ὡς Ξενοφῶν.>

Τὰ εἰς ΩΝ συγκριτικὰ καὶ ὑποκοριστικὰ βαρύνε-

ται· .... <Ἀτρείων Κρονίων μωτίων Ἡφαιστίων.>

Τὰ διὰ τοῦ ΩΝ ἀρσενικὰ δισύλλαβα παραληγό-

μενα Α βραχεῖ βαρύνεται, μὴ ὄντα περιεκτικὰ· <Φάων

Κάων Κρέων λέων Νέων, νεών> δὲ ὡς περιεκτικόν.

18

Τὰ διὰ τοῦ ΙΩΝ βραχεῖ παραληγόμενα βαρύνεται·

<Ἠμαθίων Ἐνδυμίων.>

Ἔτι καὶ τὰ ἔχοντα τὸ Ι μακρὸν· <κίων πρίων

Ἐχίων Δηΐων Ἀμφίων βραχίων.>

Ἔτι τὰ διὰ τοῦ ΑΩΝ· <Μαχάων Ποσειδάων

Ἀρετάων.>

Τὰ εἰς ΩΝ ὀνόματα μηνῶν ἢ χρόνων ὀξύνεται·

<Ποσειδεών ἐλαφηβολιών.> καὶ τὰ τοπικὰ περιεκτικὰ·

<ἀγών ἱππών ἀνδρών.>

Τὰ διὰ τοῦ ΑΙΩΝ ὑπερδισύλλαβα, εἰ μὴ εἴη ὀνό-

ματα μηνῶν ἢ ποταμῶν, βαρύνονται, οἷον· <Εὐφραίων

Ἀκταίων εὐαίων.>

{Περὶ τῶν εἰς Ξ καὶ εἰς Ρ καὶ εἰς ΑΣ ληγόντων

ὀνομάτων.

<Βιβλίον βʹ.>}

Πᾶν ὄνομα εἰς Ξ λῆγον ὑπὲρ μίαν συλλαβὴν βα-

ρύνεται, εἰ μὴ παρὰ ῥῆμα εἴη συντεθειμένον, καὶ μίαν

συλλαβὴν φυλάττοι τοῦ ῥήματος, καὶ ἐπιθετικὸν ὑπάρ-

χοι, μὴ ἐθνικὸν· <Φαίαξ θώραξ ἄναξ κλῖμαξ αὖ-

λαξ·> τὸ <διασφάξ> ὀξύνεται. τὰ δὲ ἀπὸ ῥήματος συγ-

κείμενα· <βλεφαριπάξ> καὶ <λητροβαστάξ> καὶ <νε-

κροβαστάξ.> τὸ δὲ <Ἄσφαξ> βαρύνεται ὡς ἐθνικόν.

19

Τὰ εἰς ΕΞ καὶ ΙΞ καὶ ΟΞ καὶ ΥΞ πάντα βαρύ-

νεται· <Λέλεξ πέρδιξ Καππάδοξ κήρυξ.>

Τὰ εἰς ΗΞ μὴ ὄντα σύνθετα ἐπιθετικὰ βαρύνε-

ται· <μύρμηξ σκώληξ ἀλώπηξ.>

Τὰ εἰς ΗΞ σύνθετα παρὰ ῥῆμα ὀξύνεται, εἰ ἐπι-

θετικὰ εἴη· <βουπλήξ κυμοπλήξ μεθυπλήξ.> τὸ

<ὕσπληξ> καὶ <ἀντίπηξ> βαρύνεται, ὅτι οὐκ ἐπιθετικά.

τὸ δὲ <χηναλώπηξ> καὶ αὐτὸ βαρύνεται, ὡς τὸ <χα-

μαισκώληξ λεοντομύρμηξ.>

Τὰ εἰς ΩΞ ὀξύνεται, ὅσα μίαν συλλαβὴν ἔχει ἐπὶ

τέλους ἐν τῇ συνθέσει· <ἀποῤῥώξ κυαμοτρώξ θυ-

λακοτρώξ κυμορρώξ·> τὸ δὲ <θηροδίωξ αἰγο-

δίωξ> βαρύνεται, ὡς δύο φυλάξαντα συλλαβὰς ἐν τῇ

συνθέσει.

{Περὶ τῶν ληγόντων εἰς ΑΡ.}

Τὰ εἰς ΑΡ ὑπὲρ μίαν συλλαβὴν εἴτε ἀρσενικὰ εἴτε

οὐδέτερα βαρύνεται· <μάκαρ δάμαρ ὄναρ οὖθαρ.>

Ἔτι τὰ εἰς ΩΡ· <ῥήτωρ κέλωρ ἄπωρ.>

Ἔτι τὰ εἰς ΥΡ οἷον· <μάρτυρ Κέρκυρ Ἴλλυρ

Λίγυρ.>

Τὰ εἰς ΗΡ ὀξύνεται καὶ βαρύνεται. καὶ ὀξύνεται

20

μὲν ἁπλᾶ ὄντα ἀρσενικά. ὁ δὲ λόγος τοῦ Τ προηγου-

μένου τοῦ Η· <στατήρ ἐλατήρ καμπτήρ ἐξαυ-

στήρ. ἐξαύτηρ> δὲ κύριον, ὡς τὸ <ἀμάτηρ> καὶ <ἄν-

τηρ,> καὶ <ἄστηρ> κύριον (?) ἀρσενικὰ δὲ εἶπε διὰ τὰ

θηλυκά. καὶ γὰρ τὰ εἰς ΗΡ θηλυκὰ μὴ μετατιθέμενα

κατά τι ἔθος ποιητοῦ εἰς διάφορον γένος βαρύνεται·

<μήτηρ θυγάτηρ Δημήτηρ>. τὸ δὲ <γαστήρ> ὀξύ-

νεται.

Τὰ εἰς ΗΡ ἐθνικὰ ἢ κύρια, μὴ συνεμπίπτοντα

προσηγορικοῖς, βαρύνονται· <Ἴβηρ Ἀνίβηρ Δόβηρ

Πίηρ>. τὸ μέντοι <Ἐλευθήρ> ὀξύνεται, ὡς τὸ <Ἀστήρ>.

Τὰ εἰς ΗΡ [ἁπλᾶ] μὴ ὄντα σύνθετα, μηδὲ ἐθνικὰ,

ὀξύνεται· <ἀνήρ ἀήρ αἰθήρ σπινθήρ>. τὸ μέντοι

<ἐρίηρ> ὡς σύνθετον βαρύνεται.

Τὰ εἰς ΗΡ ὀξύτονα φυλάττοντα τὸ Η κατὰ τὴν

γενικὴν φυλάττει καὶ τὸν τόνον ἐν τῇ συνθέσει, οἷον·

δετήρ <ἀμαλλοδετήρ>, στατήρ <ὀβολοστατήρ>. τὸ

μέντοι ἀνήρ <λιπάνηρ>, δαήρ <πολυδάηρ>, πατήρ <αἰ-

νοπάτηρ> ὡς μὴ φυλάττοντα τὸ Η βαρύνονται. καὶ

τὸ <πάνθηρ> καὶ <σατυρόφηρ> ἀπὸ μονοσυλλάβων.

21

Τὰ εἰς ΕΙΡ ὑπὲρ μίαν συλλαβὴν ἀσυνήθη μὲν,

τὰ δὲ εὑρεθέντα βαρύνεται· <Βέχειρ Σάπειρ Ἀλά-

ζειρ Λίγειρ Ἐλάτειρ ἑκατοντάχειρ ἀντίχειρ>.

ἔτι καὶ τὰ μονοσύλλαβα. οἷον· <χείρ φθείρ Εἴρ>.

Τὰ εἰς ΩΡ πάντα βαρύνονται· <Νέστωρ Ἕκτωρ

Κάστωρ ἄχωρ> (τὸ τῆς κεφαλῆς πιτύρισμα.) τὸ μέν-

τοι <ἰχώρ> ὀξύνεται.

{Περὶ τῶν εἰς ΑΣ πολυσυλλάβων.}

Τὰ εἰς ΑΣ πολυσύλλαβα ἐκτεταμένον ἔχοντα τὸ

Α βαρύνεται ἢ περισπᾶται. καὶ βαρύνεται μὲν <Αἴας

Θόας>· περισπᾶται δὲ <ἀρκᾶς πελεκᾶς>. οὐδέποτε

δὲ ὀξύνεται, χωρὶς εἰ μὴ ὦσιν ἀπὸ παθητικοῦ παρα-

κειμένου σύνθετα, ὅθεν τὸ <ἱμάς> καὶ <ἀνδριάς> ὡς

ἐκτεταμένον ἔχοντα τὸ ΑΣ σημειούμεθα ὀξυνόμενα, καὶ

τὸ <χαλκοκράς> καὶ <γαλακτοκράς> ὡς ἀπὸ παθητι-

κοῦ παρακειμένου. βαρύνεται δὲ τὰ εἰς ΑΣ καθαρὸν·

<Ἀρχίας Λοξίας Γοργίας>. τὸ μέντοι <τριάς> θη-

λυκὸν καὶ συστελλόμενον ἔχει τὸ Α.

Τὰ εἰς ΒΑΣ βαρύνονται· <βίβας Φόρβας Ἄβ-

βας> (ποταμὸς), τὸ δὲ <ἀκριβᾶς> περισπᾶται.

22

Τὰ εἰς ΓΑΣ πάντα βαρύνεται, εἰ μὴ ἐπὶ σκώμμα-

τος εἴη, ὡς ἔχει τὸ <φαγᾶς· γίγας μέγας>. τὸ μέν-

τοι <φυγάς> ὀξύνεται οὐκ ἔχον τὸ Α ἐκτεταμένον. σεση-

μείωται τὸ <ἀτταγᾶς> περισπώμενον, ὅπερ καὶ <ἀττα-

γήν> λέγεται.

Τὰ εἰς ΔΑΣ βαρύνεται, εἰ μὴ διὰ τοῦ ΔΟΣ κλί-

νοιτο ἢ συναληλιμμένα εἴη ἢ ὑποκοριστικὰ· <Ἴδας Βρα-

σίδας>. τὸ μέντοι <Θευδᾶς> περισπᾶται, <ὡς Μητρᾶς

Ζηνᾶς Πυθᾶς>· τὸ δὲ <Κερκιδᾶς> ἀπὸ συναλοιφῆς.

Τὰ εἰς ΑΣ ἐκτεταμένον ἔχοντα τὸ πρὸ τῶν δι-

πλῶν βαρύνονται· <Βύζας Ἐλίξας ἀλείψας>. τὸ

μέντοι <ὑψᾶς> περισπᾶται, καὶ τὸ <ἑξᾶς> ἐπὶ ποσότητος ὄν.

Τὸ εἰς ΛΑΣ δι' ἑνὸς Λ βαρύνονται, εἰ μὴ ἐκ συν-

αλοιφῆς εἴη· <Γέλας Ὕλας μέλας>. τὸ μέντοι <ἱλᾶς>

περισπᾶται ἀπὸ τοῦ ἱλάεις.

Τὰ εἰς δύο ΛΛ ἐκτείνεται· <μύλλας Πάλλας βάλ-

λας> χωρὶς εἰ μὴ ἐπὶ σκώμματος εἴη, ἢ ἔχοι τι ἐντε-

λέστερον. τὸ μέντοι <πελλᾶς> (ὁ γέρων) περισπᾶται ἐπὶ

σκώμματος ὂν, καὶ τὸ <ἀλλᾶς> καὶ <βιλλᾶς>.

Τὰ εἰς ΜΑΣ βαρύνεται· <Τόλμας ἀδάμας>, εἰ

23

μὴ κατὰ τροπὴν εἴη Δωρικὴν, ὡς τὸ <Ἑρμᾶς> καὶ τὸ

<Ἀρτεμᾶς> ὑποκοριστικόν. σεσημείωται δὲ τὸ <ἱμάς>

ὀξυνόμενον.

Τὰ εἰς ΝΑΣ ὁμοίως, εἰ μὴ εἴη ὑποκοριστικὰ, ἢ

ἐπὶ σκώμματος· <ἁρπύνας ξένας. Μηνᾶς> μέντοι καὶ

<Ζηνᾶς> ὑποκοριστικά. τὸ δὲ <δακνᾶς> περισπᾶται, ὅτι

ἐπὶ σκώμματος τάσσεται.

Ἔτι τὰ εἰς ΡΑΣ μὴ ὄντα ὑποκοριστικὰ, ἢ συνα-

ληλιμμένα, ἢ νόμισμα δηλοῦντα· <Θήρας Ἀθύρας

Πυθαγόρας>. τὸ μέντοι <Μητρᾶς Ἡρᾶς τετρᾶς

βορρᾶς> περισπᾶται. τὸ δὲ <τετράς> τετράδος συστέλ-

λεται.

Τὰ εἰς ΑΣ σύνθετα πάντα βαρύνεται· <παιδο-

πίπας εὐφαρέτρας>. Τὸ μέντοι <χαλκοκράς> ὀξύ-

νεται ἀπὸ τοῦ παθητικοῦ παρακειμένου συντεθέν. τὸ

δὲ <φιλοπελλᾶς> καὶ <φιλοβοῤῥᾶς> τὸν τῶν ἁπλῶν

ἐφύλαξε[ν] τόνον.

Τὰ εἰς ΑΣ συνεσταλμένα ἀρσενικὰ καὶ θηλυκὰ

ὀξύνεται καὶ διὰ τοῦ ΔΟΣ κλίνεται· <ὁ φυγάς> καὶ ἡ

24

φυγάς, <ὁ Ἀρκάς> καὶ ἡ Ἀρκάς, <δυάς τριάς>. τὸ

μέντοι <μέγας> καὶ <λᾶας> ὡς συστελλόμενα βαρύνονται.

Πᾶν οὐδέτερον εἰς ΑΣ βαρύνεται· <γέρας γῆρας

δέπας δέμας σέβας>.

{<βιβλίον γʹ>.}

Πᾶν ὄνομα δισύλλαβον ἁπλοῦν εἰς ΗΣ καθαρεῦον

ἀσυνάλειπτον βαρύνεται, εἰ μὴ ἔχοι πρὸ τέλους μόνον

τὸ Υ ......· <Ναίης Δάης Κλεύης Βρύης>. τὸ δὲ

<Ὑῆς> περισπᾶται ἔχον τὸ Υ, ὥσπερ καὶ τὸ <Θυῆς

Κυῆς> ἰσοσυλλάβως κλινόμενα. τὰ δὲ περιττοσυλλάβως

κλινόμενα βαρύνονται ..... <λύης λύεντος>, ἀπὸ τοῦ

λυήεις. καὶ τὸ <ζαής> ὡς σύνθετον ὀξύνεται.

Τὰ εἰς ΒΗΣ δισύλλαβα παραληγόμενα φωνήεντι

βαρύνεται· <κάβης λέβης Κέβης Χάβης θήβης>.

τὸ δὲ <κιβῆς> περισπᾶται ἀπὸ τοῦ κιβέας.

Τὰ εἰς ΓΗΣ δισύλλαβα βαρύνονται, χωρὶς εἰς μή

τι ἐκ συνθέτου καταλελειμένον εἴη, ἢ παρώνυμον ἐπι-

θετικόν. τότε γὰρ περισπᾶται, ὅτε συναλήλιπται, ἢ

βραχείᾳ παραλήγοι, ἢ ἰσοσυλλάβως κλίνοιτο. καὶ ἃ μὲν

25

βαρύτονα· <Μέγης Γύγης Σάγγης Μόργης>. τὸ

μέντοι <ἀργής> ἐπιθετικὸν, ὥσπερ καὶ τὸ <ἀγής> σύν-

θετον ἀπὸ τῆς ἀγῆς (ὁ μὴ κλώμενος). τὸ δὲ <μογῆς>

καὶ <δρογῆς> ἰσοσυλλάβως κλινόμενα περισπᾶται· καὶ

τὸ <φθογγῆς> ἐκ τοῦ φθογγήεις καὶ τὸ <Αὐγῆς> ἐκ τοῦ

<Αὐγέας>.

Τὰ εἰς ΔΗΣ δισύλλαβα μὴ διὰ τοῦ ΟΥΣ κλινό-

μενα βαρύνονται· <Πύδης ᾅδης Γράδης μέδης>. τὸ

μέντοι <ψευδής> καὶ <φραδής> ἐπιθετικά>. καὶ τὸ <Πο-

δῆς> καὶ <ῥοδῆς> περισπάσθη, ὅτι τὸ Ο παραλήγει.

Τὰ εἰς ΗΣ ἀσυνάλειπτα βαρύνονται· <Ἄνθης Σκύ-

θης Σεύθης Λάχης Πάχης>. τὸ μέντοι <κριτής> ....

καὶ <ψαλτής> ἀττικῶς ὀξύνεται· καὶ ἔτι τὸ <ληιστής>

λῃστής. τὸ δὲ <δεσπότης> ἀρσενικὸν, τὸ δεσπότις θη-

λυκόν.

Τὰ εἰς ΗΣ δισύλλαβα μὴ ὄντα τοπικὰ ἢ συναλη-

λιμμένα βαρύνονται ἔχοντα πρὸ τοῦ ΗΣ ἢ Ξ· <Ξέρ-

ξης Χρύσης κάσης>. τὸ μέντοι <κασῆς> (τὸ πιλωτὸν

ἱμάτιον) περισπᾶται. τὸ δὲ <Κισσῄς> ὀξύνεται ὡς ἐπί-

θετον.

Τὰ εἰς ΝΗΣ καὶ ΡΗΣ δισύλλαβα ἁπλᾶ μὴ ἔχοντα

κατ' ἐπιπλοκὴν σύμφωνον βαρύνεται· εἰ δέ τι περισπα-

σθῇ, τοῦτο κατὰ συναλοιφὴν ἐγένετο, ἢ ἰαμβικόν ἐστι

26

καὶ ἰσοσύλλαβον. ὅσα δὲ ὀξύνεται, εἰς ΟΥΣ ἔχει τὴν

γενικὴν ἢ εἰς ΤΟΣ. τὰ βαρύτονα· <πένης πλάνης

Μύνης χλούνης Φάνης>. τὸ μέντοι <σθενῆς τεχ-

νῆς λαχνῆς ζαχρῆς> ἀπὸ συναλοιφῆς γίνονται. καὶ

τὸ <Φανῆς> ἰαμβικὸν ἰσοσύλλαβον.

Τὰ εἰς ΗΣ δισύλλαβα ἔχοντα πρὸ τοῦ Η ἀμετά-

βολον μετ' ἐπιπλοκῆς συμφώνου ἑτέρου κύρια ὄντα ἢ

προσηγορικὰ βαρύνεται· <Μέσθλης μάσθλης Μάγνης

Πίγρης Ὅπλης Πέτρης> (λιμήν τις). εἴ τι δὲ πε-

ρισπασθῇ, κατὰ πάθος γέγονε. τὸ μέντοι <γυμνής

ἀβλής προβλής> ἐπιθετικὰ ὄντα ὀξύνεται.

Τὰ εἰς ΗΣ ἐπιθετικὰ δισύλλαβα εἰς ΟΥΣ τὴν γε-

νικὴν ποιοῦντα καὶ μὴ παθόντα συγκοπὴν ὀξύνεται·

<ψευδής πρηνής ζαής ἀλής>. τὸ δὲ <πλήρης> βα-

ρύνεται (πληήρης γὰρ), <ὡς ξιφήρης ὀλιγήρης>. καὶ

τὸ <Ἄρης> κύριον.

Τὰ εἰς ΗΣ δισύλλαβα κύρια ἔχοντα Υ ἐν τῇ πα-

ραληγούσῃ περισπᾶται· <Μυῆς Θυῆς Κυῆς>. βαρύ-

νεται δὲ τὸ <Βρύης Κύης> περιττοσύλλαβα. <γύης> δὲ

οὐ κύριον.

Τὰ εἰς ΗΣ κύρια ἀπὸ ἐντελεστέρου περισπᾶται·

<Ἑρμῆς Θαλῆς Πυλῆς Ποδῆς>.

Τὰ παρὰ τὸ <κλέος> ἐπίθετα μὲν ὄντα ὀξύνεται·

<εὐκλεής ἀκλεής>· κύρια δὲ ὄντα ἐν μὲν τῇ ἐντελείᾳ

27

βαρύνεται, ἐν δὲ τῇ συναιρέσει περισπᾶται· Ἡρακλέης

<Ἡρακλῆς>. καὶ τὰ εἰς ΕΑΣ· ἀρτεμέας <ἀρτεμῆς>.

Τὰ εἰς ΗΣ ἀπὸ τῶν εἰς ΗΕΙΣ περισπῶνται· <τι-

μῆς τεχνῆς δαφνῆς>.

Τὰ εἰς ΗΣ πατρωνυμικὰ ἢ <ὡς> πατρωνυμικὰ βα-

ρύνεται· <Πηλείδης Ἀτρείδης Κρονίδης Εὐρι-

πίδης Θουκυδίδης>.

Ἔτι τὰ διὰ τοῦ ΩΔΗΣ· <εὐώδης πετρώδης

δυσώδης>.

Ἔτι τὰ πολυσύλλαβα παρώνυμα· <εὐπατρίδης

ἑπταπόδης>. τὸ δὲ <ἐθελοντής> ἀπὸ τοῦ ἐθέλοντος,

καὶ <ἑκοντής> ἀπὸ τοῦ ἑκόντος γενικῆς μετοχῆς.

Ἔτι τὰ διὰ τοῦ ΟΛΗΣ καὶ ΟΝΗΣ· <Ὀζόλης

Μηριόνης>. τὸ μέντοι <ἀολλής> ἐπίθετον καὶ εἰς ΟΥΣ

τὴν γενικὴν ἔχει.

Ἔτι τὰ διὰ τοῦ ΑΝΗΣ κύρια· <Ἀριστοφάνης

Θεοφάνης>. τὸ δὲ ἐπίθετον <θεοφανής> ὀξύνεται.

καὶ τὰ εἰς ΗΣ Περσικὰ πάντα· <Ἰνταφέρνης>.

Τὰ εἰς ΣΤΗΣ πολυσύλλαβα ὀξύνεται· <τευχη-

στής ὀρχηστής ἀλφηστής>

Ἔτι τὰ εἰς ΑΡΗΣ, εἰ μὴ ἐπίθετα εἴη· <Κυαξά-

ρης Παντάρης Σωχάρης>.

Ἔτι τὰ διὰ τοῦ ΗΡΗΣ· <χαλκήρης χρυσήρης

θυμήρης φρενήρης τριήρης>.

28

Ἔτι τὰ διὰ τοῦ ΩΡΗΣ· <Διώρης Λυκώρης>,

ὅπερ Καλλίμαχος ὀξύνει.

Τὰ εἰς ΤΗΣ ἁπλᾶ ἀρσενικὰ βραχείᾳ παραληγόμενα

βαρύνεται· <οἰκέτης ὀφειλέτης ἐργάτης>. τὸ <εὑρε-

τής> δὲ ὀξύνεται καὶ τὸ <ἀθλητής μαθητής ποιη-

τής>, ὅτι ἔχουσι τὴν παραλήγουσαν μακράν. τὸ δὲ <προ-

πετής ἀκρατής τριετής> σύνθετα.

Τὰ εἰς ΟΙΤΗΣ ἰσοσύλλαβα βαρύνεται· <Δαμοίτης

Μενοίτης Θυμοίτης>.

Ἔτι τὰ διὰ τοῦ ΑΤΗΣ τὸ Α μακρὸν ἔχοντα, μὴ

ὄντα ῥηματικὰ, βαρύνεται· <Τεγεάτης Σπαρτιάτης

Ἐλεάτης>. Τὸ δὲ <θεατής> καὶ <πειρατής> ῥηματικὰ

ὄντα ὀξύνεται.

Ἔτι τὰ εἰς ΙΤΗΣ τοῦ Ι μακροῦ ὄντος καὶ ΕΙΤΗΣ·

<πολίτης τεμενίτης εὐρείτης βαθυῤῥείτης>,

καὶ ὅσα παρώνυμα τὸ Υ μακρὸν ἔχοντα· <πρεσβύτης

Ἀρχύτης Πιδύτης>. τὸ μέντοι <κωλυτής μηνυ-

τής> ῥηματικὰ καὶ οὐ παρώνυμα.

Ἔτι τὰ διὰ τοῦ ΩΤΗΣ μὴ ῥηματικὰ· <δεσμώτης

στρατιώτης>.

Ἔτι τὰ διὰ τοῦ ΕΣΤΗΣ μὴ ὄντα ἐπιθετικὰ·

<Ὀρέστης Θυέστης Ἀκέστης>. τὸ μέντοι <κηδε-

στής> καὶ <ἀργεστής ἐπιθετικὰ ὀξύνονται.

29

Ἔτι βαρύνονται τὰ παρὰ τὸ ὀλῶ· <πανώλης ἐξώ-

λης προώλης>.

Τὰ εἰς ΗΣ ἐπίθετα παρὰ ῥῆμα σύνθετα εἰς ΟΥΣ

ποιοῦντα τὴν γενικὴν ὀξύνεται· <εὐσεβής ἀσεβής

εὐλαβής θεοφιλής αὐτοσφαγής πολυδευκής·

Πολυδεύκης> δὲ τὸ κύριον βαρύνεται. τὸ μέντοι <φι-

λαλήθης> καὶ μισαλήθης> καὶ <εὐήθης> καὶ <κα-

κοήθης> παρ' ὄνομά εἰσιν οὐ παρὰ ῥῆμα.

Τὰ εἰς ΗΣ κύρια ἀπὸ τῶν εἰς ΟΣ οὐδετέρων σύν-

θετα βαρύνεται· <Δημοσθένης Διογένης>, καὶ τὰ

...... ἔχοντα Η ἐν τῇ παραληγούσῃ ἀπὸ δισυλλάβου·

<συνήθης κακοήθης>. τὰ δὲ μὴ τοιαῦτα ἐπίθετα

ὀξύνεται· <εὐγενής ἀγενής εὐμενής εὐτυχής>.

Τὰ εἰς ΤΗΣ παρὰ τὸ <ἔτος> καὶ <ἔργον> ὀξύνεται·

<διετής τριετής λεπτουργής ναξιουργής>.

Τὰ εἰς ΗΣ ἀπὸ τῶν εἰς ΥΣ ὀξυτόνων μὲν ὀξύ-

νονται· βριθύς <ἐμβριθής>, βαρύς <ἀβαρής>, βαρυτό-

νων δὲ βαρύνονται· πῆχυς <τριπήχης τετραπήχης>.

Τὰ εἰς ΗΣ σύνθετα τὴν τῶν πρωτοτύπων τάξιν

φυλάττει· ἐρανιστής <ἀρχερανιστής>, δανειστής <μι-

σοδανειστής>, λῃστής <ἀρχιλῃστής>, Ἀπελλῆς <φι-

λαπελλῆς>. σεσημείωται· ἀληθής <φιλαλήθης>, κρι-

τής <δικαιοκρίτης>. τὸ δὲ <ὑποκριτής> οὐ παρὰ τὸ

κριτής, ἀλλὰ παρὰ τὸ ὑποκρίνομαι.

30

Τὰ εἰς ΤΗΣ πολυσύλλαβα θηλυκὰ βαρύνονται·

<λογιότης λευκότης ποιότης>. σεσημείωται <ταχυ-

τής βραδυτής ἁδροτής>· καὶ τὰ παρ' Ἀθηναίοις

ὀξύτονα· <τραχυτής κουφοτής>· τὸ μέντοι <ποτής>

καὶ <ἐσθής> δισύλλαβα. τὸ δὲ <νημερτής> ἐπίθετον.

{Περὶ τῶν εἰς ΙΣ ὀνομάτων.

<Βιβλίον δʹ>.}

Τὰ εἰς ΙΣ ὀνόματα συνεσταλμένον τὸ Ι ἔχοντα

ἀρσενικὰ καὶ θηλυκὰ καὶ κοινὰ βαρύνεται· <ὄφις ὄϊς

πάϊς μάντις>.

Τὰ εἰς ΙΣ βαρύτονα καὶ ἐν τῇ συνθέσει βαρύνον-

ται· μῆτις <πολύμητις>, ἴδρις <ἄϊδρις>, πόλις <φιλό-

πολις>, χάρις <εὔχαρις>.

Τὰ εἰς ΙΣ ὀξύτονα πὴ μὲν ἐν τῇ συνθέσει φυλάτ-

τουσι τὸν τόνον πὴ δὲ βαρύνονται. καὶ φυλάττουσι μὲν

τὰ φυλάττοντα τὸ θηλυκὸν γένος· σκελίς <περισκελίς>,

νυχίς <παννυχίς>. τὰ δὲ κοινωνοῦντα ἀρσενικῷ γένει

μετατιθέασιν· ἐλπίς <εὔελπις>, ἀσπίς <λεύκασπις>.

Τὰ εἰς ΙΣ πατρωνυμικὰ ἢ τύπον ἔχοντα πατρω-

νυμικῶν ὀξύνονται· <Πριαμίς Τανταλίς Τυνδα-

ρίς> (ἡ τοῦ Τυνδάρεω).

31

Τὰ εἰς ΙΣ ὑποκοριστικὰ ἔχοντα ἐν ἴσαις συλλαβαῖς

τὴν παραγωγὴν ὀξύνεται· <θεραπαινίς ἑταιρίς λυ-

ρίς>. τὸ δὲ <Ἶφις> ἀπὸ τοῦ ἶφι γενόμενον βαρύνεται.

Τὰ εἰς ΙΣ ἐσχηματισμένα ἀπὸ βαρυτόνων μελλόν-

των ἢ δευτέρου προσώπου τοῦ παθητικοῦ παρακειμένου

βαρύνονται· ποιήσω <ποίησις>, γνώσω <γνῶσις>, πράξω

<πρᾶξις>, πέφανσαι <φάνσις>, μεμίανσαι <μίανσις>. τὸ

δὲ <ἁψίς> σεσημείωται μακρὸν ἔχον τὸ Ι.

Τὰ εἰς ΒΙΣ ὑπερδισύλλαβα ὀξύνεται ἢ (προ)παρο-

ξύνεται. ὀξύνεται τὰ παρώνυμα καὶ ἐπιθετικὰ· <Νιοβίς

Λυκαμβίς Πεῤῥαιβίς>. σεσημείωται τὸ <κάνναβις>.

τὰ δὲ κύρια ἢ προσηγορικὰ βαρύνεται· <Ἀθάρραβις

κάνναβις>. σημείωσαι τὸ <καλλαβίς>.

Τὰ εἰς ΓΙΣ δισσύλλαβα ὀξύνεται, εἰ μὴ ἄρχοιντο

ἀπὸ τοῦ Γ· <αἰγίς μαγίς σφαγίς>. τὸ μέντοι <Γέρ-

γις> βαρύνεται· ἀπὸ τοῦ Γ γὰρ, ὥσπερ καὶ τὸ <γέλγις

γέγγις>.

Ἔτι τὰ εἰς ΙΣ πολυσύλλαβα· <στρατηγίς ἁλουρ-

γίς>. τὸ δὲ <ἄμοργις> (ἡ ὑποστάθμη) βαρύνεται.

Τὰ εἰς ΘΙΣ δισύλλαβα, εἰ μὴ μετάληψιν ἔχοι εἰς

ἀρσενικὸν γένος, ὀξύνεται· <πληθίς Ἀτθίς τηθίς>

32

(ἡ πατρὸς ἀδελφή). σεσημείωται τὸ <αἴθις> καὶ <κρόθις>

καὶ <Κρᾶθις>.

Ἔτι τὰ εἰς ΘΙΣ ὑπερδισύλλαβα ὀξύνεται μὴ ὄντα

ὀνόματα πόλεων Αἰγυπτίων· <ἀκανθίς κολοκυνθίς>.

τὸ δὲ <Ταμίαθις> καὶ <Μένουθις> καὶ <Τερένουθις>

βαρύνεται.

Τὰ εἰς ΚΙΣ δισύλλαβα ὀξύνεται· <Φωκίς κερ-

κίς χαλκίς>, τὸ δὲ <φίκις> βαρύνεται· ἔτι καὶ τὰ τρι-

σύλλαβα· <παλλακίς πινακίς φαρμακίς>.

Τὰ εἰς ΛΙΣ ἁπλᾶ ἔχοντα σύμφωνον κατ' ἐπιπλο-

κὴν ἢ διπλασιασμὸν τοῦ Λ ὀξύνεται, εἰ μὴ διὰ τοῦ Θ

κλίνοιτο ἢ πόλιν σημαίνοι· <φυλλίς κιγκλίς θυλλίς>

(ὁ θύλακος), τὸ δὲ <Τράλλις> πόλις· καὶ τὸ <δέλλις>

(τὸ μικρὸν σφηκίον) διὰ τοῦ Θ κλίνεται. καὶ τὸ <βάλ-

λις> δὲ βαρύνεται (εἶδος ἄνθους, ὃ δοκεῖ ποιεῖν ἀναζῆν

τὸν νεκρόν).

Τὰ εἰς ΛΙΣ βραχὺ δισύλλαβα, εἰ μὴ ἀπὸ τοῦ Π

ἄρχοιτο μήτε ὑποκοριστικὰ εἴη, ὀξύνεται· <βολίς φο-

λίς σελίς ψαλίς πυλίς> (ὑποκοριστικόν). τὸ δὲ <πρύ-

33

λις> βαρύνεται (ἡ ἔνοπλος ὄρχησις), ὥσπερ καὶ ἡ <πό-

λις> ἀπὸ τοῦ Π ἀρχομένη.

Τὰ εἰς ΛΙΣ δισύλλαβα ἀπὸ συμφώνου ἀρχόμενα,

εἰ παραλήγοιτο φύσει μακρᾷ χωρὶς Α μακροῦ, ὀξύνεται·

<μηλίς> (ἡ μηλέα) <δουλίς Δαυλίς>. ἐναντιοῦται τὸ

<μαῦλις> (ἡ μάχαιρα) καὶ τὸ <τῆλις>· τὸ δὲ <τᾶλις> (ἡ

μελλέγαμος) τὸ Α μακρὸν ἔχει. Ἔτι βαρύνεται καὶ τὸ

<Βᾶλις> καὶ <μᾶλις> καὶ τὸ <Ἦλις> καὶ <ὗλις> (ἡ ὑλία)

καὶ <αὖλις> (ἡ ἔπαυλις), <Αὐλίς> δὲ ἡ πόλις ὀξύνεται.

Τὰ εἰς ΛΙΣ ὑπερδισύλλαβα εἰς Α βραχὺ προπα-

ραλήγοντα ἢ ὀξύνεται ἢ βαρύνεται. καὶ ὀξύνονται μὲν,

ὅσα τυγχάνει ἐπιθετικώτερα, ἢ ἔχει τὴν πρώτην συλλα-

βὴν καταλήγουσαν εἰς Ν ἀφώνου ἐπιφερομένου· <Ταν-

ταλίς Πανθαλίς> (ἡ θεράπαινα Ἑλένης) <ἀγκαλίς>

(τὸ γὰρ Γ ἐκ τοῦ Ν) <δενδαλίς>. τὰ μέντοι προση-

γορικὰ ἢ κύρια προπαροξύνονται· <βούβαλις δάμα-

λις βαύκαλις>.

Τὰ εἰς ΛΙΣ ὑπερδισύλλαβα παραληγόμενα Η βα-

ρύνεται· <κάπηλις κύβηλις> (ὁ πέλυξ) <ἔπηλις> (τὸ

πῶμα τῆς λάρνακος) <τρόπηλις> (ἡ δέσμη τῶν σκορό-

δων), πλὴν τοῦ <φασηλίς>.

Τὰ εἰς δύο ΛΛ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, εἰ

μὴ ἐπιθετικὰ παρώνυμα εἴη γενόμενα ἀπὸ τῶν εἰς ΗΣ·

34

<κορυδαλλίς ἀναβαλλίς> (ἡ σφαῖρα) <συκαλλίς

μοιχαλλίς θρυαλλίς>. τὸ μέντοι <κάβαλλις> βα-

ρύνεται.

Τὰ εἰς ΛΙΣ ὑπερδισύλλαβα, εἰ ἔχοι ἕν τι τῶν φύ-

σει βραχέων ἢ Ι βραχὺ, ὀξύνεται· <κυψελίς βασιλίς

Αἰολίς>. τὸ μέντοι <Ἄζιλις> τὸ ΖΙ μακρὸν ἔχει.

Τὰ εἰς ΛΙΣ παρώνυμα τῷ Ω ἢ διφθόγγῳ παρα-

ληγόμενα ὀξύνεται· <Πακτωλίς Αἰτωλίς Ἰουλίς>.

τὸ <Ἄδουλις> προπαροξύνεται καὶ τὸ <ἀρτόπωλις>.

Τὰ εἰς ΜΙΣ προσηγορικὰ ὑπὲρ δύο συλλαβὰς ὀξύ-

νεται· <πυραμίς σησαμίς καλαμίς πλοκαμίς

κεραμίς>. τὸ δὲ <Ἄρτεμις Σεμίραμις Χρυσόθε-

μις>, κύρια. καὶ τὸ <Σαλαμὶς> κύριον ὂν ὀξύνεται.

Τὰ εἰς ΝΙΣ διβραχέα προσηγορικὰ ὀξύνονται, κατ'

οὐσίας κείμενα Α ἢ Ο παραληγόμενα· <ῥανίς χλανίς

σανίς ὀνίς κονίς> (τὸ ἐπὶ τῆς κεφαλῆς) <κόνις> δὲ

τὸ χῶμα. <σπάνις> καὶ <φρόνις> οὐκ ἐπὶ οὐσίας. τὸ

δὲ <ὕνις> βαρύνεται τὸ Υ ἔχον, ὥσπερ τὸ <κέρνις>.

Τὰ εἰς ΝΙΣ δισύλλαβα παραληγόμενα φωνήεντι

μακρῷ ἢ ἐκτεινομένῳ βαρύνεται μὴ ὑποκοριστικὰ ὄντα·

<Θῶνις μῆνις νῆνις>. τὸ μέντοι <φωνίς> ὑποκορι-

στικόν ἐστι.

35

Τὰ εἰς ΝΙΣ θηλυκὰ διφθόγγῳ παραληγόμενα ὀξύ-

νεται· <μαινίς δαυνίς ἐπιγουνίς θεραπαινίς

λεαινίς>. τὸ μέντοι <εὖνις> βαρύνεται καὶ <βοῦνις>

καὶ <χλοῦνις>.

Τὰ εἰς ΑΝΙΣ θηλυκὰ ὑπὲρ δύο συλλαβὰς ὀξύνε-

ται· <Ὠκεανίς Τιτανίς στεφανίς>. τὸ δὲ <νεᾶνις>

προπερισπᾶται καὶ τὸ <Ἄδανις> προπαροξύνεται καὶ τὸ

<Θήβανις>.

Τὰ εἰς ΕΝΙΣ καὶ ΟΝΙΣ ὑπὲρ δύο συλλαβὰς ὀξύ-

νεται· <εὐμενίς εὐγενίς Λυκαονίς Ἀμαζονίς>.

Τὰ εἰς ΞΙΣ ἀπὸ μελλόντων ἐσχηματισμένα βαρύ-

νεται· ἕξω <ἕξις>, λέξω <λέξις>, ψύξω <ψύξις>. σεση-

μείωται <ἁψίς> ὀξυνόμενον. τὰ μέντοι παρώνυμα ὀξύ-

νεται· ἅμαξα <ἁμαξίς>, πύξος <πυξίς>, ὄξος <ὀξίς>.

Τὰ εἰς ΠΙΣ διβράχεα ἀπὸ συμφώνου ἢ συμφώνων

ἀρχόμενα ὀξύνεται· <πραπίς κοπίς λεπίς>. σεσημείω-

ται τὸ <τρόπις>. τὸ δὲ <ὄπις> ἀπὸ φωνήεντος ἄρχεται.

Τὰ εἰς ΠΙΣ δισύλλαβα θέσει μακρᾷ παραληγό-

μενα, εἰ μὲν ἀπὸ συμφώνου ἄρχοιτο, βαρύνεται μὴ

ὄντα ὑποκοριστικὰ, εἰ δὲ ἀπὸ φωνήεντος, ὀξύνεται.

βαρύνεται δὲ ταῦτα· <τράμπις σάλπις πόλις κάλ-

πις θέσπις πόρπις>. ὀξύνεται δὲ ταῦτα μὴ πλη-

36

θυντικῶς λεγόμενα (?)· <ἐλπίς ἀσπίς ἐμπίς>. τὸ δὲ

<Ἄλπις> βαρύνεται.

Τὰ διὰ τοῦ ΟΠΙΣ πολυσύλλαβα μὴ ἔννοιαν ἔχοντα

συνθέσεως ὀξύνεται· <Κεκροπίς Δρυοπίς Αἰθιο-

πίς>· τὸ <φύλοπις> δὲ προπαροξύνεται.

Τὰ εἰς ΡΙΣ δισύλλαβα ὑποκοριστικὰ ... ἐννοίας ἐχό-

μενα ὀξύνεται· <Τευκρίς χειρίς>.

Τὰ εἰς ΚΡΙΣ κύρια μὲν ὄντα βαρύνεται· <Μάκρις

Πρόκρις Ἄκρις>· τὰ δὲ μὴ οὕτως ὀξύνεται· <ἀκρίς

Λοκρίς>.

Τὰ εἰς ΡΙΣ ἔχοντα πρὸ τοῦ Ρ ἕν τι τῶν ψιλῶν

ὀξύνεται· <παλαιστρίς αὐληστρίς ἐπακτρίς>.

Τὰ εἰς ΡΙΣ μετ' ἐπιπλοκῆς μέσου ἢ δασέος ἢ τοῦ

Π βαρύνεται· εἰ δὲ μὴ οὕτως, ὀξύνεται, χωρὶς εἰ μὴ

σύμφωνον εἴη δεδιπλασιασμένον· <ὕβρις Κύπρις>·

ὀξύνεται δὲ τὸ <νεβρίς κεδρίς>. τὸ δὲ <ἄγγρις> δεδι-

πλασίασται.

Τὰ εἰς ΡΙΣ ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῷ

Α βαρύνεται· <κίθαρις εὔμαρις Σύβαρις κάπ-

παρις>, εἰ μὴ εἴη ὡς ὑποκοριστικὰ ἢ πατρωνυμικὰ, ἢ

ἐν τῇ τρίτῃ τὸ Ε ἔχοντα. τότε γὰρ ὀξύνεται· <Μεγα-

ρίς βλεφαρίς θεωρίς ἐαρίς>.

Τὰ εἰς ΕΡΙΣ ὑπὲρ δύο συλλαβὰς θηλυκὰ ὀξύνεται·

<Ἀστερίς νυκτερίς>. τὸ δὲ <Πάστερις> καὶ <Κελέν-

δερις> βαρύνεται.

37

Τὰ εἰς ΥΡΙΣ μὴ κατὰ τροπὴν γενόμενα ὀξύνεται·

<ἁλμυρίς πορφυρίς ἀργυρίς Ἰλλυρίς>. τὸ δὲ

<Θάμυρις> προπαροξύνεται. τὸ δὲ <ἄγυρις> κατὰ τρο-

πὴν ἐγέντο.

Τὰ εἰς ΡΙΣ Αἰγύπτια προπαροξύνεται· <Βούσι-

ρις Ὄσιρις Ψένυρις>.

Τὰ εἰς ΣΙΣ ἀπὸ μέλλοντος γινόμενα ἢ ἀπὸ δευ-

τέρου προσώπου τοῦ παθητικοῦ παρακειμένου βαρύνον-

ται· ποιήσω <ποίησις>, λύσω <λύσις>, κέκρισαι <κρίσις>.

τὰ μέντοι παρώνυμα χαίρουσι τῇ ὀξείᾳ· Χρύσης <Χρυ-

σίς>, νῆσος <νησίς>. σεσημείωται τὸ <ἄσις> ὁ ῥύπος

ἀπὸ τοῦ ἄσης γεγονός.

Τὰ εἰς ΤΙΣ δισύλλαβα ἔχοντα τὸ Ο μικρὸν .... ἢ

Ω μέγα πρὸ τοῦ ΤΙΣ .... ἐπιθετικὰ, εἰ μὴ παράκειται

ἀρσενικῷ τῷ εἰς ΤΗΣ, ὀξύνεται· <φορτίς φροντίς

νοτίς οὐτίς Δωτίς ὠτίς>. τὸ δὲ <πόρτις> ἀπὸ τοῦ

πόρις. .......

Τὰ εἰς ΤΙΣ πρὸ αὐτοῦ ψιλὸν ἔχοντα .... βαρύνε-

ται· <κλέπτις ἴκτις (ζῶον) λάκτις> (ἡ τορύνη). τὰ

δὲ ὀξύνεται· <νοκτίς πηκτίς>.

Τὰ εἰς ΤΙΣ πρὸ τοῦ ΤΙΣ Υ ἔχοντα σπάνια ὄντα

38

τὰ μὲν βαρύνεται· <Σύρτις>, τὰ δὲ ὀξύνεται· <ῥυτίς

κυρτίς>.

Τὰ εἰς δύο ΤΤ σπάνια ὄντα τὰ μὲν βαρύνεται,

οἷον· <παιτέττις>, τὰ δὲ ὀξύνεται· <τριοττίς νεοττίς>.

Τὰ εἰς ΣΤΙΣ δισύλλαβα βαρύνεται, εἰ μὴ ὑποκο-

ριστικώτερα εἴη· <πίστις μνῆστις>. τὸ μέντοι <κι-

στίς> ὀξύνεται <ὡς> ὑποκοριστικόν.

Ἔτι τὰ εἰς ΣΤΙΣ ὑπὲρ δύο συλλαβὰς, εἰ μὴ ἐπί-

θετα εἴη, προπαροξύνεται· <βούβρωστις ἄγρωστις>.

ὀξύνεται τὸ <Κεραστίς Λιγυστίς Λιβυστίς ὡς>

ἐπιθετικά.

Τὰ εἰς ΤΙΣ πολυσύλλαβα Ν πρὸ τοῦ Τ ἔχοντα

μὴ παρακείμενα τοῖς εἰς ΤΗΣ ὀξύνεται· <προποντίς

ἑλλησποντίς. αὐθεντίς>.

Τὰ εἰς ΙΣ θηλυκὰ ἀπὸ τῶν εἰς ΗΣ ἀρσενικῶν

γενόμενα πρὸ μιᾶς ἔχουσι τὸν τόνον· ὁ κυνηγέτης ἡ

<κυνηγέτις>, ὁ δεσπότης ἡ <δεσπότις>, ὁ πολίτης ἡ

<πολῖτις>, χωρὶς τῶν ἀπὸ τῆς κοίτης καὶ πωλῶ· ταῦτα

γὰρ προπαροξύνονται· ἄκοιτις <παράκοιτις ἀρτό-

πωλις λαχανόπωλις>. τὸ <Σκυθίς> δὲ δισυλλαβοῦν

ὀξύνεται, ὡς τὸ <Περσίς>.

Τὰ εἰς ΦΙΣ διβράχεα ὀξύνεται· <ῥαφίς γλυφίς

σταφίς>. εἰ δὲ ἡ παραλήγουσα εἴη φύσει ἢ θέσει μα-

κρὰ ἐν δισυλλάβοις παροξύνεται· <Ἶφις Μέμφις>. τὸ

δὲ <Κηφίς> ὡς ἐθνικὸν ὀξύνεται, ὡς καὶ <Δελφίς>.

39

Τὰ εἰς ΦΙΣ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, εἰ μὴ

κύρια εἴη· <ἀσταφίς κροταφίς ἐλαφίς>. τὸ δὲ <Ἱε-

ρόσφις> ὡς κύριον παροξύνεται.

Τὰ εἰς ΧΙΣ ὀξύνεται, εἰ μὴ ὀνόματα πόλεων ἢ

νήσων εἴη· <Κολχίς Ἀντιοχίς παννυχίς>. τὸ δὲ

<ῥάχις> σεσημείωται. τὸ μέντοι <Ἀτάρβηχις Ὕδελχις>

ἐπὶ πόλεων καὶ νήσων.

Τὰ εἰς ΙΣ θηλυκὰ ἐπὶ τέλους ἔχοντα τὸν τόνον

καὶ εἰς Α ποιοῦντα τὴν αἰτιατικὴν ὀξύνονται· <ἀσπίς

ῥανίς κρηπίς κνημίς ἁψίς>.

Εἰ δὲ εἰς ΙΝ ἔχουσι τὴν αἰτιατικὴν,…

<Βενδῖς…

The complete text is available when the reading interface loads.