Fragmenta
- Edition reference
- Fragmenta, ed. E. Heitsch, Die griechischen Dichterfragmente der römischen Kaiserzeit, vol. 2, Göttingen: Vandenhoeck & Ruprecht, 1964: 48.
- CTS identifier
urn:cts:greekLit:tlg2119.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
Κότυς λευκώλενον ἄλλην
ἤγετο κουριδίην ὁμοδέμνιον, οὔνομα Μυιοῦν·
ἡ δ' Ἄσιον τέκε κοῦρον.
2
Ἀγάπιος πύματος μέν, ἀτὰρ πρώτιστος ἁπάντων
{ΧΡΙΣΤΟΔΩΡΟΥποιητοῦ Θηβαίου ΚοπτίτουΕΚΦΡΑΣΙΣτῶν ἀγαλμάτων τῶν εἰς τὸ δημόσιον γυμνάσιοντοῦ ἐπικαλουμένου Ζευξίππου} Δηΐφοβος μὲν πρῶτος ἐυγλύπτῳ ἐπὶ βωμῷἵστατο, τολμήεις, κεκορυθμένος, ὄβριμος ἥρως,τοῖος ἐών, οἷός περ ἐπορνυμένῳ Μενελάῳπερθομένων ἤντησεν ἑῶν προπάροιθε μελάθρων.ἵστατο δὲ προβιβῶντι πανείκελος· εὖ δ' ἐπὶ κόσμῳδόχμιος ἦν, μανίῃ δὲ κεκυφότα νῶτα συνέλκωνδριμὺ μένος ξυνάγειρεν· ἕλισσε δὲ φέγγος ὀπωπῆς,οἷά τε δυσμενέων μερόπων πεφυλαγμένος ὁρμήν.λαιῇ μὲν σάκος εὐρὺ προΐσχετο, δεξιτερῇ δὲφάσγανον ὑψός' ἄειρεν· ἔμελλε δὲ μαινομένη χεὶρἀνέρος ἀντιβίοιο κατὰ χροὸς ἆορ ἐλάσσαι·ἀλλ' οὐ χαλκὸν ἔθηκε φύσις πειθήμονα λύσσῃ. Κεκροπίδης δ' ἤστραπτε, νοήμονος ἄνθεμα Πειθοῦς,Αἰσχίνης, λασίης δὲ συνείρυε κύκλα παρειῆς,οἷα πολυτροχάλοισιν ἀεθλεύων ἀγορῇσιν·στείνετο γὰρ πυκινῇσι μεληδόσιν. —Ἄγχι δ' ἐκείνουἦεν Ἀριστοτέλης, σοφίης πρόμος· ἱστάμενος δὲχεῖρε περιπλέγδην συνεέργαθεν· οὐδ' ἐνὶ χαλκῷἀφθόγγῳ φρένας εἶχεν ἀεργέας, ἀλλ' ἔτι βουλὴνσκεπτομένῳ μὲν ἔικτο, συνιστάμεναι δὲ παρειαὶἀνέρος ἀμφιέλισσαν ἐμαντεύοντο μενοινὴνκαὶ τροχαλαὶ σήμαινον ἀολλέα μῆτιν ὀπωπαί. Καὶ Παιανιέων δημηγόρος ἔπρεπε σάλπιγξ,ῥήτρης εὐκελάδοιο πατὴρ σοφός, ὁ πρὶν ἈθήναιςΠειθοῦς θελξινόοιο νοήμονα πυρσὸν ἀνάψας.ἀλλ' οὐκ ἠρεμέων διεφαίνετο, πυκνὰ δὲ βουλὴνἐστρώφα, πυκινὴν γὰρ ἐείδετο μῆτιν ἑλίσσειν,οἷα κατ' εὐόπλων τεθοωμένος Ἠμαθιήων.ἦ τάχα κεν κοτέων τροχαλὴν ἐφθέγγετο φωνήν,ἄπνοον αὐδήεντα τιθεὶς τύπον· ἀλλά ἑ τέχνηχαλκείης ἐπέδησεν ὑπὸ σφρηγῖδα σιωπῆς. Ἵστατο δ' Εὐρίποιο φερώνυμος· ὡς δὲ δοκεύω,λάθρῃ ὑπὸ κραδίην τραγικαῖς ὡμίλεε Μούσαις,ἔργα σαοφροσύνης διανεύμενος· ἦν γὰρ ἰδέσθαιοἷά τέ που θυμέλῃσιν ἐν Ἀτθίσι θύρσα τινάσσων. Δάφνῃ μὲν πλοκαμῖδα Παλαίφατος ἔπρεπε μάντιςστεψάμενος, δόκεεν δὲ χέειν μαντώδεα φωνήν. Ἡσίοδος δ' Ἀσκραῖος ὀρειάσιν εἴδετο Μούσαιςφθεγγόμενος, χαλκὸν δὲ βιάζετο θυιάδι λύσσῃ,ἔνθεον ἱμείρων ἀνάγειν μέλος. —Ἐγγύθι δ' αὐτοῦμαντιπόλος πάλιν ἄλλος ἔην Φοιβηίδι δάφνῃκοσμηθεὶς Πολύιδος· ἀπὸ στομάτων δὲ τινάξαιἤθελε μὲν κελάδημα. θεοπρόπον, ἀλλά ἑ τέχνηδεσμῷ ἀφωνήτῳ κατερήτυεν. —Οὐδὲ σὺ μολπῆςεὔνασας ἁβρὸν ἔρωτα, Σιμωνίδη, ἀλλ' ἔτι χορδῆςἱμείρεις, ἱερὴν δὲ λύρην οὐ χερσὶν ἀράσσεις.ὤφελεν ὁ πλάσσας σε, Σιμωνίδη, ὤφελε χαλκῷσυγκεράσαι μέλος ἡδύ· σὲ δ' ἂν καὶ χαλκὸς ἀναιδὴςαἰδόμενος ῥυθμοῖσι λύρης ἀντήχεε μολπήν. Ἦν μὲν Ἀναξιμένης νοερὸς σοφός, ἐν δὲ μενοινῇδαιμονίης ἐλέλιζε νοήματα ποικίλα βουλῆς. Θεστορίδης δ' ἄρα μάντις ἐύσκοπος ἵστατο Κάλχαςοἷά τε θεσπίζων· ἐδόκει δ' ἔτι θέσφατα κεύθεινἢ στρατὸν οἰκτείρων Ἑλλήνιον, ἢ ἐνὶ θυμῷδειμαίνων βασιλῆα πολυχρύσοιο Μυκήνης. Δέρκεό μοι σκύμνον πτολιπόρθιον Αἰακιδάων,Πύρρον Ἀχιλλείδην, ὅσον ἤθελε χερσὶν ἑλίσσειντεύχεα χαλκήεντα, τὰ μή νύ οἱ ὤπασε τέχνη·γυμνὸν γάρ μιν ἔτευξεν· ὁ δ' ὑψόσε φαίνετο λεύσσωνοἷά περ ἠνεμόεσσαν ἐς Ἴλιον ὄμμα τιταίνων. Ἧστο δ' Ἀμυμώνη ῥοδοδάκτυλος· εἰς ὀπίσω μὲνβόστρυχον ἀκρήδεμνον ἑῆς συνέεργεν ἐθείρης,γυμνὸν δ' εἶχε μέτωπον· ἀναστέλλουσα δ' ὀπωπὰςεἰνάλιον σκοπίαζε μελαγχαίτην παρακοίτην. Ἐγγύθι δ' εὐρύστερνος ἐφαίνετο Κυανοχαίτηςγυμνὸς ἐών, πλόκαμον δὲ καθειμένον εἶχεν ἐθείρης,καὶ διερὸν δελφῖνα προΐσχετο χειρὶ κομίζωνδῶρα πολυζήλοιο γάμων μνηστήρια κούρης. Πιερικὴ δὲ μέλισσα, λιγύθροος ἕζετο ΣαπφὼΛεσβιὰς ἠρεμέουσα, μέλος δ' εὔυμνον ὑφαίνεινσιγαλέαις δοκέεσκεν ἀναψαμένη φρένα Μούσαις. Φοῖβος δ' εἱστήκει τριποδηλάλος· ἦν δ' ἄρα χαίτηςεἰς ὀπίσω σφίγξας ἄδετον πλόκον· ἀλλ' ἐνὶ χαλκῷγυμνὸς ἔην, ὅτι πᾶσιν ἀνειρομένοισιν Ἀπόλλωνγυμνῶσαι δεδάηκεν ἀληθέα δήνεα Μοίρηςἢ ὅτι πᾶσιν ὁμῶς ἀναφαίνεται· ἠέλιος γὰρΦοῖβος ἄναξ, καθαρὴν δὲ φέρει τηλέσκοπον αἴγλην. Ἄγχι δὲ Κύπρις ἔλαμπεν, ἔλειβε δὲ νώροπι χαλκῷἀγλαΐης ῥαθάμιγγας· ἀπὸ στέρνοιο δὲ γυμνὴφαίνετο μέν, φᾶρος δὲ συνήγαγεν ἄντυγι μηρῶν,χρυσείῃ πλοκαμῖδας ὑποσφίγξασα καλύπτρῃ. Κλεινιάδην δὲ τέθηπα περιστίλβοντα νοήσαςἀγλαΐῃ· χαλκῷ γὰρ ἀνέπλεκε κάλλεος αὐγὴντοῖος ἐὼν οἷός περ ἐν Ἀτθίδι, μητέρι μύθων,ἀνδράσι Κεκροπίδῃσι πολύφρονα μῆτιν ἀγείρων. Χρύσης δ' αὖθ' ἱερεὺς πέλας ἵστατο, δεξιτερῇ μὲνσκῆπτρον ἀνασχόμενος Φοιβήιον, ἐν δὲ καρήνῳστέμμα φέρων· μεγέθει δὲ κεκασμένος ἔπρεπε μορφῆς,οἷά περ ἡρώων ἱερὸν γένος· ὡς δοκέω δέ,Ἀτρείδην ἱκέτευε· βαθὺς δέ οἱ ἤνθεε πώγων,καὶ ταναῆς ἄπλεκτος ἐσύρετο βότρυς ἐθείρης. Καῖσαρ δ' ἐγγὺς ἔλαμπεν Ἰούλιος, ὅς ποτε Ῥώμηνἀντιβίων ἔστεψεν ἀμετρήτοισι βοείαις.αἰγίδα μὲν βλοσυρῶπιν ἐπωμαδὸν ἦεν ἀείρων,δεξιτερῇ δὲ κεραυνὸν ἀγάλλετο χειρὶ κομίζωνοἷα Ζεὺς νέος ἄλλος ἐν Αὐσονίοισιν ἀκούων. Εἱστήκει δὲ Πλάτων θεοείκελος, ὁ πρὶν Ἀθήναιςδείξας κρυπτὰ κέλευθα θεοκράντων ἀρετάων. Ἄλλην δ' εὐπατέρειαν ἴδον χρυσῆν Ἀφροδίτην,γυμνὴν παμφανόωσαν· ἐπὶ στέρνων δὲ θεαίνηςαὐχένος ἐξ ὑπάτοιο χυθεὶς ἐλελίζετο κεστός. Ἵστατο δ' Ἑρμαφρόδιτος ἐπήρατος, οὔθ' ὅλος ἀνὴροὐδὲ γυνή· μικτὸν γὰρ ἔην βρέτας. ἦ τάχα κοῦρονΚύπριδος εὐκόλποιο καὶ Ἑρμάωνος ἐνίψεις·μαζοὺς μὲν σφριγόωντας ἐδείκνυεν οἷά τε κούρη·σχῆμα δὲ πᾶσιν ἔφαινε φυτοσπόρον ἄρσενος αἰδοῦς,ξυνῆς ἀγλαΐης κεκερασμένα σήματα φαίνων. Παρθενικὴ δ' Ἤριννα λιγύθροος ἕζετο κούρη,οὐ μίτον ἀμφαφόωσα πολύπλοκον, ἀλλ' ἐνὶ σιγῇΠιερικῆς ῥαθάμιγγας ἀποσταλάουσα μελίσσης. Μήτε λίπῃς Τέρπανδρον ἐύθροον, οὗ τάχα φαίηςἔμπνοον, οὐκ ἄφθογγον, ἰδεῖν βρέτας· ὡς γὰρ ὀίω,κινυμέναις πραπίδεσσιν ἀνέπλεκε μύστιδα μολπήν,ὥς ποτε δινήεντος ἐπ' Εὐρώταο ῥοάωνμυστιπόλῳ φόρμιγγι κατεπρήυνεν ἀείδωνἀγχεμάχων κακότητας Ἀμυκλαίων ναετήρων. Ἠγασάμην δ' ὁρόων σε, Περίκλεες, ὅττι καὶ αὐτῷχαλκῷ ἀναυδήτῳ δημηγόρον ἦθος ἀνάπτεις,ὡς ἔτι Κεκροπίδῃσι θεμιστεύων πολιήταιςἢ μόθον ἐντύνων Πελοπήιον. —Ἱστάμενος δὲἔπρεπε Πυθαγόρης, Σάμιος σοφός, ἀλλ' ἐν Ὀλύμπῳἐνδιάειν ἐδόκευε, φύσιν δ' ἐβιάζετο χαλκοῦπλημύρων νοερῇσι μεληδόσιν· ὡς γὰρ ὀίω,οὐρανὸν ἀχράντοισιν ἐμέτρεε μοῦνον ὀπωπαῖς. Στησίχορον δ' ἐνόησα λιγύθροον, ὅν ποτε γαῖαΣικελίη μὲν ἔφερβε, λύρης δ' ἐδίδαξεν Ἀπόλλωνἁρμονίην, ἔτι μητρὸς ἐνὶ σπλάγχνοισιν ἐόντα.τοῦ γὰρ τικτομένοιο καὶ ἐς φάος ἄρτι μολόντοςἔκποθεν ἠερόφοιτος ἐπὶ στομάτεσσιν ἀηδὼνλάθρῃ ἐφεζομένη λιγυρὴν ἀνεβάλλετο μολπήν. Χαῖρέ μοι Ἀβδήρων, Δημόκριτε, κῦδος ἀρούρης,ὅττι σὺ καλλιτόκοιο φυῆς ἐφράσσαο θεσμούς,λεπτὰ διακρίνων πολυΐδμονος ὄργια Μούσης,αἰεὶ δὲ σφαλερὰς ἐγέλας βιότοιο κελεύθουςεὖ εἰδώς, ὅτι πάντα γέρων παραμείβεται Αἰών. Ἡρακλέης δ' ἀνίουλον ἐδείκνυε κύκλον ὑπήνης,μῆλα λεοντοφόνῳ παλάμῃ χρύσεια κομίζων,γαίης ὄλβια δῶρα Λιβυστίδος. —Ἐγγύθι δ' αὐτοῦΠαλλάδος ἀρήτειρα παρίστατο, παρθένος Αὔγη,φᾶρος ἐπιστείλασα κατωμαδόν· οὐ γὰρ ἐθείραςκρηδέμνῳ συνέεργεν· ἑὰς δ' ἀνετείνετο χεῖραςοἷά τε κικλήσκουσα Διὸς γλαυκώπιδα κούρηνἈρκαδικῆς Τεγέης ὑπὸ δειράδος. —Ἵλαθι, γαίης