The Greek Library Catalogue

Anonymous

Fragmentum

Edition reference
Fragmentum, ed. E. Heitsch, Die griechischen Dichterfragmente der römischen Kaiserzeit, vol. 1, 2nd edn., Göttingen: Vandenhoeck & Ruprecht, 1963: 81–82.
CTS identifier
urn:cts:greekLit:tlg2120.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

ὦ κενεοῦ καμάτοιο καὶ ἀπρήκτου πολέμοιο·

2

ἡμετέρῳ βασιλῆι τί λέξομεν ἀντιάσαντες;

3

ὦ βασιλεῦ, τί μ' ἔπεμπες ἐπ' ἀθανάτους πολεμιστάς;

4

βάλλομεν, οὐ πίπτουσι· τιτρώσκομεν, οὐ φοβέονται.

5

μοῦνος ἀνὴρ σύλησεν ὅλον στρατόν· ἐν δ' ἄρα μέσσῳ

6

αἱματόεις ἕστηκεν ἀτειρέος Ἄρεος εἰκών.

7

δένδρον δ' ὡς ἕστηκε σιδηρείαις ὑπὸ ῥιπαῖς

8

κοὐκ ἐθέλει πεσέειν, τάχα δ' ἔρχεται ἔνδοθι νηῶν·

9

λῦε, κυβερνῆτα, νέκυος προφύγωμεν ἀπειλάς.