Epigrammata
- Edition reference
- Epigrammata, AG: 15.32–34.
- CTS identifier
urn:cts:greekLit:tlg2130.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
15
32
{ΑΡΕΘΑ ΔΙΑΚΟΝΟΥ}
Εἰ καί μοι λύχνον αἰῶνος ταχὺς ἔσβεσεν οἶτος
λαμπάδος ἡμετέρης φέγγος ἀμερσάμενος,
ἀλλά γ' ἄρ' ἤρκεσε λύσσῃ ἑῆς κακότητος ὁ δαίμων
πᾶσαν ἐμὴν τελέσαι στυγναλέην βιοτήν·
θῆκέ με χήρην ἐγγὺς ἀειρομένου μοι μαζοῦ,
οὐδ' ἐπὶ τέκνον ἴδον καλὸν ἀθυρόμενον,
ἡδὺ τοκεῦσιν ἄγαλμα παραγκάς· τῷ γέ με πένθος
ἄτλητον μαλερῷ τηκεδόνος δάμασε
πυρσῷ· τρεῖς πρὸς ἐείκος' ἐποιχομένην ἐνιαυτοὺς
ἔσχεν τύμβος ὅδε ξεινοδόκος γενέθλης
ἡμετέρης· ἔνθ' ὕφηνον γενετῆρες ἅπασι
γηραλέοι θρῆνον τιλλόμενοι πολιὴν
καὶ χορὸς εὐγενέων στενάχοντες ἀδελφῶν Ἄννης
μνώμενοι ἀσπασίως εἴδεος ἀγλαΐης.
33
{ΤΟΥ ΑΥΤΟΥ}
Τὸ σεμνὸν ἦθος, τὴν φιλάνθρωπον χάριν,
τὸ πρὸς τεκόντας τοῦ τρόπου πειθήνιον
—αἰδὼς γὰρ ἦγεν ὡς διδάσκαλος μέγας
παρών—, τὰ λαμπρὰ τοῦ γένους γνωρίσματα
καὶ τὰς φιλάνδρους ἐνστάσεις πρὸς τὴν φύσιν
κλονοῦσαν ἀστήρικτα χηρείας βίᾳ,
ἀντεμπλοκῇ δὲ κρειττόνων ἡττωμένην
—ἀφ' ὧν τὰ φαιδρὰ στέμματα πρὸς ἀξίαν
μόνανδρον ἐκλάμποντα—, τὴν παρρησίαν
Ἄννης ἀμαυροῦν οὐ δυνήσεται τάφος·
πάντων γὰρ αὐτῆς οὐδαμῶς λάθοι στόμα
καλὸν φερούσης νουθέτημα τῷ βίῳ·
εἰ δ' οὖν, λαλήσει καὶ γραφὴ πάντων πλέον
αὕτη παρ' αὐτὸν τὸν τάφον τεθειμένη.
34
{ΤΟΥ ΑΥΤΟΥ}
Δρᾶσέ τί που καὶ νερτερίοις μετὰ πνεύμασιν ἀνδρῶν
Φεβρωνία ἑῆς σύμβολα συμπαθίης,
εἴ τις κἀνθάδε χρειὼ ἀφνειῶν ἦε πένησιν·
οὐδὲ γὰρ οὐδ' αὐτοῦ τῆς σφετέρης ἐς ἅπαν
ψυχαὶ λήθονται μεγαθύμων εὐεργείης·
ἔμπα γε μὴν αἰὼν ἡμετέρου βιότου
ἄρκιος εἴη θεῖον ἐπὶ προέμεν θάλαμόν μιν
Χριστοῦ, τόν ῥα νυὸν σεμνὸν ἕλ' ἀφθορίης
λαμπάδ' ἐλαίῳ φαιδρύνουσα φιλοπτωχείης·
ἧς τόδε σῆμ' ὕπνου γνῶθι πολυχρονίου.
{Röm 1,16} Οὐ ῥήματος ἀλλὰ καιροῦ; καὶ γὰρ πρώτοις Ἰουδαίοις τὸ εὐαγγέλιονἐξηχήθη, καθ' ὅτι καὶ ἐξ Ἰουδαίων ὁ Χριστός, καὶ ἐν Ἰουδαίᾳ τὰ τῆςἐπιδημίας αὐτοῦ.{Röm 1,18} <Ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ' οὐρανοῦ.> ἡ αἰτιο-λογία αὕτη πρὸς τὸ ἀνωτέρω εἴρηται. ἐπειδὴ γὰρ <δικαιοσύνην>ἔφη <θεοῦ ἀποκαλύπτεσθαι ἐκ πίστεως εἰς πίστιν,> ἡ δὲ<δικαιοσύνη> τοῦτό ἐστιν, ἡ ἑκάστῳ πρὸς ἀξίαν ἀπονέμουσα, διὰτοῦτό φησιν ὅτι <ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ' οὐρανοῦ,>ὡς εἰ ἔλεγεν· ζητεῖς τὰ τῆς κατηγγελμένης ἡμῖν <δικαιοσύνης θεοῦ>ἔργα; εὑρήσεις ἀφ' ὧν ἀποδίδωσιν ἑκάστῳ εἰς ὕστερον κατὰ τὰ ἔργααὐτοῦ· πρότερον δὲ τὰ ἀπὸ τῆς <ὀργῆς τοῦ θεοῦ> βραβευόμενα τοῖςἀξίοις προτίθησι διὰ τὴν τηνικαῦτα ἐπιπολάζουσαν ἀσέλγειαν καὶἀκαθαρσίαν ἧς καὶ τὰ εἴδη διέξεισιν, εἶτα δὲ καὶ τὰ ἀπὸ τῆς εὐμενείας,οὕτω πως φάσκων· <τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ.>ἐπαναλαβὼν γὰρ πάλιν τὸν λόγον ἀποδίδωσι συντομώτερον τί τὰ κατ'ἀξίαν ἑκάστῳ ἀποδιδόμενα.{Röm 1,19} Οὐκ εἶπεν ‹ἡ γνῶσις τοῦ θεοῦ›, ἀλλὰ <τὸ γνωστόν·> διὰ γὰρ τοῦ<γνωστοῦ> ἡ περὶ θεοῦ γίνεται γνῶσις. γνώσει μὲν γὰρ ἁπλῶςγινώσκεται τὰ γνωστά, ἡ αἰσθητή, φημί, κτίσις, ἐκ τούτων δὲ ὁ θεός·ἐκ γὰρ μεγέθους καὶ κάλλους κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸςθεωρεῖται.{Röm 2,7} Τὸ ἑξῆς οὕτως· <τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦζητοῦσι ζωὴν αἰώνιον, δόξαν καὶ τιμὴν καὶ ἀφθαρ-σίαν.> τὸ δὲ <καθ' ὑπομονὴν> ἀντὶ τοῦ κατὰ προσδοκίαν φησίν· ὡςἐπὶ πᾶν γὰρ παρὰ τῇ γραφῇ τὸ ὑπομένειν ἀντὶ τοῦ προσδοκᾶν λαμ-βάνεται, ὡς τὸ <ὑπομένων ὑπέμεινα τὸν κύριον,> καὶ τὸ<καθάπερ ὑπέμειναν τὴν ψυχήν μου ὑπὲρ τοῦ μηθενὸςσώσεις αὐτούς.>{Röm 2,13} Γράμμα μὲν νομικὸν οὐκ ἔχουσι τὰ ἔθνη, τὰς δὲ πράξεις ὥσπερτινὰ γράμματα τῇ ψυχῇ περιφέρουσιν· ὥστε μὴ μεταφρονείτω ὁ τῆς μὲνΜωϋσέως ἀκούων βίβλου, αὐτῇ δὲ μὴ πειθόμενος.{Röm 2,15} Κἀνταῦθα τὸ <καὶ> παρέλκεται· ἡ γὰρ συνείδησίς ἐστιν ἡ <μεταξὺἀλλήλων τῶν λογισμῶν> δοκιμαζομένη καὶ συγκαταθεμένη.{Röm 2,27} Τὸ <τελοῦσα> εἰ μὲν τοῖς πρὸ αὐτοῦ διασταλῇ τῇ στιγμῇ, σημαίνειτὸ ἡ ἀκροβυστία κατὰ τὸν νόμον ζῶσα, μὴ νόμῳ ὑποκειμένη· εἰ δὲ τοῖςκάτω, τῆς στιγμῆς πρὸς <τὸν νόμον> τιθεμένης τὸ <τελοῦσα> τότεἀντὶ τοῦ ἀποφαίνουσα λαμβάνεται.{Röm 3,9} Τὰ ἀκριβέστερα τῶν ἀντιγράφων καὶ ἀρχαιότερα οὐκ ἔχει<προεχόμεθα,> ἀλλὰ <τί οὖν κατέχομεν περισσόν;> Δύο σημαίνειν δύναται τὸ <προεχόμεθα·> ἤτοι τὸ περισσότερονκατακρίνεσθαι, ἐπεὶ καὶ ἔνοχόν φαμεν τὸν κατάκριτον· σημαίνειν δὲδύναται καὶ τὸ προκεκρίσθαι, καθό φαμεν· προέχει ὅδε τῷδε εἰς ἀρετήν.κατὰ μὲν οὖν πρῶτον βούλεται δηλοῦν τὸ <προεχόμεθα> τὸ κατα-κεκρίσθαι ἐπὶ τοιαύτῃ ἐννοίᾳ. τί οὖν; πρὸ παντὸς ἔθνους κατάκριτοιἸουδαῖοι, ἅτε τῇ δόσει τοῦ νόμου πάντων ἐθνῶν προτετιμημένοι μέν,μηδενὸς δὲ τούτων βελτιωθέντες; καί φησιν· οὐ πάντως· ἐξ ὁμοτίμουγὰρ πάντες ἥμαρτον, καὶ οὐκ ἂν ἔχοιεν ἡμῶν οἱ μὴ κατὰ νόμον κατα-καυχᾶσαι, ὡς αὐτοὶ μᾶλλον ἡμῶν ἐπ' ἀρετῇ εὐδοκιμηκότες. κατὰ δὲ τὸδεύτερον σημαινόμενον καθαίρειν βούλεται τὴν αὐθάδειαν Ἰουδαίωνἐπὶ τῇ τοῦ νόμου ὑποδοχῇ, καὶ δείκνυσιν ὡς οὐδὲ προτιμητέοι τῶνἄλλων ἐθνῶν Ἰουδαῖοι διὰ τὸν νόμον, ἐπὰν καὶ αὐτοὶ ὁμοίως τοῖςἄλλοις τῆς τοῦ θεοῦ χρηστότητος ἐπιδεεῖς.{Röm 5,5} Ἐντεῦθεν, οἶμαι, καὶ ὁ μακάριος Γρηγόριος ὁ θεολόγος ἀφορμὴνεἰληφὼς φάσκει τὸ εἰς τοῦτο γὰρ ἐμοὶ φέρει τὸ μέτριον ἐνταῦθα φέγγοςτῆς ἀληθείας καὶ ὅσα ἑξῆς.{Röm 5,14} Ἡ βασιλεία ἐν τῇ ἑκουσίῳ τῶν ὑποκειμένων γίνεται ὑποταγῇ,ὥσπερ καὶ ἡ τυραννὶς ἐν τῇ ἀκουσίῳ. ἐπεὶ τοίνυν οὐδεὶς ἀνεχαίτιζενόμος τὸ ἁμαρτάνειν, εἰκότως καὶ <βασιλεύειν> ὁ δι' ἁμαρτίας τὸκράτος λαβὼν <θάνατος> λέγεται· τοῦ νόμου γὰρ παρεισελθόντος καὶ τὸἁμαρτητικὸν ὅλον καὶ οἷον ὑποδείξαντος, οὐκέθ' ὁμοίως ἀδεῶς ἄνθρω-ποι ἐξημάρτανον οὐδὲ μὴν κατὰ τὸ ἑκούσιον πάντη. τοῦ δι' ἑκουσίουἀνῃρημένου τοῦ τὴν βασιλείαν τῷ θανάτῳ κατωρθωκότος, εὐλόγως καὶοὗτος ἀποσυλᾶσθαι τοῦ κράτους ἀπήρξατο. πῶς; καθ' ὅτι καὶ ὁ νόμοςοὐ μάτην τὴν ἁμαρτίαν ἀνέστελλεν, ἀλλὰ τὸν τοῦ θανάτου προοδοποιῶνὄλεθρον. εἰ γὰρ ἡ ἁμαρτία ἐν παραδείσῳ τὸν θάνατον ἀνεβλάστησεν,πάντη που δῆλον ὡς τὸ τὴν ἁμαρτίαν κωλύον τῆς ἐξουσίας ἀποστερεῖνἐπείγεται τὸν ἐκ ταύτης ἰσχύσαντα. οὐκοῦν μετὰ νόμον ὁ θάνατος οὐβασιλεύων ὡρᾶτο, ἀλλ' ἢ ἄρα τυραννῶν.{Röm 5,20} <Ἵνα πλεονάσῃ.> οὐδὲν λυμανεῖται τῷ σημαινομένῳ καὶ κατ'αἰτιολογίαν ὁ σύνδεσμος κείμενος· πρὸς γὰρ τῇ φυσικῇ γνώσει τῶναἱρετέων καὶ μὴ ἔτι καὶ τὸ ἐκ νόμου παρεισελθὸν ἀκριβές, ἄπειρον ὅσοντὸ ἁμαρτητικὸν ἡμῖν προαπέδειξεν. τῶν βαρυτέρων μὲν τῇ φυσικῇ κρίσειἀνειργομένων μόνων ἁμαρτημάτων, τῷ νόμῳ δὲ καὶ τῶν κουφοτέρωνεἰς ὄγκον ἁμαρτημάτων καταλογιζομένων, ἵνα οὖν τὸ πλῆθοςὅσον φανερωθῇ τῶν παραπτωμάτων, εἰκότως <παρεισῆλθεν ὁνόμος,> ὡς ἂν καὶ πᾶν τὸ διαστραφὲν θεραπευθείη τῆς ἰατρείας πρὸςτὸ φανὲν μόνον ἐπαγομένης τοῦ κάμνοντος.{Röm 6,10} Ἔστι καὶ οὕτως νοῆσαι τὸ χωρίον· <ὃ γὰρ ἀπέθανε τῇἁμαρτίᾳ, ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ θεῷ.> ὥσπεροὐ διὰ τὴν οἰκείαν ἀπέθανεν ἁμαρτίαν ὁ μὴ ἁμαρτίαν εἰδώς, ἀλλὰ τὸκοινὸν τῇ φύσει ὀφείλημα ἐκτιννύς, ὑπείκειν παραχωροῦντος τοῦ