The Greek Library Catalogue

Anonymous

Fragmenta in epistulam ad Romanos

Edition reference
Fragmenta in epistulam ad Romanos (in catenis), ed. K. Staab, Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt, Münster: Aschendorff, 1933: 653–659.
CTS identifier
urn:cts:greekLit:tlg2130.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

655

συνημμένου θεοῦ τῇ σαρκὶ τῷ τοῦ προπάτορος ὑπάγεσθαι κατακρίματι,

οὕτω καὶ νῦν, φησί, ζῇ τοῦ συνουσιωμένου αὐτῇ φύσει θεοῦ τὸ ὀφειλό-

656

μενον ἀποκαταστήσαντος ταύτῃ. τί τοῦτο; τὸ ὥσπερ ἁμαρτίας διετηρήθη

ἀνέπαφος, οὕτως καὶ τοῦ ἐκ ταύτης ἐπιτιμίου γενέσθαι ἀδούλωτον, δι'

ὃ καὶ τῶν δεσμῶν τοῦ θανάτου ἀπέδρα καὶ πρὸς παλινζωΐαν ἀνέδραμεν.

καὶ ἐπειδὴ τούτων ἁπάντων οὐκ ἄλλο ἢ τὸ ἐν τῷ Χριστῷ θεῖον παραίτιον,

διὰ τοῦτο <ζῆν> λέγεται <τῷ θεῷ,> ὡς εἴ τις ἐρεῖ· εἰ διὰ τὸ σαρκὸς

μετασχεῖν τὸν θεάνθρωπον ἡ τῆς σαρκὸς αὐτὸν κατέδραμε τυραννίς—

καὶ ταῦτα οὐκ ἐνδίκως· οὐ γὰρ ὑπήχθη τῷ αἰτιάματι τοῦ θανάτου—

εἰκότι ἂν λόγῳ καὶ διὰ τὸ θεὸν τὴν σάρκα ταύτην περιβεβλῆσθαι τὸ τοῦ

θεοῦ ἀείζωον ταύτην κατακληρονομεῖν. ἄλλως τε· καὶ ἵνα ᾖ καὶ εἰς

ὑπόδειγμά τε καὶ ἀπαρχὴν τῶν κατ' ἐκείνην, εἰ καὶ μὴ πάντη τὴν

ἁμαρτίαν ἀποσκευαζομένην, οἳ καὶ εἰς ὀφειλόμενον ἀναβιώσονται, εἰ

καὶ ἀφάτῳ τοῦ λύτρον τὸ οἰκεῖον αἷμα σπείσαντος συμπαθείᾳ, καὶ τοῖς

μηδὲν πεπονηκόσιν ἡ τῆς παλινζωΐας χάρις προσνέμεται.

{Röm 6,11}

Ἀντὶ τοῦ οἱ διὰ τὴν ἁμαρτίαν ὑπαγόμενοι τῷ θανάτῳ, διὰ τὴν <ἐν

Χριστῷ ζῶντες> δικαιοσύνην· ἀκολουθότερον γὰρ τοῦτο τῇ προσαπο-

δεδομένῃ ἐννοίᾳ καὶ τῷ τοῦ λόγου εἱρμῷ.

{Röm 6,12}

Εἰ <θνητὸν τὸ σῶμα,> ἀνόνητον τὸ <ταῖς ἐπιθυμίαις

ὑπείκειν> αὐτῷ, ὡς εἰς οὐδὲν πονούντων τῶν καθυπηρετούντων, ἀλλὰ

ταὐτὸν πασχόντων τοῖς καθ' ὕδατος γράφουσι καὶ καθ' ὁδοῦ σπείρουσιν.

{Röm 6,17—19}

Δύναται καὶ εἰς ἐγκώμιον αὐτῶν εἶναι τοῦτο ὡς καὶ τὸ ἡ <πίστις

ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.> ἐπειδὴ γάρ, φησίν,

<ὑπηκούσατε ἐκ καρδίας,> κατὰ πόδας ὑμῖν καὶ ὁ ἀξιόχρεως

μισθὸς ἐπακολουθεῖ. τίς οὗτος; τὸ κατὰ πάσης ἐξηχηθῆναι τῆς γῆς τὸ

δοκίμιον ὑμῶν, καὶ <τύπον> ὑμᾶς ὑπάρξαι τοῖς λοιποῖς καὶ κανόνα τῷ

τοῦ Χριστοῦ εὐαγγελίῳ εὐάρμοστον.

657

<Τὸ ἀνθρώπινον λέγω> τοιοῦτον· ἐπειδὴ οὐχ οἵα τε ἡ ἀν-

θρωπίνη ζωὴ ἐν ἀπραξίᾳ ὅλως διαβιώσκειν, ἀλλὰ τῇ ἐφ' ἑκατέρᾳ τῶν

πρακτέων ῥοπῇ ταλαντεύεσθαι, τούτου χάριν μετὰ τὸ τὴν ἀπὸ τῆς

ἁμαρτίας ἐλευθερίαν ἐπενεγκεῖν τὴν δούλωσιν τὴν ὑπὸ τὴν δικαιοσύνην,

ἐπήγαγεν <τὸ ἀνθρώπινον λέγω.> καὶ γὰρ προΐσατο τῷ λόγῳ. καὶ

τί; μὴ ὅλως ἐλεύθεροι ἀφείμεθα, ἀλλὰ πάλιν ὑπὸ δουλείαν ἀγόμεθα; καί

φησιν· οὐ δύνασθε ἐν ἀργίᾳ διαβιοῦν· ἐργασίας γὰρ ἐν τῇ σαρκίνῃ ζωῇ

ὁ καιρός. ὡς ἂν οὖν μὴ ἀναθέντες τῶν ἀπὸ τῆς ἁμαρτίας ἔργων, εἶτα

σχολάζοντες πάλιν ὑπὸ τῆς ἁμαρτίας διώκησθε, διὰ τὸ μὴ δύνασθαι τὸ

βαρὺ τοῦτο καὶ ἀστάθμητον σαρκίον ἀτρεμεῖν πάντη, κάλλιστον τῷ ὄντι

τὴν ἀπὸ τῆς ἁμαρτίας ἐλευθερίαν τὴν δούλωσιν διαδέξασθαι τῆς

δικαιοσύνης, καὶ τοσαύτην ἐπιδείξασθαι καὶ ὑπὲρ ταύτης σπουδὴν ὅσην

καὶ ἐπὶ τῆς ἁμαρτίας. οὐδὲ γὰρ πλέον ζητῶ καίτοι γε χρεών, ἀλλὰ προ-

μηθῶς τὸ ἀνάλογόν φημι καὶ ᾧπερ ἡ ἀνθρωπίνη ζωὴ καὶ ῥέουσα

ὑποβάλλεται.

{Röm 6,23}

<Ὀψώνιον> ὁ στρατιωτικὸς λέγεται μισθός. ἐπεὶ τοίνυν οἱ τῇ

ἁμαρτίᾳ ὑποταττόμενοι ὡς ὑπὸ στρατηγῷ ἀγόμενοι τῷ διαβόλῳ, τὸ

ἐκείνῳ δοκοῦν ἐκτελοῦσιν, εἰκότως ἐπαξίους ἐκείνου καὶ τοὺς μισθούς,

ἤτοι τὰ ὀψώνια ἀποφέρονται.

{Röm 7,5}

Προσυπακουστέον τὸ γνωσθέντα μοι.

{Röm 9,3}

Οὐ χωρίζει τοῦτο, συσφίγγει δὲ μᾶλλον αὐτὸν τῷ Χριστῷ καὶ

συντήκει καὶ ἑνοῖ· ὁ γὰρ τῷ ἀγαπωμένῳ ἐκθύμως τοὺς συγγενεῖς καταλ-

λάσσειν εὐχόμενος, εἴ που ἂν αὐτὸς ἀνάσχοιτο τούτου ἀποστατεῖν, ἀλλ'

οὐχὶ τῷ ὁρμαθῷ τῶν φιλτάτων συναγελάζεσθαι ποθεῖ καὶ συντάττεσθαι.

ὅπερ οὖν αὐτὸν ἀπάγειν τῆς τοῦ διδασκάλου ἀγάπης δοκεῖ, τοῦτο τὰ

μάλιστα βεβαιοῖ, καινόν τινα τρόπον τῆς διαστάσεως συσφιγγούσης καὶ

συντήκοντος τοῦ χωρίζεσθαι καὶ ἑνοποιοῦντος τοῦ ἀφιστάνοντος.

{Röm 9,6}

Τὸ διὰ τούτων νοούμενον τοιοῦτον· μηδεὶς ὁρῶν τὴν τῶν ἐθνῶν

εἰσαγωγὴν οἰέσθω τὸν τοῦ θεοῦ λόγον διαπεσεῖν, τὸν ἐξ Ἰσαὰκ μόνου

658

τῷ Ἀβραὰμ ἀνεγείροντα τέκνα καὶ τούτοις μόνοις τὴν κατὰ Χριστὸν

χάριν κατακληρονομοῦντα. κατ' ὀφειλήν, εἴγε καὶ Χριστὸς αὐτὸς οὐκ

ἄλλοις ἢ <τοῖς ἀπολωλόσιν ἀπεστάλθαι τοῦ Ἰσραὴλ προ-

βάτοις> εὐαγγελίζεται. <οὐχ οἷόν τε γὰρ> τοῦτο, οὐδὲ δυνατὸν <ἐκ-

πεσεῖν τὸν λόγον τοῦ θεοῦ> τὸν πρὸς Ἀβραάμ· <οὐ γὰρ πάντες

οἱ ἐξ Ἰσραήλ, οὗτοι> μόνοι <Ἰσραήλ·> καὶ ὅσα ἑξῆς.

<Οὐχ οἷον> δὲ ἀντὶ τοῦ οὐδὲν τοιοῦτό φημι, ὅτι εἴ τινες ἠπίστησαν,

<ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ> καὶ αἱ πρὸς τὸν Ἀβραὰμ ἐπαγ-

γελίαι καὶ αἱ πρὸς τοὺς υἱοὺς Ἰσραήλ.

<Οὐχ οἷον> δὲ ἀντὶ τοῦ ἀδύνατον δὲ <ὅτι ἐκπέπτωκεν ὁ

λόγος τοῦ θεοῦ,> τοῦτ' ἔστι τοῦτο ἀδύνατον ἐννοεῖν, ὅτι ἐκπέπτωκε

ὁ λόγος τοῦ θεοῦ· τὸ γὰρ <οἷον> οὐ μόνον ὁμοίωσιν σημαίνει ἀλλὰ καὶ

τὸ δυνατόν. Πλάτων· «ὡς ἐγὼ οὐδενὶ οἷός τέ εἰμι πείθεσθαι τῶν ἐμῶν,

πλὴν τῷ λόγῳ ὃς ἄν μοι λογιζομένῳ ὀρθὸς φαίνηται».

{Röm 9,22}

Οὐχ ὑπὸ θεοῦ <κατηρτισμένος,> ἀλλ' ἑαυτὸν καταρτίσας.

{Röm 9,24}

Προσυπακουστέον κἀνταῦθα τὸ <ἤνεγκεν.>

{Röm 11,12}

Ἀντὶ τοῦ ἡ ἐκβολὴ αὐτῶν καὶ ὁ σκυβαλισμὸς οὗτος. τί ἄρα ἡ

εἰσαγωγὴ αὐτῶν καὶ εἰσοίκησις;

{Röm 11,16}

Ἀντὶ τοῦ ‹γὰρ› κεῖται ὁ δὲ σύνδεσμος ὡς πολλαχοῦ· περὶ γὰρ τῶν

προπατόρων ὁ λόγος, περὶ Ἀβραὰμ καὶ τῶν μετ' ἐκεῖνον.

{Röm 12,11}

Ἐν ὑπερθέρμῳ καὶ διακαεῖ προαιρέσει <τῷ κυρίῳ δουλεύον-

τες·> οὕτω γὰρ διατεθεικότες ἑαυτοὺς καὶ ταῖς θλίψεσι περιχαρῶς

διακεισόμεθα, καὶ ὑπὸ τὴν μένουσαν ἐλπίδα τἄλλα πάντα ῥᾳδίως

ὑποίσομεν.

659

{Röm 12,16}

Ἀντὶ τοῦ κοινὸν οἴου τὸ τῷ πλησίον ἐπισυμβάν.

{Röm 13,11}

Τοιοῦτό τι λέγει· καὶ τοῦτο, φησί, ποιεῖτε πληροῦντες τὸν νόμον

καὶ <εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἤδη ἡμᾶς ὡς ἐξ ὕπνου

ἐγερθῆναι.>

{Röm 13,12}

Ἀντὶ τοῦ προβέβηκεν, ἐπὶ τὸ βραχύτερον χωρεῖ.

{Röm 15,8}

Ἀντὶ τοῦ διηκόνησε τῇ περιτομῇ τὸ ὀφειλόμενον αὐτῇ ἀποκαταστή-

σας. τί τοῦτο; τὸ δι' αὐτῆς εὐλογηθῆναι πάντα τὰ ἔθνη· <ἐν τῷ σπέρ-

ματι> γάρ <σου,> φησίν, <ἐνευλογηθήσονται πάντα τὰ ἔθνη

τῆς γῆς.> ἐν οἷς οὖν οὐδεὶς τῶν ἄλλων τοῦ σπέρματος Ἀβραὰμ οἷός

τε γέγονεν ἀποπερᾶναι τοῦτο, διὰ τοῦτο Χριστὸς ὑποδὺς τὴν περιτομὴν

καὶ δι' αὐτῆς πάντα τὸν νόμον πληρώσας οἱονεὶ ὑπούργησε ταύτῃ εἰς τὸ

μὴ διαπεσεῖν τὰς τοῦ θεοῦ πατρὸς ἐπαγγελίας.

{1 Kor 2, 6—9} Ἡ συνάρτησις τοῦ ὅλου νοήματος οὕτως· <σοφίαν λαλοῦμενἐν τοῖς τελείοις, οὐ τοῦ αἰῶνος τούτου,> ἀλλὰ τὴν <ἀπο-κεκρυμμένην,> καθὼς γέγραπται ὅτι <ὀφθαλμὸς οὐκ εἶδενκαὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκἀνέβη ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.> ἡμῖν δὲταύτην τὴν περὶ τούτων ἀποκεκρυμμένων γνῶσιν ὁ θεὸς ἀπεκάλυψεν.{1 Kor 4,19} <Καὶ γνώσομαι οὐ τὸν λόγον τὸν πεφυσιωμένον ἀλλὰτὴν δύναμιν.> ἐντεῦθέν τινες βούλονται δεικνύναι τὸν ἐν Κορίνθῳπεπορνευκότα τὴν μητρίαν ὡς τῶν διδασκόντων ἦν καὶ βαπτιζόντων,οἷς καὶ ὁ Ἐμεσηνὸς συνηγορεῖ Εὐσέβιος. Ἰωάννης γε μὴν ὁ ἀοίδιμοςκαὶ τὸ στόμα χρυσοῦς ἔν τισιν αὐτοῦ λόγοις καὶ πρεσβυτέρου τοῦτονπεριτίθησιν ἀξιώματι.