Fragmenta in epistulam i ad Corinthios
- Edition reference
- Fragmenta in epistulam i ad Corinthios (in catenis), ed. Staab, op. cit., 659–660.
- CTS identifier
urn:cts:greekLit:tlg2130.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
{1 Kor 5,9} Ἑτέρας ἐπιστολῆς μὴ εὑρισκομένης πρὸς Κορινθίους, καὶ ἐνμηδετέρᾳ τούτων εὑρισκομένου ῥητοῦ οὕτως κειμένου <μὴ συνανα-μίγνυσθαι πόρνοις,> τί ἐροῦμεν; ὅτι ἐν ταύτῃ γέγραπται τοῦτο.ποῦ; ὅτε ἔλεγεν ὅτι <μὴ μᾶλλον ἐπένθησαν, ἵνα ἐξαρθῇ ἐκμέσου αὐτῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας·> τὸ γὰρ ἀρθῆναιτὸν τοιοῦτον πόρνον ἐκ μέσου αὐτῶν παραγγελία φαίνεται τοῦ μὴ ἀνα-μίγνυσθαι πόρνοις.{2 Kor 2,1—2} <Τὸ μὴ πάλιν ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν. εἰ γὰρ ἐγὼλυπῶ ὑμᾶς.> ἀντιπίπτον λύει διὰ τούτων· ἵνα γὰρ μήτις λέγῃ· εἰβαρὺς εἶ καὶ φορτικὸς ἐπιδημῶν τῷ τῇ λύπῃ καταβαπτίζειν ἡμᾶς οὐδ'ὅλως παραγίνεσθαι δεῖ. φησὶν οὖν· καὶ μὴν διὰ τοῦτο παραγίνεσθαι δεῖσημεῖον ποιούμενόν με τῆς πρὸς ἐμὲ ἀγάπης ὑμῶν τὸ τὴν ἐπιτίμησίν μουδριμέως ὑμῶν καθικνεῖσθαι. ἀναγκαίως οὖν πρὸς τοὺς ἀγαπῶντάς μεφοιτητέον, ἵνα καὶ κοινωνήσω τοῦ κέρδους ὑμῖν. ἐπεὶ γὰρ ἡ λύπη ὑμῶναὕτη χαρά μοι καὶ εὐφροσύνη ἀνυπέρθετος, ἀποδοτέον ὑμῖν ἐμαυτόν·ὡς ἂν συναγαλλομένους ὑμᾶς ἕξω τῆς ἀπὸ τῆς ὑμετέρας ἐγγινομένης μοιλύπης χαρᾶς συνθιασώτας λαμβάνων ὑμᾶς. Εἴπερ ἡ τούτων λύπη χαρᾶς αὐτῷ πρόξενος, κοινὴ δὲ ἡ τοῦδιδασκάλου χαρὰ πρὸς τοὺς μαθητάς, πῶς κεκριμένως αὐτῷ ἡ παραί-τησις τῆς πρὸς αὐτοὺς ἐνδημίας; ἀλλά φαμεν ὅτι ἔτι ἀτελέστερον αὐτῶνδιακειμένων συμπεριφέρεται τῇ ἀσθενείᾳ τῶν μαθητῶν, καὶ τοῖς φαινο-μένοις αὐτοῖς συνδιατίθησι τὸν λόγον, ἕλκων αὐτοὺς πανταχόθεν ὡς ἂνδύνηται καὶ ἐπισπώμενος πρὸς τὸ πειθήνιον ἑαυτῷ.{2 Kor 5,4} Οὐχὶ διότι δεδοίκαμεν τὸν θάνατον, ἐπέρχεται δὲ ἡμῖν. διὰ τοῦτο<στενάζομεν,> ἀλλὰ <στενάζομεν> τὴν μετὰ δόξης ἀφθαρσίαν<ἐπενδύσασθαι> ἐπιποθοῦντες.{2 Kor 12,4} Τὸ <οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι> ἀκριβέστερον οἶμαι ἐπὶ τοῦμή τινα ἀνθρώπων δύνασθαι τοιαῦτα λαλῆσαι ἐκλαβεῖν—ὡς καὶ ἐν τοῖςΕὐαγγελίοις φησὶ περὶ αὐτοῦ τοῦ κυρίου, ὅτι <ἦν κατ' ἐξουσίανδιδάσκων ἀλλ' οὐχ ὡς οἱ γραμματεῖς>—ἢ ἐπὶ τοῦ μὴ πρὸςἕτερον ἐκλαλῆσαι τὰ ἠκουσμένα. εἰ γὰρ τοῦτο, πῶς αὐτὸς οὗτος ὁ μηδενὶταῦτα ἐξειπεῖν διατεινόμενος, πολλὰ τούτων ἐν ταῖς προκειμέναις ἐπι-στολαῖς παρατίθεται; τῷ γὰρ Χριστῷ μὴ κατὰ τὴν ἐν σαρκὶ ἐπιδημίανμαθητευθεὶς πῶς φησιν· <ἐγὼ παρέλαβον ἀπὸ τοῦ κυρίου,>καὶ <περὶ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω,> καὶἄλλα τοιαῦτα. ἀλλ' οὐκ ἂν ἄλλοτε ταῦτα ἢ τότε ἤκουσεν. πῶς οὖνἂν οὐκ ἐξῆν αὐτῷ ἐρεῖν, εἴρηκεν; οὐ τὸ μὴ ἄλλοις οὖν μὴ ἐξεῖναι ἐρεῖντὰ ἠκουσμένα λέγει, ἀλλὰ τοιαῦτα εἶναι ταῦτά φησιν, καὶ οὕτως τὸμεγαλεῖον τοῦ μυσταγωγοῦντος ἐπιφαίνοντα ὡς μόνου θεοῦ μεγα-λοπρεπείας αὐτὰ καὶ εἶναι καὶ οἰηθῆναι, ἀλλ' οὐκ ἀνθρωπίνης εὐτελείαςκαὶ ταπεινότητος.{2 Thess 2,3} Συνυπακούεται ταῦτα τοῖς προκειμένοις· <μηδεὶς ὑμᾶς ἐξαπα-τήσῃ,> ὅτι ἐνέστηκεν ἡ ἡμέρα πρὶν ταῦτα γένηται. Τότε τὴν ἀπιστίαν τῶν ἀνθρώπων ὁ διάβολος εἰσῆγεν.{1 Tim 5,11} Ἤτοι κατατρυφήσωσιν, κατασπαταλήσωσιν, ὥσπερ καὶ ἀλλαχοῦφησιν· <ἡ γὰρ σπαταλῶσα ζῶσα τέθνηκεν.> πῶς δὲ κατασπατα-λῶσι τοῦ Χριστοῦ; οἱονεὶ ἁρμοσθῆναι τῷ Χριστῷ. διὰ τοῦ δῆθενἡρμόσθαι καὶ μόνῳ προσανέχειν τῷ ἑαυτῶν νυμφίῳ ἐκεχειρίαν ἄγουσιπαντὸς ἔργου, ἀργαὶ δὲ διατελοῦσαι ἀγυρτικὸν μετίασι βίον ἐκεῖναἐνεργοῦσαι ἃ καὶ παρατίθεται, φλυαρίας καὶ περιεργίας τόπων καὶπραγμάτων ἐπιτηδεύσεις. στρῆνος δέ ἐστιν ὡς ἓν ἀνθ' ἑνὸς ἐρεῖν,στέρησις νοῦ τοῦ προσήκοντος.{Hebr 8,2} <Σκηνὴν> ἐνταῦθα τὸν οὐρανόν φησιν. ἐμοὶ δὲ δοκεῖ <σκηνὴνἀληθινὴν> ἐνταῦθα λέγειν τὴν σάρκα τοῦ κυρίου ἣν καὶ αὐτὸς ὁκύριος <ἔπηξεν> καὶ οὐκ ἄνθρωπος, καθ' ὅτι οὐκ ἐκ συνδυασμοῦ ἡἄχραντος ἐκείνη ὑπέστη σάρξ, ἀλλ' ἐξ ἁγίου πνεύματος. SCHOLION ARETHAE: 16 ὑποστάσεων] Οὐκ ἀκριβὲς ὑποστάσεων ἕνωσιν γεγονέναι φάσκειν ἐπὶΧριστοῦ, ἀλλ' ἡ τοῦ θεοῦ λόγου ὑπόστασις φύσιν ἀνθρωπείαν λαβοῦσα ὑπέστησεν ἐν ἑαυτῶι, καθὸ καὶμίαν ὑπόστασιν ἔχειν τὸν κύριον Ἰησοῦν Χριστὸν δογματίζομεν. εἰ γὰρ ὑπόστασιν ἤγουν πρόσωπονὡρισμένον δοξάσομεν, ὅπερ βούλεται δηλοῦν ἡ ὑπόστασις, τίς λόγος ἔτι τὴν Νεστορίου λύσσαν ἀναχαιτιεῖμὴ οὐχὶ δύο ὑποστάσεις ἐν τῶι Χριστῶι πρεσβεύειν; τίνι γὰρ λόγωι τὰ δύο τέλεια πρόσωπα εἰς ἓν πρό-σωπον συσταῖεν ἄν [συστακῆναι Y]; εἰ γὰρ τοῦτο δῶμεν, δώσωμεν ἀφορμὴν καὶ τοῖς μίαν φύσιν σύν-θετον ἐπὶ Χριστοῦ ληρωιδοῦσιν κατ' ὀρθότητα τοῦτο δογματίζειν. SCHOLIA ARETHAE: 9 σκαιώρημα] τοῦτο εἰ μὲν κατὰ Νεστορίου, ἔχεται λόγου· εἰ δὲ κατὰΘεοδωρήτου, συκοφαντία ἄκρατος καὶ φθόνου δόξης τῶι λέγοντι περιποιητικός. SCHOLIA ARETHAE: 10 sq. ἀπροσωπολήπτως ἐρεῖν πλημμελῶς ἀλλήλους ἐφορμῶσιν, τὸ αὐτὸφάσκοντες περὶ τοῦ αὐτοῦ καὶ διαφωνεῖν διατεινόμενοι ὃν τρόπον καὶ οἱ διαφερόμενοι περὶ ἀριθμὸνεἰ ὁ μὲν ἕνδεκα λέγει τὰς τοσαύτας μονάδας, ὁ δὲ δέκα καὶ μίαν. 12 τοῦτο ὁμοία πλημμέλεια τῆι Ἀρίου μανίαι, ἐπὶ τῆι τοῦ ὁμοουσίου λέξει μὴ παρὰ τοῖς παλαιοῖςπατράσιν εὑρημένηι διατεινομένωι, ἀλλὰ νεαρῶς καινολογουμένωι. 14 τί δὲ Θεοδώρητε; οὐκ ἤκουσας τῆς θεολόγου φωνῆς· ὦ τῆς καινῆς μίξεως, ὦ τῆς παραδόξουκράσεως; ἐπὶ ταῦτα ληρολε〈σ〉χεῖν οὐκ αἰδῆι; SCHOLIA ARETHAE: 18 ὑποστάσεων] κακῶς πάλιν ὑποστάσεων λέγει ἕνωσιν. 23 κράσεως] κράσεως, ἀλλὰ παραδόξου [cf. p. 114, 14]. SCHOLIA ARETHAE: 1/2 περιαυτίζεται] τοῖς αὐτοῖς περιστρέφεται 10 ὦ τί πάλιν ὑποστάσεις; 17sq. ὁ προαιώνιος θεὸς λόγος ὑπόστασις υἱοῦ τῆς πατρικῆς προιὼν θείας ὑποστάσεως προσλήψειφύσεως ἀνθρωπίνης, οὐκ ἠφωρισμένωι ἀτόμωι, τὸν κύριον Ἰησοῦν Χριστὸν ἑαυτὸν ἀπετέ〈λε〉σεν, σύν-θετον μὲν ἐξ ὑποστάσεως θείας, οὐ μέντοι καὶ ὑποστάσεως ἀνθρωπίνης. οὐ γὰρ καὶ τινὰ ἄνθρωπον,ἀλλὰ φύσεως ἀνθρωπίνης ψυχὴν καὶ σῶμα [καὶ] ἠτόμωσεν ἐν ἑαυτῶι, τὸν θεάνθρωπον ἀποφήνας. ἐπεὶ τοί-νυν οὐκ ἠτομωμένον ἀνέλαβεν ἄνθρωπον, φύσιν δὲ ἀνθρωπείαν καὶ ἠτόμωσεν ἐν αὑτῶι ὑπόστασιν μίαν τὴνθεάνθρωπον, κατὰ τοῦτο φαμὲν εὐλαβεῖσθαι δύο λέγειν ἐπὶ Χριστοῦ ὑποστάσεις συντεθῆναι, τὸ λυσσῶδεςὑποστελλόμενοι Νεστορίου· ἓν γὰρ καὶ τὴν πρόσληψιν τῆς ἀνθρωπείας φύσεως τῶν ἀτομούντων κατὰτὸν κύριον Ἰησοῦν. πλὴν εἰ μήπου τὰς δύο ἐπ' αὐτοῦ ὑποστάσεις οἰκονομικῶς εἰρῆσθαι διὰ τὴνκακουργίαν Ἀρίου καὶ Ἀπολιναρίου καὶ τῶν κατ' ἐκείνους φαντασιαστῶν. SCHOLIA ARETHAE: 1sq. αἰσχρὸν καὶ ἱκανῶς ἄλογον ἐκ τῶν κάτω τῶν ἄνω λαμβάνειν τὴνεἰκασίαν καὶ τὸν ὑπερούσιον ἐκ τῶν ἐνύλων τεθμᾶσθαι [σταθμᾶσθαι?] οὐσιῶν καὶ ἀπὸ τῶν κτισμάτωνἑαυτοῦ τὸ ἄκτιστον ζυγοστατεῖν καὶ τὴν ἐν τούτοις ἀνάγκην τῶι ἐξ οὐκ ὄντων παραγαγόντι (καὶ συνε-λόντι φάναι ἀνάγκηι καὶ αὐτὸν τοιαῦτα παραγαγεῖν) προσλογίζεσθαι καὶ ὑπὲρ τῶν ἀγνώστων ὡς πάντηιἐγνωσμένων ζυγομαχεῖν. 3 εἰ οὐ φυσικὴ διὰ τὸ μὴ ἀνάγκηι ὑποπεσεῖν, πῶς οὐ μᾶλλον ἀναγκαστικώτερον τὸ παρὰ φύσινκαὶ οὕτως ὡς καὶ τοῖς ἀβουλήτοις καὶ ἀθελήτοις ὑποκατακλίνεσθαι, ἐκβιάζεσθαι; 19 φύσιν, ἀλλ' οὐχ ὑπόστασιν SCHOLIA ARETHAE: 8/9 μίαν ἡμῖν ἀποφαίνει] ἀλλ' εἰ μὴ μία, διάφορος δέ, παρὸν ἐλέγχειν,