The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FHG 2: 461.
CTS identifier
urn:cts:greekLit:tlg2160.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Public-domain-era edition; no explicit IA rights field

t1-3

{ὙΠΟΜΝΗΜΑΤΑ ΒΑΣΙΛΙΚΑ.}

1

Pausanias I, 12, 2: Ἔστι δὲ ἀνδράσι βιβλία οὐκ

ἐπιφανέσιν ἐς συγγραφὴν, ἔχοντα ἐπίγραμμα <Ἔργων

ὑπομνήματα> εἶναι. Ταῦτα ἐπιλεγομένῳ μοι μάλιστα

ἐπῆλθε θαυμάσαι Πύρρου τόλμαν τε, ἣν μαχόμενος

αὐτός [τε] παρείχετο, καὶ τὴν ἐπὶ τοῖς ἀεὶ μέλλουσιν

ἀγῶσι πρόνοιαν· ὃς καὶ τότε περαιούμενος ναυσὶν ἐς Ἰτα-

λίαν Ῥωμαίους ἐλελήθει, καὶ ἥκων οὐκ εὐθὺς ἦν σφίσι φα-

νερός· γινομένης δὲ Ῥωμαίων πρὸς Ταραντίνους συμ-

βολῆς, τότε δὴ πρῶτον ἐπιφαίνεται σὺν τῷ στρατῷ, καὶ

παρ' ἐλπίδα σφίσι προσπεσὼν, ὡς τὸ εἰκὸς, ἐτάραξεν.

3

Dionys. Halic. Ant. Rom. Exc.:

Οὐδὲ τόπου φύσις ἄνισος, οὔτ' ἐπικουρίας τοῖς ἑτέροις

ἄφιξις αἰφνίδιος, οὔτ' ἄλλη τις συμφορὰ καὶ πρόφασις

ἀπροσδόκητος ἐπιπεσοῦσα συνέτριψε τὰ Πύρρου πρά-

γματα, ἀλλ' ὁ τῆς ἀσεβηθείσης θεᾶς χολὸς, ὃν οὐδ' αὐ-

τὸς ἠγνόει Πύρρος, ὡς Πρόξενος ὁ συγγραφεὺς ἱστορεῖ

καὶ αὐτὸς ὁ Πύρρος ἐν τοῖς ἰδίοις Ὑπομνήμασι γράφει.

Ἐν γὰρ τῇ νυκτὶ, ἐν ᾗ τὴν στρατιὰν ἔμελλεν ἀπάξειν

ἐπὶ τὸ ὄρος, ἔδοξε κατὰ τοὺς ὕπνους ἐκπεσεῖν αὐτοῦ

πλείονας ὀδόντας, καὶ πλῆθος αἵματος ἐκ τοῦ στόματος

φέρεσθαι. Ταραχθεὶς δὲ διὰ τὴν ὄψιν καὶ μεγάλην ἔσε-

σθαι συμφορὰν μαντευόμενος, ἐβούλετο ἐπισχεῖν τὴν

ἡμέραν ἐκείνην. Οὐκ ἴσχυε δὲ νικῆσαι τὴν πεπρωμένην,

ἐναντιουμένων τῶν φίλων πρὸς τὴν ἀναβολὴν, καὶ μὴ

μεθεῖναι τὸν καιρὸν ἐκ τῶν χειρῶν ἀξιούντων.