The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FHG 4: 375.
CTS identifier
urn:cts:greekLit:tlg2171.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Public-domain-era edition; no explicit IA rights field

t

{ΧΡΟΝΙΚΑ.

E LIBRO TERTIO.}

1

Athenaeus VI: Κτησικλῆς δ' ἐν τρίτῃ

Χρονικῶν [τῇ πεντε]καιδεκάτῃ πρὸς ταῖς ἑκατόν φησιν

Ὀλυμπιάδι Ἀθήνησιν ἐξετασμὸν γενέσθαι ὑπὸ Δημη-

τρίου τοῦ Φαληρέως τῶν κατοικούντων τὴν Ἀττικὴν,

καὶ εὑρεθῆναι Ἀθηναίους μὲν δισμυρίους πρὸς τοῖς

χιλίοις, μετοίκους δὲ μυρίους, οἰκετῶν δὲ μυριάδας

τεσσαράκοντα.

2

Idem X: Σὺ δὲ παροινῶν καὶ μεθύων

οὐδέπω κόρον ἔχεις, οὐδ' ἐπὶ νοῦν λαμβάνεις, ὅτι ὑπὸ

μέθης ἀπέθανεν Εὐμένης ὁ Περγαμηνὸς, ὁ Φιλεταί-

ρου τοῦ Περγάμου βασιλεύσαντος ἀδελφιδοῦς, ὡς ἱστο-

ρεῖ Κτησικλῆς ἐν τρίτῳ Χρόνων.